In Bonum patricium
- Edition reference
- In Bonum patricium, ed. Pertusi, op. cit., 163–170.
- CTS identifier
urn:cts:greekLit:tlg2701.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
71
τῷ δὲ προσώπῳ σχηματίζει τὸν φόβον
72
πλάττουσα θυμὸν εἰς ἐπιστήμην μόνον·
73
ἀνέξεται δὲ καὶ πατὴρ ῥαπισμάτων,
74
καὶ ταῦτα μᾶλλον ἡδέως ἀσπάζεται,
75
εἴπερ τὰ τέκνα στυγνιῶντα προσβλέπει.
76
πλὴν οὐχ ὅμοια ταῦτα πρὸς τὸ σὸν κράτος,
77
ὃς οὐδὲ μέχρι τοῦ δοκοῦντος ὀργίλου
78
τὸν σὸν καθ' ἡμῶν ἐξανέστησας φόβον,
79
ἀλλ' εἰς τοσοῦτον ἐκπυροῖς τὰ τοῦ πόθου,
80
ὡς ἐν βραχεῖ δραμεῖν σε τὴν οἰκουμένην,
81
καὶ πρὸς τοσούτων βαρβάρων ἀνενδότως
82
χειμῶνα κάμνειν καὶ δοκεῖν θυμηδίαν
83
ἔχειν ἐκείνην τὴν μακρὰν ἀθυμίαν·
84
τόπον γὰρ ἀργὸν τῆς ἀφ' ἡμῶν φροντίδος
85
οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἐπιτρέχεις ὅλους
86
ὡς ἐν περιόδῳ κοσμικῆς ἀρρωστίας,
87
καὶ πρὸς τὰ κοινὰ τῶν νοσούντων τραύματα
88
χειρουργὸς αὐτὸς πανταχοῦ κατεστάθης,
89
θλίβων σεαυτὸν συμφοραῖς ἀλλοτρίαις
90
ὁ τῶν πονούντων τοὺς πόνους ἔχων πλέον·
91
ἀεὶ γὰρ ἡμῖν οὐσιώθης τοῖς πόνοις
92
τὰς ἀντὶ πάντων ἀσθενείας βαστάσας,
93
ἐκ βαρβάρων κίνδυνον, ἐξ ἐχθρῶν φόβον,
94
ἔξωθεν ἔχθρας, ἔνδοθεν τὰς φροντίδας,
95
ἱδρῶτας εἰς γῆν, ἐν θαλάττῃ συγχύσεις,
96
μάχας τυράννων, προσβολὰς ὑπηκόων,
97
χειμῶνα καὶ καύσωνα καὶ τὰς ἐν μέσῳ
98
παρεμπεσούσας φορτικὰς ἀγρυπνίας·
99
ἁπλῶς τὸ σῶμα, τὰς φρένας, τὴν καρδίαν,
100
ὅλον σεαυτὸν προσκαθήλωσας πόνοις,
101
ὅπως τὸ κοινὸν σῶμα μὴ φέρῃ πόνους·
102
καὶ πολλὰ κάμνεις καὶ μάχῃ πρὸς τὴν νόσον,
103
κλέπτων, ὑφέλκων τῶν φθορῶν τὴν αἰτίαν·
104
καὶ τῶν νοσουργῶν οὐκ ἐφείσω χωρίων,
105
πῇ μὲν φλογίζων, πῇ δὲ τέμνων τῷ ξίφει·
106
τὴν ζωτικὴν δὲ συμφυλάττεις καρδίαν
107
ποιῶν καθάρσεις ἐξ ἀδήλων τῶν πόρων
108
καὶ τὴν ἀνάγκην μετοχετεύων τῆς νόσου
109
καὶ πρὸς τὸ νύγμα τῶν ἀκινδύνων τόπων
110
τὴν τοῦ πάθους σύρροιαν ἑλκύσαι θέλων.
111
ὅμως βοηθὸς νῦν γενοῦ τοῦ καιρίου
112
καὶ τὴν διαυγῆ τῆς ὅλης οἰκουμένης
113
κόρην φύλαξον, τὴν περίβλεπτον Πόλιν.
114
διττοῦ γὰρ εἰσφρήσαντος, ὥς φασιν, πόνου
115
τὸν ἄλλον ἠμαύρωσεν ὁ σφοδρὸς πόνος.
116
πείσουσιν ὑμᾶς οἱ κλάδοι σου, δέσποτα,
117
οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου
118
ὡς μαργαρίτας ἐκχέοντες δάκρυα·
119
ὄντες γάρ, ὥσπερ ἐσπάρησαν, ἔμφρονες
120
παραψυχὴν ἔχουσιν ἐλπίδος μίαν
121
τὴν σύντομόν σου σὺν Θεῷ παρουσίαν.
122
δέχου παρ' αὐτῶν τοὺς στεναγμοὺς ἐκ βάθους,
123
πρέσβεις ἐπείκτας κοσμικῆς σωτηρίας,
124
πρέσβεις ἀπόντας, ἀλλὰ πείθοντας πλέον
125
τῷ μὴ παρεῖναι καὶ ποθεῖσθαι μειζόνως·
126
τὴν γὰρ κατὰ πρόσωπον εἰς δέον τάχα
127
ἔντευξιν αὐτῶν οὐκ ἐφῆκεν ὁ χρόνος.
128
δέος γὰρ εἶχεν, οἷα διττῶν ὀμμάτων
129
ἡ κοινότης ἐρῶσα φωστήρων δύο,
130
μὴ τῇ στερήσει τοῦ διαυγοῦς ἡλίου
131
καὶ τῆς σελήνης τῆς δι' αὐτοῦ φωσφόρου
132
πάθοι διπλῆν ἔκλειψιν εἰς μίαν Πόλις.
133
ἀλλ' ὦ μεσουρανοῦντος ἡλίου δρόμον
134
φθάνων, προπηδῶν ἐκ διαλλαγῆς τάχος—
135
κἂν γὰρ πρόσωπον ζωγραφήσῃς ὀργίλον,
136
φεύγεις τὸ πλάσμα καὶ χρονίζειν οὐ θέλεις,
137
ὁ πραότητος εἰς τοσοῦτον ἠρμένος,
138
ὡς καὶ δοκεῖν χαυνοῦν σε τὴν ἐξουσίαν—,
139
δὸς χεῖρα τοῖς κράζουσι καὶ πρὸ τοῦ χρόνου
140
φθάσας ἔγειρον τοὺς πεσεῖν ἠπειγμένους·
141
ποίησον ἡμῶν τὰς ἐρημίας πόλεις—
142
ὅπου γὰρ ὀφθῇς, πάντα γίνονται πόλεις—,
143
οἴκτειρον ἐν δέοντι μητρικὸν γάλα,
144
ὁ νῦν δι' ἡμᾶς καὶ πρὸ τοῦ χρόνου γέρων,
145
καὶ νῦν μεταστὰς τῶν ἑωσφόρων τόπων
146
ποίησον ὄρθρον εἰς τὸ πρὸς δύσιν μέρος,
147
καὶ σπεῦσον, εἰ χρή, προφθάσαι τὸν ἥλιον
148
πρὸ τοῦ γενέσθαι τὴν τροπὴν τῆς ἡμέρας,
149
ὅπως σε φρίξῃ πᾶσα βάρβαρος τύχη,
150
καὶ πᾶσα θαυμάσῃ σε χώρα καὶ Πόλις,
151
καὶ πᾶς ὁ κόσμος ἐξ ἀΰλων χρωμάτων
152
ἀειφανεῖ σε ζωγραφήσωσιν τύπῳ,
153
στέφοντες ὑμᾶς ἐκ λόγων τὸ δεύτερον.
154
καὶ ταῦτα μὲν δὴ τῆς ἀνάγκης ὁ χρόνος
155
φράσαι συνεῖδεν ἐμπόνως τὰ ῥήματα,
156
ὁ τῷ λόγῳ δὲ πάντα μορφώσας Λόγος,
157
ὁ πάντα ποιῶν συμφερόντως, ὡς θέλει,
158
τὰς σὰς τυπώσοι καὶ κατευθυνοῖ φρένας,
159
ὡς οἶδεν αὐτός, ὡς νομίζει συμφέρειν,
160
τῶν σῶν δὲ δείξοι σφαλμάτων καθάρσιον
161
ἣν ἀνθ' ὅλων ἔσταξας ἱδρώτων χύσιν.
162
ἀλλ' ὦ παρακμὴ τῶν παρελθουσῶν νόσων
163
μένοις ἅπαντας εἰς ἀνάκτησιν φέρων,
164
καὶ τῷ σε γεννήσαντι τῷ κράτει κράτος.
165
ἐλθεῖν γένοιτο θᾶττον †εἰμηνοδρόμος†〈***〉
166
τούτου χέοντος τὴν φορὰν τῶν δακρύων〈***〉
167
τοῦ δευτέραν σοι καὶ θεοπρεπεστέραν
168
γέννησιν ἑλκύσαντος ἐκ πυρὸς δρόσου.
{Εἰς τὴν γενομένην ἔφοδον τῶν βαρβάρων καὶ εἰς τὴναὐτῶν ἀστοχίαν} Τῶν ζωγράφων τις εἰ θέλει τὰ τῆς μάχηςτρόπαια δεῖξαι, τὴν Τεκοῦσαν ἀσπόρωςμόνην προτάξοι καὶ γράφοι τὴν εἰκόνα·ἀεὶ γὰρ οἶδε τὴν φύσιν νικᾶν μόνη,τόκῳ τὸ πρῶτον καὶ μάχῃ τὸ δεύτερον·ἔδει γὰρ αὐτήν, ὥσπερ ἀσπόρως τότε,οὕτως ἀόπλως νῦν τεκεῖν σωτηρίαν,ὅπως δι' ἀμφοῖν εὑρεθῇ καὶ παρθένοςκαὶ πρὸς μάχην ἄτρεπτος ὡς πρὸς τὸν τόκον. ἐγὼ δὲ μικροὺς τῶν ἀγώνων, ὡς ῥόδα,λόγους συνάξας ἐξ ἀκανθῶν τῆς μάχης,σοὶ τῷ φυτουργῷ τῶν φρενοσπόρων λόγωντούτους προσάξαι συμφερόντως εἱλόμην,ὅπως ὁ μακρὸς μὴ παρεκλύσῃ χρόνοςτὰ τῶν καθ' ἡμᾶς θαυμάτων κινήματα. ἤδη μὲν ὥσπερ δυσγενεῖς ἀποσπάδες Τούρκων ἀποσχισθέντες ἄγριοι κλάδοι,καὶ τοῖς καθ' ἡμᾶς εὐγενεστάτοις τόποιςπαρεντεθέντες ὥσπερ ἐμφυλίσματα,καρποὺς παρεβλάστησαν ἐν τοῖς ἡμέροιςφυτοῖς ὑποτρέφοντας ἀγρίαν φύσιν. ἐπεὶ δὲ λοιπὸν ἐκταθεῖσα τῶν κλάδωνἡ ῥίζα τῆς γῆς τοὺς ὅρους ὑφήρπασεν,ὕλη δὲ πολλῶν βαρβάρων ἐγίνετο,οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη,ἀλλ' ὥσπερ εἰς γῆν ἐμπεσοῦσαι λαμπάδεςἡ φλὸξ ἐκείνου τοῦ γένους ἀνημμένητὸ τερπνὸν ἄνθος τῶν τόπων ἐβόσκετο. ὅμως ἐπισχεῖν τὴν τοσαύτην ἀγρίανὁ Ποντογείτων Ἴστρος ἴσχυσεν μόλιςὡς ῥευστὸν ἀντίφραγμα καὶ τεῖχος νέον·τεῖχος γὰρ αὐτοῖς ἀντέβη τὰ κύματακαὶ φραγμὸς ἑστὼς εἰς ἀείδρομον φύσιν. τέως μὲν οὖν τὸ ῥεῖθρον ἀγράφῳ κρίσειτούτους μεσάζον τοὺς ὅρους ἐπήξατο,ὅσην δὲ λοιπὸν ἡ πολιτεία βλάβηνἐκ τῶν ἀθέσμων βαρβάρων ὑφίστατο,τῶν μὲν θελόντων τοὺς πεπηγμένους ὅρουςἀεὶ σαλεύειν, τοῦ δὲ Ῥωμαίων κράτουςεἴργοντος αὐτοῖς τὰς καθ' ἡμῶν εἰσόδους. ἔμπροσθεν ἄλλοις εὐσυνόπτως ἐγράφηὅσοις ἔδειξε συμπαρέρπων ὁ χρόνοςτὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν·ἐγὼ δὲ τοῖς ἔναγχος ἐντυχὼν χρόνοιςαὐτοπροσώπως πραγμάτων ἐφάπτομαι,εἴπερ τις ἡμῖν ἔνθεος δοίη χάριςτῇ τῶν τοσούτων πράξεων ἀμετρίᾳστολὴν παρασχεῖν τεχνικῆς εὐμετρίας. μόλις μὲν οὖν ἔσβεστο τῆς τυραννίδοςὁ δυσκάθεκτος καὶ βιοφθόρος δράκωνὃς ἦγε πολλοὺς εἰς τὸ βλάπτειν αὐχέναςὕδρας ἐκείνης τῆς λαλουμένης πλέον,οἳ μέχρι νῦν σπαίρουσι καὶ τετμημένοιφύουσιν αὖθις—οἱ γὰρ ἰχῶρες πάλινστάζοντες ὠδίνουσι τὴν καινὴν βλάβην—·καὶ ταῦτα πολλῶν πολλάκις τετμημένωνἐκ τοῦ παρ' ἡμῖν εὐσεβοῦς Ἡρακλέους. ὅμως δὲ ταύτην τὴν ἀφορμὴν ἡ νόσοςἐκ τῶν καθ' ἡμᾶς προσλαβοῦσα πραγμάτωνπολλὰς ἐποίει τῶν μερῶν διαιρέσειςκαὶ τοῖς ἑαυτῶν αἵμασιν πεφυρμένονὅλον τὸ σῶμα τοῖς πόνοις ἐβόσκετο. ἐντεῦθεν ἡμᾶς, ὡς μέλιτται, βάρβαροικύκλῳ περισφίγξαντες ἐμπίδων δίκηνσπουδὴν μὲν εἶχον πᾶσαν ἐξᾶραι πόλιν,πρώτην δὲ τὴν Ἄνθουσαν ὡς πρώτην πόλιν. ἕως μὲν οὖν ἡ ῥίζα τῆς ἀποσπάδοςἐν τοῖς ὑφαρπαγεῖσι τῶν Σκυθῶν τόποιςτὸ τοῦ γέροντος ἐθρασεύετο θράσος,ἄχθος μὲν εἶχεν ἐξ ἀνάγκης ἡ Πόλις,ἀλλ' ἦν τὸ λυποῦν τῷ δοκεῖν ὡρισμένον·κουφίζεται γὰρ καὶ τὸ τῆς βλάβης βάροςεἰ μέτρον οἶδεν ἐν κακοῖς ὡρισμένον·οὕτω μὲν οὖν τὸ τακτὸν εἴχομεν βάροςἕως τὸ γῆρας τὸν Σκύθην παρεκράτει. ἐπεὶ δὲ τὸν χοῦν ἀντεπῆρεν ἡ κόνιςκαὶ πρὸς τὸν οἶκον τῆς ταφῆς ὡδοιπόρει,τὴν γῆν 〈δ'〉 ὑφέλκων ἐξ ἐκείνης εἵλκετο,