The Greek Library Author

Anonymous

Testimonia

Authority group
Musaeus (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn., Berlin: Weidmann, 1951: 20–22.
CTS identifier
urn:cts:greekLit:tlg2691.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

SUID. Μουσαῖος Ἐλευσίνιος ἐξ Ἀθηνῶν, υἱὸς Ἀντιφήμου τοῦ Εὐφήμου τοῦ

Ἐκφάντου τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Σελήνης γυναικός.

ἐποποιός, μαθητὴς Ὀρφέως, μᾶλλον δὲ πρεσβύτερος. ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον

Κέκροπα καὶ ἔγραψεν <Ὑποθήκας> Εὐμόλπωι τῶι υἱῶι ἔπη ͵̅δ̅ καὶ ἄλλα πλεῖστα.

1a

HARPOCR. Μουσαῖος: Λυσίας πρὸς τὴν Μειξιδήμου γραφήν, εἰ γνήσιος,

[fr. 176, Sauppe O.A. 197b 17] ‘καὶ δύο παῖδας αὐτῶι ἀκολούθους εἶναι, ὧν οὗτος

τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον’. ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς

οἰκέτας οὕτω καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαν-

τείοις [fr. 51 FHG II 284] φησίν, ὅτι οἱ μὲν ἐκ Θράικης εἰρήκασι τὸν ἄνδρα εἶναι,

οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος

[fr. 1 FHG II 23].

2

HERMESIANAX Leontion 15ff. [b. Ath. XIII 597D].

οὐ μὴν οὐδ' υἱὸς Μήνης ἀγέραστον ἔθηκεν

Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην·

ἥ τε πολὺν μύστηισιν Ἐλευσῖνος παρὰ πέζαν

εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,

Ράριον ὀργειῶνι νόμωι διαποιπνύουσα

Δήμητρα· γνωστὴ δ' ἐστὶ καὶ εἰν Ἀίδηι.

3

[ARIST.] Mirab. 131. 843b1 φασὶν οἰκοδομούντων Ἀθηναίων τὸ τῆς Δήμη-

τρος ἱερὸν τῆς ἐν Ἐλευσῖνι περιεχομένην στήλην πέτραις εὑρεθῆναι χαλκῆν, ἐφ' ἧς

ἐπεγέγραπτο ‘Δηιόπης τόδε σῆμα’, ἣν οἱ μὲν λέγουσι Μουσαίου εἶναι γυναῖκα,

τινὲς δὲ Τριπτολέμου μητέρα γενέσθαι.

3a

SCHOL. SOPH. Oed. Col. 1053 τινὲς δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν

μύησιν τὴν συντελουμένην κατ' ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρηι. Ἄνδρων

[F GrHist. 10 F 13 I 163] μὲν οὖν γράφει οὐ 〈τοῦτον〉 τὸν Εὔμολπον εὑρεῖν 〈τὴν〉

μύησιν, ἀλλ' ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι

Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ

δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα.

4

DIOG. proem. I 3 παρὰ μὲν Ἀθηναίοις γέγονε Μ., παρὰ δὲ Θηβαίοις Λίνος.

καὶ τὸν μὲν Εὐμόλπου παῖδά φασι, ποιῆσαι δὲ <Θεογονίαν> καὶ <Σφαῖραν> πρῶτον,

φάναι τε ἐξ ἑνὸς τὰ πάντα γίνεσθαι καὶ εἰς ταὐτὸν ἀναλύεσθαι [Lobon fr. 5 Crön.].

5

PAUS. I 22, 7 ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν

τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστήν, ὃν Τιμαίνετος ἔγραψεν, ἔστι Μουσαῖος·

ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην ἐν οἷς ἔστι πέτεσθαι Μουσαῖον, [ὑπὸ] Βορέου δῶρον,

δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος· καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως

ὅτι μὴ μόνον ἐς <Δήμητρα ὕμνος Λυκομίδαις> [s. B 20].

5a

PLATO rep. II p. 363 c Μουσαῖος δὲ τούτων

νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ (Eumolpos) παρὰ θεῶν διδόασιν τοῖς δικαίοις·

εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων

κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν με-

θύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον ... τοὺς δὲ ἀνοσίους

αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκά-

ζουσι φέρειν ...

6

SCHOL. ARISTOPH. Ran. 1033 τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου

Φιλόχορός [fr. 200 FHG I 417] φησιν. οὗτος δὲ παραλύσεις (?) καὶ τελετὰς καὶ

καθαρμοὺς συνέθηκεν. ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι [fr. 1012]

7

SERV. VERG. Aen. VI 667 theologus fuit iste [Musaeus] post Orpheum

et sunt variae de hoc opiniones: nam eum alii Lunae filium, alii Orphei

volunt, cuius eum constat fuisse discipulum. nam ad ipsum

primum carmen scripsit [Orpheus 1 A 1], quod appellatur <Crater>.

8

MARMOR. PAR. FGrHist. 239 A 15 II 995 〈ἀφ' οὗ Εὔμολπος ὁ Μουσαίου

τοῦ ὑπ' Ὀρφέως τετελεσμέ〉νου τὰ μυστήρια ἀνέφηνεν ἐν Ἐλευσῖνι καὶ τὰς τοῦ

〈πατρὸς Μ〉ουσαίου ποιήσεις ἐξέθηκ〈εν ἔτη ΧΗΔ βασιλεύοντος Ἀθηνῶν Ἐρεχθέ〉ως

τοῦ Πανδίονος.

9

DIODOR. IV 25, 1 (Herakles) παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε

τῶν ἐν Ἐλευσῖνι μυστηρίων Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος

τῆς τελετῆς.

10

SCHOL. IN DIONYS. THRAC. p. 183, 10 Hilg. ἔνιοι δὲ Μουσαῖον

εὑρετὴν (der Buchstaben) λέγουσι τὸν Μητίονος καὶ Στερόπης κατ' Ὀρφέα

γενόμενον.

{ΜΟΥΣΑΙΟΥ ΘΕΟΓΟΝΙΑΣ Α̅Β̅Γ̅} SCHOL. APOLL. Rhod. III 1179ἐν δὲ τῆι γ̅ Μουσαῖος Τιτανογραφίαι [?] λέγεται ὡς <Κάδμος> ἐκ τοῦΔελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός. —IV 156 ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειανἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδου-σαν ... ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες <Ἀπόλλωνος> ἴδιονὡς ἱστορεῖται ἐν γ̅ τῶν εἰς Μουσαῖον ἀναφερομένων. ARIST. hist. anim. Z 6, 563a 18 ὁ δ' ἀετὸς ὠιὰ μὲν τίκτειτρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίουλεγομένοις ἔπεσιν· <ὃς τρία μὲν τίκτει, δύο 〈δ'〉 ἐκλέπει, ἓν δ' ἀλεγίζει>. CLEM. Str. VI 5 (II 424, 26 St.) γράψαντός τε Μουσαίου <ὡς αἰεὶ τέχνη μέγ' ἀμείνων ἰσχύος ἐστίν>Ὅμηρος λέγει· ‘μή τί τοι’ κτλ. [Ψ 315]· πάλιν τοῦ Μουσαίου ποιή-σαντος· <ὡς δ' αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίηισιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴ καὶ φῦλον ἑλίσσει>,Ὅμηρος μεταγράφει· ‘φύλλα τὰ μὲν’ κτλ. [Ζ 147. 148]. CLEM. Str. VI 25 (II 442, 3 St.) αὐτοτελῶς γὰρ τὰ ἑτέ-ρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν καθάπερ Εὐγάμων ὁ Κυρηναῖος ἐκΜουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον. — —VI 26 (II 442, 15 St.) Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμ-ποδος [fr. 164 Rzach.2] ποιεῖ· <ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν ἀθάνατοι δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές>,καὶ τὰ ἑξῆς, παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν. [ERATOSTH.] catast. 13 ἐσχημάτισται δ' ἐν τούτωι ἡ Αἲξ καὶοἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸῬέας Θέμιδι, Θέμιν δὲ <Ἀμαλθείαι> δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν<αἶγα> ὑποθεῖναι, τὴν δ' ἐκθρέψαι <Δία>· τὴν δὲ <Αἶγα> εἶναι Ἡλίουθυγατέρα φοβερὰν οὕτως, ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττο-μένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι Γῆν κρύψαι αὐτὴν ἔν τινιτῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῆιἈμαλθείαι ἐγχειρίσαι, τὴν δὲ τῶι ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι·ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν,οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῶι τῆς αἰγὸς τῆι δορᾶι ὅπλωιχρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰςμέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτατοῦ Διὸς καὶ τῆι τέχνηι φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸςκαλύψαντος ἄλληι δορᾶι καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευά-σαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] 〈γενέ-σθαι, τὸν δὲ Δία αἰγίοχον κληθῆναι〉. LACT. inst. div. I 21, 39 huiuscapellae corio usum esse pro scuto Iovem contra Titanas dimicantem M.auctor est, unde a poetis αἰγίοχος nominatur. HARPOCR. Μελίτη δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαιδέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ̅ [fr. 74 FHG I 396] ἀπὸ <Μελίτηςθυγατρὸς> κατὰ μὲν Ἡσίοδον [fr. 106 Rz.2] Μύρμηκος, κατὰ δὲ Μου-σαῖον <Δίου τοῦ Ἀπόλλωνος>.