Fragmenta
- Edition reference
- Fragmenta (P. Oxy. 4.662 = P. Lit. Lond. 61), ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 16–17.
- CTS identifier
urn:cts:greekLit:tlg2649.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
42
Ἀμύντουα?υχμα!!!!![!!!]!ον ὑπ' ὀφρύος ἄνθεσι δάκρυ
μ[ ]λωνενβ?ρ!!σ?!!!ρ?[!!]!ρ!!π!ς σπιλάδι
43
〈 〉{⊗} φράζε, γύναι, τίς ἐοῦσα κ[α]ὶ? ἐκ τίνος, εἰπέ τε πάτρην,
καὶ ποίας ἔθανες νούσου ὑπ' ἀργαλέης.
οὔνομα μὲν Πραξὼ Σαμίη, ξένε, ἐκ δὲ γονῆος
Καλλιτέλευς γενόμαν, ἀλλ' ἔθανον τοκετῷ.
τίς δὲ τάφον στάλωσε; Θεόκριτος, ᾧ με σύνευνον
ἀνδρὶ δόσαν. ποίην δ' ἦλθες ἐς ἡλικίην;
ἑπταέτις τρὶς ἑνὸς γενόμαν ἔτι. ἦ ῥά γ' ἄτεκνος;
οὔκ, ἀλλὰ τριετῆ παῖδα δόμῳ λιπόμαν. *
44
Ἀμύντου{⊗} †τασπ!σαρος ἄτρεστον Λακεδαίμονα, τᾶς χέρα μούνας
πολλάκισανπο?!!σ?ι δ?[ῆ]ριν ἔφριξεν Ἄρης,
νῦν ὑπ' ἀνικάτωι Φιλοποίμενι δουρί τ' Ἀχα?ι?ῶ?ν?
πρηνὴς ἐκ τρισσᾶν ἤριπε μυριάδων,
ἄσκεπος. οἰωνοὶ δὲ περισμυχηρὸν ἰδόντες
μύρονται, πεδίον δ' οὐκ ἐπίασι βόες.
κ]απνὸν δ' ἐκθρώσ?[κοντα] π?α?ρ?' Ε?ὐ?[ρ]ώ?τ?α?ο? λοετροῖς
Ἑλ]λ?ὰ?ς δερκομένα [μύρεται ἀ]κρό?πο?[λιν. *