Fragmenta et titulus
- Edition reference
- Fragmenta et titulus, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 251–257.
- CTS identifier
urn:cts:greekLit:tlg2630.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
504-26
{e libro περὶ ποιητῶν}
504-20
{epigrammata}
{in statuis vel sepulchris inscripta.}
504
{in Musaeum}
{⊗} Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας
Μουσαῖον, φθίμενον σῶμ', ὑπὸ τῷδε τάφῳ. *
505-7
{in Linum}
505
{⊗} ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,
Μούσης Οὐρανίης υἱὸν ἐϋστεφάνου. *
506
{⊗} κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα
〈 〉
507
{⊗} τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πατρῴα
Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον. *
508
{in Orpheum}
{⊗} Θρήϊκα χρυσολύρην τῇδ' Ὀρφέα Μοῦσαι ἔθαψαν,
ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει. *
509-10
{in Thaletem}
509
{⊗} τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψας' ἀνέδειξεν
ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ. *
510
{⊗} ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες,
τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη. *
511
{in Solonem}
{⊗} ἡ Μήδων ἄδικον παύσας' ὕβριν ἥδε Σόλωνα
τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν. *
512
{in Chilonem}
{⊗} τόνδε δοριστέφανος Σπάρτα Χίλων' ἐφύτευσεν,
ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ. *
513
{in Pittacum}
{⊗} οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει
Πιττακὸν ἥδ' ἱερὰ Λέσβος 〈ἀποφθίμενον〉. *
514
{in Biantem}
{⊗} κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει
ἥδε Βίαντα πέτρη κόσμον Ἴωσι μέγαν. *
515
{in Cleobulum}
{⊗} ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη. *
516
{in Periandrum}
{⊗} πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει. *
517
{in Arionem}
{⊗} ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε. *
518
{in Timotheum}
{⊗} πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν
Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον. * {in Sophoclem}
{⊗} κρύπτω τῷδε τάφῳ Σοφοκλῆ πρωτεῖα λαβόντα
τῇ τραγικῇ τέχνῃ, σχῆμα τὸ σεμνότατον. *
519
{in Theodectam}
{⊗} ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην
κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες. *
521-6
{septem sapientium scolia}
521
{‘Thaletis’}
οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν.
ἕν τι μάτευε σοφόν,
ἕν τι κεδνὸν αἱροῦ·
λύσεις γὰρ ἀνδρῶν κωτίλων
γλώσσας ἀπεραντολόγους.
522
{‘Solonis’}
πεφυλαγμένος ἄνδρα ἕκαστον ὅρα,
μή 〈σε〉 κρυπτὸν ἔγχος ἔχων κραδίῃ
φαιδρῷ προσεννέπῃ προσώπῳ,
γλῶσσα δέ οἱ διχόμυθος
ἐκ μελαίνης φρενὸς γεγωνῇ.
523
{‘Chilonis’}
ἐν λιθίναις ἀκόναις
ὁ χρυσὸς ἐξετάζεται
διδοὺς βάσανον φανεράν·
ἐν δὲ χρυσῷ
ἀνδρῶν ἀγαθῶν τε κακῶν τε
νοῦς ἔδωκ' ἔλεγχον.
524
{‘Pittaci’}
ἔχοντα χρὴ τόξον 〈τε〉 καὶ ἰοδόκην
στείχειν ποτὶ φῶτα κακόν·
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
λαλεῖ διχόμυθον ἔχουσα
καρδίῃ νόημα.
525
{‘Biantis’}
ἀστοῖσιν ἄρεσκε πᾶσιν
ἐν πόλει ᾇ κε μένῃς.
πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος βλαβερὰν
πολλάκις ἐξέλαμψεν ἄταν.
526
{‘Cleobuli’}
ἀμουσία τὸ πλέον ἐν βροτοῖσι
λόγων τε πλῆθος· ἀλλ' ὁ καιρὸς ἀρκέσει.
φρόνει τι κεδνόν· μὴ μάταιος
ἁ χάρις γενέσθω.
{ALIA EPIGRAMMATA IN POETAS ANTEALEXANDRINORUM AETATEM CONDITA}{in Homerum li}ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτειἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.{Colophone}υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον,καὶ τάσδ' ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας δισσὰς ἡμιθέων γραψάμενος σελίδας.ὑμνεῖ δ' ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.{Argis}θεῖος Ὅμηρος ὅδ' ἐστίν, ὃς Ἑλλάδα τὴν μεγαλαυχῆ πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,ἔξοχα δ' Ἀργείους, οἳ τὴν θεοτειχέα Τροίην ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.{ad Pepli genus fictum}ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε, Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.{in Hesiodum Orchomeni}Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχειἩσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.{ibidem}χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ', ἀνθρώποις μέτρον ἔχων σοφίης.{ad Pepli genus}Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.{in Epicharmum Syracusis}εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζον' ἔχει δύναμιν.φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον. ὃν πατρὶς ἐστεφάνως' ἅδε Συρακοσίων.{ad Pepli genus}Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ καὶ Σατύροις Σικελὸν τῇδ' Ἐπίχαρμον ἔχω.{in Simonidem}ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο νίκαςκαὶ τρίποδας, θνῄσκεις δ' ἐν Σικελῷ πεδίῳ,Κείῳ δὲ μνήμην λείπεις, Ἕλλησι δ' ἔπαινονεὐξυνέτου ψυχῆς σῆς ἐπιγεινομένοις.{in Pindarum Thebis}ἦ μάλα Πρωτομάχη τε καὶ Εὔμητις λιγύφωνοι ἔκλαυσαν πινυταὶ Πινδάριαι θύγατρες,Ἀργόθεν ἦμος ἵκοντο κομίζους' ἐνδόθι κρωσσοῦ λείψαν' ἀπὸ ξεινῆς ἀθρόα πυρκαϊῆς.{ad Pepli genus}ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.{in Aeschylum Gelae}Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·ἀλκὴν δ' εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.{incertum quo loco}————————————— αἰετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν.{in Sophoclem}ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.{dedicatorium ficticium}βωμοὺς τούσθε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.{in Euripidem Athenis}μνῆμα μὲν Ἑλλὰς ἅπας' Εὐριπίδου, ὀστέα δ' ἴσχει γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου,πατρὶς δ' Ἑλλάδος Ἑλλὰς Ἀθῆναι, πλεῖστα δὲ Μούσαις τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.