Heracliadis iii acroaseos fragmenta
- Edition reference
- Heracliadis iii acroaseos fragmenta, ed. Pertusi, op. cit., 276–292.
- CTS identifier
urn:cts:greekLit:tlg2701.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
10
ἐκ τῆς ἀμέτρου συμφορᾶς τῶν συρμάδων
11
ταύρῳ γάρ ἐστι συμφυῶς εἰκασμένον
σκιρτῶντι καὶ ῥίπτοντι τοὺς ὀπισθίους
πόδας πρὸς ὕψος, εἶτα δὴ τὸν αὐχένα
κυρτῶς ὑπεξαίροντι
12
οἷς οὔτε δίψης ἐστὶν ἥττων ἡ φύσις
οὐδ' αὖ κονίστρας ἐνδεὴς ἡ στερρότης,
ἀλλ' εἰσὶ δίψης καὶ τρύους ἀνώτεροι
13
οὐδ' αὖ κονίστρας εἰς τὸ ῥῖψαι τοὺς πόνους
14
αὐτὸς ἐκδραμὼν διεξόδους
ἀντιπρόσωπος ᾔει
15
καὶ τὸν μέγιστον ἐκπεράσας Νυμφίον,
ὅστις Τίγρητος ταῖς ῥοαῖς ἐπιρρέων
ἀποστερεῖται τοῦ καλεῖσθαι Νυμφίος
16
οὐκ εἶχε μόχθον εἰς τὸν Εὐφράτου πόρον
17
ταύτην, κράτιστε, τὴν ἀπεξενωμένην
ὁδὸν περάσας ὥσπερ ἔγγειον δρόμον
18
καὶ τῇ στενώσει τῆς γεφύρας 〈βάρβαροι〉
ἔρριπτον αὑτοὺς ὥσπερ βάτραχοι
19
{α} πῶς 〈γὰρ〉 θρασὺς πρὸς τὴν μάχην ὁπλίζεται
καὶ πρὸς τοσοῦτο πλῆθος ἥρμοσται μόνος;
{β} 〈ἀλλ'〉 ὥσ〈περ〉 ἄκμων τὰς βολὰς ἀποπτύει
20
(Σκλάβος γὰρ Οὔννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ
αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ
γλωσσῶν ἔχοντες καὶ τόπων μερίσματα
καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι
μίαν καθ' ἡμῶν ἀντεκίνησαν μάχην.)
21
(στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας)
22
καὶ τὰς ἰκμάδας
πωροῦντα καὶ σφίγγοντα λιθώδει τρόπῳ
23
(τὸ γὰρ κακὸν φύσημα τῆς Θράκης ὅλης)
(νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις)
(τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη)
(πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα
ὀκτὼ συναθροίζοντα μυριαρχίας)
24
(εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον,
ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρει.
ταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων
ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας
τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις.
τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα
τομώτερον τρέχουσαν ἀστραπῆς τάχους,
πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα
καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω
γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα·
καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους
τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων.)
25
ταύτην δὲ τὴν φάλαγγα τὴν νεοσπάδα
26
μήτηρ τεκοῦσα ἀσπόρως
27
ὁ βάρβαρος δὲ τῷ λόγῳ καὶ τῷ τρόπῳ
28
φεύγων ἀτρομήτως καὶ τρέχων ὑπόστροφα
29
κατόπιν κυνὸς δίκην
30
τὴν ἱππικὴν ὑπεῖχεν ὁ στρατὸς φθόην
31
σύρει πρὸς ἡμᾶς ὁ στρατὸς μετὰ δρόμου
32
ἐν τῷ παραδείσῳ τῆς ἀοιδίμου μάχης
γίνεσθε λῃσταί
33
εἰ γὰρ αὐτὸ Περσίδος
ἔσβεστο θάρσος
34
ἀεὶ γάρ, ὡς ἔοικεν, αἱ περιστάσεις
ἐκ τῶν ἐναύλων ἠρεθισμέναι πόνων
τίκτουσιν ὁρμὰς κρειττόνων βουλευμάτων,
ὅταν μάλιστα καὶ κατάλληλον φύσιν
τεθηγμένην εὕρωσιν εἰς εὐτολμίαν
35
οἶστρος γάρ ἐστι καὶ μάλιστα βαρβάροις
πρὸς τὰς μεταβολὰς εὐμεταπτώτως ἔχειν
36
εἰς τρεῖς γὰρ ὄγκους τὸν στρατὸν περισχίσας
ὑφεῖλκε τοὺς σοὺς τῷ δοκεῖν περιτρέχων
37
εἰ δ' αὖ σχολάζει καὶ προσοχθεῖ τῇ μέθῃ
38
καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου
ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης
ὑπεξανῆπτον
39
ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην
καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ᾀσμάτων
40
πολλοὺς δὲ βάκχους ἦν ὁρᾶν ἀκουσίως
τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους
41
καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει
ἄλλος κατ' ἄλλην συμφορὰν ἐδυστύχει
42
κρατῶν † ἐνὶ μάχαις † καὶ κατηχῶν ἐν μάχαις
43
πάντας δ' ἐφέλκων οἷα μαγνῆτις λίθος
ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον·
φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει〈ς〉
44
εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος
σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας
45
πρὸς τὰς ἐπιδόσεις τῶν ξίφων καὶ τῶν λίθων
46
〈ἐν μ〉έσω τῶν ἀσπίδων
ἦλθες ἐμβριθεῖ τάχει
47
ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην
ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη
48
τίς γὰρ ἤλπιζε τὸν 〈δράκοντα〉 Χοσρόην
φυγεῖν;
49
πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος
50
{α} ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω
{β} πλὴν οὐχ ἑκὼν γὰρ πυρπολῶ τὴν Περσίδα
ἀλλ' ἐκβιασθεὶς
{γ} ῥίψωμεν ὅπλα
{δ} τὸ πῦρ σβέσωμεν, πρὶν τὸ πᾶν καταφλέγῃ
51
ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων
δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει
52
{α} ἄγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους
ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας
{β} ἄρτον πενιχρὸν
{γ} ὃν συνήγαγε〈ν〉 μάτην
{δ} τὸν κόσμον ἠρήμωσεν
53
ἐμπόνους δ' ὁ Χοσρόης
ἐπεξελεύσεις ποικίλας ὑφίστατο
54
{α} μυστικὴν θεωρίαν
{β} 〈ὁ〉 δημιουργήσας ⏑ – ⏑ τὴν κτίσιν
{γ} ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ
{δ} κλάδους καὶ λαμπάδας 〈λαβόντες〉
{ε} τὴν γῆν ἔβρεξαν
55
μαιεύεται δὲ πᾶν τὸ τῆς Ῥώμης γένος
τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα
56
κἀγὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων
57
καὶ πάντας ἡμᾶς οὐσιῶσαί σοι θέλεις
καὶ τεκνοποιεῖν τῷ Θεῷ καθ' ἡμέραν