The Greek Library Catalogue

Anonymous

In Heraclium ex Africa redeuntem

Edition reference
In Heraclium ex Africa redeuntem, ed. A. Pertusi, Giorgio di Pisidia. Poemi. I. Panegirici epici [Studia patristica et Byzantina 7. Ettal: Buch-Kunstverlag, 1959]: 77–81.
CTS identifier
urn:cts:greekLit:tlg2701.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1t

{Πρὸς Ἡράκλειον τὸν βασιλέα ἐπανελθόντα ἀπὸ Ἀφρικῆς

2t

καὶ βασιλεύσαντα καὶ κατὰ Φωκᾶ βασιλέως}

1

Λόγος μὲν ὑμᾶς οὐ κατισχύει φράσαι,

2

αὐτοῦ τεθεικότος σε τοῦ Θεοῦ Λόγου,

3

ὑπερτετάχθαι τῶνδε τῶν ῥευστῶν λόγων·

4

ὁρῶ δὲ πολλοὺς ὑμνολογοῦντας, δέσποτα,

5

ἱππεῖς ἐνόπλους, θηρολέτας 〈κατ〉ευστόχους,

6

οἷς πάνσοφος νοῦς οὐ χαρακτηρίζεται

7

καὶ θεῖον ἦθος οὐκ ἐνωραΐζεται·

8

ἡμᾶς δὲ τῶν σῶν ψυχικῶν κινημάτων

9

τὴν ἔνθεον φρόνησιν ὑμνεῖν εὐπρεπές·

10

ἥν πως ἀφ' ὕψους προσλαβὼν πανοπλίαν

11

τὸν νοῦν φυλάττεις ταῖς θεοπνεύστοις Γραφαῖς·

12

μνήμῃ γὰρ αὐτὰς καὶ τάχει θηρώμενος

13

τέρπῃ δι' αὐτῶν πρὸς Θεὸν πτερούμενος.

14

σὺ πᾶσαν ὀργὴν ὡς ἀνημέρους ἀεὶ

15

θῆρας διώκεις ἐκ πανημέρου σκοποῦ,

16

σὺ θηρολετεῖσθαι τὴν κακουργίαν θέλεις,

17

δι' ἧς τὸ κοινὸν τῆς παροικίας γένος

18

ἐκ τῶν ἐπιβούλων σκανδάλων θηρεύεται·

19

τῇ σῇ φύσει, κράτιστε, καὶ τὰ θηρία

20

ἐξημεροῦσθαι πολλάκις διδάσκεται·

21

Μῆδοι δὲ τούτων εἰκόνες καὶ βάρβαροι,

22

οἳ πολλάκις ζέσαντες ἀγρίῳ τρόπῳ

23

τῷ σῷ κατεσβέσθησαν ἡμέρῳ λόγῳ.

24

ἵππος δέ σοι πάρεστιν ὀξέως τρέχων

25

ὁ σὸς λογισμὸς πανταχοῦ κινούμενος,

26

πληρῶν τε τὴν γῆν καὶ πρὸς οὐρανὸν φέρων·

27

καὶ τόξα τείνεις ἐκ φιλανθρώπου ῥοπῆς

28

ἀεὶ προπέμπων τοὺς μελισταγεῖς λόγους,

29

ὑφ' ὧν ἕκαστος ἡδέως τιτρώσκεται.

30

πράττεις δὲ ταῦτα καὶ βιάζῃ τὸν χρόνον,

31

ὅταν τοσαύταις συμπλοκαῖς τὰ πράγματα

32

τὴν γῆν ἐπικλύζωσι ῥευμάτων δίκην.

33

ἀλλ' ἔστιν ἐλπὶς τῶν παρόντων δυσκόλων

34

ἐκ σοῦ πεπαῦσθαι πανταχοῦ τὰς φροντίδας·

35

εἰ γὰρ τὸ κοινὸν πολλάκις διώλετο

36

ταῖς τῶν κρατούντων ἀπροσεξίαις πεσόν,

37

καὶ νῦν τὸ κοινὸν ἐκ Θεοῦ σωθήσεται

38

ταῖς τοῦ κρατοῦντος εὐσεβῶς εὐπραξίαις.

39

καὶ πρὶν γὰρ ἡμᾶς ἠθλιωμένους βλέπων,

40

ἡνίκα τὰ πικρὰ τοῦ τυράννου τραύματα

41

νομὴν λαβόντα τῶν μελῶν καθήπτετο,

42

καιρὸν μὲν εἶχες τοῦ μένειν χωρὶς πόνων,

43

ὡς μὴ πεφυκὼς τῶν κακῶν παραίτιος·

44

ἀλλ' οὐκ ἐπέσχες οὐδὲν ἧττον, δέσποτα,

45

τῶν εἰς ἀπείρους συμφορὰς πεπλεγμένων,

46

δι' ὧν ἕκαστος ἀγρίως ἐδάκνετο

47

ἐκ τοῦ κρατοῦντος θηρίου τῶν πραγμάτων·

48

καὶ πρὸς τοσούτους ἡδέως δραμὼν πόνους

49

τοῦ σοῦ κατεφρόνησας αἵματος μόνος

50

ἐξ αἱμάτων ἅπαντας ἁρπάσαι θέλων·

51

οὐ γὰρ θαλάττης μακρὸν ἔτρεμες πόρον,

52

οὐδὲ πρὸς οἶκτον μητρὸς ἀνθείλκου τότε·

53

ἔρως δέ τίς σε πρὸς Θεὸν πυρούμενον

54

κατεῖχεν ὥστε τὴν καταιγίδα σβέσαι,

55

δι' ἧς τὸ κοινὸν εἰς ὄλεθρον ἤρχετο.

56

οὐκ ἐσφάλης δὲ τῆς τοσαύτης ἐλπίδος,

57

ἀλλ' ὡς ὁ πιστὸς Φινεὲς τῷ πνεύματι

58

τὴν πίστιν ἔσχες τῶν φόνων φονεύτριαν.

59

ἀφ' οὗ γὰρ ἡμᾶς τῆς τυραννικῆς βλάβης

60

ἐλευθερώσας ἐκ Θεοῦ δούλους ἔχεις,

61

τῶν αἱμάτων ἤργησεν ἡ δεινὴ χύσις,

62

ἐξ ἧς τὸ ῥεῦμα τῶν κακῶν ἐτίκτετο.

63

τούτων ἔχων, κράτιστε, τὴν μνήμην ἀεὶ

64

ἄνω τε ῥίψας πρὸς Θεὸν τὰς ἐλπίδας

65

ὄψει τὸν αὐτὸν ἐν τάχει Θεὸν πάλιν

66

σωτῆρα τῆς σῆς ἐλπίδος τὸ δεύτερον.

67

αὐτὸς γὰρ ἡμῖν τὰς πρὸς εἰρήνην θύρας

68

τοῖς σοῖς ἀνοίξει πανταχοῦ σπουδάσμασιν

69

δεικνὺς ἐκείνην τῷ κράτει σου σύνθρονον.

70

πρώην γάρ, οἶμαι, σωφρόνως ἐκρύπτετο

71

ἐρυθριῶσα τοὺς νόθους βλέπειν φόνους.

72

ἀλλ', ὦ χορηγὲ τῶν καλῶν χαρισμάτων,

73

τῶν μὴ φερόντων εἰς ῥέοντα πράγματα,

74

ἀλλ' εἰς μένουσαν εἰσαγόντων οὐσίαν,

75

δέχου τὰ μικρὰ καὶ δίδασκε μείζονα.

76

ὁ γὰρ πλάτος σοι καρδίας δωρούμενος,

77

ὡς πᾶσιν ἀρκεῖς μηδαμῶς στενούμενος,

78

δείξει κυβερνᾶν καὶ τὰ νῦν ἐκ τῆς ζάλης

79

πρὸς τὴν γαλήνην, ἣν ἔχεις, τὰ πράγματα,

80

ὅπως μερίμνης λοιπὸν ἐστερημένοι

81

τὸ ψυχικόν σου κάλλος ὡς ἐν εἰκόνι

82

ἐν ταῖς ἑαυτῶν ἐκτυποῦντες καρδίαις

83

ἀνεξάλειπτον ἱστορήσωμεν χάριν

84

δεικνύντες οἷον ἄνθος εὐλογημένον

85

ταῖς τῶν ἀκανθῶν συμπλοκαῖς ἐκρύπτετο.

86

τούτοις ἀνυμνήσας σε τοῖς μικροῖς λόγοις

87

φανείς τε πάντως ἐνδεὴς τῆς ἀξίας

88

τὸ «γνῶθι σαυτὸν» εἰκότως παιδεύομαι

89

κἀγὼ μετὰ πάντων τὴν καλὴν ἧτταν ποθῶν.

{Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ εἰς τοὺς Περσικοὺς πολέμουςκαὶ ὅτε ἐξήρχετο ἀπὸ τῆς Πόλεως} Ὦ τὰς ἀΰλους τῶν ἄνω στρατηγίαςΤριὰς διευθύνουσα φωσφόρῳ λόγῳπρὸς ἔμπυρόν τε καὶ πεπηγμένην στάσιν—λόγῳ γὰρ αὐτῶν ἐκπυροῦσα τὰς φύσειςὕλην ἄϋλον δεικνύειν ἐπίστασαι—τοὺς οὐρανοὺς πληροῦσα καὶ τὸν αἰθέραπυροῦσα καὶ σφίγγουσα τὴν οἰκουμένην,καὶ πανταχοῦ παροῦσα μὴ κινουμένη,καὶ μηδαμοῦ χωροῦσα καὶ χωρουμένηὅπου δέησις ἐκ βάθους ἀνίπταται,δὸς τοῖς ἀμυδροῖς τῶν λογισμῶν ὀργάνοιςσάλπιγγος ἦχον καὶ λαλοῦσαν ἀσπίδα. δίδαξον ἡμᾶς εὔστοχον κινεῖν ξίφος,γλῶσσαν κατ' ἐχθρῶν, ὅπλον ἠκονημένον·ἴθυνον ἡμᾶς ἔνθα τῆς ἐξουσίαςτῆς σῆς ἔνεστι συγγράφειν τὰ θαύματα. σῷ γὰρ πεποιθὼς ὁ βασιλεὺς προστάγματιπρὸς τοὺς ἀγῶνας τῶν ἀθέσμων βαρβάρωνἑαυτὸν ἀντέταξεν, οἷς τὰ κτίσματαὑπὲρ σὲ τὸν κτίσαντα προσκυνεῖν νόμος·οἷς γνήσιον μὲν ἀντέχεσθαι τῶν νόθων,νόθον δὲ πάντῃ προσβαλεῖν τοῖς γνησίοις·παρ' οἷς θεός τις ἀφρόνως νομίζεταιἔνοπλος ἵππος προσκυνούμενος μάτην,ὃς εἰς ἔλεγχον τοῦ πλάνου σεβάσματοςνῦν προσκυνεῖται καὶ πάλιν μαστίζεται. ὦ καρδίας σύμπτωσις ἠθλιωμένη·πῶς τῷ παρ' αὐτῶν δυσσεβῶς τιμωμένῳτιμὴν ὁμοῦ νέμουσι καὶ τιμωρίαν;καὶ τῆς μὲν οὐ μετέσχε προσκυνούμενος,τῇ δὲ προσαλγεῖ πυκνὰ μαστιγούμενος. ὕδωρ δὲ καὶ πῦρ, τὰς ἐναντίας φύσεις,θεοὺς παρεισάγουσιν ἀλληλοφθόρους,λύσιν σέβοντες πραγμάτων ἐναντίων. ἀλλ', ὦ στρατηγὲ τῶν σοφῶν βουλευμάτων,μετ' εὐμενείας τοὺς ἐμοὺς δέχου λόγους·ἐλεύθεροι γάρ εἰσιν ἐκ θωπευμάτων,ἐκ σοῦ μαθόντες μὴ λαλεῖν ὑποκρίσεις. ὡς οὖν ἀληθὴς τῶν ἀληθῶν πραγμάτωνκριτὴς φάνηθι τῆσδε τῆς στρατηγίας·γενοῦ δικαστὴς Κελτικοῦ Ῥήνου πλέον—οἶμαι γὰρ οὐδὲν ἐξελέγξεις ὡς νόθον—,γενοῦ δικαστής· ἀλλὰ συγγνώμην δίδου,ἐφ' οἷς δι' ἡμῶν ζημίαν ὑφίστασαι·τῶν γὰρ λογισμῶν τῶν ἐν ἡμῖν οἱ τόνοιἐξασθενοῦσιν ἱστορεῖν σου τῶν πόνωντὰς ποικίλας γνώμας τε καὶ διαιρέσεις,καὶ τὴν διὰ πάντων ψυχικὴν εὐτολμίαν,ἣν τοῖς ἀγῶσιν εὐθέτως συνήρμοσαςτὸν νοῦν πλατύνας ἐν στενώσει πραγμάτων. εἰ τὰς ἐπ' ἄκρον ἠρμένας εὐεξίαςἐσφαλμένας λέγουσιν οὐκ ἀπεικότως,κείσθω τὸ λοιπὸν ἐν κακοῖς τὰ Περσίδος,ἀντιστρόφως δὲ τῶν καθ' ἡμᾶς πραγμάτωντὰ δυσχερῆ τραπεῖεν εἰς εὐεξίαν·ἀεὶ γὰρ ἡ ῥέουσα τοῦ βίου χύσιςἀντιστροφάς τε καὶ μεταπτώσεις φέρει,ὅπως τὸ πάγιον πανταχοῦ σεσωσμένονμόνῳ φυλαχθῇ τῷ Θεῷ τῶν κτισμάτων. πάντας διατρέχουσιν οἱ ταχεῖς λόγοιτῇ λεπτότητι ζωγραφοῦντες τὰς φύσεις·ὅταν δὲ πειραθῶσι τοῦ πρὸς σὲ δρόμου,πόθῳ τρέχουσι καὶ βραδύνουσιν φόβῳ·καὶ πολλάκις σὲ ζωγραφήσαντες πάλινγράφουσι, μὴ γράφοντες ἠκριβωμένως. Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων—τὰς γὰρ λάλους ἐκεῖνος εὐρύνει φλέβας,καὶ τοὺς λογισμοὺς τῆς νεαζούσης φρενὸςβλύζων ἐπάρδει καὶ ποτίζων ἐκτρέφει,μένει τε πλήρης πολλάκις κενούμενος—,τὰς αὐταδέλφους 〈γοῦν〉 ἀρετὰς καὶ συντρόφουςδιττοῖς μερίζει τῶν λόγων πονήμασι·πλὴν ἐξ ἀνάγκης· οὐ γὰρ ἥψατο χρόνουδείξαντος ἀνδρίας τε καὶ φρονήσεωςκαὶ τῶν σὺν αὐταῖς κοινὸν οἰκητήριον. ἀλλ' εἴπερ ηὐπόρησε τῆς σῆς εἰκόνοςκαὶ τὴν τελείαν εὗρεν, ὡς ἔδει, φύσιν,ἀφεὶς τὰ πολλὰ τῶν λόγων μυθεύματα,τὴν ψυχικὴν μόρφωσιν, ἣν ἔχεις, ὅλοιςπροσθεὶς ἐδείκνυ τῶν ἀρετῶν συνημμένωνμίαν δι' ὑμῶν τετράμορφον εἰκόνα. εἰ Νέστορος γὰρ συλλαλοῦντος ἡδέωςἔργοις μελιττῶν ἐξομοιοῖ τὸ στόμα,πῶς οὐ πρὸς ἄκρον ἦλθε θαύματος βλέπωνἄϋλον ἐν σοὶ τῶν φρενῶν μελουργίαν