The Greek Library Catalogue

Anonymous

Bellum Avaricum

Edition reference
Bellum Avaricum, ed. Pertusi, op. cit., 176– 200.
CTS identifier
urn:cts:greekLit:tlg2701.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

79

μετῆλθεν αὖθις εἰς τὸν ἄγριον βίον

80

τῆς ὠμότητος τοῦ πεσόντος ὁ κλάδος·

81

παλινδρομεῖν γὰρ οἶδεν Εὐρίπου δίκην

82

εἰς τοὺς ἀγωγοὺς τοὺς ἑαυτῆς ἡ φύσις,

83

εἰ καί τις αὐτὴν ἐκ βίας ἐναντίαν

84

ποιεῖν ἑαυτῇ τὴν ῥοὴν ἀναγκάσει.

85

ἐντεῦθεν ἡμῖν ποῖος ἀρκέσει λόγος

86

ἢ νεῦρα φωνῆς ἢ δεκάγλωττον στόμα

87

δι' οὗ φράσαιμι τὸ ξενόσπορον τέρας

88

τὸ τοῦ γέροντος δυσκάθεκτον ἔγγονον,

89

ἢ τὸν κεραυνὸν ἢ τὸν ἔμψυχον σάλον

90

ᾧ γλῶττα μὲν πρόσεστι συγκεκομμένη

91

καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος

92

καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος

93

καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης;

94

ποῖον γὰρ ἔργον ἢ φιλόπλουτον χάριν,

95

πίστιν δὲ ποίαν καὶ λόγου καὶ πράγματος

96

ὁ πάντα πράττων συμφερόντως δεσπότης

97

παρῆκεν ἢ μεθῆκεν εἰς ὑπερθέσεις

98

θέλων μαλάξαι τὴν ἀσύνθετον φύσιν

99

σχέσει λογισμῶν, δωρεῶν ὑποσχέσει,

100

πειθοῖ τὰ πρῶτα καὶ λόγῳ τὰ δεύτερα;

101

ποίαν δὲ γλώττης οὐκ ἐκίνησεν λύραν

102

ἐκ τῆς ἐν αὐτῷ μουσικῆς ἡρμοσμένην,

103

ᾗ πείθεται μὲν πολλάκις καὶ θηρία,

104

πραΰνεται δὲ καὶ τὸ δημῶδες θράσος

105

ὃ μυρίων τις εὐπορήσας Ὀρφέων

106

οὐκ ἂν μαλάξοι; καὶ γὰρ ἐργωδέστερον

107

ἄνθρωπον ἕλξαι τοῦ μαλάξαι θηρία.

108

ὅμως ἐνίκα τῇ κρίσει τοῦ χείρονος

109

ὁ βάρβαρος νοῦς τὴν κακὴν νίκην ἔχων·

110

ὁ μὲν γὰρ αὐτοῦ τὰς μελανθεί〈σ〉ας φρένας

111

ἔργων φιλέχθρων ἐκκαθαίρειν ἠξίου,

112

ὁ δ' αὖ γε διπλοῦς Αἰθίοψ ἐγίνετο.

113

ἐπεὶ δὲ λοιπὸν ὡς ἀλώπηξ τοὺς δόλους

114

ὑπῆλθεν ἐνδὺς τὴν κακὴν ἀπιστίαν,

115

ἔξω μὲν ὄψιν ὡς πρὸς εἰρήνην πλάσας

116

ἔσω δὲ λυττῶν ὥστε κλέψαι τὴν μάχην,

117

καὶ πρὸς τὸ τεῖχος ἦλθεν ὡς εἰς συμβάσεις

118

τέχναις ἐνόρκοις συγκαλύψαι τὸν δόλον,

119

καὶ τῷ μὲν εὐτρέπιστο τόξα καὶ μάχη

120

ἡμῖν δὲ δῶρα καὶ πρὸς εἰρήνην λόγοι,

121

μετῆλθεν ἡμᾶς οὐχ ὁ βάρβαρος δόλος

122

ἀλλ' ἡ καθ' ἡμᾶς συγγενὴς ἁμαρτία·

123

ὅμως τὰ πολλὰ τοῦ πάθους σιγητέον·

124

λυπεῖν γὰρ οἶδε καὶ λαλούμενον πάθος.

125

ἀλλ' εἶμι λοιπὸν πρὸς τὰ τῆς νεωτέρας

126

μάχης τρόπαια, καὶ πάλιν δὲ συμμάχου

127

τῆς σῆς προσευχῆς εὐποροῦντες οἱ λόγοι

128

ὡς πρὸς συνήθη καὶ φιλεύδιον πόρον

129

ἄγουσι πρὸς σὲ τὴν λαλοῦσαν ὁλκάδα.

130

ὦ πάντα πράττων ὥστε μὴ στεῖράν ποτε

131

ψυχὴν παρελθεῖν, ἀλλὰ 〈καὶ〉 σπείρων ἀεὶ

132

καὶ τεκνοποιῶν τῷ Θεῷ καθ' ἡμέραν

133

καὶ παρθενεύων καὶ πλέον μήτηρ μένων—

134

μάλιστα γὰρ νῦν πάντας ὠδίνεις μόνος

135

καὶ πᾶσά σοι γῆ σπαργανοῦται καὶ Πόλις,

136

ταύτης δι' ὑμῶν ἐκ Θεοῦ σεσωσμένης—,

137

χαῖρε, στρατηγὲ πρακτικῆς ἀγρυπνίας·

138

σὺ μὲν γὰρ ἑστὼς ἐξ ἑτοίμου καρδίας

139

μηδὲν λαλῶν ἔφραζες, ἡ δὲ σὴ στάσις

140

πτῶσις κατ' ἐχθρῶν εὐθέως ἐγίνετο.

141

χαῖρε, στρατηγὲ τῶν ἐνόπλων δακρύων

142

τῶν πυρπολούντων τὸ θράσος τὸ βάρβαρον·

143

ὅσον γὰρ ἁπλοῖς τὰς ῥοὰς τῶν ὀμμάτων,

144

τοσοῦτον εἴργεις τὰς ῥοὰς τῶν αἱμάτων·

145

ὁρῶν γὰρ ἡμῶν τοὺς ἀκανθώδεις ῥύπους

146

ἐκ τῆς ἀκάρπου τῶν κακῶν κακουργίας

147

πρὸς καῦσιν ἤδη καὶ φθορὰν ἠπειγμένους,

148

φθάνεις τὸ πῦρ μὲν ὡς πρὸς ὕλην ἡμμένον

149

πρὸς δ' αὖ τὰ δένδρα τὴν τομὴν τεθειμένην,

150

πηγὰς δὲ τῶν σῶν ἐξανοίξας ὀμμάτων

151

ἄρδεις τὰ χέρσα καὶ δροσίζεις τὴν φλόγα,

152

καὶ τὰς ἀκάρπους καρδίας μετειργάσω

153

καρποὺς ἐνεγκεῖν ἐξ ἐπομβρίας ξένης.

154

ᾔδεις γάρ, ᾔδεις, ὡς γεωργῶν τὰς φρένας,

155

ὡς οὐκ ἔνεστιν εὐφορῆσαι καρδίαν,

156

εἰ μὴ καθαρθῇ πρῶτον ἀμπέλου δίκην,

157

ἔπειτα πυκνὸν ἐκχέοι τὸ δάκρυον

158

οὕτω τε λοιπὸν ἐκκαλοῖ τοὺς ὄμφακας·

159

πλὴν οὐδὲ ταύτης ἐντελὴς εὐκαρπία

160

ἕως ὁ βλαστὸς προσλαβὼν τὸν ἥλιον〈***〉

161

καὶ μηδὲν ὠμὸν εὑρεθῇ τῆς ἀμπέλου.

162

ἡμᾶς δὲ τῆς σῆς πίστεως ἡ θερμότης

163

καὶ πρὶν γενέσθαι τοὺς συνήθεις ὄμφακας

164

καρποὺς ἐνεγκεῖν ὡρίμους ἠνάγκασε.

165

θέλω δὲ τούτων τὰς ἀφορμὰς τῶν λόγων

166

ὡς τὴν ἔναγχος ἱστορῆσαί σοι μάχην,

167

ἀλλ' ἐξ ἐναύλου τοῦ φόβου συστέλλομαι

168

καὶ μηδὲν εἰπεῖν ὡς θέλω βιάζομαι·

169

ὅμως ὁ πάντων εἰκονογράφος λόγος

170

καὶ ταῦτα μέτροις τεχνικοῖς συναρμόσοι,

171

ὡς παντὸς ἔργου πρακτικὸς καλλιγράφος.

172

ἡ μὲν ζάλη σφύζουσα τῶν ἐναντίων

173

ἐπῆλθεν ἡμῖν, ὡς ἄμετρα κύματα,

174

τὴν ψάμμον ἐκπτύσασα τὴν τῶν βαρβάρων·

175

τὸ γὰρ κακὸν φύσημα τῆς Θρᾴκης ὅλης

176

χειμῶνα πολλῶν ἐκ νεφῶν συνημμένον

177

ἤγειρεν ἡμῖν ἐξ ἀνάγκης ἐν θέρει·

178

ἐπεὶ δὲ λοιπὸν πλησίον τῆς ὁλκάδος

179

τῆς σῆς προ〈σ〉ῆλθεν ἡ ζέσις τοῦ πνεύματος

180

καὶ πανταχοῦ κίνδυνος ἦν ἠρτυμένος

181

—πᾶν γὰρ τὸ κύκλον τοῦ σκάφους ἐβάπτετο—,

182

αὐτὸς παριστὰς τοῖς ἐπιπλώταις ὅλοις

183

ἄνω τε ποιῶν ἐκτενῶς τὸν αὐχένα

184

πᾶσιν παρῄνεις ὥστε τῆς ἁμαρτίας

185

ἄχρηστον ὄντα μὴ παρέλκειν τὸν στόλον,

186

ἀλλ' ἐκβαλεῖν ἕκαστον ἐκ τῆς καρδίας

187

τὰ τῶν περιττῶν φορτίων βαρήματα,

188

μή πως κατασπασθεῖσα τῷ δεινῷ βάρει

189

ἡ κοσμικὴ ναῦς ζημιώσῃ τὸν βίον.

190

καὶ ταῦτα πράττων εἰς ἀΰπνους ἡμέρας

191

—καὶ πᾶσα γὰρ νὺξ ἔργον εἶχεν ἡμέρας—,

192

μόνος τοσοῦτον ἠγριωμένον νέφος

193

εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις·

194

οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη,

195

ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους

196

ἀρχὰς ἀπεσκίρτησε συμπεφυρμένη.

197

Σθλάβος γὰρ Οὕννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ

198

αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ

199

γλωττῶν ἔχοντες καὶ τόπων μερίσματα

200

καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι

201

μίαν καθ' ἡμῶν ἀντεκίνησαν μάχην

202

καὶ τὴν ἑαυτῶν ἠξίουν ἀπιστίαν

203

ἔχειν καθ' ἡμῶν πίστιν ἠκριβωμένην·

204

ἔνθεν μὲν οὖν ἔβραζεν ἡ Σκυθοτρόφος

205

Σκύλλα σφοδρῶς ζέσασα, τῆς δὲ Περσίδος

206

ἐκεῖθεν ἡ Χάρυβδις ἀντήχει μέγα·

207

μέσος δὲ τούτων, οὐ πλανήτης ὡς πάλαι,

208

ὁ τῶν δόλων ἐκεῖνος ἦν βουληφόρος·

209

ἀλλ' αὐτὸς ἕλκων ἀπλανῆ τὴν ὀρθίαν

210

καὶ λευκὰ τείνων τῶν λογισμῶν ἱστία

211

τῇ κοσμαγωγῷ συνδιέπλεις ὁλκάδι·

212

καὶ ταῦτα μὲν δὴ πρὸς τὰ τῆς θαλαττίας

213

ὁρμῆς τὰ θεῖα δεικνύει τεχνάσματα.

214

ἐπεὶ δὲ λοιπόν, ὥσπερ οἱ μῦθοι πάλαι

215

τοὺς Γηγενεῖς πλάττουσι τοὺς ψευδοσπόρους,

216

τῆς γῆς ὁ πυθμὴν βαρβάρους ἀνέπλασε,

217

καὶ πρὸς τὰ τείχη τῆς Φιλοξένου πύλης

218

πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα

219

ὀκτὼ συναθροίζοντα μυριαρχίας,

220

παρῆν δὲ σάλπιγξ καὶ βέλη καὶ φάσγανα,

221

πῦρ καὶ χελῶναι καὶ διᾴττοντες λίθοι

222

νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις·

223

καὶ πᾶσιν ἦν ἄπιστος ἡ σωτηρία,

224

ὅσην παρ' ἡμῖν αὐτὸς εἶχες ἐλπίδα

225

σφίγγουσαν ἡμῶν τὴν ἐπὶ σφαίρας τύχην.

226

ἐγὼ δὲ ταῦτα συγκαλύψαι σοι θέλων

227

—οὐκ ἠγνόουν γὰρ ὡς λαθεῖν καὶ νῦν θέλεις—

228

σιγᾶν ἔμελλον· ἀλλ' ὁ νοῦς ἠρυθρία

229

κλέψαι τοσούτους εἰσορῶν συνειδότας.

230

οὐκοῦν ἀνάσχου· δυσχερὲς γὰρ εἰκότως

231

κοινὴν καλύψαι καὶ λαθεῖν ὑποψίαν·

232

εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον

233

ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρει·

234

ταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων

235

ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας

236

τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις.

237

τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα

238

τομώτερον τρέχουσαν ἀστραπῆς τάχους,

239

πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα

240

καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω

241

γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα·

242

καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους

243

τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων·

244

καὶ ταῦτα μὲν δὴ μικρὸν ὕστερον πάλιν

245

εἶχεν κατ' ἐχθρῶν ἐμφανέστερον πέρας.

246

οὐ μὴν παρεῖδεν ἡ τομωτάτη φύσις

247

ἀπὼν παρεῖναι τοῖς πόνοις ὁ δεσπότης,

248

ἀλλ' εἰς τοσοῦτον ἐγγὺς ἦν τῶν φροντίδων

249

ὅσον μεταξὺ τῶν τόπων ἀφίστατο·

250

ἤδη γὰρ εἶχε τρεῖς ἐτῶν περιδρόμους

251

καταστρατηγῶν τῆς ἀθέσμου Περσίδος

252

ἐκδούς τε τὸν νοῦν εἰς ἀμηχάνους τόνους,

253

ὃν οὔτε χειμὼν καυστικὴν ἔχων ζέσιν

254

ἔπεισε δοῦναι τοῖς ἀγῶσιν ἀργίαν

255

οὐδ' αὖ γε μητρὸς ἐξενεύρωσεν πόθος

256

μικρὰν παρασχεῖν τοῦ χρόνου προθεσμίαν,

257

οὐδ' ἀντανεῖλεν αὐτὸν ἔμφυτος βία

258

τέκνων τοσούτων, οὐδὲ σώματος μάχη

259

κουφισμὸν εὑρεῖν ἀξιοῦσα τῶν πόνων,

260

ἀλλ' ὢν ἀπαύστως ἐν μέσῳ τῶν βαρβάρων,

261

ὡς εἰς ἀκάνθας ἐμπεπλεγμένον ῥόδον,

262

καὶ πρὶν δι' ἡμᾶς Περσικὴν κινῶν μάχην

263

πάλιν δι' ἡμᾶς ψυχικὴν εἶχεν μάχην·

264

καὶ ταῖς ἐπ' ἄμφω προσβολαῖς ἐσφιγμένος,

265

ἀφεὶς τὸν ἐγγύς, εἶχε τὸν μακρὰν πόνον.

266

ἐντεῦθεν ἡμᾶς τῇ φορᾷ τῶν γραμμάτων

267

ὑπεξανῆπτεν, οἷα πῦρ ἀναγκάσαν

268

ἀργοῦσαν ὕλην ἐκπυροῦσθαι πρὸς φλόγα,

269

πυκνῶς κελεύων ἀσφαλεῖς μὲν τὰς βάσεις

270

τὰς πρὸς τὸ τεῖχος εὐτρεπίζειν, ὡς ἔδει,

271

κτίζειν δὲ πύργων ἐκφορὰς ὑπαιθρίους

272

φραγμούς τε ποιεῖν καὶ πεπηγμένους πάλους

273

προσαντιβάλλειν καὶ πλέκειν τεῖχος νέον

274

πλοκάς τε ποιεῖν τοξοτῶν τε καὶ λίθων

275

ταχυδρομούσας μηχανὰς καὶ συνθέσεις·

276

καὶ τὰς ἐνόπλους εὐτρεπίζειν ὁλκάδας,

277

ἃς καὶ πρὸ πολλοῦ συγκροτῶν οὐκ ἠμέλει.

278

τὸ γὰρ πρόσωπον μὴ θέλων ἰδεῖν μάχης

279

ἕτοιμον εἶχεν ἐξ ἀνάγκης τὴν μάχην,

280

στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας

281

καὶ τῆς καθ' αὑτὸν ἀσφαλείας ἠμέλει,

282

μόνην νομίζων ἀσφαλῆ σωτηρίαν

283

εἴπερ τὸ κοινὸν εὑρεθῇ σεσωσμένον·

284

σχεδόν τε πάσας τὰς ἑαυτοῦ φροντίδας

285

εἰς τὰς δι' ἡμᾶς ἀντανῄρει φροντίδας,

286

κίνδυνον ὥσπερ ψυχικὸν δοκῶν ἔχειν

287

εἰ μὴ δι' ἡμᾶς πάντα κίνδυνον πάθοι.

288

οὕτως ἕκαστα καὶ κελεύων καὶ γράφων

289

προϊστόρει μὲν τῷ λόγῳ τὰ πράγματα,

290

ἐζωγράφει δὲ μὴ παρὼν τὰ τῆς μάχης,

291

τάττων, στρατηγῶν, μηχανουργῶν ἐγγράφως

292

τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ.

293

οὐ μὴν παρημελεῖτο τὰ προστάγματα,

294

ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον

295

πάντων προθύμως καὶ πολιτῶν καὶ ξένων

296

καὶ τῶν ἐν ἀρχαῖς καὶ μεγίσταις ἀξίαις

297

ὑποδραμόντων τοὺς ἑκουσίους πόνους.

298

ἔδει γάρ, οἶμαι, τὸν τοσοῦτον δεσπότην

299

ἔχειν τοσούτους εἰς ἀνάγκην οἰκέτας,

300

οἳ τὰς κελεύσεις τῶν σοφῶν βουλευμάτων

301

μαθόντες ἔργα τοὺς λόγους ἐδείκνυον.

302

οὕτως ἀεικίνητος ὢν ὁ δεσπότης

303

τάχει λογισμῶν καὶ φρενῶν ἀπληστίᾳ

304

πόρρωθεν ἐγγὺς τῇ Πόλει παρίστατο

305

καὶ ταῖς μερίμναις πανταχοῦ συνῆν μόνος

306

ὡς εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσας.

307

ὅμως τὸ πλῆθος τῶν πόνων σου, δέσποτα,

308

εἰς καιρὸν ἡμῖν εὔθετον τηρετέον

309

ἐν ᾧ παρούσης τῆς γαλήνης ἐν μέσῳ

310

εὔκαιρος ὁ πλοῦς ταῖς ἀβύσσοις τῶν λόγων.

311

ἐπεὶ δὲ φρικτὸν ἡ περίστασις φόβον

312

εἶχε βλέπουσα τῆς μάχης τὰ κύματα,

313

ἔδοξε τοῖς ἄρχουσι, τοῖς ὑπηκόοις

314

καὶ τῷ μαγίστρῳ τῶν ἐνόπλων ταγμάτων

315

—ἀεὶ γὰρ ὑμῖν εἰς τὸ πᾶν συνημμένοι

316

τὰ κοινὰ σὺν σοὶ τῶν πόνων ἐβάστασαν

317

καθ' ἡμέραν τρέχοντες ὡς ὁδοιπόροι

318

καὶ συμπαρόντες τῇ πολυπλόκῳ μάχῃ

319

ὅπλοις λογισμῶν, τακτικαῖς ἀγρυπνίαις,

320

καίτοιγε ταῦτα μὴ πονοῦντες ἐξ ἔθους,

321

ὅπερ μάλιστα τοὺς πόνους ποιεῖ πόνους

322

παρ' οἷς τὸ μοχθεῖν εἰς μάχην οὐ γίνεται—,

323

ὅμως ἔδοξεν ὥστε πρὸς τοὺς βαρβάρους

324

ἄνδρας σταλῆναι παντὸς ἔργου καὶ λόγου

325

πολλὴν ἀποστάζοντας εὐαρμοστίαν

326

προσαγγελοῦντας ὥστε λῦσαι τὴν μάχην

327

πέρας τε κοινῶν συντεθῆναι φροντίδων.

328

τούτων παρ' ἡμῖν τακτικῶς κινουμένων

329

τὸ Περσικὸν φρύαγμα σὺν δόλῳ πάλιν

330

στέλλουσι κλέπτας τῆς θαλάττης ἀγγέλους

331

σπεύδοντας ὥσπερ ἠκονημένον ξίφος

332

θήγειν καθ' ἡμῶν τὸ ξίφος τὸ βάρβαρον.

333

ἐπεὶ δὲ συνδραμόντες ἐξ ἀδηλίας

334

ἐκεῖθεν ἔνθεν οἱ σταλέντες ἄγγελοι

335

εἰς ἓν μέρος συνῆλθον ἐκ τόπων δύο,

336

ὁ βάρβαρος μὲν ὡς ὁμοῦ δεδεγμένος

337

πρέσβεις τοσούτους καὶ πρὸς ὄγκον ἠρμένος

338

συνῆψεν ἄμφω· τοῦτο δὴ δόξης χάριν

339

τὸ δ' αὖ γε πλεῖστον ἐκφοβεῖν ἡμᾶς θέλων.

340

ὁ Περσικὸς γὰρ ἐξανῆπτεν οἰκέτης

341

τὸν θυμόν, ὡς πῦρ ἐκ πυρός, τοῦ βαρβάρου,

342

καὶ χιλίους μὲν συμμάχους ὑπέσχετο,

343

ἡμᾶς δὲ δεινοῖς ἐξεφαύλισεν λόγοις

344

συνέστρεφέν τε συλλαβὼν τῷ βαρβάρῳ

345

γνώμας ἐνόπλους καὶ τεθηγμένους λόγους·

346

τούτοις ὑπαχθεὶς τοῖς λόγοις ἐτέρπετο

347

ὁ τῶν Σκυθῶν τύραννος, ἡ πρώτη βλάβη.

348

ὅμως ὁ πάντων ἀσφαλὴς Ζυγοστάτης

349

καὶ τοῦτον αὐτοῦ τὸν σκοπὸν παρ' ἐλπίδας

350

εἰς τὴν κατ' αὐτοῦ συμφορὰν ἀντιστρέφει·

351

δέον γὰρ αὐτὸν συγκαλύψαι τὸν δόλον

352

σιγῇ τε κρύψαι τοὺς λαθόντας ἀγγέλους·

353

ποιεῖ τὸ κρυπτὸν ἐμφανὲς καὶ γίνεται

354

σύμβουλος ἐχθρὸς καὶ κατήγορος φίλος.

355

ἐπεὶ γὰρ ἦλθον οἱ καλῶς ἐσταλμένοι

356

ἀμήχανον μὲν τὸν πρὸς εἰρήνην λόγον

357

φήσαντες εἶναι τὸν σκοπὸν τοῦ βαρβάρου,

358

τὸν Περσικὸν δὲ μὴ διαδρᾶσαι δόλον,

359

φυλάττεται μὲν τῆς θαλάττης ἡ θύρα

360

τὰς εἰσόδους κλείσασα ταῖς διεξόδοις,

361

ἁλίσκεται δὲ συντόμως τὰ κλέμματα

362

καὶ νυκτὸς ἔργον φῶς ἀνέσχεν ἡμέρας·

363

κοινὸν γὰρ εἶχον πένθος ἐξ ἑνὸς τρόπου

364

τὸ Περσικόν τε καὶ τὸ βάρβαρον γένος

365

τοὺς ἀνταμοιβοὺς προσδοκῶντες ἀγγέλους.

366

ἐπεὶ δὲ λοιπὸν τῆς μάχης ἡ κυρία

367

πρὸς τὴν κρίσιν συνῆλθε τὴν θεόγραφον,

368

πάλιν σὺ κάμνεις· οὐ γὰρ ἀσκόπως φθάσας

369

τῆς κοινότητος ἐντολεὺς κατεστάθης·

370

λαβὼν δὲ θᾶττον τὸν συνήγορον λόγον

371

καὶ πρὸς τὸ τεῖχος ἐκδραμὼν τὸ τῆς δίκης

372

γραφὴν κατ' αὐτῶν ἀσφαλῶς προεξέθου

373

τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου.

374

ταύτην τις, οἶμαι, τὴν διάγνωσιν βλέπων

375

φήσει δόλῳ σε τὸν κριτὴν ὑφαρπάσαι·

376

δείξας γὰρ αὐτὸ τοῖς ἐναντίοις ὅλοις

377

ἀντιπρόσωπον ἐξανέστησας φόβον

378

καὶ τῶν ἐλέγχων μηδέπω παρηγμένων

379

κόμφευσος αὐτοῖς ἡ δίκη καθίστατο.

380

ὡς εὖ γέ σοι γένοιτο τοῦ καλοῦ δόλου·

381

κρίνας γὰρ ἐν σοὶ καὶ διαγνοὺς τὴν φύσιν

382

ὡς μητρὸς οὐδὲν παιδὶ συμπαθέστερον

383

τὴν τοῦ Δικαστοῦ Μητέρα προσηγάγου

384

οἴκτῳ, δεήσει, δακρύοις, ἀσιτίᾳ

385

καὶ τῇ δόσει δὲ τῶν ῥεόντων χρημάτων·

386

ἐκεῖθεν ἔνθεν πολλὰ δοὺς καὶ σκορπίσας

387

πείθεις ἐκείνην πρῶτον· ἡ δὲ συντόμως

388

πείθει τὸ Τέκνον καὶ σχεδὸν πρὸ τῆς δίκης

389

νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν.

390

ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης

391

προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι,

392

πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο

393

πᾶς ὁ πρὸ τείχους ὡραϊσμένος τόπος·

394

ἡ φλὸξ δὲ καπνίζουσα τὸν καινὸν ζόφον

395

ἐκ τῆς ὁμίχλης τῆς ξένης ἐκρύπτετο.

396

τοῖς δ' αὖ γε Πέρσαις ἐστρατευμένοις πέραν

397

ὡς δὴ καθ' ἡμῶν ἔργον εἶχεν ἡ μάχη

398

κῆρυξ ὁ καπνὸς τοῦ σκότους ἐγίνετο·

399

ἔρως γὰρ ἦν τις τοῖς ἐπ' ἄμφω βαρβάροις,

400

οὐχ ὅστις ὅπλα συντομώτερον λάβοι,

401

ἀλλ' ὃς προφλέξει τοὺς ἀναιτίους λίθους·

402

καὶ ταῦτα μὲν δὴ τοῦτον εἶχε τὸν τρόπον.

403

ἤδη δὲ λοιπὸν συγκροτοῦντες τὴν μάχην

404

οἱ βάρβαροι μὲν τοῦ δικαστοῦ τοὺς τόπους

405

καὶ τοῦ στρατηγοῦ, τῆς ἀτρέπτου Παρθένου,

406

λαβόντες εἶχον ὡσανεὶ τὰς ἀσπίδας,

407

καὶ τοὺς παρ' αὐτῶν δυσσεβῶς ὑβρισμένους

408

ἔχειν συνεργοὺς εἰς ἀνάγκην ἠξίουν.

409

Σθλάβων τε πλήθη Βουλγάροις μεμιγμένα

410

ὁ βάρβαρος νοῦς ἐμβαλὼν ταῖς ὁλκάσι

411

—γλύψας γὰρ εἶχεν ἐσκυφωμένα σκάφη—,

412

ἔμιξε τῇ γῇ τῆς θαλάττης τὴν μάχην.

413

κἀμοὶ δὲ μῖξις νῦν ἐπῆλθε καὶ μάχη,

414

καὶ πανταχοῦ μοι τοῦ σκοποῦ πεφυρμένου

415

καὶ συγκροτοῦντος τοὺς λόγους ὡς εἰς μάχην

416

τί πρῶτον εἰπὼν δευτέρων ἀπάρξομαι;

417

ἄλλος μὲν οὖν ἔπιπτεν ἐκ ῥιπῆς λίθου

418

λαβὼν κατ' αὐτὸ τὴν βολὴν καὶ τὸν τάφον,

419

ἄλλος δὲ σύννους προσλαλῶν τῷ συμμάχῳ

420

βληθεὶς ἄνωθεν ἐξ ἀδήλου τοξότου

421

τὸ πνεῦμα θᾶττον ἀνταφῆκε τοῦ λόγου·

422

καί τις παρ' αὐτοῖς ἐν μεγίσταις ἀξίαις

423

τάξαι νομίζων εἰς δέον τὰ τάγματα

424

ἔστη παρεισδὺς ἐν μέσῳ τῶν ἀσπίδων,

425

κρύπτειν ἑαυτὸν ἀσφαλῶς ἠπειγμένος·

426

βολὴ δέ τις φθάσασα συντόμου λίθου

427

ἀπροσδοκήτως διχοτομεῖ τὰς ἀσπίδας,

428

καὶ τὰς μὲν ὠθεῖ, τῷ δὲ γίνεται φόνος·

429

οἱ δ' αὖ γε λοιποὶ πάντες, ἀκρίδων δίκην,

430

ἔπιπτον ἄρδην δυστυχοῦντες εὐστόχως.

431

οὕτως ἀπηκρίβωσεν ἡ θεία κρίσις

432

τὰ τόξα, τοὺς βάλλοντας, αὐτοὺς τοὺς λίθους,

433

ὡς μηδὲν εἰκῇ συμπεσεῖν ἐρριμμένον·

434

ἀλλ' ἦν τὸ πεμφθὲν εὐστόχως ἀφιγμένον

435

πρὸς τὴν ἑκάστην τῶν βεβλημένων τύχην.

436

καὶ ταῦτα μὲν δὴ τῆς τύχης τὰ πράγματα

437

τὰ νῶτα τῆς γῆς εὐφόρως ἐβάστασεν·

438

ἔδει δὲ λοιπὸν καὶ τὰ τῶν θαλαττίων

439

λαβεῖν ἀγώνων τὴν ἰσόρροπον κρίσιν.

440

καί μοι πρόσεστι τοῦτο θαυμάσαι πλέον·

441

πῶς τὴν τοσαύτην τῆς θαλάττης οὐσίαν

442

οἱ βάρβαροι βλέποντες ἐξηπλωμένην,

443

δοκοῦντες ὥσπερ ἐστενῶσθαι τῷ πλάτει,

444

ἐκεῖ συνεκλείσθησαν εὐθέως ὅπου

445

τὸν οἶκον εἶχεν ἡ στρατηγὸς Παρθένος·

446

ἐκεῖ γὰρ ὥσπερ ἐν θαλάττῃ δίκτυον

447

τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη.

448

ἐπεὶ δὲ συννεύσαντες ἀλλήλοις ὅλοι

449

ἐπῆλθον ἡμῶν σὺν βοῇ ταῖς ὁλκάσιν,

450

ἐντεῦθεν ἦν ἄδηλος ἡ δήλη μάχη·

451

μόνην γὰρ οἶμαι τὴν Τεκοῦσαν ἀσπόρως

452

τὰ τόξα τεῖναι καὶ βαλεῖν τὴν ἀσπίδα,

453

καὶ ταῖς ἀδήλοις συμπλοκαῖς μεμιγμένην

454

βάλλειν, τιτρώσκειν, ἀντιπέμπειν τὸ ξίφος,

455

ἀνατρέπειν τε καὶ καλύπτειν τὰ σκάφη

456

δοῦναί τε πᾶσι τὸν βυθὸν κατοικίαν.

457

ξένον γὰρ οὐδὲν εἰ 〈προ〉πολεμεῖ Παρθένος,

458

δι' ἧς παρῆλθεν εἰς τὸ τῆς ψυχῆς σέβας

459

οὐκ οἶδα πῶς πεμφθεῖσα ῥομφαία πάλιν·

460

ὅμως παρῆλθεν ἢ διῆλθεν ὀξέως

461

τρώσασα τὴν ἄτρωτον οὐδαμοῦ φύσιν.

462

οὕτω μὲν οὖν ἐκεῖνα τὰ γλυπτὰ σκάφη

463

τὸν ὅρμον εἶχον ἐξ ἀνάγκης εἰς ζάλην·

464

πολλὴ δὲ φύρσις καὶ φόβος καὶ σύγχυσις

465

τοῖς ναυμαχοῦσι βαρβάροις συνήρχετο.

466

καὶ πού τις αὐτῶν ἐκπεσὼν τῆς ὁλκάδος

467

πλωτὴρ σχεδιάζων τὴν τέχνην ηὑρίσκετο,

468

ἄλλος δὲ νεκρὸν εἰς ὕδωρ μιμούμενος

469

ἤλπιζε φεύγειν τῷ δοκεῖν πεπνιγμένος,

470

καί τις παρ' αὐτοῖς ἀντὶ πύργου τὴν τρόπιν

471

λαθὼν ὑπῆλθε καὶ πολὺν μείνας χρόνον

472

ἐκ τῆς ἀνάγκης δυστυχῶν ἐκαρτέρει·

473

ὅμως ἐκείνους πάντας, ὡς ἕνα στόλον,

474

ὁ τῆς θαλάττης συγκατέκλυσεν σάλος.

475

ἐντεῦθεν ὁ πρὶν ἀφθόνως ἀνημμένος

476

πνέων τε πυρσὸν ἐκ λόγων πυρεκβόλων

477

ἀπῃθάλωτο συντόμως ὁ βάρβαρος,

478

ἄφνω δὲ τέφρα προσφόρως ἐγίνετο,

479

ὡς πῦρ ἀνάψας εἰς ἀνέγκλητα ξύλα.

480

ἄλλος γὰρ ἄλλον ἐξέπεμπεν ἄγγελον

481

φέροντας αὐτῷ συμφορὰς ὡς δράγματα,

482

ἐκ γῆς μὲν εἰς θάλατταν, εἰς δὲ γῆν πάλιν

483

ἐκ τῆς θαλάττης δυστυχημάτων σάλον.

484

οὕτω μὲν οὖν ἔπασχε τὸν καινὸν σάλον

485

εἰς γῆν νομίζων κυματοῦσθαι τὰς φρένας·

486

ὡς κυμάτων γὰρ ἀντισύνδρομον μάχην

487

εἰς ἕν τι ῥεῦμα συμφορῶν ἀφιγμένων〈***〉

488

πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων

489

ὕλην παρεβλάστησε τῶν δένδρων πλέον,

490

πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων

491

ὀχλουμένη τε καὶ κατεστορεσμένη

492

ἐξ ἀλλοφύλων αἱμάτων φοινίσσεται·

493

καὶ νῦν Ἐρυθρὰ κυρίως ἀκούεται

494

καλῶς βαφεῖσα τῇ βαφῇ τῶν βαρβάρων.

495

ἔδει γάρ, οἶμαι, τὸν Φαραὼ τὸν δεύτερον

496

βλέπουσαν αὐτὴν καὶ νέον σὲ Μωσέα

497

τὰς τῆς Ἐρυθρᾶς εἰκονίζειν ἐμφάσεις·

498

καὶ νῦν ἔχουσιν εἰς σοροὺς τὰ κύματα

499

μνήμην ἔνυγρον καὶ ταφὴν Αἰγυπτίαν·

500

οὐκ ἦν γὰρ εἰκὸς ἐνδεεστέραν βλέπειν

501

πρὸς τὴν παλαιὰν τὴν νέαν τιμωρίαν.

502

ᾄσωμεν οὖν τὸν ὕμνον, οὐκ ἐν τυμπάνοις

503

ἄρρυθμα βομβήσαντες, ἀλλ' ἐξ ὀργάνων

504

τῶν ἔνδον ἡμῶν μυστικῶς ἡρμοσμένων·

505

καὶ νεῦρα μὲν τείνωμεν ἐψυχωμένα

506

καὶ πλῆκτρα γλώττας καὶ τὰ χείλη κύμβαλα,

507

αἰσθήσεων δὲ πενταχόρδῳ συνθέσει

508

τὸν ἄκρον εἰς τὸν πρῶτον εἴπωμεν τόνον.

509

οὕτω γὰρ ἡ μὲν ὄψις ἡ τῶν ὀμμάτων

510

πᾶσαν καθαίρει βλαπτικὴν θεωρίαν·

511

ἡ δ' αὖ νοητὴ τῶν ἀκουσμάτων πύλη

512

ἤχοις ἀτάκτοις οὐκ ἀνοίξει τὰς θύρας,

513

οὐδ' αὖ γε τὴν ὄσφρησιν ἠπατημένην

514

ἥδυσμα πικρᾶς ἡδονῆς ὑφαρπάσοι

515

καὶ γεῦσις ἔσται μὴ φθορᾶς παραιτία,

516

ἀλλ' εἰς τροφὴν ἄφθαρτον ηὐτρεπισμένη,

517

ἁφαῖς τε ῥευστῶν λημμάτων ἐλευθέραις

518

τὰ Χριστάδελφα ψηλαφήσωμεν μέλη,

519

ὅπως ὁ πάσης ἀρχιτέκτων οὐσίας

520

τὸ πανσθενὲς στήριγμα τῶν ὁρωμένων

521

καὶ τῶν ἀδήλων ἡ πεπηγμένη βάσις,

522

ὁ παιδαγωγῶν συμφερόντως τὴν φύσιν

523

καὶ σωφρονισταῖς ἐκφοβῶν διδασκάλοις

524

τὴν νηπιώδη τῶν παθῶν ἀταξίαν,

525

καὶ νῦν στρατεύσας τοὺς πυραυγεῖς συμμάχους

526

κατὰ σκοτεινῶν ἀντιτάξοι βαρβάρων,

527

δείξοι τε Τίγριν καὶ τὸν Ἴστριον πόρον

528

ὡς πρὶν τὸ Νείλου ῥεῖθρον ᾑματωμένους

529

ὅπως μεθυσθῇ συγγενῶν ἐξ αἱμάτων

530

ὁ βάρβαρος νοῦς δυστυχῶς γεγευμένος,

531

αὔξοι δὲ τὴν σὴν εὐσεβῆ φυτουργίαν,

532

τὸν δεσπότην θάλλοντα τοῖς θείοις κλάδοις·

533

θύρας τε πολλοῖς ἐξανοίγοι τοῖς λόγοις

534

νικῶντος αὐτοῦ πανταχοῦ τοὺς βαρβάρους.

535

ἐνταῦθά μοι νῦν τὸν βραδύγλωττον λόγον

536

τὸ συμπέρασμα τοῦ σκοποῦ περιγράφει·

537

τῷ σῷ δὲ τέκνῳ, τῷ νεωτέρῳ κράτει,

538

τούτους προσειπεῖν εὐτρεπίζω τοὺς λόγους·

539

νίκη φάνηθι· νῦν λαβεῖν σε νυμφίον

540

ἔξεστι τοῦτον, ᾧ τὰ δῶρα τῶν γάμων

541

δέδωκας ἤδη τὴν σφαγὴν τῶν βαρβάρων.

{Αὐτοσχέδιοι πρὸς τὴν γενομένην ἀνάγνωσιν τῶν κελεύσεωνχάριν τῆς ἀποκαταστάσεως τῶν τιμίων ξύλων} Ὦ Γολγοθὰ σκίρτησον· ἡ κτίσις πάλινὅλη σε τιμᾷ καὶ καλεῖ θεηδόχον·ἐκ Περσίδος γὰρ ὁ βασιλεὺς ἀφιγμένοςτὸν σταυρὸν ἐν σοὶ δεικνύει πεπηγμένον·κρότησον αὐτὸν τοῖς ἀοιδίμοις λόγοις·ἀλλ' εἴπερ οὐκ ἔχουσιν οἱ λίθοι στόμα,νέους προευτρέπιζε φοινίκων κλάδουςπρὸς τὴν ἀπαντὴν τοῦ νέου νικηφόρου·ἀφεῖλεν ἐκ σοῦ τῆς πλάνης τὸ παίγνιον·εἰ μὴ γὰρ αὐτὸς ἀντανεῖλε τὰ ξύλα,γέλων ἂν εἶχον οἱ θρασύστομοι μάγοι·ἔργῳ δὲ τούτων νῦν μαθόντες τὸ κράτοςἔγνωσαν, οἶμαι, πῶς τὸ πῦρ ἀντιστρόφωςξύλοις τεφροῦται μυστικῶς ἀνημμένοις. ὡς εὖ γέ σοι, κράτιστε, τῶν σπουδασμάτωνκαὶ τῶν ἀγώνων τῆς πρὸς εἰρήνην μάχης·καὶ πῶς σε ῥευστοῖς εὐλογήσομεν λόγοις,ὃν ἡ χάρις δείκνυσιν εὐλογημένον,πῶς ἀντανεῖλες ἁρπαγέντα τὰ ξύλατὸν ἁρπάσαντα ταῦτα κοιμήσας ὄφιν; ἥρως ἐδείχθης τῷ Θεῷ χρυσοῦν δέραςἐκ τοῦ δράκοντος τοῦ σφαγέντος ἁρπάσας·οὐ φαρμάκοις γὰρ Μηδικοῖς τὸ θηρίονἀνεῖλες αὐτός, ἀλλὰ πήξας τῷ ξύλῳ. παύσασθε λοιπὸν Ἰσραηλῖται νόθοιἐκ τῆς παρ' ὑμῖν πατρικῆς ἀπιστίας. ὁ σταυρὸς ἦλθε βασιλικῶς δεδεγμένοςλιταῖς, προσευχαῖς, δακρύοις, ἀγρυπνίαις,χωλοῖς ἐνάρθροις καὶ λαλοῦσιν ὀργάνοις,μέγα τρόπαιον τῷ βασιλεῖ συναρμόσας,ἐχθροὺς ποθοῦντας καὶ πλέον φοβουμένους·τῷ βαρβάρῳ γὰρ οὐ παροικεῖν ἤθελενεἰ καὶ κολάζων τὴν ἁμαρτίαν τότεἔκδημος εἰς γῆν ἦν δραμὼν ἀλλοτρίαν·ἀλλ' ἀντανῆλθε καὶ τὰ τέκνα συλλέγειἐκ τῆς ἀειδοῦς καὶ νόθου παροικίαςκαὶ προσκυνεῖται καὶ πλέον δοξάζεται,ὡς σωφρονίζων καὶ λυτρούμενος πλέον. ὦ Παῦλε, μύστα τῶν ἀπορρήτων λόγων,οὐκ ἔστι λοιπὸν μωρίαν τοῖς ἔθνεσιτὸν σταυρὸν εἰπεῖν· δραστικὸς γὰρ εὑρέθηκαὶ φρικτὸς ὤφθη καὶ πλέον τοῖς ἔθνεσι. νῦν τῆς καθ' ἡμᾶς, ὦ βασιλεῦ, μυσταρχίαςἔχεις τὸ κῦρος καὶ μακαρίζει τὴν χάριντὴν σοὶ δοθεῖσαν πᾶσα χώρα καὶ Πόλιςκαὶ πᾶς ὁ κόσμος ἐκ μιᾶς συμφωνίας. τοῖόν σε Κωνσταντῖνος ὑμνήσοι μέγας·ἄλλος γὰρ ὑμᾶς εὐλογῶν οὐκ ἀρκέσει. φάνηθι, Κωνσταντῖνε, τῇ Ῥώμῃ πάλιν·κρότει τὸ τέκνον, πῶς λαβὼν πεφυρμένηνἔδειξε τὴν σὴν οὐσίαν σεσωσμένην. δέον σε νῦν μεθέντα τὴν ἄνω πόλινταύτῃ μεθ' ἡμῶν συγχορεῦσαι τῇ κάτω·στυγνὸν γὰρ εἶχες πνεῦμα καὶ τεθλιμμένονἕως παλινδρομοῦντα καὶ νικηφόροντὸν σταυρὸν ἔγνως, ὃν σὺ μὲν κεκρυμμένοντὸ πρῶτον εὗρες εἰς τὸν οἰκεῖον τόπον,τὸ σὸν δὲ τέκνον οὐ κεκρυμμένον μόνον,ἀλλ' εἰς καμίνους Περσικὰς ἀφιγμένονπρὸς τοὺς ἀπ' ἀρχῆς ἀντανήγαγεν τόπους·ἔχεις δὲ τέκνον ἐκ Θεοῦ προμηθίας·ὡς ἄν γε Κωνσταντῖνος εὑρεθῇ πάλιντοῖς ζωοποιοῖς ὠχυρωμένος ξύλοις. ὡς ἐκπέπληγμαι, πῶς ῥοπαῖς ἀντιστρόφοιςπρὸ τῶν βασιλέων εὐσεβὴς αὐτοκράτωρτὸ πῦρ ἀπῃθάλωσεν ἐμπύρῳ ξύλῳ,ὃ Χοσρόης μὲν ὡς ξύλον κατεφρόνει,εὗρεν δὲ λόγχην τῆς ἑαυτοῦ καρδίας. τίς τῇ τοσαύτῃ μυστικῇ στρατηγίᾳλόγοις πτερωθεὶς ἢ διαπτὰς προσβάλοι; καὶ νῦν βαδίζεις ψυχικῶς ἡγνισμένος