The Greek Library Catalogue

Anonymous

De Euripide et Georgio Piside judicium

Edition reference
De Euripide et Georgio Piside judicium, ed. A. R. Dyck, Michael Psellus: The essays on Euripides and George of Pisidia and on Heliodorus and Achilles Tatius [Byzantina Vindobonensia 16. Vienna: Österreichische Akademie der Wissenschaften, 1986]: 39–50.
CTS identifier
urn:cts:greekLit:tlg2702.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

55

κλεῖ μὲν] οὖν κ?αὶ? [δὴ] Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου

56

κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα?[ν]τ?α?χ?οῦ χάριτες οὐδὲ ῥυθμοὶ

57

εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως εἰπεῖν εὐσχημονέστατα.

58

Α[ἰσχύλος γοῦν] εἰς μὲν τὸν Προμηθέα ἀναρτώμενον βραχύ τι τοῦ

59

οἰκείου παρεκβαίνει ἤθους καὶ χαίρω?ν? [λίαν] καθαροῖς ἰάμβοις καὶ

60

λεξειδίοις τισι τὴν ἀκοὴν σαίνουσι γλαφυρώτερον τῆς ὑποθέσεως

61

[ἐφή]ψατο· ἐν δέ γε ταῖς λοιπαῖς αὐτοῦ δραματικαῖς ὑποθέσεσι, μάλιστα

62

ἔνθα τὰ Δαρεικὰ μιμεῖται πρόσωπα, δεινός ἐστι τὰ πολλὰ καὶ

63

δυσέκφραστος, καὶ οὐκ ἄν τις αὐτοῦ γνοίη μὴ τετελεσμένος οὕτως εἰπεῖν

64

τὰ θεοφάνεια. Εὐριπίδης δὲ ὀγδοήκοντα ἢ καὶ πλείω συνθεὶς δρά?[μα]τ?α?,

65

ἁπανταχοῦ ἀγαλματίας καὶ χαρίεις ἐστίν, οὐκ ἐν ταῖς χάρισι μόνον τοῦ

66

λόγου, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πολλάκις γε τοὺς Ἀθηναίους

67

ἐπικαίρως δραματουργήσας εἰς πλεῖστα κατήνεγκε δάκρυα· ᾤοντο γὰρ τὰ

68

λεγόμενα ὁρᾶν ὡς γινόμενα. ἔνθα δὲ τὸν Ὀρέστην εἰσάγει μαινόμενον, τὰ

69

〈κατὰ〉 Τάνταλον ὁπόσα εἰκὸς προοιμιασάμενος, εἶτα καταβὰς εἰς τὴν

70

ἀδελφὴν Ἠλέκτραν καὶ τὰς ἐκ γειτόνων συναγο?μ?[ένας], ὥστε τὸν Ὀρέστην

71

θεάσασθαί τε καὶ ἐπισκέψασθαι, †οὐδὲ† “ἡσύχῳ ποδὶ” (Or. 136) φθέγγεται,

72

ἀλλ' ἐκεῖνος μὲν ἕστηκεν οὗ ἵστατο, αἱ δὲ 〈πρὸς〉 τὴν Ἠλέκτραν

73

ἀποκρινόμεναι φθεγγομένην τ?ὸ?

74

σιγᾶτε μὴ κτυπεῖτε, μὴ ἔσ〈τ〉ω κτύπος

75

καὶ τἆλλα χορόν τινα πρὸς ἀλλήλας ἀνείλιττον, καὶ πρὸς τὸ μέλος τὰ

76

μέτρα ἐφθέγγοντο, καὶ οὐδὲν αὐταῖς μέλον, εἰ καὶ τὴν λέξιν ὀξυτονεῖν δέοι,

77

ἄλλως ἐπῇδον. οὕτως αὐτῷ πανταχοῦ διὰ σπουδῆς ἡ ῥυθμικὴ φράσις καὶ

78

τὸ τῆς λέξεως εὔγλωττον καὶ τὸ τ?[ο]ῦ? ῥυθμοῦ ἐμμελές. ἀτεχνῶς γοῦν τὴν

79

μουσικὴν ξύμπασαν καὶ αὐτὰς δὴ τὰς ῥυθμικὰς? ἀγωγὰς εἰσ[ά]γε?ι? [το]ῖ?ς

80

οἰκείοις ποιήμασ[ι] καὶ οὔτε διαστημάτων αὐτῷ οἱ λόγοι ἄμοιρο?ι? οὔ?[τε

81

μὴν γλω]ττ?[ημά]των μεταβολῆς. καὶ μάλιστα πεφρόντ?ισται ὁ ἀνὴ?ρ? [ἐν

82

ἄ]λλοις?· [τὰ μὲν] γ?[ὰ]ρ? [μέ]τ?ρα καὶ τὴν λέξιν μετατίθησι κ?α?ὶ? ποικίλλ[ει

83

τὴν] φρά[σιν] κατ?[ὰ δύναμιν ὁ σο]φός. οὔτ[ε] ἁνὴρ τὰς ὑπο?θ?έ?σ?ε?ι?ς?

84

[ὑπερορᾷ οὔτε τὰ τῶν προσώπων ἤθη, καίτοι ἐν τούτοις αἱ Σοφοκλέους

85

τραγῳδίαι] μ?άλιστα τῶν ἄλλων ἐπραγματεύθησάν τε καὶ ἐπονή?[θησαν.

86

Εὐρι]πίδῃ δὲ τούτων μὲν [ἧτ]τ?ο?ν? ἐμέλησεν, ἐπραγματεύσατο δὲ πλέον

87

ἐκείνου περί τε τ?[ὴν με]λοποιΐαν, φημὶ δὴ τὴν [ἐν λ]ό?γοι?[ς], καὶ τὴν χρῆσιν

88

ταύτης καὶ τὰς τρεῖς ταύτας τῶν καλλίστων ἐπ?ι?στημῶν, μουσικήν τε κ?α?ὶ?

89

ῥ?υθμικὴν κ?α?ὶ? [μετ]ρικήν, ὥ?σ?περ α[ὐλοὺς καὶ] κ?ιθάρας καὶ λύρας ταῖς

90

οἰκείαις συναγαγὼν ὑποθέσεσι. βαρβαρίζ[ειν δὲ δέον τὴν γλῶ]τταν

91

μεμίμηται ὡς δοκεῖν τὸν αὐτὸν ἄκρως τε ἑλληνίζειν καὶ ἀκριβῶς

92

σολ[οικίζειν· τὸ γὰρ] παρὰ τὴν Ἀτθίδ[α] γλῶτταν ἐν ταῖς βαρβαρικαῖς

93

λέξεσι σολοικοφανές. ἔστι δ' ὅπῃ δ?ι?α?μαρτάνει τοῦ πρέποντος καὶ τῆς

94

δυνάμεως μᾶλλον τῆς λογικῆς γίνεται ἢ τοῦ ἀκριβοῦς τῆς ποιήσεως·

95

ἀμέλει τοι τὴν Ἑκάβην τῷ Ὀδυσσεῖ ἀντεισενεγκὼν ἀνδρὶ γενναίῳ καὶ

96

ῥητορικῷ κατ' ἐκείνου αἴρει καὶ τὰ πρεσβεῖα χαρίζεται· καὶ μελετᾷ μὲν

97

κἀκεῖνον οὐκ ἀτερπῶς, ἐλάττονα δὲ τῆς αἰχμαλώτου ποιεῖ. ἔστι δὲ καὶ τῷ

98

ἀνδρὶ τὸ ἁμάρτημα ἑτέροις κατόρθωμα. ἀλλ' ἥ γε τοῦ λόγου ἀκρίβεια

99

καὶ τῆς ἐπιστήμης δύναμις ἐκ πάντων τὸ ἄριστον ἀπαιτεῖ.

100

Τοιοῦτος μὲν ὁ Εὐριπίδης. ὁ δ' ἐκ Πισιδίας σοφός, οἶμαι τῆς ἐλάττονος

101

Ἀντιοχείας, ποιητὴς μὲν οὐκ ἔστιν ἐπῶν, ἓν δὲ ζηλώσας γένος μέτρου τὸ

102

ἰαμβικόν, φημὶ δὴ τὸ ἀ[ρ]χ?[αῖον τε καὶ μονομ]ερές, καὶ περὶ τοῦτο τὰ

103

πλεῖστα πραγματευσάμενος, ποικίλλει μὲν οὐδαμῶς τ[!!!16!!!]είμενα τούτῳ

104

πρόσωπα, μηδὲ κατασκευὴ δραματικὴ μηδὲ ποικίλη [!!!10!!!]α?ν?.

105

ῥυθμοειδῶς δὲ πάνυ καὶ εὐγλώττως τοὺς ἰάμβους συντίθησιν, οὐ πολλοῖς

106

μέρεσι [λεπτῶς] κατατέμνων τὸν ἴαμβον, ἀλλ' ἔστιν οὗ τρισὶ μόνοις

107

ἀρκούμενος. ἐν πᾶσι δὲ ἀβίαστος αὐτῷ [ἡ φράσις] ὥσπερ οὐκ

108

ἐνθυμουμένῳ οὔτε τὰ νοήματα οὔτε τὰ ῥήματα ἀλλ' ἀναγινώσκοντι

109

{τ}αὐτὰ 〈τὰ〉 προκείμενα· Ἑλληνικά τε αὐτῷ τὰ ὀνόματα ξύμπαντα καὶ

110

μετὰ τοῦ μεγαλοπρεποῦς εὔηχα. εἰ δὲ τροπῆς ἅψ?[οι]το εἴτε τῆς ἐν παι-

111

διαῖς καὶ ἐν χάρισιν εἴτε τῆς ἐν σεμνότητι, οὕτω δὴ προβιβάζει τῷ λόγῳ τὰ

112

εὑρημένα καὶ οὕτως οἰκείως τίθησιν, ὡς μὴ δοκεῖν τι παραφθείρειν τὴν

113

ἑτέραν ὑπόθεσιν ἀφ' ἧς ε?ἰ?[ς] τὴν οἰκείαν [ὡρμ]ήθη. νόσημα γοῦν εἰπὼν ἐν

114

τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ?λ?οῖ μήτε τῶν [αἰτ]ι?ῶν

115

φειδόμενος μήτε τῶν οἷς θεραπεύεται τὰ νοσήματα. κἂν σειρὰν

116

οὐρανόθεν ἐξαρτήσῃ καί τινας δυνάμεις ταύτης ἐξάψῃ, εὐθὺς οἱ δεσμοὶ

117

καὶ τὰ ἐξαρτήματα καὶ ὅσα τῆς ἀκρότητος καὶ ὅσα τοῦ ἀκροτελευτ〈ί〉ου

118

τῆς χαλαρᾶς ἐκείνης ἁλύσεως. κἂν τὰς Ὥρας συναγάγῃ καὶ συνε[πεί]ξει

119

ὡς ἐν χορῷ, βαβαί, τῆς τῶν χειρῶν ἀντεπιβολῆς καὶ τοῦ κύκλου καὶ τῆς

120

ἑλίξεως καὶ τῆς περιόδου καὶ τοῦ ἐπῳδοῦ καὶ τῆς στροφῆς καὶ τῆς ἀντι-

121

στροφῆς {καὶ τοῦ ἡσύχου} καὶ τῆς κινήσεως. εἰ δὲ καὶ θεατρίζειν αἱροῖτο

122

τὸν λόγον καὶ τετράπωλον τὴν συνθήκην ἐρεῖ τῶν Ὡρῶν, πόσα μὲν περὶ

123

ἡνιόχων φθέγγεται καὶ τῆς ἀρίστης ἡνιοχήσεως, πόσα δὲ περὶ ζυγῶν καὶ

124

τροχῶν καὶ χοινικίδων, ὁποῖαι δὲ αὐτῷ αἱ πλῆμναι καὶ αἱ τῶν τροχῶν

125

ἁ?ψῖδες, τά τε ἵππεια φάλαρα καὶ φρυάγματα· καταβαίνει δὲ ὁ [λό]γος

126

αὐτῷ καὶ μέχρι τῶν τελευταίων τῆς τέχνης, καὶ περὶ ἃ οὐδ?ὲ? αὐτοὶ εἴ[ποι]εν

127

οἱ περὶ τὴν τέχνην πραγματευ[όμεν]οι. εἰ δὲ καὶ φάλαγγας 〈ἐπ'〉 ἀλλήλαις

128

στήσειεν, εὕροις ἂν ἐκεῖσε τὴν ἱ?[ππι]κ?ὴν ἅπασαν καὶ πεζικὴν σύντ[α]ξιν,

129

τοὺς δορατοφόρους, τοὺς ἀκοντιστάς, τοὺς τοξ[ό]τας, τὸν ἐνωμοτίαν,

130

[τὸν ἡμιλο]χίτην, τὸν οὐραγόν, τοὺς παραστάτας, τοὺς ἐπιστάτας·

131

ὥσ[περ] δὲ ἀπὸ σφενδονῆς αὐτῷ οἱ [στ]ίχοι ἅ?λλονται [ἅμα το]ῖ?ς ποσ?ὶ? καὶ

132

τῷ μέτρῳ τὸ γ?ο?[ρ]γὸν συμπεραίνοντες τὴν δ?[ι]άνοιαν.

133

Εἰ μὲν οὖν πρὸς τ?[ὴν τρα]γ?ικὴν [ποίησιν], φ?η?μὶ [δ]ὴ Εὐρ?ι?π?ί?δο?υ?, [τὰ

134

Π]ισιδειακ?ὰ? μ?έτρα συγκρ?[ίν]ο?ις καὶ το?ὺ?ς? ῥυθμούς, ἥττ!![!!!!] ἐ?κ?ε?ί?ν?ο?υ?

135

[!!!ca. 35!!!]! λέξεως καὶ τὸ ἀπὸ γῆς εἰσορῶν αἷμα καὶ το! [!!!!]!τ?οσμητα σ?

136

![!!!!!!] κ?ατὰ? τοῦ ποιητοῦ τὰ πρεσβεῖα. οὐ γὰρ οἶδα εἴ τις κάλλιον τούτου

137

ἐ?[πίσταται] ἰαμβίζειν, ὥσπερ οὐδὲ ἡ?[ρωΐ]ζ?ειν, εἰ μὴ βραχεῖς καὶ

138

εὐαριθμήτους τοὺς ἡρωϊκοὺς στίχους ἐποίησεν.

{Τίς ἡ διάκρισις τῶν συγγραμμάτων, ὧν τῷ μὲνΧαρίκλεια, τῷ δὲ Λευκίππη ὑποθέσεις καθεστήκατον;} Πολλοὺς οἶδα καὶ τῶν ἄγαν πεπαιδευμένων ἀμφισβητοῦντας περὶ τῶνδύο τούτων ἐρωτικῶν συγγραμμάτων, ὧν τῷ μὲν ἡ Χαρίκλεια τῷ δὲ ἡΛευκίππη ὑποθέσεις καθεστήκατον, κόραι καὶ τὸ εἶδος ἀστεῖαι καὶ τὸ ἦθοςκατὰ πολὺ κρείττους. οἱ μὲν γὰρ ὅλαις ψήφοις νικᾶν φασι τὸ τῆς Χαρι-κ⸤λείας σύ⸥γγραμμα τὴν ἐρωτικὴν τῆς Λευκίππης κατασκευήν, οἱ δὲ ἐκδιαμέτρου ἐκείνην μᾶλλον ἡττᾶσθαι ταύτης. ἐγ⸤ὼ δὲ⸥ ἀμφοτέροις τοῖς βι-βλίοις ὡμιληκὼς καὶ τάς τε λέξεις ἀμφοῖν καὶ τὰς διανο⸤ίας⸥ ἀκρι-βωσάμενος ⸤οὐ⸥δενὶ προστίθεμαι τῶν οὕτω διακρινάντων καὶ ἀποτόμως⸤κατ⸥ὰ τῆς ἑτέρας ἀποφηναμένων, ἀλλ' ἑκάτερον τῶν συγγραμμάτων καὶἡττᾶσθαι θατέρου καὶ νικᾶν ἐκεῖνο π⸤αρὰ⸥ μέρος κέκρικα· κρατεῖν μέντοιγε τῷ πλείονι μέρει τὸ τῆς Χαρικλείας. Ἔστι γὰρ τὸ κάλλος τοῦ κατ' αὐτὴν λόγου οὔτε πάνυ κομμωτικὸν καὶθεατρικὸν οὔτε μὴν Ἀττικόν τε καὶ ὑπερήφανον ἀλλὰ τῷ μεγαλοπρεπεῖ