In Mariam Sclerenam
- Edition reference
- In Mariam Sclerenam, ed. M. D. Spadaro, Michaelis Pselli In Mariam Sclerenam, Catania: Università di Catania, 1984: 71–88.
- CTS identifier
urn:cts:greekLit:tlg2702.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
νῦν, καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων,
7
ἀντ' ἀκτίνων πέμποιτε κρουνοὺς δακρύων·
8
ἀὴρ δὲ καὶ θάλασσα κυματουμένη,
9
ἀχλὺν ἐπενδύθητε καὶ βαθὺν ζόφον.
10
ἡ γὰρ σεβαστὴ καὶ γένει καὶ τῷ βίῳ,
11
τὸ λαμπρὸν ἀξίωμα τῶν ἀνακτόρων,
12
ἡ βαθμὶς ἡ πρόκριτος, ἡ πρώτη βάσις,
13
ἠθῶν ὁ κόσμος, τῶν τρόπων ἡ λαμπρότης,
14
τὸ ζῶν ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης,
15
τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον,
16
ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία,
17
ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη
18
ἔχουσα καὶ φέρουσα καὶ τῷ δεσπότῃ
19
δείξασα καὶ τέρψασα λαμπρύνασά τε
20
ὡς δένδρον ἀνθοῦν ἐκ νοητῶν κοιλάδων,
21
φεῦ φεῦ, πρὸ ὥρας ἐτρυγήθη ῥιζόθεν.
22
Ὢ δένδρον οἷον ἐξέκοψας, ὦ Χάρων·
23
οὗ ῥίζα μὲν κάτωθεν ἐψυχωμένη,
24
ὁ καρπὸς ἐγλύκαζεν αὐτὴν καρδίαν,
25
τὸ φύλλον οἷον μὴ μαραίνεσθαι χρόνῳ,
26
οὐκ εἰς ἔαρ δ' ἔθαλλε καὶ θέρος μόνον,
27
εἰς πάντα δ' ἤνθει καιρὸν εὐκάρπῳ φύσει.
28
ὢ ποῖος ἀστὴρ φωτολαμπὴς ἐκρύβη,
29
ὢ ποῖος ἔσβη γῆς ἀπαυγάζων λύχνος·
30
μόνη γὰρ αὐτὴ γῆς τε καὶ πόλου μέσον
31
ἄστρον φαεινόν, ἄνθος ἡδονῆς γέμον,
32
τὸ σῶμα λαμπρά, παμφαὴς τὴν καρδίαν,
33
ταῖς ἀρεταῖς στίλβουσα μαργάρου πλέον,
34
ταῖς καλλοναῖς λάμπουσα μᾶλλον χρυσίου,
35
τὸ θῆλυ σαρκὸς ἀρρενοῦσα τοῖς τρόποις,
36
τὸ κόσμιον φέρουσα μέχρι καὶ θέας.
37
ὢ πάντα νικήσασα τῇ σαυτῆς φύσει
38
καὶ πάντα κινήσασα πρὸς θρηνῳδίαν,
39
ὢ πάντα μὲν θέλξασα κάλλει καὶ φύσει
40
καὶ πάντα πληρώσασα νῦν πικροῦ ζόφου,
41
ὢ γῆν καταυγάσασα ταῖς ἀγλαΐαις
42
καὶ νῦν ἀμαυρώσασα τὴν πᾶσαν κτίσιν,
43
ὢ πάντα συγκρύψασα ταῖς εὐμορφίαις
44
τῆς γῆς τὰ κάλλη καὶ τὰ φαιδρὰ τοῦ πόλου
45
καὶ νῦν κρυβεῖσα σωματοφθόρῳ λίθῳ·
46
ὢ πάντα πλήρη στυγνότητος ἐσχάτης
47
καὶ δακρύων γέμοντα καὶ πένθους ξένου,
48
τὸ λαμπρὸν οὐκ ἔχοντα σῆς θέας φάος,
49
τὸ θέλγον οὐ φέροντα σῆς λύρας στόμα.
50
Τίς μοι παρέξει κρουνὸν ᾑματωμένον,
51
τίς δακρύων ἄβυσσον οὐ κενουμένην,
52
ὅπως ἀποκλαύσαιμι τὴν κοινὴν ζάλην,
53
τὴν φλεγμονὴν δὲ τοῦ πάθους τῆς καρδίας
54
τοῖς δάκρυσι δείξαιμι τοῖς ᾑμαγμένοις;
55
ὢ καὶ μάτην ζήσασα τούτῳ τῷ βίῳ,
56
ὢ καὶ μάτην τυχοῦσα λαμπρᾶς ἀξίας
57
καὶ δόξαν ἄκραν συλλαβοῦσα τῆς τύχης,
58
ὢ καὶ μάτην φανεῖσα λαμπρὰ τὴν θέαν
59
καὶ πάντας ἀστράψασα καλλοναῖς ξέναις,
60
στυγνῷ κρυβεῖσα καὶ παρ' ἐλπίδα λίθῳ.
61
Ὁ δεσπότης δὲ σῷ πόθῳ κεκαυμένος
62
καὶ σῶν μεγίστων ἀρετῶν μεμνημένος
63
ἔχων τε τὴν σύμπνοιαν ἐν τῇ καρδίᾳ
64
καὶ τὴν ἄκραν σου ψυχικὴν εὐφυΐαν
65
φέρων τε τῷ νῷ τὴν πικρὰν τιμωρίαν,
66
ἣν ἐν ξένῃ γῇ δυστυχῶς ἐκαρτέρεις,
67
καὶ σὸν παρηγόρημα, σὴν θυμηδίαν,
68
ὅπως μὲν αὐτῷ λάτρις ἦσθα τοῖς τρόποις,
69
ὅπως δὲ καὶ θάλασσα τῶν δωρημάτων,
70
τρυφῆς χορηγὸς καὶ τροφῆς ὑπηρέτις,
71
τούτων ἁπάντων τῶν καλῶν μεμνημένος,
72
ἔσπευδεν ἰσόμετρον ἐκτῖσαι χάριν,
73
ἔσπευδε νικῆσαί σε πλήθει χαρίτων,
74
χειρὸς τοσαύτης εὐπορήσας καὶ κράτους,
75
καὶ πᾶσι τιμᾷ τοῖς καλοῖς καὶ τιμίοις,
76
πλούτῳ σε πολλῷ, λαμπρότητι παγκάλῃ·
77
τοῖς μαργάροις κρύπτει σε, τοῖς λίθοις πλέον,
78
αἴρει πρὸς ὕψος τῆς ὑπερτάτης τύχης,
79
κοινὴν τίθησι τοῦ βίου σε προστάτιν·
80
ἔπειτα μείζους ἐννοῶν βαθμοὺς πάλιν
81
πρὸς μεῖζον αὔξει καὶ μεταίρει σε κλέος,
82
τιμῇ καταστέψας σε λαμπρᾶς ἀξίας
83
καὶ τὴν σεβαστὴν ἐκ γένους καὶ τοῦ τρόπου
84
τιμᾷ σεβαστὴν ἐκ τύχης καὶ τοῦ βίου.
85
ὀφθαλμὸς αὐτῷ, φῶς ὑπῆρχες ἡδύνον,
86
ζωή, πνοή, τὰ πάντα, δόξα καὶ κράτος,
87
ὁρωμένη, λαλοῦσα καὶ κινουμένη.
88
παρῆν γὰρ ἐν σοὶ κάλλος, ἦθος καὶ χάρις,
89
καὶ γλυκύτης ἔμψυχος ἤνθει σῇ φύσει·
90
καὶ πᾶς βλέπων σε μὴ θέλων ἐμειδία,
91
ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος·
92
καὶ χεῖρα κινῶν, ἀλλ' ὁμοῦ καὶ τὴν κάραν
93
«ἄμεμπτος» εἶπεν «ὃς ποθεῖ τὴν σὴν θέαν».
94
ταύτην ἔχαιρε γῆς ὁρῶν ὁ δεσπότης
95
μόνος τε τὸν λειμῶνα τρυγῶν τοῦ βίου
96
ἄπαυστον εἶχε χαρμονὴν τῇ καρδίᾳ.
97
κἂν ἡλίου φῶς ἦν κεκρυμμένον νέφει,
98
τὴν σὴν ἑώρα λάμψιν ἀντὶ φωσφόρου·
99
κἂν τὴν σελήνην οὐκ ἐδείκνυ τὸ σκότος,
100
σὲ τὴν σελήνην εἶχε λύτειραν ζόφου·
101
ἀχλὺς κατεῖχε τοῦτον ἐξ ἀθυμίας,
102
καὶ σὴν βλέπων ἔναστρον ἤγαλλεν θέαν.
103
Ὀρφεὺς γὰρ ὄντως, ἀλλὰ Σειρὴν τὸ πλέον
104
ὑπῆρχες ἐκπέμπουσα πάγκαλον μέλος·
105
καὶ πάντοθεν θέλγουσα καὶ κηλοῦσά τε
106
καὶ πρὸς χαρὰν πέμπουσα καὶ θυμηδίαν
107
καὶ θλίψεων λύουσα τὰς περιστάσεις,
108
οὕτως ἐνίκας καὶ πάλιν τὸν δεσπότην
109
λαμπραῖς ἀμοιβαῖς ψυχικῶν χαρισμάτων,
110
πάσης δὲ μᾶλλον ἐκράτησας καρδίας.
111
καὶ πάντες εἰς σὲ μᾶλλον ἢ πρὸς Ὀρφέα
112
ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ,
113
καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων·
114
κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν,
115
καινός τις ἄλλος ἀντεποιήθη λόγος,
116
ὡς ἡ σεβαστὴ τῷ ξένῳ τῆς ἰδέας
117
πήγνυσι τὸν βλέποντα καὶ ποιεῖ λίθον.
118
ἀλλ' ἦν ἄθελκτος πρὸς τὸ σὸν μέλος Χάρων,
119
ἀλλ' ἦν ἄτεγκτος ἡ τελευτὴ καὶ μόνη.
120
Φεῦ φεῦ, ὁποῖον νῦν παρεισάγω λόγον;
121
πῶς καὶ κινοῦμαι καὶ λαλῶ καὶ συγγράφω;
122
πέτραι, διαρράγητε πενθικῷ κρότῳ·
123
ὄρη, διαθρύβητε θρηνῴδει μέλει·
124
στέναξον, ἡ γῆ, καὶ βόησον ἐκ βάθους·
125
κἂν μὴ στενάζειν φυσικῷ λόγῳ δύνῃ,
126
ἦχόν τινα πρόπεμψον ἐκ τῶν πυθμένων·
127
τὰ δένδρα κόψον οἷα λαμπροὺς βοστρύχους,
128
ἄνθην ἅπασαν κεῖρον ὡς πλοκαμίδας.
129
ἡ γὰρ σεβαστὴ καὶ πρὸ τῆς τύχης γένει
130
λεπτῶς, ἀμυδρῶς, ἐσχάτως ἀναπνέει·
131
τὸ μουσικὸν δὲ καὶ θεηγόρον στόμα
132
σιγὴ κατέσχεν ὑστάτης ἀφωνίας·
133
ἅπαν τὸ κάλλος, ἡ μελιχρὰ τερπνότης,
134
ἡ τῶν ῥόδων ἔμψυχος ἐν γνάθοις χάρις
135
νῦν ὠχρίασις, νῦν ἀφοίνικτος μένει.
136
ὁ νοῦς ἐκεῖνος ἐφθάρη πρὸ τοῦ τέλους,
137
ἡ συστροφὴ δὲ τῶν φρενῶν ἀπερρύη,
138
τὰ δὲ βλέφαρα τῶν φαεινῶν ὀμμάτων
139
πρὸ τῆς θανῆς τέτηκεν ἠτονημένα.
140
Θρῆνοι δὲ κύκλῳ καὶ στεναγμοὶ καὶ γόοι,
141
θρύψεις παρειῶν καὶ σπαραγμοὶ τῆς κόμης
142
τῆς μητρὸς αὐτῆς, τοῦ ποθητοῦ συγγόνου,
143
γνωστῶν, συνήθων, συγγενῶν καὶ γνωρίμων·
144
καὶ πάντα κωφὰ ταῦτα τῇ προκειμένῃ.
145
μήτηρ δὲ καὶ πρὶν τῷ πάθει κρατουμένη
146
καὶ τῇ θυγατρὶ πάντα συννεκρουμένη,
147
ἐπείπερ εἶδε τὴν καλὴν ἀηδόνα
148
τὴν μουσικὴν ἄφωνον ἀψύχῳ μέλει,
149
ψυχορραγοῦσαν καὶ πνέουσαν ἐσχάτως,
150
ὄρνις καθώσπερ τῶν τέκνων τεθυμένων,
151
τρύζουσα καὶ γοῶσα καὶ μυκωμένη
152
καὶ τὴν κόμην πάττουσα πάντοθεν κόνει
153
τοιάσδε φωνὰς σὺν στεναγμοῖς ἠφίει·
154
«ὦ τέκνον ἡδύ, τέκνον ἡδονῆς γέμον,
155
σπλάγχνων ἐμῶν γέννημα δυστυχεστάτων,
156
τίς ἥρπασέν σε τῆς ἐμῆς νῦν ἀγκάλης;
157
τίς ὡς στάχυν πρόωρον ἐξέκοψέ σε,
158
τίς ὡς βότρυν ἄωρον ἐτρύγησέ σε;
159
τίς ἔσβεσέν μου τὴν νοητὴν λαμπάδα,
160
ἐμῶν δ' ἀπημαύρωσε φῶς, φεῦ, ὀμμάτων;
161
σαρκῶν ἐμῶν στήριγμα γηραιῶν μόνη,
162
χείρ, ὄμμα καὶ ποὺς καὶ καλὴ βακτηρία,
163
ψυχή, πνοὴ ζωή τε, νοῦς καὶ καρδία,
164
ποῦ νῦν ἀπέρχῃ σὴν ἐῶσα μητέρα;
165
ὢ κῦμα διπλοῦν συμφορῶν ἀμηχάνων,
166
ἤνεγκα πρὶν στέρησιν ἀνδρὸς φιλτάτου,
167
τομὴν μέλους, φεῦ, ἡμιθανὴς δ' ἦν βίῳ·
168
ἐν σοὶ δ' ἐπέζων, ἀλλὰ νῦν, ὢ τοῦ πάθους,
169
καὶ σοῦ στεροῦμαι, τῆς πνοῆς καὶ καρδίας.
170
καὶ νῦν ἄπνους, ἄψυχος εἰμὶ τῷ βίῳ.
171
ἐγὼ μέν, ὦ θύγατερ, εἶχον ἐλπίδας
172
γηρωκομηθῆναί με πρὸς σοῦ, φιλτάτη,
173
κόλπῳ τε τῷ σῷ καὶ ποθηταῖς ἀγκάλαις
174
πνοὴν ἀφεῖναι τοῦ βίου τὴν ἐσχάτην.
175
σὺ δ' ἀλλ' ἐμοὶ τέθνηκας ἡ ζῆν ἀξία
176
τῇ καὶ τεθνάναι προσδοκωμένῃ πάλαι.
177
τί καὶ γὰρ οὐ τέθνηκα σοῦ πρώτη, τέκνον,
178
γηραιά, παντάλαινα, ῥυτίδων ὅλη;
179
ὦ δυστυχὴς δύσμητερ, οἰκτρὰ κοιλία,
180
κἂν εὐθέως ἔδοξας εὐτυχεστάτη
181
περιστερὰν τέξασα κεχρυσωμένην.
182
φεῦ ὠδίνων, φεῦ τοῦ παναθλίου τόκου.
183
ποῖόν τι πρῶτον κλαύσομαι καὶ δακρύσω,
184
ποῖον δ' ἀφήσω, θύγατερ, σῶν χαρίτων
185
ἄκλαυστον, ἀθρήνητον, ἔξω δακρύων;
186
τὴν ἔμφυτόν σου καλλονὴν τῆς καρδίας;
187
τὴν ἐκτὸς εὐπρέπειαν; αὐτὰς τὰς φρένας;
188
τὸ συμπαθές σου, τὸν φιλεύσπλαγχνον τρόπον;
189
τὴν εἰς ἐμὲ πρόνοιαν ἀκριβεστάτην;
190
ἁμαρτίαν ἥμαρτες, ὦ Χάρων, ξένην
191
ἐμοῦ προπέμψας εἰς ᾅδην τὴν φιλτάτην·
192
εἰ γὰρ θερίζειν τοὺς βροτοὺς ἐπετράπης,
193
ἔργον θεριστοῦ πρᾶττε· τὰς λευκὰς τρίχας
194
ὡς λευκὸν ἐκθέριζε τοῦ βίου στάχυν.
195
τί καὶ πρὸ καιροῦ τοὺς ἀώρους ἐκτέμνεις;
196
εἰ δ' ἐκθερίζεις ἀλληνάλλως, ὡς θέλεις,
197
κἂν ἄρτι με πρόρριζον ἐκκόψας λάβε
198
καὶ συγκόμιζε τῇ θυγατρὶ πρὸς τάφον
199
καὶ σωρὸς ἔστω σου βροτοκτόνου θέρους
200
μήτηρ ὁμοῦ καὶ τέκνον, ἄμβροτος στάχυς.»
201
Μήτηρ μὲν οὕτω μητρικῶς κινουμένη
202
ἀνωλόλυζεν, ἐστέναζεν ἐκ βάθους,
203
πέμπουσα κρουνοὺς αἱμοφύρτων δακρύων
204
καὶ τὴν κλίνην βρέχουσα καὶ τὴν φιλτάτην
205
τοῖς φυσικοῖς λούουσα λουτροῖς ἐν τέλει.
206
ὁ σύγγονος δὲ Ῥωμανὸς τῆς κειμένης,
207
γερουσίας ἡ δόξα, συγκλήτου κλέος,
208
ἀνὴρ τὰ πάντα καὶ φύσει καὶ καρδίᾳ,
209
νέος τὸ σῶμα, τὰς φρένας δὲ πρεσβύτης,
210
ἐκεῖθεν αὖθις ἀντεδάκρυε πλέον,
211
βρυχώμενος μὲν ἐκ βάθους ὥσπερ λέων
212
καὶ τοῖς στεναγμοῖς ἦχον ἐμποιῶν μέγαν,
213
ὡς δ' ἐμπνεούσῃ προσλαλῶν τῇ κειμένῃ·
214
«ὦ πάντα μοι, δέσποινα, δόξα καὶ κράτος,
215
κοινὸν γένους στήριγμα, κοινὴ καὶ χάρις,
216
ζωῆς ἐμῆς ἔρεισμα, τοῦ βίου στύλε,
217
ὦ θάρσος, ἐλπίς, τῶν ἐμῶν οἴκων κίον,
218
ὦ πάντα ταῦτα καὶ πλέον ποθουμένη,
219
ἔσβης ὁ λαμπτὴρ τῆς ἐμῆς παρρησίας,
220
ἔσβης τὸ καλλώπισμα τῆς οἰκουμένης,
221
ἡ τῶν πενήτων ἄρτι χεὶρ ἀπερρύης,
222
ὁ κοινὸς ὅρμος τῶν ζάλαις στροβουμένων
223
τῇ τῆς τελευτῆς προσβολῇ διεφθάρης.
224
ἅπαντα φροῦδα τῶν ἐμῶν τρυφημάτων,
225
ἅπαντα τὰ πρὶν εὐτυχῆ μοι τοῦ βίου
226
περιστροφὴν πέπονθε δυστυχεστάτην.
227
μάτην ἐγὼ ζῶ σοῦ λελειμμένος μόνος.
228
ἢ φάρμακόν τις ἢ ξίφος τομὸν δότω,
229
ὡς ἂν συνεκπνεύσαιμι τῇ ποθουμένῃ·
230
ποθῶ τὸν ᾅδην ἀντὶ τούτου τοῦ βίου,
231
ἐκεῖνο κρεῖττον τὸ σκότος τοῦ φωσφόρου·
232
ἔχει γὰρ ὡς νὺξ τὴν σελήνην τοῦ βίου,
233
κἂν οὐ προλάμπῃ τῶν προλοίπων νερτέρων,
234
σὺν τῇ σκιᾷ γε κείσομαι τῇ φιλτάτῃ
235
σκιά τις ἄλλη, κωφὸν εἴδωλον τάχα.
236
ὦ δυστυχεῖς πρόπαππε, πάππε καὶ πάτερ,
237
πολλὰς ἰδόντες πραγμάτων τρικυμίας
238
καὶ συστραφέντες ὡς κλύδωνι τῷ βίῳ.
239
ὦ δυστυχεῖς ἅπαντες, ἀλλ' ἐγὼ πλέον,
240
φωτὸς στερηθεὶς ὀμμάτων καὶ καρδίας,
241
ζωῆς δὲ μᾶλλον καὶ ψυχῆς ψυχεμπνόου,
242
καὶ δυστυχῶς ζῶν, νεκρὸς ἄψυχος πνέων·
243
εἴ τις τομὴν ἤνεγκε κυρίου μέλους,
244
τὴν συμφορὰν ἤνεγκα μετρίῳ πάθει·
245
κἂν οὐσίας πάσης τις ἐξένωσέ με,
246
πρὸς οὐδὲν ἂν ἤλγησα· πάντα γὰρ κόνις·
247
κἂν εἰς ξένην γῆν ἤλασεν τῆς πατρίδος,
248
κἂν πᾶσαν ἄλλην ἀντεπήνεγκεν βίαν
249
βυθῷ καλύψας καὶ κατακλείσας σκότει,
250
τῆς σῆς τελευτῆς εὐθύμως προειλόμην·
251
πλὴν ἀλλὰ μὴ κάλυπτε, γῆ, τὴν συγγόνην,
252
ἕως με νεκρὸν αὐτόκλητον συλλάβῃς.
253
οὓς μία γὰρ ὤδινε γαστὴρ συγγόνους
254
εἷς καὶ τάφος κρύψειε τῷ κοινῷ τέλει.»
255
τούτους ἐκεῖνος τοὺς ὀδυρμοὺς συμπλέκων
256
καὶ δακρύων ῥοῦν ἄσχετον καταρρέων
257
τὴν τῆς θαλάσσης εἰκόνιζε πλημμύραν,
258
ζώνην τε τὴν σφίγγουσαν αὐτὴν κυκλόθεν
259
ταῖς χερσὶν ὡς σκίασμα τῆς σαρκὸς φέρων
260
ἔλουε τοῖς δάκρυσιν ὑετοῦ δίκην
261
ὁρῶν τε πυκνῶς καὶ τιθεὶς τὴν καρδίαν
262
αὐτήν τε κινῶν τὴν ἀναίσθητον φύσιν
263
εἰς θρῆνον, εἰς ἄμετρα ῥεῖθρα δακρύων.
264
Οὗτοι μὲν οὕτως ἀντεθρήνουν ἐν μέρει
265
καὶ τοῖς στεναγμοῖς ἀντεπήχουν εἰκότως·
266
ὁ δεσπότης δέ, γῆς ὁ λαμπρὸς φωσφόρος,
267
τῆς συμφορᾶς τὸ κῦμα τῇ ψυχῇ φέρων
268
τὴν ἀθρόαν στέρησιν ἐν νῷ τε στρέφων,
269
στροβούμενος δὲ τοὺς λογισμοὺς τῷ πάθει,
270
πῶς ἐκ μέσων ἥρπαστο τῶν ἀνακτόρων,
271
ἣν εἶχεν ἔνδον τῆς ἑαυτοῦ καρδίας,
272
πῶς ἐξαπέπτη, πῶς ἀπῆλθεν ἀθρόον,
273
ἣν ὡς νεοσσὸν εἶχεν ἐν ταῖς ἀγκάλαις,
274
ἔσπευδε μὲν φρόνημα γενναῖον φέρων
275
τὴν συμφορὰν ἄριστα καρτερεῖν μόνος,
276
νικώμενος δὲ τῷ τυραννικῷ πάθει
277
λεπτῶς ἀνεστέναξεν ἐκ ψυχῆς μέσης,
278
ὁρῶν τε ταύτην ὑπτίαν προκειμένην
279
ἄπνουν, ἄφωνον, μηδαμῶς κινουμένην,
280
ἀπάρχεται, φεῦ, πενθικωτάτων λόγων·
281
«φῶς σήμερόν μοι σβέννυται τῶν ὀμμάτων,
282
ὀφθαλμὸς ἔνδον ὁ βλέπων τῆς καρδίας,
283
αἰαῖ, τυφλοῦται καὶ καλύπτει με σκότος·
284
βέλη πικρὰ κεντοῦσι τῆς ἀθυμίας.
285
ὢ ποίαν εἶδες, ἥλιε, τραγῳδίαν·
286
ὢ ποῖος ἔσβη λύχνος ἀκροφεγγίας.
287
ποῦ μοι τὰ πολλὰ τῶν νοημάτων τέλη,
288
ἡ φροντίς, ἡ μέριμνα τῶν ἐμῶν πόνων,
289
δι' ἣν ἐκαρτέρησα πολλὰς φροντίδας;
290
δι' ἣν ὑπέστην θλίψεων καταιγίδας;
291
ποῦ νῦν ἀπῆλθε πάντα; ποῦ νῦν ἐκρύβη;
292
αἰαῖ τὰ δεινὰ τῆς ἀειστρόφου τύχης,
293
αἰαῖ τὰ ῥευστὰ τοῦ πολυπλάνου βίου.
294
οἴμοι, τί πράξω; πῶς διάξω τὸν βίον
295
ἄψυχος, ἄπνους, παντελῶς παρειμένος;
296
ποῖον παρηγόρημα τῶν πόνων λάβω;
297
ποίαις ἐπῳδαῖς τὴν ἀθυμίαν σβέσω;
298
γῆ, μὴ καλύψῃς σῶμα τῆς ποθουμένης·
299
κἂν συγκαλύψῃς, μὴ μαράνῃς τὴν φύσιν,
300
μὴ σῶμα κοινὸν τοῦτο δέξῃ καὶ κόνιν·
301
φύλαττε τὸ πρόσωπον, ὡς κάλλους ἔχει·
302
τὸ λαμπρὸν αἰδέσθητι τῶν μελῶν ὅλων·
303
ἄγαλμα ταύτην καὶ τεθαμμένην φέρε·
304
τῶν ὀμμάτων τὰ κύκλα μὴ διασπάσῃς,
305
λαμπρὰς βολὰς ἔχουσιν ἔνδον ἀκτίνων·
306
τὸ μουσικόν τε τῆς ἀηδόνος στόμα
307
τήρει μεμυκός, Ὀρφέως ἔχει μέλη·
308
τῶν βοστρύχων τὸ πλέγμα μὴ διαξάνῃς·
309
θησαυρὸν ἔσχες, οὐχὶ νεκρὸν σαρκίον·
310
ὅλον καλῶς φύλαττε τῷ δεδωκότι.
311
οἴμοι, τί φάσκω; πεπλάνημαι τοῖς λόγοις·
312
ἡ τοῦ πάθους ῥύμη με πρὸς κρημνὸν φέρει.
313
οὐκ ἔστι μοι φῶς, οὐ πνοὴ καὶ καρδία,
314
συνερρύη τὰ πάντα τῇ ποθουμένῃ·
315
τὸ στέμμα μοι χοῦς, τὸ κράτος λεπτὴ κόνις,
316
ἕν μοι ποθεινόν, ἓν παρηγόρημά μοι·
317
ὁ τύμβος ὁ κρύπτων σε· τοῦτον ἂν βλέπω,
318
παρηγοροῦμαι, ψυχαγωγοῦμαι τάχα.
319
τί μοι τὰ λαμπρὰ τῶν κατασκευασμάτων;
320
εἰς γῆν ἅπαντα τῷ τάχει συμπιπτέτω·
321
ὁ χρυσὸς ὡς χοῦς, ἡ γλυφὴ τῶν μαργάρων
322
λίθος τραχύς μοι νῦν λογίζεται μόνον·
323
εἷς μοι λίθος κάλλιστος, ὡραῖος πάνυ,
324
ὁ συγκαλύπτων σόν, σεβαστή, σαρκίον·
325
τὰ δ' ἄλλα μοι χοῦς καὶ κόνις καὶ σαπρία.»
326
Ἐπίσχες, ὦ κράτιστε γῆς ὅλης ἄναξ,
327
στῆσον τὸ ῥεῦμα τῶν ἀμέτρων δακρύων,
328
παύου στενάζων, στῆθι συγκεχυμένος
329
καὶ βλέψον, ὡς χρή. γνῶθι τὴν ἡμῶν φύσιν,
330
ὡς οὐδέν ἐσμεν πλὴν κόνις κεχρωσμένη·
331
ζωὴ δὲ καὶ θάνατος ὡς πύλαι δύο,
332
μέσον δὲ τούτων ὁ βραχὺς οὗτος βίος.
333
οὐδεὶς διῆλθε τὴν πύλην τῆς εἰσόδου,
334
ὃς οὐ παρῆλθε τὴν πύλην τῆς ἐξόδου.
335
καλὴ μὲν ἡ θανοῦσα καὶ (τίς οὐ λέγει;)
336
πασῶν γυναικῶν ἀκριβῶς ὑπερτάτη,
337
θνητὴ δὲ πάντως, καὶ τέθνηκε τῷ βίῳ,
338
ὡς Ἀβραὰμ πρίν, ὡς ὁ Μωσῆς ὁ γνόφῳ
339
ἰδὼν τὸ θεῖον τῆς ἀληθείας φάος,
340
ὡς Χριστὸς αὐτός, τῆς πνοῆς ὁ δεσπότης,
341
ὡς ἡ τεκοῦσα τοῦτον ὠδίνων δίχα.
342
οὕτω πέφυκε τῶν ῥεόντων ἡ φύσις,
343
οὕτω πέφυκεν ἡ παροῦσα λαμπρότης.
344
τί καινόν, εἰ τέθνηκεν ἡ θνητὴ φύσις;
345
τὸ σῶμα χοῦς πέφυκεν εἰκονισμένον,
346
ἡ γῆ δὲ μήτηρ καὶ πάντα καταρρέει
347
πρὸς γῆν, ἀφ' ἧς εἴληφε πρὶν τὴν οὐσίαν.
348
τί ταῦτα φάσκω; βλέψον ἀκριβῶς, ἄναξ,
349
εἰς πᾶσαν αὐτὴν τὴν ὁρωμένην κτίσιν
350
καὶ γνῶθι, πῶς ἔχουσι φυσικοῦ λόγου,
351
πῶς ζῶσι καὶ θνήσκουσι πάντα κυκλόθεν·
352
βλέπεις τὰ δένδρα σήμερον τεθηλότα,
353
ἀλλ' αὔριον ῥέουσιν ὡς τεθνηκότα.
354
πίπτει τὸ φύλλον οἷα θρὶξ ἐκ τῶν κλάδων·
355
ζωῆς ἐκεῖνα, ταῦτα τοῦ κοινοῦ τέλους.
356
τὸν λαμπρὸν ἄθρει καὶ φαεινὸν φωσφόρον,
357
πῶς ζῇ τὸ πρῶτον ὡς ἀείζωος φύσις,
358
λάμπων ἑῷος λαμπαδουχίαις ξέναις,
359
ἔπειτα θνήσκει πρὸς δύσιν καταστρέφων
360
καὶ κρύπτεται, φεῦ, καὶ καλύπτεται κάτω
361
τὸ λαμπρὸν ὄμμα γῆς ὁμοῦ τε καὶ πόλου.
362
ἡ δ' αὖ σελήνη ζῶσα πολλάκις μόνη
363
τοσαυτάκις πέφυκε θνήσκειν καὶ ῥέειν,
364
ἐκλείψεων πάσχουσα μυρία πάθη.
365
τῶν ἀστέρων ἕκαστος οὕτω τυγχάνει.
366
καὶ καινὸν οὐδὲν οὐδὲ τῇ φύσει ξένον,
367
εἰ σὺν σελήνῃ, σὺν φυτοῖς, σὺν ἡλίῳ
368
ἡ σὴ σελήνη καὶ φυτὸν καὶ φωσφόρος
369
ἀπῆλθεν, ἐξέρρευσε τούτου τοῦ βίου.
370
μὴ πολλὰ μέμφῃ τῇ τελευτῇ, γῆς ἄναξ,
371
εὐεργέτις πέφυκε κοινὴ τῇ φύσει·
372
ἄγει πρὸς ὕψος τῆς παλαιᾶς ἀξίας,
373
ἄγει πρὸς αὐτὸ τῆς Ἐδὲμ τὸ χωρίον,
374
ἀφ' οὗπερ ἐρρίφημεν ἀπροσεξίᾳ.
375
τομὴ πέφυκεν ἐμπαθῶν κινημάτων,
376
τὴν τῶν κακῶν ἵστησιν ἄσχετον ῥύμην.
377
οὐ παντελὴς πέφυκε τοῦ ζῶντος λύσις,
378
διάστασις μικρὰ δὲ τῶν ἡνωμένων·
379
ψυχὴ γὰρ ἔστι καὶ λυθέντος σαρκίου
380
καὶ μᾶλλον ἀνθεῖ ζῶσα κρείττονι τρόπῳ.
381
τί καὶ ταράττῃ καὶ στρέφῃ τὴν καρδίαν,
382
ὡς τὴν ποθητὴν οὐκ ἔχων οὐδὲ βλέπων;
383
οὐχ ὡς ἀχλὺς ἀπῆλθεν οὐδ' ὥσπερ νέφος,
384
οὐχ ὡς ὀμίχλη παντελῶς ἀπερρύη,
385
ἀλλ' ἔστι καὶ ζῇ καὶ βλέπει τὸν δεσπότην
386
καί σοι νοητῶς συλλαλεῖ καὶ συμμένει.
387
καὶ ταῦτα φωνεῖ· «παῦε τῶν ὀδυρμάτων.
388
οὐ παντελῶς λέλοιπα τὴν σὴν καρδίαν
389
οὐκ ἐσκεδάσθην ὡς καπνὸς πρὸς ἀέρα,
390
ἀλλ' εἰμὶ καὶ πάρειμι γνωστικῷ τρόπῳ.
391
ἀφεὶς δὲ θρηνεῖν τὴν λύσιν τοῦ σαρκίου,
392
μνήσθητί μου νῦν τῶν ὑπὲρ σοῦ φροντίδων,
393
πολλῶν μεριμνῶν καὶ πόνων ἀνενδότων,
394
ἃς ἐν ξένῃ γῇ συμπαροῦσά σοι μόνη
395
ἐκαρτέρουν ὡς πύργος, ὡς στερρὰ πέτρα.
396
μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης,
397
καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον.
398
ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις·
399
ἐξιλεοῦ μοι δωρεαῖς τὸν δεσπότην,
400
λαμπροὺς μεσίτας ἐργομόχθους εἰσάγων
401
πτωχῶν πενήτων χεῖρας ἐστενωμένας·
402
θνητὴ γὰρ οὖσα καὶ ῥεούσης οὐσίας
403
καὶ πρὸς τὸ φαῦλον εὐκόλως κινουμένης
404
ψυχὴν κατεσπίλωσα τὴν ἐμὴν πάλαι·
405
ἣν οὐδὲν οὕτως λευκάναι κατισχύει
406
ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων.
407
ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα
408
γηρωκόμησον καὶ γενοῦ βακτηρία
409
σαρξὶ ῥυείσαις ἐκ χρόνων τε καὶ πόνων.
410
ψυχῆς δ' ἐμῆς φρόντισμα τῶν πάντων πλέον,
411
τὸν σύγγονόν μοι Ῥωμανὸν νέον κλάδον
412
ταῖς χερσί σου τίθημι, σοὶ λείπω μόνῳ·
413
οὕτως ὄναιο σῆς, ἄναξ, σκηπτουχίας,
414
οὕτως ὄναιο τοῦ κράτους καὶ τοῦ στέφους,
415
ὡς τοῦτον ἕξεις ἀντιληπτικωτάτως.
416
τὸν πάππον οἶδας καὶ τὸ πάππου παιδίον,
417
τὸν φύντα τοῦτον, εὐγενεῖς πεφυκότας·
418
τήρησον αὐτῷ τοῦ γένους τὴν ἀξίαν,
419
φύλαξον αὐτῷ τὰς ἐφ' ἡμῖν ἐλπίδας,
420
ναί, πάντα μοι πρὶν καὶ πάλιν, Μονομάχε,
421
ἡ κλῆσις ‘ἡ πάγγλυκος ἡ ποθουμένη’,
422
καὶ χαῖρε καὶ φρόντιζε τῶν ἐνταλμάτων.»
423
Ὡς οὖν ἐκείνης συλλαλούσης σοι πάλιν
424
καὶ συμπαρούσης εἰς ἀεὶ τῇ καρδίᾳ,
425
ἀναψυχήν, κράτιστε, θυμήρη λάβε.
426
ἔπειτα ῥῖψον τὰς βολὰς τῶν ὀμμάτων,
427
στρέψον δὲ τὸν νοῦν τοῦ πάθους ὡς ἐκ ζάλης
428
εἰς τὸν φαεινὸν τῶν ἀνακτόρων λύχνον,
429
τὸ κοινὸν ἐντρύφημα τῆς οἰκουμένης,
430
τὸ λαμπρὸν ἀγλάϊσμα τῆς ἁλουργίδος,
431
τὸ τοῦ κράτους στήριγμα τῆς σκηπτουχίας,
432
τὸ τοῦ στέφους ἔρεισμα τῶν ἀνακτόρων,
433
τὸν πύργον ἢ τὸ τεῖχος ἢ καὶ τὴν βάσιν,
434
Ζωήν, τὸ καλλώπισμα γῆς τε καὶ πόλου.
435
ἰδὼν δὲ πᾶσαν τοῦ προσώπου τὴν χάριν
436
καὶ τὴν ἀπαστράπτουσαν ἀκροφεγγίαν
437
παρηγόρησον τὴν σεαυτοῦ καρδίαν.
438
ὕπνου μέτασχε καὶ τροφῆς, σκηπτροκράτορ·
439
ἔχεις γὰρ ὄντως τῆς τροφῆς ὑπηρέτιν
440
τὴν ἐκ Θεοῦ δοθεῖσαν ἡμῖν τοῖς κάτω,
441
τὸ φαιδρὸν ἀγλάϊσμα τῆς Βυζαντίδος,
442
τὸ σεμνὸν ἄνθος, τὴν γονὴν τῆς πορφύρας,
443
Θεοδώραν, τὸ κάλλος αὐτοῦ τοῦ βίου.
444
αὕτη τὰ πάντα σοι γενέσθω τῷ κράτει,
445
ὑπηρέτις, δέσποινα καὶ πάλιν λάτρις.
446
καὶ χαῖρε, λειμών, ἄστρον ἐψυχωμένον·
447
καὶ σὺν Θεῷ, κράτιστε, τῷ σκέποντί σε
448
ἄνασσε, βασίλευε τῆς οἰκουμένης.
{Ὁ αὐτὸς ἐρωτήσαντι “Τίς ἐστίχιζε κρεῖττον,ὁ Εὐριπίδης ἢ ὁ Πισίδης;”} Ἄ?μφω μὲν εὔχρησ?[τοι] τ?ο?ῦ γε μέτρου καὶ τῆς ποιήσεως ἕνεκα, καὶ ὁΦλιάσιος Εὐριπίδης ὁ τραγικὸς καὶ ὁ τ?[ῶν Πισιδῶν] Γ?εώ?ργιος, ὃς τὸἰαμβικὸν μέτρον παρὰ τοὺς πολλοὺς τοὺς αὐτῷ 〈ἑπομένους〉 ἠ?κ?[ρί]-βωσ[ε· ἐπεὶ δ' ἐποίησε τὸν] α?ὐτὸν λόγον οὕτως εἰπεῖν ὁμοιότατον, δυσ-χερὴς ἡ [διάκρισ]ις? [π]ῶ?ς? ἀ?λ[λή]λ?οιν διαφέρετον καὶ τίς ἅτερος θατέρουκαλλίων. περὶ δὲ τὰς ἀμφοτέρα?ς? [τέχνας εἴ τις] καὶ τὴν ἐπιστήμην ἔχει τὴνμετρικὴν καὶ τὴν περὶ τοὺς ῥυθμοὺς ἀξιόλογ?[ον], τὴν περὶ τὰ μέτρα καὶτοὺς πόδας ὑψηλόνουν καὶ θεωρητικόν, οὐ πάνυ χαλεπὸν εὑρεῖν τινα ἐ?ν?ἀ?μ?φοτέροις διαφο?ρὰ?ν? καὶ δοῦναι τῷ ἑτέρῳ τὰ νικητήρια κατὰ τοῦ ἑτέρου. Τοῦτο δὲ παντὸς ἕνεκα προκ[εί]σ?θ?ω τοῦ λόγου ὅ?τι τὰ μέτρα καὶ οἱῥυθμοὶ ἑτερότητας μυρίας παρὰ τοὺς χρόνους ἐδ?έ[ξαν]το· [οὐ] γ?[ὰρ] τὸἡρωϊκὸν μέτρον τὴν ἀρχαίαν νῦν σῴζει μεγαλοπρέπειαν, ο?ὔ?τ?ε? ἐν το?ῖ?ς?ἀ?κ?ριβεστάτοις μέτροις ἵσταται, ἀλλὰ τῷ δακτυλικῷ καὶ σπονδειακῷ καὶἰθυφαλλικὰ μ[έτρα καὶ τ]ῶν [ἰάμβων] συζυγίαι ἀναμεμίχαται, οὔτε τὸἰαμβικὸν μέτρον τὰς αὐτὰς ἀναπαύσεις καὶ τοὺς αὐτοὺς ῥυθμοὺς καὶ τὴναὐτὴν συνθήκην τοῖς προτέροις ἔχον προφαίνεται, ἀλλὰ θεατρ?[ικ]ώ?τερον[ν]ῦ?ν? ἐστι καὶ ὥσπερ ἐπὶ ὀρχήστρας ἀπηναισχύντηκε, καὶ πάσης μὲνὑπεράλλεται β?[άσεως, π]αντὸς δὲ ῥυθμοῦ ὑπερίπταται, καὶ μόνοννῦν ζηλωτὸν τὸ ἀ[ΐ]ττον τοῦ μ[έ]τ?ρο?υ? [καὶ ἰαμβόκροτον]. ἡ μέντοιτραγικὴ ποίησις διαφόροις τε ῥυθμοῖς κοσμουμένη καὶ μέτρα ποικίλαλ?αμβάν?ο?υ?σ?α [οὐ 〈διὰ〉 παντὸς] ἐξορχεῖται τὰς ὑποθέσεις οὐδ' ὑπερ-άλλεται, ἀλλ' ἔστι μὲν οὗ καὶ τοὺς εὐκρότους ἤχους ζηλοῖ κα?ὶ? τὴνποδικὴν εὐρυθμίαν προκρίνει καὶ τοῦ λόγου τὰς ἐμμέτρους συζυγίαςἀσπάζεται, ὅπῃ δὲ δόξει τῷ ποιητῇ, μεταβάλλε?τ?α?ι? τοῦ τόνου καὶ τὸνῥυθμὸν ἐξαλλάττει, καὶ ποτὲ ἔστιν οὗ? ἁρπάζε[τ]α?ι ὁ ῥυθμός, ποτὲ δὲβαίνε?ι? ἐ?πὶ τρισυλλάβου ἢ τετρασυλλάβου τῆς βάσεως [τῆς] με[τρικῆς],καὶ ὁ ῥητορικὸς λόγος ἐν μὲν [τ]ῷ κάλλει, φ?η?μὶ δὴ τῇ ἰδέᾳ, ῥυθ[μί]ζ?ειπως τὸν !!!π!!! μουσικωτέρους ῥυθμούς, ἐν δέ γε ταῖς λοιπαῖς ἰδέ[αι]ςμάλιστα ἐντραχ[ύν]ε?ι?, φ[ημὶ δὴ τραχέα] γε τὰ μ?έτρα τίθησι?, καὶ τραχύνειτὴν ἀ?κ?ο?ή?ν?. Ὁ? γοῦν Εὐρι?[πίδης τὴν] ποίησι?ν? ὡς [οὐδεὶς] ἄ?λλος ἀ?κριβωσάμενος, εἰμή τις αὐτ?[οῦ] προκ[ρ]ίνοι τ?[ὸν Σο]φ?οκλ?έ[α, διὰ τὴν ποικιλίαν θαυ-μάσιος καὶ] πάν[τα μιμεῖσθαι δυνατός· καὶ] ποτὲ μὲν εὑρήσεις τ?ὸ?ν?[ποιητὴν] δ?ι?θυρα[μβί]ζ[ον]τα καὶ [νέα ζηλοῦν]τα τε καὶ προκρίνοντα,ποτὲ δὲ καὶ τῶν ἄλλων χαρίτων καὶ σεμνο?[τήτων ἐξά]ρχ[οντα] καὶ τοῖςχοριάμβοις κοσμ?[ού]μενον καὶ παντοδαπὸν τῇ ποιήσει γινόμενον, καὶἠθικώτατον μὲ?ν? [ὄντα οἷ]ς [δ]εῖ [ἦθ]ος ἐνσε[μν]ύνεσθαι καὶ αὖθιςπαθητικώτατον ἔνθα πάθη τῶν πεπονθότων ὑπο[κυμαίνει], ἐπεὶ καὶ τὸτελεώτατον κεφάλαιον τῆς τραγικῆς ποιήσεως τὸ πάθος ἐ?στί, καὶ τοῖν δ?υ?-οῖν [εἰδ]οῖν τοῦ τε τραγικῶς καὶ τοῦ κωμικῶς λέγειν τοῦτό ἐστι τὸδιάφορον, ὅ?[τι ἐ]κ?ε?ῖ? μ?[ὲν] ὑπό?κ?[ειται τὸ] πάθος, ἐνταῦθα δὲ γέλωτες τὰπλείω καὶ χάριτες. ἐπεὶ δὲ καὶ πλείω? τ?[ὰ] μέρη τ[ῆς] τρα?γῳδίας, οὐ μόνονκατὰ τὴν σκηνήν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν ὅλην πραγματείαν τε καὶσυνθήκην, καὶ ἄλλο μέν ἐστι τὸ ἐπὶ σκηνῆς, 〈ἄλλο δὲ τὸ〉 χορικόν, ἕτερονδὲ τὸ ἑτεροσκήνιον, καὶ ἄλλα μὲν τὰ ἐπεισόδια, ἄλλα δὲ τὰ προεισόδια·καὶ τὰ μὲν ἄγγελοι φθέγγονται, τὰ δὲ Φρύγες βάρβαρον σύστημα, ἢγυναῖκες αἰχμάλωτοι, ἢ χορὸς ἕτερος, οὐ πᾶσι δὲ πάντων 〈ταὐ〉τὰ τῶνμέτρων κατάλληλα, ἀλλὰ δεῖ τὸν ποιητὴν καὶ γυναικεῖόν τι μέλοςἀνακαλέσασθαι καὶ βάρβαρον? ἦθος μιμήσασθαι, καὶ γλῶτταν Ἑλληνίδαἐξακριβώσασθαι καὶ τἆλλα ὑποκ?ρ?ί?ν?α?σ?θ?αι τοῖς ὑποκειμένοις προσώποιςπροσήκοντα, διὰ ταῦτα καὶ τὰ ἔπη τ?ο?ύ?τ?ο?ι?ς? ἐ?φ' ἑκάστων διάφορα καὶἑτεροῖα τὰ μέτρα καὶ οἱ ῥυθμοὶ πρὸς ἀλλήλους ἀκατ[ά]λ?λ?η?λο?ι. Σοφ?[ο-