The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 272–273.
CTS identifier
urn:cts:greekLit:tlg2631.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

558

{Πλοκαμῖδες}

Εὐρώπην Λιβύην τε καὶ Ἀσίδα πᾶσαν ἀμείψας

θαύμασα μυρία καλὰ πολυπλαν〈ί〉ης ὑπὸ λυγρῆς,

ἀλλ' οὔπω τοιοῦτον ἴδον σέλας, οὐδ' ἐν Ὀλύμπῳ

αὐτοὺς ἀθανάτους 〈περ〉 ὀΐομαι ἶσον ἰδέσθαι,

οἷον ἄελπτον ἄπιστον ἐμὸν νόον ἥρπασε φάσμα

καρτερόν, οὔ τι φατειόν· ὑπ' ἀμφασίῃ δ' ἀλεγεινῇ

θυμὸς ἄδην πεπότητο, λύθεν δέ μοι ἅψεα πάντα

ἐκ κεφαλῆς εἰς ἴχνος, ἀπώλετο δ' Ἑλλὰς ἅπασα

ἐκ στηθέων, καὶ πάντα χαμαὶ πέσεν, ὅσσα περ ἔτλην

ὑγρῇ τε τραφερῇ τε κυλινδόμενος περὶ νόστον.

τόσσον γὰρ περὶ θυμὸν ἀπείριτον ἵκετο θάμβος.

μέλψαι δὲ μνήσειας ἀειθαλέας πλοκαμῖδας,

οἵαις κυδιόωσαν ἀπ' ὀλβίστων σε λοετρῶν

φαιδρὴν εἶδον ἅπασαν ἐειδομένην Χαρίτεσσιν

ἐρχομέναις πρὸς Ὄλυμπον Ἀκιδαλίης ἀπὸ πηγῆς.