Encomium in matrem
- Edition reference
- Encomium in matrem, ed. U. Criscuolo, Michele Psello. Autobiografia: encomio per la madre, Naples: M. D'Auria, 1989: 85–153.
- CTS identifier
urn:cts:greekLit:tlg2702.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
25
ἡμῖν τὴν τοιαύτην <ὁμολογίαν,> ἐν μὲν τοῖς ἄλλοις ἴσως τὰς
26
<συνθήκας> φυλάττουσιν, ἐν δὲ τοῖς καιρίοις ἐλλείπουσι, καὶ
27
ζῶσι μὲν ἐκείνοις παρέχουσι τὰς εὐλόγους συνεισφοράς,
28
ἀποθανοῦσι δὲ τῆς ὁσίας καταμελοῦσι καὶ τὸν κοσμοῦντα
29
λόγον ἀφαιροῦσι μόνον ἐκείνοις καταλελειμμένον πρὸς ἑτέραν
30
ζωὴν μεταλλάξασιν;
31
Ἔπειτα τοῦτον μὲν ‘φοβητέον τὸν φόβον’ ἐκείνοις οἷς ἐς
32
‘τοὺς ἄνω τοῦ γένους’ πεποίηται τὰ ἐγκώμια, ὧν ἴσως τὰς
33
ἀρετὰς οὐκ ἴσασιν οἱ τῶν <λόγων ἀκροαταί,> ἀλλὰ νῦν
34
πρῶτον ἀκούουσι τῆς εὐφημίας, ὁμοῦ μὲν ἱστορούσης ὁμοῦ δὲ
35
καὶ κοσμούσης. ἐγὼ δὲ κἀνταῦθα τεθάρρηκα ἐν εἰδόσι τῇ
36
μητρὶ τὸν λόγον διδοὺς καὶ ὧν πολλοὶ μάρτυρες, ταῦτα ἐκείνῃ
37
ἀνατιθείς· ἅμα δὲ καὶ ἀδικοίην ἂν τὴν μητέρα ἐλλείπων
38
τοῦτον τὸν ἔρανον, ἐξ ἐκείνης μὲν τοὺς λόγους λαβών, ὡς
39
προϊόντες ἐροῦμεν, καὶ μηδὲ βραχύ τι μέρος τοῦ <χρέους
40
ἀποπληρῶν.> οὐ τοίνυν τοῦτον ἐγὼ ‘φοβοῦμαι τὸν φόβον’,
41
μή τις ἡμᾶς ὑποπτεύσειε ψεύδεσθαι τὰ πλείω τῶν ἐγκωμίων,
42
ἀλλὰ μὴ πολλοὶ καταγνοῖεν τῆς ἀτελοῦς τῶν λόγων
43
δυνάμεως, ὡς ὁρμήσαντας μὲν τὸ ἐγγενὲς χρέος τῇ μητρὶ
44
διαλύσασθαι, ἐλάττους δὲ ὀφθέντας τῆς προθυμίας, καὶ διδόν-
45
τας οὐχ ὅσον δέον διδόναι, ἀλλ' ὅσον ἡμεῖς <βεβουλήμεθα ἢ
46
δεδυνήμεθα.> καὶ ἀπώκνησα ἂν τὴν ἐγχείρησιν, εἰ μὴ καὶ
47
τοῦτο τῇ μητρὶ ὑπόληψιν ἐδίδου μείζονος ἀρετῆς, κρείττονι
48
φανείσῃ τῆς ἡμετέρας <βουλήσεως καὶ δυνάμεως.>
49
Ἐπεὶ οὖν ἐκ πάντων ἡμῖν ὁ πρὸς ἐκείνην λόγος
50
ἀσφαλέστατος ἀπεδείχθη καὶ πρεπωδέστατος, ἀρκτέον τῶν
51
ἐγκωμίων. σὺ δέ μοι ἵλαθι, μῆτερ, εἰ μή σοι τῇ ἀρετῇ
52
ἐξισώσω τὴν εὐφημίαν· οὐ γὰρ τοῦτο ποιεῖν ἐπιβέβλημαι,
53
ἀλλ' ὥστε παρασκιάσαι τοῖς ἀγνοοῦσι τὴν εἰκόνα τῶν σῶν
54
ἀρετῶν. οἱ γὰρ εἰδότες οὐ τῷ λόγῳ προσέξουσιν, ἀλλὰ τῇ
55
<ἀληθείᾳ προσμαρτυρήσουσι.> τοῖς δέ γε μεθ' ἡμᾶς
56
τοσοῦτον προδιαστέλλομαι, ὅτι οὐ τῷ σῷ μέτρῳ καὶ τῇ σῇ
57
τοῦ καλοῦ δυνάμει, τῷ δέ γε τῆς ἐμῆς προθυμίας ὁ λόγος
58
παραμεμέτρηται.
59
2. Τῇ ἐμῇ τοίνυν μητρὶ ἄνωθεν καὶ παρὰ τοῦ γένους,
60
κατὰ κλῆρον ὥσπερ, προῆλθεν ἡ ἀρετή, ἐκ τῆς ἀμφοῖν τῶν
61
γεννησαμένων συζυγίας, ὥσπερ ἐκ δυοῖν <ποταμῶν,> εἰς μίαν
62
<συρρεύσασα> θάλασσαν· τοσοῦτον γὰρ ἐκείνῃ δίδωμι πρὸς
63
τοὺς ἀρχηγέτας τῆς φύσεως. φροντὶς γὰρ ἐκείνοις οὐ περιφα-
64
νεστέρας ζωῆς καὶ λαμπροτέρας διαγωγῆς· λέγω δὲ
65
περιφάνειαν καὶ λαμπρότητα ἅπερ οἱ πολλοὶ οὕτω
66
κατονομάζουσι, τάχα καὶ διὰ τὴν πλάνην οἰόμενοι. οἱ γὰρ
67
κρείττους ἐφ' ἕτερα ‘μεταφέρειν’ εἰώθασι ‘τὰ ὀνόματα’, οἷς
68
οὐκ ἐπικέχρωσται τὸ περιφανὲς καὶ λαμπρόν, οὐδ' ἔξωθεν
69
ταῦτα ἐφάπτεται, ἀλλὰ κάτωθεν καὶ ἀφ' ἑαυτῶν ἡ τῆς
70
λαμπρότητος ‘ἀναβλύζει πηγή’· οὔκουν ἐκείνοις λόγος τῶν
71
ἐπαινετῶν μέχρις ὀνόματος, ἀλλ' ἐκ τῶν ἀντιθέτων τούτοις
72
ἐκοσμοῦντο καὶ κατελάμποντο· <ᾔδεισαν δὲ μόνον
73
ἀλλήλους> ἀμφότεροι καὶ δι' ἑκατέρων ὡς οἰκειοτάτων
74
παραδειγμάτων πρὸς τὸ καλὸν ἐρρυθμίζοντο, μορφοῦντες ὁμοῦ
75
καὶ μορφούμενοι, πρωτότυπά τε ὄντες ἀλλήλοις καὶ μιμήμα-
76
τα· τὸ θαυμασιώτατον καὶ λαμβάνοντες μὲν ὃ διδόασι, διδόν-
77
τες δὲ αὖθις τὸ λαμβανόμενον.
78
Τῇ μὲν μεγαλωνύμῳ ταύτῃ πόλει ὡς πατρίδι
79
περιγραφόμενοι, ἀπερίγραφοι δὲ τῷ παντὶ τῷ μεγέθει
80
πεφυκότες τῶν ἀρετῶν· ἶσοι τὸ μέτρον ἑκατέρας ζωῆς, τῆς τε
81
ἱσταμένης καὶ λυομένης, τῆς ἑτέρας τὴν ἑτέραν εἰκονιζούσης,
82
τῆς ἄχρι πολλοῦ προϊούσης τὴν ἀόριστον καὶ ἀπέραντον. κα-
83
ταταὐτὸ γὰρ ὥσπερ ἐς τὴν τῇδε προεληλυθότες ζωὴν καὶ δι'
84
ὁμοίας τῆς ἡλικία ἐπανατείλαντες, ἐν ταὐτῷ δὴ σχεδὸν
85
χρόνου μέρει καὶ τὸ λαχὸν αὐτοῖς τοῦ αἰῶνος μέρος
86
καταλελύκασι, τοσοῦτον θατέρου προδραμόντος μέρους ὅσον
87
θατέρῳ τὴν προσήκουσαν ‘ἄνω ζωὴν’ ἑτοιμάσασθαι καὶ ὥσπερ
88
ὑποδέξασθαι ἐν προσηκούσῃ παρασκευῇ.
89
Ἐκ τοιούτων καὶ τηλικούτων γεννητόρων ἡ ἐμὴ
90
προελήλυθε μήτηρ, πρώτη μὲν τὰς μητρικὰς ὠδῖνας λύσασα,
91
πρώτη δὲ καὶ τῶν ‘πατρικῶν εὐχῶν’ κληρονομήσασα ὥσπερ
92
εἰκὸς ἦν. εἰ μὲν οὖν μὴ φιλόσοφος ἦν, τοῦ κεκρυμμένου μόνου
93
κάλλους ‘ἐπαινέτης καὶ ἐραστής’, τὸ δὲ ἐν συμμετρίᾳ καὶ
94
χρώμασιν οὐ πάνυ προσοικειούμενος, εἴρηκα ἄν, ὁπόσον φασί,
95
τὸ κάλλος εὐθὺς γεννωμένῃ διὰ παντὸς διέρρει τοῦ σώματος.
96
τὸ γὰρ ἐν τῇ ψυχῇ τέως ἀθέατον ἦν, οὔπω τῆς ἡλικίας
97
χωρούσης τὴν δύναμιν· ὥσπερ γὰρ ἔνια τῶν ἀνθέων εὐθὺς τῆς
98
γῆς ἀνατέλλοντα τὴν βαφὴν ὅλην τοῦ κάλλους δείκνυσι, καὶ
99
ἔστι τὸ πρώτως φανὲν τοιοῦτον οἷον δὴ καὶ ἀκμᾶσαν ὁρᾶται,
100
οὕτω δή μοι καὶ τῇ μητρὶ λέγουσι περικεχύσθαι τὸ κάλλος, ἐν
101
συμμετρίᾳ μελῶν ἐν ἄνθῃ τριχῶν, ἐν στίλψει χρωτός, καὶ
102
εἴρηκα δ' ἂν πλείονα ὁπόσα τῆς μητρὸς ἐκείνης καὶ τοῦ
103
πατρὸς ἤκουσα, ἐπισκιρτώντων τῷ εἴδει τῆς θυγατρός.
104
Ἐπεὶ δέ μοι ‘πεδᾷ τὴν γλῶτταν’ τὸ ἐπιτήδευμα, τοῦτο
105
μὲν ἀφήσειν μοι τὸ μέρος δοκῶ, ἐπὶ δὲ τὰ ἐξῆς τοῦ λόγου
106
τρέψομαι. εἰ δέ που καὶ τούτῳ φανήσομαι παραχρώμενος,
107
<συγγνώμη τῷ λόγῳ> ἐντεῦθεν, ὅπῃ παρείκοι, τὰ
108
ἀναγκαιότατα διϊόντι τῆς ὑποθέσεως· εἰ δὲ μή, ἃ μηκέτι
109
σύνοιδα ταῦτα ἐπικεχείρηκα διηγεῖσθαι ἅμα καὶ ἐπαινεῖν,
110
θαυμάζειν οὐ χρή· τὰ μὲν γὰρ πλείω παρ' αὐτῆς τῆς μητρὸς
111
διηγουμένης ἀκήκοα, τὰ δ' ἄλλα, ὅσα ‘κομψόν’ τι ἔχει καὶ
112
‘γλαφυρόν’, παρὰ τῶν <προσηκόντων> τῷ <γένει> μεμάθηκα.
113
3. Ἔφασαν οὖν ὅτι, ὥσπέρ τινος μεγάλου λαμπτῆρος, ἢ
114
<διαφανοῦς> καὶ ‘ἀερίου πυρσοῦ’, ἢ διαφεγγοῦς φωστῆρος
115
ἀνατολῆς, ἀκτῖνές τινες καὶ διαύγειαι προεφαίνοντό τε καὶ τὴν
116
ἐκείνης προκατήγγελλον ἀρετήν, οὐ τοῦ σωματικοῦ μόνον
117
κάλλους ‘τὸ τῆς ψυχῆς εἶδος’ ἐξεικονίζοντος, οὐδὲ τοῦ ‘γοργοῦ
118
ὄμματος’ τὸ ἕτοιμον τοῦ ἤθους διασημαίνοντος, οὐδὲ τοῦ
119
λευκοῦ χρώματος τὸ καθαρὸν τῆς γνώμης διατυποῦντος, οὐδὲ
120
τῆς εὐσταθοῦς γλώττης τὸ στάσιμον ἠχούσης τῶν λογισμῶν,
121
ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς τοὺς οἰκείους χαρακτῆρας ἐν ἀτελεῖ
122
ἐπιλαμπούσης τῷ σώματι, ὥστε μηδὲ ἐξεῖναι τοὺς πολλοὺς
123
διαγινώσκειν πότερον ἡ τῆς ἡλικίας ὥρα τῶν ψυχῆς προτρέχει
124
χαρίτων, ἢ αὗται τῆς σωματικῆς προανατέλλουσι χάριτος, ἢ
125
σύνδρομα τἄμφω καὶ τὸ οἰκεῖον τάχος ἰσόδρομα καὶ ἰσόμετρα
126
τὸ ἀξίωμα, ἀνταυγάζοντος θατέρου θατέρῳ, καὶ τοῦ μὲν τοὺς
127
τῶν ἁπάντων ὀφθαλμοὺς εἰς ἑαυτὸ ἕλκοντος, τοῦ δὲ τὰς
128
διανοίας ἐκπλήττοντος.
129
Τὰ μὲν γὰρ πρὸς ‘ἱστὸν’ καὶ ὅσα γυναικῶν χεῖρες
130
‘ὑφαίνουσιν’, ἢ ὅσα <γνῶμαι εὐφυεῖς> ἀναπλάττουσιν, ὧν καὶ
131
αὐτὸς πολλάκις γέγονα θεατής, οὐδεμία τῶν ἁπασῶν
132
γυναικῶν ἐκείνῃ ἐρίσειεν, οὐδ' ἡ παρὰ τῷ Σολομῶντι ἐπὶ
133
τούτοις μαρτυρηθεῖσα· τοσοῦτον γάρ φημι ὅτι ἅπερ ἐκείνῃ ὁ
134
τοῦ σοφοῦ λόγος ἀνέπλασε, ταῦτα τῇ ἐμῇ μητρὶ διπλῷ τῷ
135
μέτρῳ προσμεμαρτύρηται. ἡ δὲ τούτων μὲν ἧττον ἐφρόντιζεν,
136
ὅτι μὴ καὶ κατωλιγώρει τὰ πλείω· ὅτι δὲ μὴ ἄρρενα τὴν
137
φύσιν ἔλαχε, μηδὲ ἐξῆν ταύτῃ ἀδεῶς <λόγοις προσομιλεῖν,>
138
ἐν δεινῷ ἐποιεῖτο· ὅπου δὲ τὴν μητέρα λάθοι, τὰς τῶν
139
<γραμμάτων> ἀρχὰς παρά του μόνας λαβοῦσα, εἶτα δὴ ἀφ'
140
ἑαυτῆς συνετίθει καὶ <συλλαβὰς> ἐποίει καὶ λόγους, μηδὲν
141
προσδεομένη τοῦ στοιχειώσοντος.
142
Ἦν δὲ καὶ τοῖς θείοις ναοῖς οὐ παρὰ τῆς μητρὸς
143
δεδομένη, οὐδ' ὥσπερ ἄψυχον ἀνατεθειμένη ἀνάθημα, ἀλλὰ
144
προσιοῦσα ἐκ προαιρέσεως καὶ φθάνουσα τῆς μητρὸς τὴν
145
ὑπόσχεσιν καὶ οἴκοθεν λειτουργοῦσα Θεῷ καὶ λατρεύουσα.
146
ἐντεῦθεν ἡ μὲν ἠμέλει τοῦ σώματος, τὸ δὲ οὐκ ἐδεῖτο τῆς
147
προσποιήσεως, ἀλλ' ἦν ὥσπερ τὰ ῥόδα, ἐπιθέτου κάλλους μὴ
148
προσδεόμενον, καὶ ἦν αὐτῇ τὸ ἠμελημένον καὶ ἀσχημάτιστον
149
προσθήκη μᾶλλον ἀνεπιτήδευτος καὶ φυσική τις ἐπαύξησις.
150
καὶ τὸν μὲν <ἥλιον> παρασκιάζει <ἀχλὺς ὑποτρέχουσα>
151
καὶ τὴν ἀκτῖνα ἐπέχει νέφους ὑποδρομή, ὅθεν τηνικαῦτα
152
οὐδ' ἴσμεν ὅπῃ <φωτίζει> τοῦ οὐρανοῦ ὁ <φωστήρ·> ἐκείνῃ
153
δὲ τὸ κάλλος οὐδὲν ἐπεκάλυπτεν, οὐδὲ ἡ ἐπιμελεστάτη
154
τῆς ὥρας ἀμέλεια, ὅθεν ὥσπερ λαμπτῆρος φέγγος ἁπαν-
155
ταχῆ κατεφαίνετο, ὥστε πάντας σχεδὸν τὸ ἐκείνης εἶδος ἢ
156
‘ἰδόντας’ που ἵστασθαι ‘θαμβηθέντας’ ἢ <ἀκούοντας κα-
157
ταπλήττεσθαι.> ἐνίοις μέντοι γε καὶ εὐτύχημα ἄλλως
158
ἐδόκει, εἴ που ἐκείνην θεάσαιντο· λέγω δὲ οὐκ ἐραστὰς μό-
159
νον τοῦ προβεβλημένου κάλλους, ἀλλὰ καὶ ὅσοι φιλοσόφως
160
ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἐνταῦθα ἐπὶ τὸ νοητὸν καὶ ἀόρατον
161
παραπέμπονται.
162
Ἀλλ' ὢ ‘τῆς ἐκτροπῆς τοῦ λόγου’, ὅπῃ με τὸ
163
ἀναγκαῖον τῆς συνεχείας ὑφεῖλε καὶ παρεξένευσεν. ὃ γὰρ ὅσον
164
ἐπὶ τῷ λόγῳ κάλλος ἠτίμακα, τοῦτο τῇ γειναμένῃ ὥσπερ
165
ἐσχάτην κορωνίδα προσμαρτυρῶ, οὐ τοῦτο βουλόμενος, ἀλλ'
166
ὅτι ἐντεῦθεν αὐτῇ τὸ πρὸς βίον νεῦσαι προσγέγονε. ξυνεῖχε
167
γὰρ ἅπαντας ἡ περὶ αὐτὴν φήμη καὶ συνεδέσμει <ἄλλον ἐπ'
168
ἄλλῳ ἐφελκομένη,> καὶ πάντας <κεχηνότας> ἵστη, μᾶλλον
169
δὲ ἀνηρτημένους τοὺς μὲν πλείους τῆς ἀκοῆς, ἐνίους δὲ τῆς
170
ὁράσεως. ἀλλὰ τί μὴ τὸ ἕτερον λέγω καὶ ὃ μάλιστά μοι
171
λέγειν καθήκει; οὐ γὰρ τὸ θεατὸν αὐτῆς εἶδος τοσοῦτον
172
ὑπήγετο τοὺς πολλοὺς ὅσον τὸ κεκρυμμένον τε καὶ ἀθέατον,
173
φημὶ δὴ τῆς ψυχῆς, ὥστε συμβαίνειν, εἰ καὶ μὴ θάτερον
174
παρῆν, διά γε θάτερον <ἐκπεπλῆχθαι τοὺς ἀκροατὰς ἢ>
175
θεατάς· λέγω δὲ διῃρημένως ὅσοι τε ἐκτὸς ὁρῶσι καὶ ὅσοι ἐς
176
ψυχὴν παρακύπτουσιν. ἐπεὶ δ' ἄμφω ἤστην καὶ ἑκατέρα μερὶς
177
τῶν ἀνθρώπων παρῆν, οἵ τε τὸ φαινόμενον ἀσπαζόμενοι καὶ οἱ
178
περιπτυσσόμενοι τὸ νοούμενον, ἀλλὰ δὴ καὶ ἡ τρίτη καὶ μέση,
179
οἱ ἁμφοτέρων ἐχόμενοί τε καὶ ἐξεχόμενοι, πρῶτα τοίνυν ὁ
180
ἐκείνης πατὴρ πεῖραν τινὰ κοινωνίας αὐτῇ προβαλόμενος καὶ
181
‘λόγους κινήσας’ πολλούς, ἐπεὶ μὴ πειθομένην εἶχεν, ἀφεὶς
182
τὴν ἐκ τῶν λόγων <πειθὼ> ἐπὶ τὴν <βίαν> ἀπέκλινεν, ὡς δὲ καὶ
183
ἀρὰν αὐτῇ προσεποιεῖτο. φθάνει τῇ κατανεύσει τὴν προσποίη-
184
σιν· ἠγνοεῖτο γὰρ αὐτῇ τὸ πλάσμα, ὡς ὕστερον διεξῄει τὸ
185
δρᾶμα. πολλῶν τοιγαροῦν ἐπ' αὐτὴν συντρεχόντων ἢ
186
προτρεχόντων, νικᾷ οὐχ ὁ μείζων τὴν τύχην, ἀλλ' ὁ πλείων
187
τὴν ἀρετήν, λέγω δὴ τὸν ἐμὸν πατέρα, ᾧ δὴ τοῦτο ἔλλειμμα
188
πρὸς εὐδαιμονίαν ἦν, εἰ τοιαύτης ἀπεστέρητο γυναικός, ὥσπερ
189
δὴ πλήρωμα ταύτης τετυχηκότι.
190
4. Ἦν μὲν οὖν, ὥς φασι, τηνικαῦτα ‘πρῶτος ὑπηνήτης’
191
καὶ ἀγαλματίας τὸ εἶδος, οὐ μὴν ταύτῃ μόνον ἐκείνῃ
192
προσόμοιος, ἀλλὰ καὶ ἡ τῶν ἠθῶν κοινωνία βραχὺ τὸ διάφο-
193
ρον ἔχουσα, καὶ ἦν ὥσπερ συνδρομὴ ψυχῶν ἐπεγνωκυιῶν
194
ἀλλήλας διὰ μέσου τοῦ σώματος· οὕτω γοῦν συνηλθέτην
195
ἀλλήλοιν ἐκ τῆς αὐτῆς ὁμοιότητος εἰς τὴν ἴσην ὁμόνοιαν.
196
ἑκάστη μὲν οὖν <τῶν ἡλικιῶν οὐ παντὶ κατάλληλός> ἐστι
197
πράγματι, ἀλλ' ἡ μὲν ἀτελὴς παιδιᾷ, καὶ ἡ ἀκμάζουσα βίῳ,
198
καὶ ἡ τελεία κρείττοσιν ὑποθέσεσι, καὶ αὖθις ἡ μέν τις πρὸς
199
τόδε μᾶλλόν ἐστιν ἐπιτήδειος, ἡ δὲ πρὸς ἕτερον, καὶ τῶν βίων
200
διῃρημένων εἴς τε πρᾶξιν καὶ λόγον, ἡ μέν τις πρακτικωτάτη
201
ἐστίν, ἡ δέ τις θατέρῳ προσνένευκε. τῇ δὲ ἐμῇ μητρὶ οὔτε
202
διαίρεσιν ταῦτα ἔσχηκε καὶ ὁμοῦ πάντα συννένευκε καὶ ἐν
203
ταὐτῷ καιρῷ, καὶ ταῦτα ἤδη <τῆς ὥρας τὸ ἄνθος> ἔχοντι, ἥ
204
τε ‘φρόνησις’ παρῆν καὶ ἡ ‘σύνεσις’, ἥ τε πρὸς τὸν λόγον τάξις
205
καὶ ὁ πρὸς τὴν πρᾶξιν λόγος, καὶ τὸ διῃρῆσθαι πρὸς τἀναντία
206
καὶ μὴ διῃρῆσθαι, καὶ ἑκατέρου μὲν ἔχεσθαι, δοκεῖν δὲ
207
θατέρου, ὡς μήτε Θεοῦ ἀπολελεῖφθαι ποτέ, μήτε τῆς ἀκριβοῦς
208
οἰκουρίας, ἀλλὰ Θεῷ μὲν προσιοῦσα, μᾶλλον δὲ προσοῦσα
209
ἀεί, οὐδὲν ᾤετο δεῖν μεμνῆσθαι πραγμάτων, τούτοις δὲ οὐκ
210
ἄλλως προσῆν ἢ μετὰ Θεοῦ. αὐτή τε γοῦν ηὐξάνετο καὶ τὸν
211
οἶκον ἐπηύξανε, τοῖς τε οὖσι δεξιῶς χρωμένη καὶ τὰ οὐκ ὄντα
212
προστιθεῖσα ἐπιμελῶς.
213
Τῷ τοίνυν ἐμῷ πατρί, τὸ μὲν ἄνωθεν γένος ἐς ὑπάτους
214
ἀνῆκτο καὶ πατρικίους, τὰ δὲ κατ' ἐκεῖνον πράγματα οὐκ
215
οὕτω δεξιῶς εἶχεν, ἀλλ' εἴ τις ὥσπερ ἐπὶ <ζυγοῦ> αὐτὸν μὲν
216
ἐπὶ τῆς μιᾶς <πλάστιγγος> μετὰ τῆς ἐμῆς <θείη> μητρός, τὸ δὲ
217
λοιπὸν γένος ἐπὶ τῆς ἑτέρας, νικῴη δ' ἂν οὗτος παρὰ πολὺ τῷ
218
σταθμῷ τῆς μητρός, τἆλλα ἐκείνων ἐλλελειμμένος. ἡ μὲν οὖν
219
παρὰ τοῦ σοφοῦ ἐπαινουμένη γυνὴ γλίσχρως μοι δοκεῖ καὶ
220
ἰδιωτικῶς ἧφθαι τῶν πράξεων, ὅσον <ἄτρακτον> μεταχειρίσα-
221
σθαι καὶ ‘δισσὰς τῷ ἀνδρὶ χλαίνας’ ἐργάσασθαι, ὡς μὴ
222
<βούλεσθαι> πλέον, ἢ μηδὲ <δύνασθαι> καὶ τἆλλα τοιαῦτα
223
ποιεῖν. ἡ δὲ ἐμὴ μήτηρ μεγαλοπρεπεστέρα ἐκείνης πολλῷ οὐκ
224
‘ἄτρακτον’ μόνον ‘στρέφουσα’, ἀλλὰ καὶ εἴ τι ἕτερον ὄργανον
225
μεταχειριζομένη προσῆκον γυναικωνίτιδι. ‘χλαίνας δὲ τῷ ἀν-
226
δρὶ’ μὲν οὐκ ἐποίει, οὐ γὰρ οὕτως ἀτυχῶς εἶχεν ἐκεῖνος,
227
ἑαυτῇ δὲ καὶ ταῖς θεραπαινίσι καὶ τῶν ἐκ γένους πολλοῖς καὶ
228
τῶν ἄλλως ἀτυχησάντων τοῖς πλείοσι συνεξύφαινεν, ὧν αἱ
229
πλείους μετὰ τοῦ ‘περιττοῦ κάλλους’ οὖσαι ἐτύγχανον.
230
Ἐπεὶ δὲ καὶ παῖδα ἔτεκε, θυγάτριον δὲ τὸ τεχθὲν ἦν οἷον
231
οὐκ ἄλλο, εἴ τις τὴν τεκοῦσαν ἐξέλοι, καὶ οὐ ‘κόμπος ὁ
232
λόγος’· διὰ θάμβους γὰρ ἔτι τοῖς πλείοσιν ἡ ἐκείνης ὥρα, περὶ
233
ἧς ‘ὁ λόγος προϊὼν’ τρανότερον γνωριεῖ. ἐπεὶ τοιγαροῦν
234
μήτηρ ὤφθη καὶ ἡ ἀπαρχὴ τοῦ τόκου πρέπουσα τῷ δόντι
235
Θεῷ, ἔτι μᾶλλον πρὸς ἑαυτὴν συνείλεκτο καὶ πλέον τῷ βίῳ
236
συντέτατο, οὐχ ὡς αἱ πλείους τῶν γυναικῶν ἐντεῦθεν πρὸς
237
τὸν σύντονον βίον ὀλιγωρήσασα καὶ καταρρᾳθυμήσασα τὴν
238
ζωήν, ἀλλὰ ῥωσθεῖσα πλέον ἢ ἀτονήσασα καὶ ῥωμαλεώτερον
239
διατεθεῖσα καὶ τὴν φύσιν ὁμοῦ καὶ τὴν γνώμην. ἡ μὲν οὖν
240
φύσις ὥσπερ ἑαυτὴν ἀγαπήσασα καὶ θαυμάσασα ὅτι τοιοῦτον
241
κάλλος ἐξήνεγκε, τὴν ἐμὴν μητέρα φημί, εἶτα δὴ καθαπερεὶ
242
λογισαμένη ὡς οὐκ ἂν τοιοῦτον ἐνδείξηται, εἰ μὴ παρ'
243
ἐκείνης, ἐκεῖθεν ἐξεικονίζει τὴν ἐμὴν ἀδελφήν, ὡς ἂν ἔχοι, καὶ
244
τοῦ πρωτοτύπου διαρρυέντος, ὁμοιότατον τὸ εἰκόνισμα. ἡ μὲν
245
οὖν φύσις οὕτως, ὁ δέ γε Θεὸς ἑτέρως τὸ πρᾶγμα ποιεῖ, καὶ ὁ
246
λόγος ἐρεῖ τοῦτο κατὰ καιρόν.
247
Δεύτερος αὖθις τόκος, καὶ πάλιν τὸ τεχθὲν θῆλυ, καὶ οὐ
248
πάνυ τοῦτο πρὸς ἡδονὴν οὔτε τοῖς τεκοῦσιν οὔτε τῷ λοιπῷ
249
γένει, ἀλλ' ὥσπερ αἱ ἄτοκοι καὶ τοῦ τυχόντος τόκου ἱμείρου-
250
σιν, οὕτως ἐκείνη θατέρου πλέον τοῦ ἄρρενος. ἀλλ' αἱ
251
<ὠδῖνες> ἐπ' ἀμφοῖν τοῖν γενοῖν <ἐπεσχέθησαν,> ὥσπερ τῆς
252
φύσεως παρασκευαζομένης καὶ χρόνου τινὸς πρὸς τὸν τοκετὸν
253
δεομένης. ἐπεὶ δὲ ἔδει ‘ἐπήκοόν’ ποτε τὸ <Θεῖον> τῶν ἐκείνης
254
‘γενέσθαι’ δεήσεων, ἥ τε νηδὺς ἐπετάχθη τὴν πλάσιν καὶ ὁ τῆς
255
ὠδῖνος παρῆν καιρός, καὶ ὁ συγγραφεὺς ἐξερράγη τῆς φύσεως,
256
πολλῶν μὲν εὐχῶν πολλῶν δὲ ἐλπίδων προηγησαμένων,
257
μεγάλου δὲ <παιᾶνος> καὶ θείου ἐπὶ τῷ τόκῳ <ᾀσθέντος,> εἰ
258
καὶ μὴ τοιοῦτος ὁ τόκος οἷα δὴ τὰ αἴτια τῆς γεννήσεως.
259
5. Τὸ μὲν οὖν ἐμὸν μέρος ἀφείσθω νῦν, ἐχέσθω δὲ τῆς
260
μητρὸς ὁ λόγος· εἰ δέ τι καὶ περὶ ἐμαυτοῦ διηγοίμην,
261
μεμφέσθω μηδείς, οὐ γὰρ περιαυτολογία τὸ πρᾶγμα, ἀλλ'
262
αἰτιολογία, ὅπῃ παρείκοι, τῶν τῆς μητρὸς καλῶν. ἀδικοίην
263
γὰρ ἂν ἐκείνην πάντη τῶν ἐλπίδων δεικνύων ἐστερημένην καὶ
264
τῶν εὐχῶν ἀτυχῆ· οὐχ οὕτω δὲ ταῦτα ἕξει, εἰ μὴ τὸ ἐλπισθὲν
265
ἔχον τι τῶν προηγησαμένων φανείη καὶ μὴ πάντη πρὸς
266
ἐκείνην ἀπᾷδον. ὅσα μὲν οὖν μοι τὸ γένος ἐπιφημίζει τεχθέντι,
267
τὸ μήτε κλαυθμυρίσαι ποτέ, μηδ' ἐν ταῖς ἀναγκαιοτάταις
268
χρείαις τῆς φύσεως, μήτ' ἄλλην θηλὴν καταδέχεσθαι ἢ τὴν
269
τῆς μητρός, γνωρίζειν τε ταύτην ὡς γειναμένην ὥσπερ ἀπὸ
270
γνώμης, οὐκ ἀπὸ συνηθείας, ἢ καὶ τἆλλα περὶ ὧν οὐδὲν
271
δέομαι λέγειν, ἀφίημι τῇ γυναικωνίτιδι· ὅσα δ' αὐτὸς
272
τυγχάνω εἰδὼς ‘τῆς φρονούσης ἡλικίας’ ἁψάμενος περί τε
273
ἐμαυτοῦ καὶ τῆς μητρός, αὐτὰ δὴ λέξω σαφέστερον, ‘μηδὲν
274
ἐνδοιάσας’ μηδὲ τὰς τῶν βασκαινόντων ὑπειδόμενος γλώσ-
275
σας.
276
Τὴν ἐμὴν τοίνυν μητέρα ἐπήγετο μὲν πρὸς ‘λόγου παρα-
277
δοχὴν’ αὐτό τε τὸ περὶ τοὺς λόγους ἐραστὸν καὶ ἡ ἐπιθυμία
278
τοῦ πράγματος, μᾶλλον δὲ πρὸς τοῦτο καὶ ἡ ἐμὴ φύσις ἐπέρ-
279
ρωσεν, αὐτόθεν τε θαυμαζομένης τῷ ἑτοίμῳ τῆς γνώμης κἀν
280
τοῖς πράγμασι δὲ βεβαιουμένης τῷ εὐροοῦντι περὶ τὴν μάθη-
281
σιν. φασὶ γοῦν τῶν περὶ τὸ γένος οἱ πλείους ὅτι μοι καὶ παιδὶ
282
ὄντι οὐδὲν τῶν λεγομένων μάτην ἐπέρρει τῇ ἀκοῇ, ἀλλ' ἅπας
283
λόγος ἐκσφράγισμα τῆς ψυχῆς ἦν. ἐντεῦθεν οὖν ἡ μήτηρ πρὸς
284
τὰ κρείττω χειραγωγουμένη, <εἰς> πέμπτον <ἔτος τελέσαντα
285
διδασκάλῳ ἐφίστησι,> καὶ ἦν μοι τὸ μάθημα οὐ μόνον
286
εὐχερές, ἀλλὰ καὶ ἡδὺ ἀντ' ἄλλης τινὸς παιδιᾶς· ἠνιώμην
287
γοῦν εἰ μή μοι διὰ πάσης ἡμέρας διδοίη τὰ παιδικά, καὶ ἦν
288
μοι <παιδιὰ> μὲν <ἡ σπουδή, σπουδὴ> δὲ ἡ παιδιά, οὐχ ὡς
289
ταῦτα <παίζοντι> ἐκεῖνα δὲ <σπουδάζοντι,> ἀλλ' ἐκείνων μὲν
290
ἐχομένῳ διὰ τὸ ἡδύ, τούτων δὲ ἀπεχομένῳ διὰ τὸ τραχύ.
291
λέγω γοῦν ταῦτα οὐκ ἐμαυτὸν βουλόμενος ἐπαινεῖν, ἀλλ'
292
ἐνδεικνύμενος ὁπόθεν μοι ἡ περὶ τοὺς λόγους ἐγεγόνει σπουδή.
293
Βραχὺς ἐπὶ τούτοις <χρόνος ἐπέρρευσε> καί μοι ὄγδοος
294
τῆς ἡλικίας ‘ἐνειστήκει καιρὸς’ καὶ πρὸς τὰ κρείττω μαθήματα
295
ἡ φύσις ἀνῆγε. πολλοῖς μὲν οὖν τοῦ γένους παρίστατο μὴ εἰς
296
τοῦτό με ἐφεῖναι τὸ <πέλαγος,> μᾶλλον δὲ <ἀφεῖναι,> ἀλλ' εἰς
297
ἄλλο τι τῶν ῥᾴστων μεθέντας καὶ διαπεραιωσαμένους ἐπὶ
298
<λιμένος ἐγκαθορμίσαι.> ἐμοὶ δὲ δυσχερὲς ἦν ἄλλως, καὶ
299
μέχρις ἀκοῆς, ἄλλο τι πρὸ τῶν λόγων ἐμπορεύεσθαι·
300
ἐπεκλίνετο δέ μοι τῇ γνώμῃ καὶ ἡ μήτηρ μάλα ἀσμένως, καὶ
301
τέως ἀμφισβητήσιμος ἦν τῇ τε ἐμῇ προθυμίᾳ ταῖς τε τῶν
302
πολλῶν ἐπιτροπείαις καὶ διατάξεσιν· ἔκρινε δὲ τὸ ἀμφίβολον,
303
εἶπεν ἂν ὅστις εἰ ἀνάστασιν εὑραμένη παρά του τῶν
304
κρειττόνων ἡ μήτηρ τῷ λόγῳ παρῆν· ἐκείνη γὰρ ἂν κάλλιον
305
ἣν εἶδεν ὄψιν ἡρμήνευσε. τὰ δὲ ὀφθέντα διττά, καὶ τὸ μὲν
306
παρ' αὐτῆς ἠκηκόειν, τὸ δὲ πεπυσμένος ᾧ ἐκείνη ἐπίστευσεν
307
ἐγνώκειν ὕστερον. ἔλεγε γοῦν μοι ἡ μήτηρ ὡς ἅπαξ ποτὲ εἰς
308
ὕπνον διαχυθεῖσα ἔδοξεν αὖθις περὶ τῶν ἐμοὶ καθηκόντων
309
ἀμφισβητεῖν· ὡς δὲ πολλάκις τοῖς λογισμοῖς ἀντιπίπτουσι κα-
310
τακεκλόνητο, ἀνήρ τις τῶν ἀφωμοιωμένων Θεῷ, συνήθης
311
ἐκείνῃ καὶ πρὸς τὸν χρυσοῦν τὴν γλῶτταν [Ἰωάννην] παρει-
312
κασμένος, λέγω δὴ τὸν Ἀντιοχέα τε καὶ ἡμέτερον, «μὴ δῆτα
313
κυμαίνου—φησίν—, ὦ γύναι, ταῖς ἐνθυμήσεσιν, ἀλλὰ μιᾷ
314
νικώσῃ ψήφῳ λόγοις <συμβίβαζε τὸν υἱόν.> ἐγὼ δὲ καὶ ὡς
315
παιδαγωγὸς ἕψομαι τούτῳ καὶ ὡς διδάσκαλος ἐμπλήσω
316
παιδεύσεως».
317
Ταύτην μὲν οὖν τὴν ὄψιν παρὰ τῆς μητρὸς ἐδεδέγμην· ἣν
318
δὲ μέλλω ἐρεῖν ἅτερος τῶν ἐκείνης ἀδελφῶν, μεταλλαξάσης
319
ἐκείνης, ὑφηγήσατό μοι, ‘ὅρκους’ ἀρρήτους ‘ὀμνύς’. ἔφησε
320
γάρ, ὡς διηγεῖτο αὐτῷ ἅπαξ ἡ ἀδελφὴ ὅτι, διαιρουμένης τοῖς
321
περὶ ἐμὲ λογισμοῖς, τοιοῦτος ἐπῆρεν ὄνειρος ἐπὶ μίαν διάνοιαν.
322
ἐδόκει γὰρ τὸν σηκὸν εἰσιέναι τῶν Ἀποστόλων, μάλα
323
σεμνῶς, δορυφορούντων αὐτὴν ἐνίων οὕσπερ ἠγνόει· ἐπεὶ δὲ
324
πρὸς τῷ βήματι γένοιτο—ἐθάρρει γὰρ τὰ κρείττω κἀν ταῖς
325
σκιαῖς—, γυναῖκά τινα τῶν <δυσθεάτων ἰδεῖν,> ἔσωθεν
326
ἀπαντήσασαν καὶ παρακελευομένην ἐκτὸς ὑπομεῖναι ὡς
327
ἐξιοῦσαν. ἡ δέ, ἐπεὶ ἐνταῦθα γεγόνοι, πρὸς μὲν τὴν μητέρα
328
μηδὲν εἰπεῖν, πρὸς δὲ τοὺς ἑκατέρωθεν ἐφεστηκότας στραφεῖσά
329
τε καὶ μεταστραφεῖσα, «ἐμπλήσατέ—φησι—τὸν ταύτης
330
παῖδα γραμμάτων· ὁρᾶτε γὰρ ὥς με κατασπάζεται». ἀπήγ-
331
γελλε δὲ καὶ τῶν ἑκατέρωθεν ἑστηκότων τὸ εἶδος· ἄμφω γάρ,
332
φησι, <πολιὼ ἤστην,> ἀλλὰ τῷ μὲν ἡ κεφαλὴ μεγάλη τε καὶ
333
στρογγύλη καὶ ἀκριβῶς λευκὴν ἀναβλαστάνουσα τρίχωσιν, ἥ
334
τε <ῥὶς> οὐκ <ἀπεκρέματο> καὶ ‘τὸ γένειον’ οὐ πάνυ ‘καθεῖτο’,
335
τῷ δὲ καὶ ἡ κεφαλὴ καὶ τὸ λοιπὸν σῶμα βραχύτερον, πλὴν
336
ὅσον ὁ πώγων μακρῷ θατέρου μακρότερος. ταύταις οὖν ταῖς
337
δυσὶν ὄψεσιν ἐπ' ἐμοὶ ἡ μήτηρ ἀναθαρρήσασα, τὴν ὑπὲρ ἐμοῦ
338
ψῆφον ἐκφέρει καὶ ἐς τὰ προτέλειά με ἄγει τῶν παιδευμάτων.
339
6. Ἀλλ' οὐκ οἶδα τί πάθοιμι· πῶς δ' ἂν τῷ λόγῳ
340
χρησαίμην; ἑτέραν γὰρ ὑπόθεσιν ἐνστησάμενον ἐφ' ἑτέραν με ὁ
341
λόγος ἄγει φερόμενος, καὶ βούλομαι μὲν μηδὲν τῶν ἐμῶν
342
ἐγκαταμίξαι τοῖς ἐκείνης καλοῖς, οὐκ ἔχω δὲ ἄλλως
343
ἐκπληρῶσαι αὐτῇ τὸ ἐγκώμιον, μᾶλλον δὲ τὴν ἐπὶ τοῖς πε-
344
πραγμένοις ἀλήθειαν, μὴ τὸ ἐμαυτοῦ παρενείρων. ἢ πῶς ἂν
345
αἰτίαν αὐτὴν ἀποδείξω τῆς ἐμῆς ‘ἐν τοῖς λόγοις
346
εὐδοκιμήσεως’, μὴ ταῖς ἀρχαῖς ἐφιεὶς ἀφ' ὧν εἰς τοῦτο
347
ὑπήχθην; καί, ἢν βούλοιτό τις, τοσοῦτον ἑκατέροις
348
ἀπομεριζέσθω, ἐκείνῃ μὲν τὸ τὰ κρείττω ἐμοὶ καὶ γνῶναι καὶ
349
διελέσθαι, ἐμοὶ δὲ τὸ μὴ ἐπεξιέναι τούτοις εἰς τέλος.
350
διαιτῶμαι δὲ φιλοσκώμμοσιν ἀνδράσι καὶ φιλαιτίοις, ἐπεὶ ὅ γε
351
μὴ βασκαίνων ἀκροατὴς οὐδὲν ἄν μοι προσάψῃ αἰτίαμα
352
ἀπολαύοντι τῆς μητρικῆς ἀρετῆς κἀν ταῖς περὶ ἐκείνην
353
ἱστορίαις καὶ διηγήσεσιν.
354
Ἀλλ' <ἀνακτέον> αὖθις τὸν <λόγον> ἐπὶ τὴν οἰκείαν
355
<ἀρχὴν> καὶ προσεκτέον τῇ ὑποθέσει τὰ ἐφεξῆς· μᾶλλον δὲ
356
ἐνταῦθά μοι γενομένῳ αὐτοί μοι προσμαρτυρείτωσαν, οἱ τὰ
357
πρῶτα δεδωκότες μαθήματα, ὡς διῄειν ἐπιτροχάδην αὐτά, ὡς
358
συνίην τῶν πολλῶν πλέον· ἵνα μηδὲν πλέον ἐρῶ, ὡς εὐφυῶς
359
ἀνελάμβανον, ὡς ἐμμόνως κατεῖχον, ὡς ἀπήγγελλον
360
εὐφραδῶς, ὡς ἐπὶ μιᾶς τοῦ φωστῆρος περιόδου τὰ τέ μοι τῆς
361
ὀρθογραφίας ἠκρίβωτο καὶ ἡ πᾶσα ἀπήγγελτο Ἰλιάς, οὐ τὴν
362
ἐποποιΐαν ἁπλῶς εἰδότι, ἀλλὰ καὶ σχῆμα καὶ τρόπον καὶ
363
λέξιν, καὶ μεταφορὰν εὔκαιρον καὶ ἁρμονίαν συνθήκης. ἢν δέ
364
με μὴ πάνυ φαίητε ὀνειρόφρονα, κἀγώ τι βραχὺ τῶν ἐμῶν
365
ὑμῖν διηγήσομαι ὄψεων.
366
Οὔπω δεκέτης ἦν, ἢ ἴσως <ἐπιβεβήκειν τοῦ ἔτους,>
367
καί με νυκτὸς θήρα τις ἐπῆρε καὶ εἰς ἐλεύθερον ἀέρα μετήνεγ-
368
κεν. εἰ μὲν οὖν ἐθήρων, οὐκ οἶδα, τεθηρακέναι δὲ ᾤμην ὄρνιθε
369
δύο τῶν μουσικῶν, ὧν ἡ μὲν ψιττακίῳ ἐῴκει, ἡ δὲ ἦν
370
ἀκριβῶς κίττα, καὶ ὑπὸ τὸν κόλπον ἄμφω ἐνεδεδύκει. καί μοι
371
ἐπὶ τούτοις <διεχεῖτο> καὶ ἐγαννύσκετο ἡ <ψυχὴ> καὶ πολλάκις
372
ταῖς χερσὶ διωμάλιζον καὶ προσήρμοττον τοῖς πτεροῖς· ἀλλὰ
373
τά γε ὄρνεα, «μὴ τυράννει ἀνθρωπικῶς—ἔφασαν—, μηδὲ
374
βίᾳ λαβών· οἷα δὴ νόμῳ, δεσπότης κυρίευε. ἀλλ' ἐξελὼν
375
λογικῶς τε συγγίνου καὶ διαλέγου. κἂν μὲν πείσῃς, ἐκεῖθεν
376
ἡμῶν ἄρξαι· εἰ δ' οὖν, ἄφες ἡμῖν ἐλεύθερον τὸ πτερόν».
377
Ἔδοξα γοῦν αὐτὰ λέγειν τι τῶν δεόντων καὶ ἑκατέραις
378
ἀπρὶξ ἀμφοτέρων δραξάμενος τῶν πτερῶν, φιλοσόφους τινὰς
379
ᾤμην πρὸς ἐκεῖνα ‘λόγους ἀνακυκλεῖν’, ὥσπερ τότε πρώτως
380
ἀφαιρεθείσης μοι τῆς ἀχλύος ἣν ἡ γένεσις ἐπιτίθησι τῇ ψυχῇ.
381
τὰ μὲν οὖν πρῶτα ‘ἰσόρροπος’ ἀμφοῖν ‘ὁ λόγος’ καθίστατο,
382
ἐνθυμουμένων ὥσπερ κἀκείνων καὶ συλλογιζομένων καὶ πρὸς
383
τὰς ἐμὰς ἀντιθέσεις ἀντιπιπτόντων· ὡς δ' ἡ συνουσία ἐπὶ
384
μήκιστον παρεξέτεινε τὸν διάλογον κἀγώ τι πλέον ἐκείνων
385
ἐστωμυλλόμην· «πέπαυσο—ἔφασαν—ἐπειδή σοι καὶ παρ'
386
ἡμῶν τὸ νικᾶν ἡμᾶς ἐπεψήφισται». τότε μὲν οὖν οὐ πάνυ
387
συνίην τῆς ὄψεως, ἀλλὰ τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς
388
ἀνάπλασιν ᾤμην τὸ ὅραμα, ὕστερον δέ, ἐπειδὴ μουσικῆς
389
ἡψάμην καὶ τῆς ἀκριβεστέρας μαθήσεως, εἰς τοὺς λόγους τὰς
390
ὄψεις ἐτεκμαιρόμην, ἐπειδὴ κἀκεῖνα κωτῖλα καὶ <μουσικὰ> καὶ
391
<ἀνθρωπικὴν> πολλάκις <ἱέντα φωνήν.>
392
7. Ἀλλ' ἐπειδή μοι ἐς τόδε ὁ λόγος ἀπετελεύτησε, νῦν
393
τὴν ἀρχὴν τοῖς ἐγκωμίοις ἐφίστημι τῆς μητρός· οὔπω γὰρ
394
ἡψάμην ἐπεγνωκώς, ἀλλὰ τὰ μὲν πατρός, τὰ δὲ μητρὸς
395
ἤκουσα, τῶν ἐκείνην γεννησαμένων, τὰ δὲ ἑτέρων τῶν
396
εἰδότων αὐτὴν ἀκριβῶς, τὰ δὲ αὐτὸς ἀνεμνήσθην καὶ εἴκασα·
397
τὰ δ' ἐντεῦθεν καὶ ἑωράκειν καὶ ἠκηκόειν καὶ συνίην
398
φιλοσοφώτερον. καὶ ἀποφήσαιμ' ἄν, ἐν κεφαλαίῳ τὸ ξύμπαν
399
ποιούμενος, ὡς οὔτις ἐκείνῃ τῶν θνητῶν ἐρίσειε γυναικῶν,
400
ἐῶ γὰρ ἐκείνας αἷς δὴ μόναις ἐπιπεφήμισται τὸ ἀθάνατον. τίς
401
γὰρ ἐκείνης ἢ τὴν <γνώμην ἑτοιμοτέρα> ἢ εὐσχημονεστέρα
402
τὸ ἦθος, ἢ τίς ἢ σταθηροτέρα τὸν λογισμὸν ἢ κριτικωτέρα τῶν
403
λαλουμένων ἢ πραττομένων; μέτρα δὲ γλώσσῃ καὶ λαλούσῃ
404
καὶ σιωπώσῃ τίς μᾶλλον ἐπέθηκεν; αἰδοῖ δὲ τίς οὕτως ἄλλη
405
κεκόσμητο; τὰς δὲ τῶν ἐναντίων μίξεις τίς καταλλήλως ἐκέρα-
406
σεν, ἀκρίβειάν φημι καὶ ἁπλότητα, ἐπιστασίαν τε εὔκαιρον καὶ
407
πρᾳότητα ἔμμετρον, ὑψηλόν τε φρόνημα καὶ ὑπεσταλμένην
408
διάνοιαν;
409
Ὦ σώφρων ἐκείνης ὀφθαλμὸς ‘ἐς γῆν’ μὲν ‘κεκυφὼς’ καὶ
410
τὰ πόρρω κατειληφώς, ὦ ‘χεῖρες ἁπαλαὶ’ μὲν τῇ φύσει καὶ τῇ
411
ἡλικίᾳ, ταῖς δὲ πρὸς τὸ Θεῖον <ἐς γόνυ κλίσεσί> τε καὶ
412
ὑποκλίσεσι τὴν τραχύτητα εἰσδεξάμεναι, ὦ πᾶσα μὲν αἴσθησις
413
πρὸς τὸ φίλον Θεῷ ἀπηκριβωμένη, πᾶσα δὲ νεῦσις πρὸς
414
ἐκεῖνο μόνον συντεταμένη. ὦ γραφαὶ καὶ ‘ὑπογραφαὶ’ τῇ ἐμῇ
415
μητρὶ μόνῃ μὴ γινωσκόμεναι, ὦ ‘δολερὸν ἄνθος’ καὶ
416
λευκότης ἐπείσακτος, ἐκείνῃ κοινῶς ὑποσταλέντα τε καὶ
417
ὑποχωρήσαντα, ὦ ‘κόμης προσθέσεις’ οὐκ ἔχουσαι ᾧ
418
προσθήσεσθαι, ἀλλ' ἀσυγκρίτως ἡττώμεναι. ὦ νοῦς ὀμμάτων
419
καὶ ἦθος ὀφρύων καὶ φρόνημα πάσαις αἰσθήσεσιν ἐγκαθήμε-
420
νον, ὦ μηδὲν εἰδυῖα θῆλυ, πλὴν ὅσον τῆς φύσεως, τὰ δ' ἄλλα
421
ῥωσθεῖσα <τὴν ψυχὴν> καὶ <ἀρρενωθεῖσα> μᾶλλον δὲ
422
στερροτέρα φανεῖσα καὶ τῆς ἑτέρας μερίδος τοῦ γένους καὶ
423
πάντας καὶ πάσας νικήσασα, τὰς μὲν τῷ ἀσυγκρίτῳ, τοὺς δὲ
424
τῷ πλείονι.
425
Ἀλλὰ πῶς ἄν σου τίς διηγήσαιτο τὴν <κεκρυμμένην>
426
σὺν τῷ <Θεῷ ζωὴν> καὶ διαγωγήν, τὰς νυκτερινὰς στάσεις καὶ
427
ἐπορθρίους, τὴν πτέρωσιν τῆς ψυχῆς, τὴν ‘ἔκστασιν τοῦ νοός’,
428
τὴν ἔλλαμψιν, τὴν ἀνάβασιν; ὤ, πῶς ἂν μηδενὸς ἐφεισάμην
429
τῶν σῶν; ἐβουλόμην ἀλλοτρίου εἰδέναι τὰ σά, εἶτα δὴ καὶ
430
ἐγκωμιάζειν βούλεσθαι ἵνα μή σου ὁ ἔπαινος ὑπωπτεύετο·
431
ὤφελον ὑπὸ <ἀδεκάστοις> λέγειν <κριταῖς> καὶ ἀνυπόπτοις
432
διαιτηταῖς, ἵνα μηδεὶς τὸν λόγον ὑφεωρᾶτό μοι. νῦν δὲ δύο τε
433
τῶν μειζόνων διαμαρτάνω καὶ βάλλομαι ἑκατέρωθεν· πε-
434
φεισμένως γὰρ τὰ σὰ διηγούμενος καὶ τὰ πλείω καὶ κρείττω
435
σιγῶν, ἔτι καὶ περὶ τῶν ἐλαττόνων διαμφισβητοῦμαι πλὴν
436
τῶν εἰδότων, τοῖς πλείοσιν. οὐκ οἶδα δὲ ‘ἐς τὸν βυθὸν’ τῶν
437
σῶν ‘ἐμπεπτωκὼς’ ἀρετῶν ποῖον πρῶτον ἀπώσομαι τῶν
438
ἐπεισρεόντων κυμάτων ἢ ποῖον εἰσδέξομαι ὁμαλῶς.
439
Πῶς δέ γε διανηξάμενος πόρρω τῆς ἑκατέρωθεν ἐπιρροῆς
440
στήσομαι; οὐκ οἶδα δὲ καὶ τίνι δώσω τὰ πρῶτα, πάντων
441
πρώτων εἶναι νενικηκότων καὶ ‘κύκλῳ περιϊσταμένων’ με καὶ
442
ἑκάστου πρὸς ἑαυτὸ ἀντισπῶντός τε καὶ ἐφέλκοντος. βούλομαί
443
σου τὴν σωφροσύνην θαυμᾶσαι καὶ ἀνθέλκει με ἡ πρὸς τὰ
444
κρείττω ἀναγωγὴ τῆς ψυχῆς· ἀνῆγμαι ἐκεῖσε καὶ καθέλκει με
445
τὸ βάθος τῆς σῆς ταπεινώσεως. ἐντεῦθεν πάλιν ἡ πρᾳότης
446
πρὸς ἑαυτὴν μετατίθησι καὶ αὖθις ἄλλη καὶ πάλιν ἑτέρα μετα-
447
βιβάζει καὶ μεθιστᾷ, ὥστε μηδέν τι μέρος τῶν σῶν εὐφημεῖν
448
ἱκανῶς δύνασθαι, ἀνθελκόμενον καὶ μετατιθέμενον καὶ χορείαν
449
ταύτην κενὴν ἀνελίττοντα, μᾶλλον δὲ πορείαν ἀνήνυτον· ἡ
450
γὰρ <ἄπειρος πληθὺς> τῶν σῶν ἀρετῶν ὑποστροφὴν ἐπὶ τὰς
451
πρώτας οὐ δίδωσιν.
452
8. Ἐγὼ μὲν οὗν πολὺ τῶν σῶν ἐλπίδων ἐλάττων
453
γενόμενος εὐθύναις σοι ὑποκείσομαι μὴ κατὰ τὰς ὑποθήκας
454
πολιτευσάμενος. σὺ δέ γε ἐξ ἀρχῆς, ὥσπερ αἱ μαῖαι τὰ ἄρτι
455
γεννώμενα, πᾶσαν μέν μοι ἐρρύθμιζες αἴσθησιν, πᾶσαν δέ μοι
456
‘θείαν ἐνήχεις φωνήν’, οὐδὲ καταμυθολογεῖσθαί με παρὰ τῆς
457
τίτθης ἐῶσα. ἀναμιμνήσκομαι γάρ, ἀναφέρων ὥσπερ ἀπὸ
458
βυθοῦ, ὅτι με καὶ κλαυθμυρίζοντα χαλάσαι βουλομένη πρὸς
459
ὕπνον, ἀντὶ τῶν μύθων καὶ τῆς μορμολυττούσης λαμίας διήεις
460
νῦν μὲν τὸν Ἰσαὰκ ἀγόμενον ὑπὸ τοῦ πατρὸς καὶ θυόμενον καὶ
461
πάντα πειθόμενον τῷ γεννήτορι, νῦν δὲ καὶ τὸν Ἰακὼβ
462
εὐλογίας τυγχάνοντα πατρικῆς ὅτι κατὰ τὰς ὑποθήκας
463
πεποίηκε τῆς μητρός, νῦν δ' ἄλλο τι τῶν θειοτέρων καὶ ἐπὶ
464
πᾶσι ‘τὸν νέον Ἀδάμ’, τὸν σόν φημι Θεὸν καὶ δεσπότην,
465
‘ὑποτασσόμενον’ τοῖς τοκεῦσι〈ν〉.
466
Μέμνημαί σου καὶ τῶν περὶ παρθενίας λόγων καὶ τῶν
467
ἀκηράτων ἐκείνων συμβουλιῶν, εἰ καὶ μὴ οὕτως τὰ καθ' ἡμᾶς
468
γέγονεν. οὐκ ἐπιλέλησμαί σου, οὔτε τοῦ πυρὸς οὔτε τοῦ
469
φωτός, ὧν τῷ μὲν τοὺς σωφρονοῦντας κατέλαμπες, τῷ δὲ
470
τοὺς ἀκολάστους κατέφλεγες· παρήσω δέ σοι οὐδ' ἐκεῖνο τὸ
471
ἔργον, ὅ με λαθεῖν βουλομένη οὐκ ἔλαθες. ἐπόθει μὲν γὰρ
472
ἡμᾶς ἡ μήτηρ, πῶς ἂν εἴπῃ τις, <σφοδρῶς καὶ περικαῶς>
473
καὶ ἐζήτει πολλάκις τῷ τραχήλῳ περιφῦναι καὶ κατασπάσα-
474
σθαι, ἐπεῖχε δὲ τὸν πόθον νόμῳ κρείττονι καὶ κρίσει καλλίονι,
475
ἵνα μὴ καταθαρρήσας αὐτὸς ἀπειθέστερός πως γενοίμην ταῖς
476
ἐκείνης ἐπιταγαῖς. ὡς δὲ τὸ φίλτρον ἠνάγκαζεν, ἐγὼ μὲν
477
ἐῴκειν ὑπνώττειν, ἦν δὲ τὸ πρᾶγμα μέχρι τῆς ‘ἐπιμύσεως τῶν
478
βλεφάρων’· ἡ δέ, ἀγνοήσασα καθάπαξ τὸ σχῆμα, πρόσεισί μοι
479
καὶ ὁμαλῶς πάνυ περιλαβοῦσα τοῖς πήχεσι, πολλάκις ἐφίλει
480
τὸ πρόσωπον, εἶτα δὴ καὶ <δακρύσασα> ‘ἀστακτί’, «ὦ
481
σπλάγχνον ποθούμενον—ἔφη—, ποθῶ μέν σε, φιλεῖν δέ σε
482
πολλάκις οὐ δύναμαι». οὕτω μοι καὶ τὴν σχέσιν ἐφύλαττε καὶ
483
τὴν παίδευσιν παρεφύλαττεν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὸν τῆς
484
ψυχῆς χαρακτῆρα τοιαύτη, ἀλλὰ πρὶν τοῦτο εἴποιμι, κοινότε-
485
ρον περὶ τούτου διέλωμαι.
486
Οὐ μίαν ἐγὼ τὴν ἰδέαν ὁρῶ τῶν πρὸς ἀρετὴν τεταμένων
487
ψυχῶν, ἀλλ' αἱ μὲν ἁπλαῖ τινές εἰσι καὶ χάριτος γέμουσαι καὶ
488
τοῖς προσιοῦσιν ἥμερον ἐπιβλέπουσιν, αἱ δὲ δριμεῖαι δὲ αὗται
489
καὶ σκυθρωπαὶ καὶ τὸ πλεῖστον μέρος τοῦ βίου ἐπιστυγνάζου-
490
σαι, <τραχύτεραί> τε τὸ <ἦθος> καὶ ἀπρόσιτοι τοῖς πολλοῖς καὶ
491
πρὸς πᾶν ὁτιοῦν τῶν ἀβουλήτων παροξυνόμεναί τε καὶ δυσ-
492
χεραίνουσαι, κακίαν δὲ μισοῦσαι μᾶλλον ἢ πρὸς ἀρετὴν με-
493
ταβάλλουσαι. τῇ δέ γε ἐμῇ μητρὶ ἐξ ἀμφοῖν τούτων ἡ ἀρετὴ
494
συνεκέκρατο· τίς γὰρ ἐκείνης ἢ <ἱλαρώτερον ἔβλεψεν> ἢ
495
χαριέστερον προσωμίλησεν ἢ πρᾳοτέρῳ τῷ ἤθει τὸ
496
ἁμαρτανόμενον διωρθώσατο; τοῦτο μὲν οὖν αὐτῇ τὸ μέρος
497
ἔμφυτον ἦν, θάτερον δὲ πολλοῖς καὶ πολλάκις ἐπιτετήδευτο
498
καὶ ἦν τὸ φοβοῦν μέχρι τῆς τῶν <ὀφρύων συννεύσεως.> ὃ δὲ
499
τοῖς ἄλλοις ἤθους σκαιότητι ἢ τραχύτητι πρόσεστι, φημὶ δὴ τὸ
500
ἀπρόσιτον ἢ δυσπρόσιτον, καὶ τὸ ἐνίους τῶν προσιόντων κα-
501
ταπτοοῦν, τοῦτο ἐκείνῃ διὰ τὸ τῆς ἀρετῆς ὑπερέχον ἐδέδοτο.
502
ἀμέλει οὐχ οἱ πολλοὶ μόνον ἐδεδίεσαν ταύτην καὶ ὑπεστέλ-
503
λοντο, ἀλλὰ καὶ οἱ τεκόντες, καὶ ταῦτα ἐν βαθείᾳ τῇ πολιᾷ,
504
ὥσπέρ τινα κρείττονα φύσιν προσεκύνουν καὶ ἐσεβάζοντο καὶ
505
‘νόμον’ ἐκείνην ἐλογίζοντο ‘ἔμψυχον’, παράδειγμά τε εἶχον
506
καὶ πράξεως καὶ λόγου καὶ σιωπῆς, εἰ καὶ πολὺ τῆς
507
ἀρχετυπίας ἀπελιμπάνοντο· εἴ τε γοῦν ταραττομένοις αὐτοῖς
508
ἐξαπίνης ὤφθη, τὸ ἀστατοῦν αὐτοῖς κατέταττε τῆς ψυχῆς, εἴ
509
τε θυμουμένοις διέλυε τὸν θυμόν, εἴ τ' ἄλλό τι ποιοῦσιν ἢ
510
πάσχουσι πρὸς τὸ κρεῖττον αὐτοῖς τὴν ἕξιν μετέβαλλεν. εἰ δέ
511
τι ἐκείνην ἔλαθον πλημμελήσαντες, παρεφυλάττοντο μὴ
512
γνῶναι ταύτην τὸ γεγονός.
513
Λέγω δὲ ταῦτ' οὐχ ὡς ἐκείνης τῆς τῶν τεκόντων κατεπ-
514
αιρομένης ψυχῆς· ποία γὰρ οὕτως τῶν ἁπασῶν γυναικῶν
515
γονέας τεθεράπευκε καὶ τετίμηκεν; ὑπήρειδέ τε γὰρ αὐτοὺς
516
γεγηρακότας καὶ παρεμυθεῖτο καὶ λόγοις καὶ πράξεσι,
517
νοσοῦσί τε παρεκάθητο καὶ ἀλγυνομένοις συνήλγει καὶ
518
ἀγρυπνοῦσιν ‘ἀνύστακτον’ εἶχε τὸ ὄμμα. οὐ τοίνυν μεῖζον δεῖν
519
ᾠήθη τῶν γονέων φρονεῖν, ἀλλ' ἐκεῖνοι καὶ οὕτως ἔχουσαν
520
διαφερόντως ἐτίμων, οὐ πρὸς τὴν ἐκείνης περὶ ἐκείνους
521
γνώμην ὁρῶντες, ἀλλὰ τὸ ὑπερέχον αὐτῇ τῆς ἀρετῆς
522
ἐκπληττόμενοι. εἶχε δὲ καὶ πᾶσι τὸ ἦθος καταλληλότατον καὶ
523
ταῖς διαφόροις τῶν συνόντων ἢ τῶν συνομιλούντων
524
ἐπιμεριζόμενον ἕξεσιν, οὐχ ὡς σοφιστεύουσα τὴν πρὸς τοὺς
525
πολλοὺς ὁμιλίαν, ἀλλ' ὡς ἑκάστῳ τὸ πρόσφορον κρίνουσα καὶ
526
διατυποῦσα κατὰ καιρόν.
527
9. Τῷ δέ γε ἐμῷ πατρὶ ‘οὐ συνεργὸς μόνον’ καὶ βοηθὸς
528
ἐτύγχανεν οὖσα κατὰ τὴν θείαν διάταξιν, ἀλλὰ καὶ
529
<πρωτουργὸς τῶν καλλίστων> καὶ εὑρετής. ἦν δὲ κἀκείνῳ
530
τὸ ἦθος οἷον οὔπω παρὰ τοῖς ἄλλοις τεθέαμαι, καίτοι γε
531
πολλοὶ τὸν ἄνδρα <συνίσασι> καὶ εἰ βούλοιντο <μαρτυρή-
532
σουσι·> τὸ δὲ ἦν ‘ἁπλοῦν’ ὁμοῦ ‘καὶ γενναῖον’, θῆλυ μὲν ἔχον
533
οὐδέν, ἀπλάστῳ δὲ συγκεκραμένον πρᾳότητι, ἀκίνητον πρὸς
534
ὀργήν, ἀθόρυβον πρὸς πᾶν ὁτιοῦν τὸ συμπίπτον. ἔγωγ' οὖν
535
οὔτε θυμουμένῳ οὔτε ταραττομένῳ ποτὲ ἐντετύχηκα, ἀλλ'
536
οὐδ' ‘ἔπληξέ’ τινα πώποτε τῇ ‘χειρί’, οὐδ' ἄλλοις τοῦτο παρε-
537
κελεύσατο, χαρίεις ἀεὶ τὴν ψυχὴν καὶ τὴν ‘γλῶτταν’ οὐ
538
‘πρόχειρος’ μέν, σὺν ἡδονῇ δέ, ὁπότε δέοι, τοὺς λόγους
539
ποιούμενος. τά τε περὶ τὸν βίον καὶ λίαν δραστήριος, τήν τε
540
χεῖρα οὐκ ὄργανον ὀξυγράφου, ἀλλὰ ‘πτηνὸς’ μᾶλλον ἢ
541
‘λόγος’ καὶ οὐδ' ἑτέρῳ ὀργάνῳ, ἀλλ' ἑαυτῷ χρώμενος,
542
<κούφως> τε διϊὼν καὶ ‘ἀπταίστως’ καὶ ὁμαλῶς, ‘οἷον ἐλαίου
543
ῥεῦμα’ <ῥέον> ‘ἀψοφητί’.
544
Τὰ δὲ τοῦ σώματος, ἀλλὰ πῶς ἂν εἴποιμι ταῦτα, πῶς δὲ
545
<πάρεργον τοῦ λόγου> ποιήσομαι, οἷς ἔργον ἡ εὐφημία
546
παγχάλεπον; τὴν μὲν γὰρ ἡλικίαν εὐμεγέθει κυπαρίττῳ ἐῴκει,
547
εἰς ἶσόν τε ἀνατρέχων καὶ ὅπῃ δεῖ τοῖς μέρεσι μεγεθυνόμενός
548
τε καὶ πλατυνόμενος. τοὺς δὲ <ὀφθαλμοὺς> ἱλαραὶ τούτοις αἱ
549
<βολαὶ> καί, ὡς ἂν ἕτερος εἴπῃ, χάριν ἀφροδίσιον ἀποπνέον-
550
τες· ἐπεβέβλητο δὲ τούτοις ‘ὀφρῦς’ οὐκ ‘ἐπηρμένη’ καὶ
551
ἀλαζών, ἀλλ' ‘εὔγραμμος’ καὶ ὀρθή, χρηστὸν ἦθος
552
ἐπισημαίνουσα· ἦν γὰρ ὡς ἀληθῶς καὶ ἀπὸ <ψιλῆς ὄψεως>
553
κατήγορος τῆς οἰκείας ψυχῆς.
554
Καί, εἴ γέ τις εἶδε τῶν γνωματεύειν εἰδότων ἀπὸ
555
σωμάτων ψυχάς, πρὶν ἢ λαλοῦντος ἀκούσειε, πρὶν ἄλλως
556
χρήσαιτο, ἀπεφήνατο ἂν περὶ τῶν τέως κρυφίων ὅτι τῆς
557
ἀρχαίας ἁπλότητος ζώπυρον ἐκεῖνος τῷ βίῳ περίεισιν, ὥστε
558
εἴπερ δή που καὶ ἡμῖν τοιοῦτόν τι κέχρωσται, ἐκεῖθεν ὡς ἐκ
559
παραδείγματος μετενήνεκται. τῆς μὲν γὰρ μητρικῆς
560
ἀρχετυπίας πάντη δὴ ὑστερῶ τε καὶ ἀπολέλειμμαι, ἐπεὶ μηδὲ
561
εἰς μίμησιν ἐκείνη τῷ βίῳ καθίστατο ἀλλ' εἰς ἔκπληξιν· τῷ δὲ
562
πατρὶ ὥσπερ <ἀετιδὴς συμπαρίπταμαι,> ἢ μᾶλλον
563
<συνέπομαι> ὡς <σκιά,> ἢ καὶ τούτου ἔλαττον μὴ πάντα ἐκείνῳ
564
συναρμοζόμενος καὶ μεταστρεφόμενος.
565
Τὸν τοίνυν ἐμὸν πατέρα τοιοῦτον ὄντα πᾶς μὲν ἐθάρρει
566
διὰ τὴν ὁμαλότητα τῆς ψυχῆς καὶ οὐδεὶς τῶν πάντων ἐδεδίει
567
προσιέναι καὶ διαλέγεσθαι, μόνη δὲ ἡ μήτηρ ἐξ ὑπερυψήλου
568
τῆς ἀρετῆς οὐδὲ ἐκ τοῦ ἴσου ἀλλ' ἐκ τοῦ ἐλάττονος συνῆν τε
569
καὶ διελέγετο, μόνον ἐνταῦθα φυλάττουσα τὸ ἀνάρμοστον καὶ
570
μὴ καταλλήλως συνομιλοῦσα ὅτι μὴ πρὸς τὸ ἦθος ἐκείνου
571
ἑώρα, ἀλλὰ πρὸς τὴν ἀρχαίαν διάταξιν.
572
10. Ἀλλ' ὢ τί ἂν εἰπὼν τῶν ἐκείνης καλῶν ἀκροθιγῶς
573
ἅψωμαι; βούλομαι μὲν γὰρ μὴ πολὺ ἀπολελεῖφθαι τὸν λόγον
574
αὐτῆς καὶ ἐπιχειρῶ καὶ συμπροθυμοῦμαι, καί γε οὕτως οἴο-
575
μαι, πρὸ τῆς πλάσεως, ἁψάμενος δέ, ὥσπερ παλαιστὴς ἄτεχ-
576
νος ἡττῶμαι τοῦ συμπαλαίοντος. καὶ τοῖς μὲν πολλοῖς ἴσως
577
δόξω τι λέγειν περὶ ἐκείνης κομψότερον, ἐμοὶ δὲ ὁ λόγος οὐδὲ
578
κατὰ βραχὺ τοῖς ἐκείνης καλοῖς πρόσεισιν, εἴτε τῷ ὑπὲρ
579
μέτρον ἐκείνης εἴτε τῷ ἐλάττονι τοῦ τοῖς λόγοις ἐπιβάλλοντος
580
μέτρου. καίτοι σύ με, ὦ μῆτερ, πρὸς τούτους ἐπαιδοτρίβεις
581
ἀεί, οὐ σύμβουλος μόνον καθισταμένη μοι δεξιός, ἀλλὰ καὶ
582
συμπράττουσα τὴν παίδευσιν καὶ συμπνέουσα, ὁπότε με ἀνέ-
583
κρινες τοῦ διδασκαλείου ἐπαναστρέψαντα τίνα μὲν παρὰ τῶν
584
παιδευτῶν εἴληφα, τίνα δὲ ἢ συνήνεγκα τοῖς συνομιληταῖς ἢ
585
παρ' ἐκείνων ἐμπεπόρευμαι· εἶτα δὴ καὶ συμβιβάζουσά με
586
πρὸς τὴν μνήμην ὦν ἐμεμαθήκειν, προσεποιοῦ ἡδέως ἀκούειν
587
εἴ τι περὶ ὀρθογραφίας λέγοιμι, εἴ τι περὶ ποιήσεως καὶ πόθεν
588
ἕκαστον παρῆκται καὶ πῶς ἥρμοσται, τίς τε ἡ ἐν αὐτοῖς
589
κοινωνία καὶ τί παρὰ ταῦτα τὸ διαλλάττον.
590
Οἶδά σου κἀκεῖνο, καὶ μάλα τεθαύμακα, ὁπηνίκα μοι
591
μέσων νυκτῶν συνηγρύπνεις ἀναγινώσκοντι ἐπὶ τῆς αὐτῆς
592
κλίνης καθεύδουσα καὶ ‘μένος’ μοι ‘καὶ θάρσος’ ἐμπνέουσα
593
μᾶλλον ἢ τῷ Διομήδει ἡ Ἀθηνᾶ, καὶ οὐδὲ τοῦτο ἠγνόησα,
594
ὁπηνίκα ἐγὼ μὲν τὸν αὐτὸν πολλάκις <ἀνελάμβανον
595
λόγον ἢ ἔμμονον> ποιῶν τῇ <ψυχῇ> ἢ θηρώμενος εἴ τι τούτου
596
δυσθήρατον. σὺ δὲ ὡς ἀγωνιῶντι περὶ τὸ πάλαισμα,
597
ἐτεκμαίρου δὲ τῇ ἀναδιπλώσει τοῦ ἔπους, συμπαρίστασο καθα-
598
περεὶ καὶ συνήσπιζες, τὼ <χεῖρε πρὸς Θεὸν αἴρουσα> καὶ
599
‘πὺξ’ τῇ χειρὶ τὸ στῆθος ‘πατάσσουσα’—τοῦτο δὴ τὸ σὸν ἐν
600
ταῖς προσευχαῖς—καὶ ἄνωθέν μοι τὴν τοῦ ἀμφιβόλου ἐπι-
601
σπωμένη διάγνωσιν.
602
Πᾶσι μὲν οὖν παισὶν ἐπώφληταί τι πρὸς τοὺς τεκόντας,
603
μᾶλλον δὲ τὸ πᾶν, ὅτι ἐκεῖθεν τούτοις τὸ εἶναι· ἀλλ' ἐπώφλη-
604
ται τὸ παρὰ τῆς φύσεως μόνον. ἐμοὶ δὲ διττὴ πρὸς τὴν μητέρα
605
ἡ ὀφειλή, ὅτι με καὶ οὐσίωσε καὶ τῷ τῶν λόγων ‘κάλλει
606
κατήστραψεν’, οὐκ ἐγκελευσαμένη τοῦτο τοῖς παιδευταῖς, ἀλλ'
607
αὐτὴ ὑποθεμένη καὶ κατασπείρουσα· ἀλλὰ τὸ μὲν ὄφλημα
608
ἀναγκαῖον, οὐ πάνυ δὲ καὶ φορολογούμενον, οὐχ ὡς ἀγνωμο-
609
νοῦντος τοῦ τοῦτο εἰσπραττομένου, ἀλλ' ὡς οὐκ ἔχοντος δοῦναι
610
ὅπερ ὁ εἰσπράττων βεβούληται. καὶ περιΐσταται τῇ ἐμῇ μη-
611
τρὶ μόνῃ πολλὰς δεδωκυίᾳ τῶν εὐφημιῶν ἀφορμὰς μηδεμιᾶς
612
ἐπιτυγχάνειν· οὐ γὰρ ‘ἐτέμετο τὰς ὁδοὺς’ διὰ <πεδιάδος> οὐδὲ
613
‘διὰ λείας’ αὐτῇ πρόσιμεν, ἀλλ' ἀστιβῆ πάντα τὰ τμήματα
614
καὶ ὄρεια καὶ ὑπερνεφῆ.
615
Καὶ οἶδα μὲν ὅτι οὐδέν σοι δεῖ τῶν κάτωθι λόγων
616
ἐχούσῃ τὴν ἄνωθεν σιωπήν, ‘τὴν μυστικὴν καὶ ἀπόρρητον’,
617
ἀλλ' ἡμῖν τὸ πρᾶγμα δεινόν, εἰ παρὰ σοῦ τὸν λόγον
618
συνειληφότες μηδέν τί σοι ἐντεῦθεν εἰς εὐφημίαν συνερανίσαι-
619
μεν, ὥσπερ ἀβαθὴς ‘γῆ’ καὶ ‘ἀπόκροτος’ μηδέν τι τῷ γεωργῷ
620
εἰς τὴν τῶν ‘σπερμάτων καταβολὴν’ συντελέσασα· πλὴν
621
διάφορον τὸ ἡμέτερον· οὐ γὰρ τοσοῦτον διεφθείραμεν τὴν
622
σποράν, ἀλλὰ τὸν μὲν στάχυν ἀναδεδώκαμεν. οὐ πάνυ δέ σοι
623
κατάλληλος ἡ τροφή, τὴν θείαν <τρυφώσῃ τρυφήν,> ἦς δὴ
624
καὶ ζῶσα ὅσον προσῆκον καὶ τρόφιμον τῇ ψυχῇ παρεῖχες καὶ
625
πρὸς τὴν τελεωτέραν ἐπιθυμίαν ῥωννύντως ἐρρώννυες.
626
11. Ἡ γὰρ ἐμὴ μήτηρ, τῷ νόμῳ μὲν ἀποχρησαμένη,
627
‘σαρκὶ καὶ αἵματι’ συνεδέδετο· λέγω δὲ νόμον τὸν μετὰ τὴν
628
ἔκπτωσιν τοῦ πρώτου καλοῦ. τὸ δὲ τῆς ψυχῆς γενικὸν
629
ἀξίωμα, καὶ τί μὲν αὐτῆς τὸ πρὸς τὸ σῶμα ἄμικτον, τί δὲ τὸ
630
μιγνύμενον καὶ τίς μὲν ταύτῃ ἡ πρὸς τὰ τῇδε ῥεῦσις ἢ νεῦσις,
631
τίς δὲ ἡ <ἄνοδος> καὶ ἡ <ἀνάβασις> καὶ ὁπόθεν καί πως
632
ἀφίπταται, ποῖ τε πρόεισι καὶ ποῦ καταλήγει καὶ τίς ὁ μετὰ
633
ταῦτα κλῆρος καὶ τίνες οἱ ἀποκληροῦντες, τί τε τὸ δεδομένον
634
καὶ τί τὸ ταμιευόμενον, ταῦτα δὴ καὶ τἆλλα ταῖς θείαις
635
συμφιλοσοφοῦσα γραφαῖς, ὥσπερ αἱ διψητικώταται τῶν
636
<ἐλάφων,> ἀκαθέκτως ‘ἐπὶ τὰς’ τῶν τοιούτων ναμάτων ‘πη-
637
γὰς’ ἴετο.
638
Καὶ ἐβούλετο μὲν ‘ῥαγῆναι κόσμου’ καὶ <προσχωρῆσαι
639
Θεῷ,> οὐκ εἶχε δὲ ὅ τι καὶ δράσειεν, ἔτι τοῦ ἀνδρὸς περιόντος
640
καὶ τὸ διαζυγῆναι ἐκείνης ἶσον οἰομένου καὶ αὐτοῦ ἀποστῆναι
641
Θεοῦ. ἐκυμαίνετο γοῦν ἐπὶ τούτῳ τοῖς λογισμοῖς πολλὰς
642
ἐνθυμήσεις κυκλοῦσα καὶ ἀνελίττουσα, εἴ ποθεν εὕροι τοῦ
643
ἐρωμένου κατάληψιν. ἐβούλετο δέ, ὥσπερ ὁδοῦ διττὰ καὶ ἶσα
644
τμήματα, τὴν ὁμοίαν ἀμφοτέρους δραμεῖν καὶ πρὸς τὸ αὐτὸ
645
καταλῆξαι πέρας καὶ ἦν αὐτῇ εὐχὴ ἡμερινή τε ὁμοῦ καὶ
646
νυκτερινή, καὶ τὰ πολλὰ <κρύφιος> καὶ λανθάνουσα, εἰς τὸν
647
‘μοναδικὸν βίον’ τελέσαι καὶ τὴν ἀπαθῆ μετιέναι ζωήν· ἤρα
648
γὰρ ἐκ πολλοῦ τοῦ ‘τριχίνου ῥάκους’ καὶ τῆς ἐρημικῆς ζώνης
649
καὶ τοῦτο τῶν πάντων αὐτῇ τὸ μελετώμενον καὶ φιλοσοφούμε-
650
νον ἦν· ‘κεῖραι τὴν κόμην ἐν χρῷ’ καὶ τραχῦναι τὸ σῶμα καὶ
651
<τύλοις> καταλιθῶσαι τὸ <γόνυ> καὶ τοὺς δακτύλους σκληρῦναι
652
καὶ <καθαρῶς> τῷ <καθαρῷ> βιῶναι <Θεῷ.>
653
Ὅθεν καὶ ἀποτυγχάνουσα τῆς προθέσεως τοῖς οὕτως
654
ἔχουσιν, ἀνδράσι τε καὶ γυναιξὶν ὁμοίως, τοῖς μὲν ὑπέσταλτο,
655
ταῖς δὲ καὶ συνῄει καὶ συνεκάθευδεν ἐπὶ τῆς αὐτῆς δορᾶς, ἐπὶ
656
ταὐτοῦ λίθου τὴν κεφαλὴν ἀναπαύουσα· ἐδυσχέραινε γὰρ
657
πᾶσαν ‘εὐνὴν μαλακὴν’ καὶ τὴν περιττὴν τῶν περιβλημάτων
658
τρυφήν, καὶ οὔτε χροὰς αὐτὴν <ἀνθηρὸν ἄνθος> οὔτε
659
μαλακότης ὑφάσματος οὐ λαμπρότης ἐσθῆτος οὐκ ἄλλο τι τῶν
660
τοιούτων ἐδυσώπει καὶ ἔθελγεν, ἀλλ' ἦν αὐτῇ καὶ περίβλημα
661
καὶ ἐντρύφημα ἡδύ τε καὶ ποθούμενον ἡ τοῦ τριβωνίου
662
τραχύτης καὶ τὸ θεῖον σχῆμα καὶ ὁ σταυρὸς καὶ ὁ ἐπὶ τῇ
663
κεφαλῇ πνευματικὸς λόφος καὶ ὅσα δὴ ἄλλα σύμβολα ἡμῖν
664
καθεστήκοι…
665
Ἐπε…
The complete text is available when the reading interface loads.