Carmina
- Edition reference
- Carmina, ed. E. Miller, Manuelis Philae Carmina, vols. 1–2, Paris, 1855–1857 (repr. Amsterdam: Hakkert, 1967): 1:3–460; 2:3– 426.
- CTS identifier
urn:cts:greekLit:tlg2718.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
1
t
{ΣΤΙΧΟΙ ΔΙΑΦΟΡΟΙ
ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ΦΙΛΗ
ΕΠΙ ΔΙΑΦΟΡΟΙΣ ΥΠΟΘΕΣΕΣΙ.
t1-28
ΤΕΤΡΑΣΤΙΧΑ ΕΙΣ ΤΑΣ ΔΕΣΠΟΤΙΚΑΣ ΕΟΡΤΑΣ
1
Εἰς τὸν εὐαγγελισμόν.}
Ὁ πύρινος νοῦς τὸν θεάνθρωπον Λόγον
Τῷ παρθενικῷ μηνύει σοι βιβλίῳ·
Τῷ γὰρ νοητῷ καλάμῳ τοῦ Πνεύματος
Γράψει θεός σοι παγγενῆ σωτηρίαν.
2
{Χριστοφόρου δίστιχον εἰς τὸν αὐτόν.}
Ἤγγειλεν υἱὸν ἄγγελος τῇ παρθένῳ,
Πατρὸς μεγίστης βουλῆς ἄγγελον μέγαν.
3
{Ἀθανασίου μοναχοῦ εἰς τὸν αὐτόν.}
Εὐαγγελιστὰ χαρμονῆς παγκοσμίου,
Τί δὴ σιωπᾷς; τάχα γὰρ ζῶν ἐγράφης.
Δέδοικα, φησὶ, τὴν ψυχὴν τῆς παρθένου
Μήπως ταραχθῇ συγχυθεῖσα τῷ κτύπῳ.
Εἰ γὰρ μόνον πρόσωπον ὀφθὲν οὐ στέγει,
Πῶς ἂν λόγων θόρυβον ὑπήνεγκέ μοι;
Ἄλλως τε σιγῶν τῆς χαρᾶς κῆρυξ μένω,
Λαθεῖν τὸν ἐχθρὸν ὡς φιλόψογον θέλων.
Σὺ δὲ, ψυχὴ, σκοποῦσα τὴν εὐτεχνίαν,
Ἣ καὶ πνοὴν δίδωσι μικροῦ τοῖς τύποις,
Τὸν σχηματισμὸν εὐλαβοῦ τῆς παρθένου.
Εἰ γὰρ ἑαυτὴν εὐτελῆ δούλην κρίνει,
Τί χρή σε ποιεῖν τῶν παθῶν τὴν σαπρίαν;
Πλὴν εἰ δοκεῖ τὴν παῖδα μιμοῦ τὴν κάτω,
Καὶ τὴν ξένην σύλληψιν αἰδοῦ καὶ τρέμε,
Πλέκουσά μοι τὸ νῆμα τῆς εὐποιΐας.
4
{Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ.}
Θεὸς τὸ τεχθὲν, ἡ τεκοῦσα παρθένος,
Σπορᾶς ἄνευ σύλληψις, ἄφθορος τόκος.
Τοῖς γὰρ ἀτεχνῶς σωστικοῖς ἐναντίοις
Ἔδει λυθῆναι τοῖς βροτοῖς τἀναντία.
5
{Χριστοφόρου εἰς τὴν αὐτήν.}
Θεὸς τὸ τεχθὲν, ἡ δὲ μήτηρ παρθένος·
Τί μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;
6
{Εἰς τὴν ὑπαπαντήν.}
Ὁ πρέσβυς ἐν γῇ τὸν θεὸν βρέφος βλέπων
Δεῖται λυθῆναι τῆς φθορᾶς τοῦ σαρκίου·
Τὸ δὲ βρέφος γέγηθε τὸν πρέσβυν βλέπον
Αἱρούμενον ζῆν ἀσφαλέστερον βίον.
7
{Χριστοφόρου εἰς τὴν αὐτήν.}
Κόλπους πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου,
Τοῦ Συμεὼν αἱ χεῖρες αἳ φέρουσί σε.
8
{Εἰς εἰκόνα τὴν αὐτὴν ἑορτὴν ἔχουσαν,
ἐν δὲ τῇ περιφανείᾳ προφήτας.}
Ζωὴν ἴσως ῥέουσαν εἰ φυγεῖν θέλεις,
Οὐδέν τι καινὸν, δυσφορεῖς γὰρ ὡς γέρων·
Ζωὴν δὲ τὴν ἄῤῥευστον εἰς χεῖρας φέρων,
Τί πάλιν αὐτὴν, Συμεὼν, ἄλλοις δίδως;
Δέδοικα, φησὶ, τοὺς προφήτας τοὺς πέριξ
Τῇ πρεσβυτικῇ συσταλεὶς ἀνανδρίᾳ.
Καὶ τὸ βρέφος δίδωμι τοῖς δεδωκόσι·
Αἰσθάνομαι γὰρ ἀστραπῆς ἀποκρύφου,
Πρὸς ἣν ἐμαυτὸν ἀδρανέστερον βλέπω·
Μᾶλλον δὲ θελχθεὶς, ὡς πρὸς ἄνθρακα βρέφος,
Ἔλαθον εἰς πῦρ ἐμπεσὼν καταφλέγον.
Ἐφρίκεται δ' οὖν μητρικὴ τοῦτο ζέσις,
Ὡς πρὸς ψύχος γέροντος ἀκμαῖον μένον.
Ἐγὼ δὲ φῶς ἄῤῥητον ἀθρῆσαι θέλων,
Μετὰ τὸ τὸν χοῦν ἐκτινάξαι τῷ χρόνῳ,
Καθάπερ εἰκὸς πρὸς τὸν ἄνθρακα τρέμω.
9
{Εἰς τὴν βάπτισιν.}
Ὁρῶν Ἰησοῦν σαρκικῶς λελουμένον,
Ἰορδάνης τὰ ῥεῖθρα τοπρῶτον στρέφει,
Καὶ νῦν ὑπ' αἰδοῦς ἵσταται πεπηγμένος
Τῷ μὴ κινεῖσθαι, καὶ χρυσοῦν εἶδος φέρων.
10
{Χριστοφόρου εἰς τὴν αὐτήν.}
Τοὺς οὐρανοὺς βάπτισμα τὸ Χριστοῦ σχίσαν
Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδον εἰσάγει.
11
{Εἰς τὴν ἔγερσιν τοῦ Λασάρου.}
Καὶ ζῶν Λόγος Λάσαρον ἐκ ζῶντος λόγου
Θᾶττον νεουργεῖ, τὸν χρυσοῦν ὄντως φίλον.
Οὐκ ἦν γὰρ εἰκὸς τῆς πνοῆς τὸν ἐργάτην
Αὐτὸν παριδεῖν ὑπὸ γῆν τεθαμμένον.
12
{Εἰς εἰκόνα ἔχουσαν τὴν ἔγερσιν τοῦ Λασάρου.}
Ἅπαντα συνθεὶς εὐφυῶς ὁ ζωγράφος
Μόνην παρῆκε τὴν βοὴν τοῦ δεσπότου.
Τάχα γὰρ ἂν Λάσαρος ἐντεῦθεν πνέων
Ἀφῆκε φωνὴν εὐδρομῶν κἀν τοῖς τύποις.
13
{Εἰς τὴν αὐτήν.}
Κἀνταῦθα Χριστὸς ἐξεγείρει τὸν φίλον·
Ὁ δ' οὐ κινεῖται· κἄν τις εἴποι τοῦ χάριν,
Ἐρεῖ πρὸς αὐτὸν ἡ γραφὴ κἂν μὴ πνέῃ·
Χριστὸς σιωπᾷ· τίς με κινήσει λόγος;
14
{Εἰς τὴν Βαϊοφόρον.}
Ἐκ νηπίων στόματος οἷς οὔπω φθόνος
Ἤδη τὸν αἶνον ψαλμικῶς κατηρτίσω.
Καὶ θαῦμα ποιεῖς εἰς γερόντων αἰσχύνην,
Σιὼν βασιλεῦ, μετριάζων ἐνθάδε.
15
{Εἰς τὴν μεταμόρφωσιν.}
Τοῖς σώμασι μὲν τὰς σκιὰς δεῖ συντρέχειν,
Χύσιν δὲ φωτὸς τῷ Θαβὼρ κἀν τοῖς τύποις.
Οὐκοῦν, θεατὰ, στῆθι μακρόθεν βλέπων,
Κἂν τὰς ψυχικὰς οὐ νοσῇς ἴσως κόρας.
16
{Εἰς τὴν σταύρωσιν.}
Ἐν ὀργάνῳ βλέπων σε κακούργων, Λόγε,
Πάντων χάριν θνήσκοντα, πῶς μὴ θαυμάσω;
Σοῦ μὲν γὰρ οὐ πέπονθεν ἡ πρώτη φύσις·
Ἐμοὶ δὲ τὸ ζῇν σαρκικῶς πάσχων δίδως.
17
{Εἰς τὸν δεσπότην Χριστὸν νεκρὸν ἐπὶ λίθου κείμενον.}
Νεκρὸν θεωρῶν ἐκ σφαγῆς, ᾑμαγμένον
Τὸν δεσπότην, ἄνθρωπε, τῶν δούλων χάριν,
Φρίξον τί καινὸν, καὶ γένου τέως λίθος,
Ὡς ἂν τὸν ἀμνὸν τὸν τυθέντα βαστάσῃς.
18
{Ἕτεροι.}
Ἄνθρωπε, συστάληθι καὶ στῆθι τρέμων,
Εἰ δεῦρο νεκρὰν τὴν θεοῦ σάρκα βλέπεις.
Μᾶλλον δὲ καὶ πρόσελθε καὶ ταύτης φάγε,
Τὸ σαρκικὸν φρόνημα νεκρὸν δεικνύων.
19
{Εἰς τὸν δεσπότην Χριστὸν ἑλκόμενον ἐπὶ σταυροῦ.}
Ἵνα τὸν ἐχθρὸν, σῶτερ, ἀνθρώπων λάθῃς,
Δοκεῖς μὲν ἀλγεῖν, ἀλλὰ σὺ σπεύδεις πλέον.
20
{Εἰς τὴν ἀποκαθήλωσιν.}
Ναὶ θάπτε, Νικόδημε, τὸν ζῶντα σπόρον,
Καὶ κρύπτε καὶ λίπαινε δάκρυσι βρέχων.
Τριήμερος γὰρ ἐκδοθήσεται στάχυς,
Τροφεὺς νοητὸς καὶ λιμὸν ζωῆς λύων.
21
{Εἰς τὴν ἀνάστασιν.}
Ἀδὰμ νέος γέροντα τῆς γῆς ἁρπάσας
Καὶ τοὺς σὺν αὐτῷ δεσποτικῶς ἁρπάσας,
Ἄνεισιν εἰς φῶς εἰς παλίνζωον βίον,
Τοὺς τοῦ σκότους ἄρχοντας ἀφεὶς τῷ σκότῳ.
22
{Εἰς τὴν ἀνάληψιν.}
Ἐν γῇ θεὸς χθὲς, καὶ βροτὸς νῦν ἐν πόλῳ·
Τὸ θαῦμα διπλοῦν καὶ τὸ δὴ μεῖζον τόδε·
Παρὼν γὰρ εἰς γῆν οὐ μεθῆκε τὸν πόλον·
Ἐκεῖ δὲ παρὼν οὐ κενοῖ τὴν γῆν πάλιν.
23
{Εἰς τὴν Πεντηκοστήν.}
Γλωσσῶν μερισμοὺς καὶ θεόφθογγον χάριν
Τὸ πῦρ κατελθὸν τοῦ παρακλήτου βρύεις·
Κἂν τοῖς μέθην πάσχουσιν ἐκρίθης μέθη,
Κἂν μακροθυμοῦν τοὺς πονηροὺς οὐ φλέγεις.
24
{Εἰς εἰκόνα μουσείου, ἔχουσαν τὰς δώδεκα ἑορτάς.}
Εὐαγγελιστὴς ἀκριβὴς δεδειγμένος
Τοιαῦτά φησι Κανάβης Ἰωάννης·
Θεὸν ψυχὴ βλέπουσα παρθένου βρέφος
Πρὸς τὴν ἀναγέννησιν ἁγνίσθητί μοι,
Καὶ πρεσβυτικῶς τὸν θεάνθρωπον δέχου
Τὰς ἀγκάλας ἁπλοῦσα τῆς εὐποιΐας,
Καὶ δακρύων βάπτιζε σαυτὴν προσχύσει
Τὴν κηλίδα σμήχουσα τῶν πεπραγμένων·
Μορφῆς δέ μοι λάμβανε καινῆς ἐμφάσεις
Σοφῶς τὸν αἰσχρὸν ἐξαμείβουσα τρόπον.
Κἂν θανατωθῇς, ἐξαναστήσῃ πάλιν,
Εἰ Χριστὸς ἐγκρίνοι σε τοῖς ὄντως φίλοις.
Εἶτα βρεφῶν ζήλωσον ἀπλάστην φύσιν,
Ὡς ἂν μετ' αὐτῶν ὑποδέξῃ τὸν Λόγον,
Ὃν σαρκικῶς βλέπουσα νεκρὸν ἐν ξύλῳ,
Τὰ σαρκικὰ σταύρωσον ἐμφρόνως μέλη,
Ὡς ἂν φθορᾶς ἄγευστος ἐκ γῆς πυθμένων
Εἰς τὴν ὑπὲρ νοῦν ἐξανάστασιν φθάσῃς·
Καὶ πρὸς τὸν ἀρχίφωτον ἀναλαμβάνου,
Καὶ πνευματικῶν ἐμφοροῦ χαρισμάτων.
Ὅταν δὲ τὴν ἄμετρον ἀθρῇς παρθένον
Ἐνταῦθα νεκρὰν τῆς γραφῆς, μὴ στυγνάσῃς·
Τηρεῖ γὰρ αὐτὴν καὶ φθορᾶς ὑπερτέραν
Ὁ δημιουργὸς καὶ θεὸς τῆς φύσεως.
Γένοιτό σοι γοῦν εὐπρεπὴς ἤδη κλίμαξ
Ἡ τῶν ἑορτῶν δωδεκὰς τῶν ἐνθέων,
Ψηφῖσι λεπταῖς εὐφυῶς πεπηγμένη,
Ὡς ἂν δι' αὐτῆς μυστικῶς ἀναδράμῃς
Πρὸς τὸν δι' ἡμᾶς συγκαταβεβηκότα·
Οὓς γὰρ θεωρεῖς εἰκονισμένους πέριξ
Συνηγόρους τίθημι τῆς σωτηρίας.
25
{Εἰς τὴν κοίμησιν τῆς θεοτόκου.}
Ζωῆς ξένην κοίμησιν ἐκ χρυσαργύρου
Δίδωσι τέχνη, καὶ τοδὶ μάλα ξένον·
Ὅτι γε καὶ σχήματα πενθούντων φέρει
Τὰ τῆς ψυχῆς τυποῦσα ταῖς ὕλαις πάθη.
25a
{Ἕτερον εἰς τὴν αὐτήν.}
Σὺ ζῶντος μήτηρ καὶ θανόντων θυγάτηρ,
Καὶ συναποθνήσκουσα τοῖς σοῖς πατράσι,
Σὺν τῷ τόκῳ ζῇς καὶ φθορᾶς ἔξω μένεις.
26
{Ἀθανασίου μοναχοῦ εἰς τὴν αὐτήν.}
Λιγυρᾷ τῇ φόρμιγγι καὶ τερψιθύμῳ,
Δαβὶδ, θεοκρότητον ᾆσόν τι μέλος.
Ἡ γὰρ κιβωτὸς διαθήκης τῆς νέας,
Ὥσπερ προηγόρευσας εὐρύθμῳ λόγῳ,
Ἐκ τῶν γεηρῶν ἀρτίως μεταστάσα,
Εἰς ἀνάπαυσιν κατέπαυσε τὴν ἄνω·
Θείου δὲ φωτὸς νεφέλη τεραστίως
Κάτεισι ταύτης τῇ προπομπῇ συνάραι.
Ἔδει γὰρ αὐτὴν φωτὸς οἷα νεφέλην
Πρὸς φέγγος ἀΐδιον ἀνιπταμένην,
Ὑπηρέτιν σχεῖν φωσφοροῦσαν νεφέλην.
Καὶ γοῦν ὑπὲρ ἔννοιαν ἐκ γῆς τερμάτων
Χοροστασία πᾶσα τῶν ἀποστόλων
Φοιτᾷ πρὸς αὐτὴν ἀθρόον ταῖς νεφέλαις,
Ἣ καὶ λόγοις πρὸς τήνδε τοιοῖσδε χράται·
„Ποῦ νῦν ἀπαίρεις, ἡ νοουμένη κλίμαξ,
Δι' ἧς θεὸς μὲν κατέβη πρὸς τὴν χθόνα,
Καὶ τῇ βροτείᾳ συνανακραθεὶς φύσει
Διπλοῦς ὑπῆρξε τὰς φύσεις μὴ συγχέας;
Βροτοὶ δὲ θείας οὐσίας τετευχότες
Πρὸς ὕψος οὐράνιον ἤρθημεν ξένως.
Πῶς ἡ φεραυγίζουσα πυρφόρος βάτος,
Καὶ μηδ' ὁπωσοῦν τῷ πυρὶ πιμπραμένη,
Οἷα καθαρεύουσα ῥύπου πταισμάτων,
Νῦν ταῖς πυράγραις τοῦ θανάτου συνέχῃ;
Εἰ γὰρ ἁμαρτίας μὲν ἔκγονος μόρος,
Ἔνθα πέφευγεν ἥδε, χώραν οὐκ ἔχει·
Πῶς ἡ χρυσαυγὶς στάμνος ἡ μαννοβρύτις
Τὸν σκύφον ἐκπέπωκε τὸν τοῦ θανάτου;
Πῶς ἡ στέγουσα φῶς ἄδυτον λυχνία
Ἐσβεσμένην ἔσχηκε τὴν θρυαλλίδα;
Ἡ ῥάβδος ἡ βλαστήσασα πρὶν ἀνίκμως,
Πῶς ζωτικῆς ἄμοιρος τανῦν ἰκμάδος;
Ἡ τῷ ταμίᾳ τῆς ζωῆς βατὴ πύλη,
Πῶς τὴν φέρουσαν εἰς Ἅ|δην ἔδυ πύλην;
Ἡ θεία πῶς τράπεζα καὶ ψυχοτρόφος,
Ἄψυχος, ἀκίνητος, ἄναυδος πέλει;
Ἡ παστὰς ἐξ ἧς νυμφικῶς ἐσταλμένος
Προῆλθε Χριστὸς συμπλακεὶς τῷ σαρκίῳ,
Τῷ μνήματι πῶς νεκρικῶς συνεστάλη;
Ὄρος τὸ πῖον ἀρετῶν ταῖς ἰδέαις,
Ἐξ οὗ χερῶν ἄνευθεν ἐτμήθη λίθος,
Πῶς τῷ λίθῳ καλύπτεται ξενοτρόπως;
Πῶς ἡ θεαυγὴς ἑπτάφωτος λυχνία,
Ἡ πᾶσαν ἄρδην αὐγάσασα τὴν κτίσιν,
Ἐκ γῆς δύνασα πρὸς τὸ πρῶτον φῶς ἔβη;
Πῶς ἡ κόσμῳ βλύσασα τῆς ζωῆς χύσις
Μειώσασά τε τὸ σκότος τῆς ἀπάτης
Καὶ θείας ἀστράψασα γνώσεως φάος,
Ζωὴν λιποῦσα τὴν ῥέουσαν ἀσμένως,
Πρὸς βιοτὴν ἄφθαρτον ἀνεληλύθει;“
Οὑτωσὶ τούτων τοῖς σοφοῖς ἀποστόλοις
Κατωδύνῳ πνεύματι ῥηθέντων τότε,
Πυρσεῦσαν αἴφνης φέγγος ἀστραπηβόλον
Τὴν οἰκίαν πλήσειεν ἀῤῥήτῳ λόγῳ,
Ἔνθα κιβωτὸς κατέπαυσεν ἡ νέα·
Φωνὴ δ' ἀμυδρὰ τοῦ θεοῦ καὶ δεσπότου
Ὡς λεπτοτάτης αὔρας ἤκουστο ξένως,
Τῇ μητρανάνδρῳ ταῦτα φωνοῦσα κόρῃ:
”Δεῦρ' ἴθι, βασίλισσα κοσμιωτάτη,
Ἀνακτορικοὺς πρὸς δόμους οὐρανίους
Συμβασιλεύειν τῷ θεῷ σου καὶ γόνῳ.
Ἴθι, λογικὲ παράδεισε, συντόνως
Πρὸς παραδείσου τὰ περίδοξα πλάτη.
Περιστερὰ βάδιζε κεχρυσωμένη
Πρὸς τὴν κιβωτὸν τὴν θεόδμητον τάχος
Τὸ κοσμικὸν ναυάγιον διαδράσα.
Γέφυρα πορθμεύθητι πρὸς τὸν λιμένα
Τὸν ἀκύμαντον καὶ πάσης ἐκτὸς ζάλης.
Ἡ τὰς ὀδύνας πρὶν φυγοῦσα τοῦ τόκου
Πρὸς ἄπονον νῦν λῆξιν ἐλθὲ, παρθένε·
Ὅλη γὰρ καλὴ καὶ δίχα παντὸς ψόγου
Πλησίον οἴκει τοιγαροῦν τοῦ σοῦ τόκου.”
Ταῦτα φράσας, ὦ κτίστα, τῇ γειναμένῃ,
Σὺ μὲν τὸ πνεῦμα τῆς τεκούσης λαμβάνεις
Καὶ πρὸς τὰς ἄνω λαμπρότητας ἀνάγεις,
Ἀρχαγγελικῆς ταγματοστραταρχίας
Δορυφορούσης καὶ προπεμπούσης φόβῳ.
Τὸ σκῆνος αὖ δὲ τοῖς χοροῖς ἀποστόλων
Κομίσεται πρὸς μνῆμα τὸ ζωηφόρον
Ὑμνῳδιῶν ᾄσμασι θελξικαρδίων
Καὶ λιγυροῖς φθέγμασι παιανοκρότοις.
Ἀλλ' οὐ σθεναρὸν ἦν κρατεῖσθαι τῷ τάφῳ
Τὸ βαστάσαν ἔσωθεν ἀῤῥητοτρόπως
Τὸν καθελόντα τοῦ θανάτου τὸ κράτος.
Ἄνεισι τοίνυν εὐκλεῶς ἐριτίμως
Εἰς οὐρανίους καὶ φεραυγεῖς παστάδας,
Εἰς δόξαν ἀΐδιον, εἰς θυμηδίαν,
Εἰς φέγγος ἀνέκλειπτον, εἰς ζωὴν ξένην
Ἡ νῦν μεθεκτῶς ὡς θέμις θεουμένη,
Αὐλὰ κτῖσιν αὐλοῖς τε φρυκτωρουμένη,
Συμβασιλεύει τῷ θεανθρώπῳ Λόγῳ.
Ἀλλ' ὦ παναμώμητε μῆτερ παρθένε,
Ἡ τῷ θεῷ μου σάρκα δανεισαμένη,
Καὶ τοὺς βροτοὺς θέωσιν ἐνδυσαμένη,
Ἡ κατάραν λύσασα τῶν προπατόρων,
Καὶ μακαρισμὸν πηγάσασα τοῖς πάσιν,
Ἡ τοῦ Σατὰν λύσασα τὴν τυραννίδα,
Καὶ τοῖς μέροψι δοῦσα κατ' αὐτοῦ νίκην,
Πρόστηθι λαοῦ τοῦ σὲ τιμῶντος πόθῳ,
Χριστωνύμῳ κλήσει τε κεκλεϊσμένου,
Ὕψωσον αὐτοῦ παντάνασσα τὸ σθένος·
Λῦσον τὰ φρυάγματα Σατὰν τοῦ πλάνου,
Σύντριψον αὐτοῦ τὰς καθ' ἡμῶν παγίδας·
Τὴν ἐμφύλιον ἐξολόθρευσον μάχην,
Ἐκκλησίας τὸ σχίσμα παῦσον σῷ κράτει,
Τὸν τάραχον πράϋνον, εἰρήνης ἔαρ,
Ταῖς σαῖς λιταῖς δὸς καὶ σταθηρὰν ἀγάπην.
Ὁρᾷς γὰρ οἷα πάσχομεν, θεητόκε,
Ἀντιλαβοῦ γοῦν καὶ ῥύσαι τῶν κινδύνων
Τοὺς ἐκ μέσης σοι προστρέχοντας καρδίας,
Ἵνα μεγαλύνωμεν εὐσεβοφρόνως,
Ἵνα τιμῶμεν ἀσιγήτοις ἐν λόγοις
Τὴν σὴν πρὸς ἡμᾶς συμπάθειαν καὶ σχέσιν.
Ταυτὶ μὲν οὕτω· σὺ δ' ἐπευλόγει, θύτα.
27
{Εἰς τὴν αὐτήν.}
Τὴν ἔμψυχον βίβλον σε τοῦ ζῶντος λόγου,
Τὴν τῶν φυσικῶν αἰτιῶν ὑπερτέραν,
Καὶ συλλογισμῶν τεχνικῶν ἀλλοτρίαν,
Καὶ γραμματιστοῦ δεξιᾶς ἐλευθέραν,
Ἣν αὐτὸς ἐσφράγισεν ὁ κλείσας πάλαι,
Τὸ πυξίον, τὴν πλάκα, τὸν θεῖον τόμον,
Ἐν ᾧ θεοβράβευτος ἐγράφη τόκος,
Τῆς κτίσεως τὸ θαῦμα τῆς νοουμένης,
Τῆς φύσεως τὸ σφύγμα τῆς παρειμένης,
Τὴν ἐκ βρέφους ἄμεμπτον ὡς ὑπὲρ φύσιν,
Τὴν εἰς φράσιν ἄληπτον ὡς ὑπὲρ λόγον,
Τὴν Μαριὰμ τὸ χρῆμα τῆς σωτηρίας,
Παροῦσαν εὑρὼν μυστικῶς τῷ βιβλίῳ,
Σκιρτῶ καθαρῶς καὶ πλατύνω τὸ στόμα,
Πανηγυρικῶς εὐτρεπίσων τὸν λόγον.
Ἀλλ' ὡς τεκοῦσα τὸν θεάνθρωπον Λόγον,
Καὶ παρθένος μείνασα τοῦ γένους χάριν,
Ἄνοιξον ἡμῖν τῆς ψυχῆς τὸ βιβλίον,
Καὶ τὴν χάριν ἔγγραψον αὐτῷ τῶν λόγων.
Κἂν γὰρ καθεύδῃς τοῖς νόμοις τῆς φύσεως,
Ἀλλ' ἐκ φθορᾶς ἄγρυπνος εὑρέθης πάλιν·
Τῆς γὰρ τελευτῆς τῶν νεφῶν ἐπηρμένων
Καὶ βασιλεὺς ἐνταῦθα παρὼν τυγχάνει
Σοφὸς, γαληνὸς, εὐστεφὴς, κοσμοτρόφος,
Καὶ πατριάρχης ὡς θεοῦ μέγας θύτης,
Καὶ τῶν λογικῶν θρεμμάτων οἱ ποιμένες,
Ὡς ἂν ἐκεῖ λαβοῦσα τοὺς ἀποστόλους
Κἀνταῦθα τοὺς σοὺς εὐλογῇς ἀποστόλους.
28
{Εἰς τὴν αὐτήν.}
Οὐ θαῦμα θνήσκειν κοσμοσώτειραν κόρην
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
t29-42
{ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΣ ΕΥΑΓΓΕΛΙΣΤΑΣ.
29
Εἰς εἰκόνα τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ.}
Γράφει σε, Λουκᾶ, τεχνικῶς ὁ ζωγράφος·
Μήπως κακίσῃς τὴν γραφὴν ὡς τεχνίτης.
Λέγουσι γὰρ εἶναί σε καὶ σκιαγράφον
Τὸν χρωματουργὸν τῶν ἀποῤῥήτων λόγων.
30
{Εἰς τὸν αὐτὸν καθήμενον καὶ γράφοντα.}
Ὦ μόσχε, Λουκᾶ, τῆς θεοῦ γεωργίας,
Ἐνθάδε τὸν σὸν μυστικὸν σπόρον βλέπων
Εὐαγγελικὸν βούλομαι δρέπειν στάχυν,
Ὅπως τὸν ἄρτον τῇ ψυχῇ θησαυρίσω.
30a
{Εἰς τὸ αὐτό.}
Ἄνθρωπε σιγῶν εὐλαβῶς δεῦρο σκόπει,
Μήπως ὁ Λουκᾶς συγχυθῇ πρὸς τὸ γράφειν·
Τοῦ γὰρ παρὰ σοῦ θᾶττον ἀκούσας ψόφου
Τὴν χεῖρα κινεῖν ἄχρι τινὸς οὐ θέλει.
31
{Εἰς τὸν εὐαγγελιστὴν Ματθαῖον καθεσόμενον καὶ γράφοντα.}
Ὁ χθὲς τελώνης σήμερον σεσωσμένος
Τὴν τοῦ Λόγου σάρκωσιν ἐνθάδε γράφει,
Δι' ἧς τελώνης καὶ φονεὺς εἴπερ θέλει
Εὐαγγελιστὴς γίνεται θεογράφος.
32
{Εἰς τὸ ἀνθρωπόμορφον αὐτοῦ ζώδιον.}
Τὴν ἀγγελικὴν οὐκ ἔχων ἀσαρκίαν
Εὐαγγελιστοῦ σαρκικοῦ τύπον φέρεις,
Οὐχ ὡς ἐχόντων τι πλέον τῶν ἀγγέλων,
Ἀλλ' ὡς γράφων ἔνσαρκον ἡμῖν τὸν Λόγον.
33
{Εἰς τὴν ὑπόθεσιν τοῦ κατ' αὐτὸν εὐαγγελίου.}
Θεὸς τὸν Ἀδὰμ εἰς Ἐδὲμ τάττει πλάσας·
Αὐτὸς δὲ θελχθεὶς γευστικῶς παρεσφάλη,
Καὶ γίνεται σὰρξ ὁ σπορεὺς πάντων λόγος,
Ὅπως ὁ κόσμος εὑρεθῇ σεσωσμένος.
34
{Εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην καθεσόμενον καὶ γράφοντα.}
Βροντὴ λογικὴ τὰς ἐμὰς κτυπεῖ φρένας·
Ὄμβρος γὰρ οὐδεὶς, οὐδὲ κοιλότης νέφους.
Αὐτὸς δὲ βροντῶν ὁ Ζεβεδαίου γράφει
Ὄμβροις ἀδήλοις τοὺς βροτοὺς ἀναψύχων.
35
{Εἰς τὸ ἀετόμορφον αὐτοῦ ζώδιον.}
Τὸν ἀετόν σε τὸν θεόπτην τὸν μέγαν
Ὁ Χριστὸς αὐτὸς ἀνὰ τὸ στῆθος φέρων
Τρανῶς λέγειν ἔοικε τῇ κοσμουργίᾳ·
Σέβου τὸ δεῖγμα τῆς ἐμῆς μοναρχίας.
36
{Εἰς εἰκόνα αὐτοῦ, ἐπὶ τῶν ἐπιστολῶν ἱσταμένην.}
Φέρων ἐπ' ὤμων τὸν ζυγὸν τοῦ δεσπότου
Κέκυφεν εἰς γῆν ὁ Ζεβεδαίου γόνος,
Ἢ παρὰ τὴν θάλασσαν ἑστὼς τῶν λόγων
Βλέπει τὸ τῆς χάριτος ἐξ ἔθους βάθος.
37
{Εἰς τὸν ἄγιον Μάρκον καθεσόμενον καὶ γράφοντα.}
Ἔχων ὁ Μάρκος τὸν σκοπὸν πρὸς τὸ γράφειν
Μένει σιωπῶν· οὐ γὰρ ὡς ἄπνους τύπος,
Ἀλλ' ὡς ἔτι ζῶν καὶ κινεῖται καὶ πνέει,
Κἂν ἀτρέμας πέπηγεν ἡμέρα γράφων.
38
{Εἰς τὸ λεοντῶδες αὐτοῦ ζώδιον.}
Λέων ὁ Μάρκος εὑρεθεὶς ἐκ τῶν λόγων
Φρικτῶν βρυχηθμῶν ἐξερεύγεται κτύπους,
Οὓς ἡ κτίσις πτήξασα δορκάδος δίκην
Τοὺς δυσπλόκους πέφευγε τῆς πλάνης βρόχους.
39
{Εἰς τὰ δʹ θεῖα καὶ ἱερὰ εὐαγγέλια.}
Ὁ πᾶσαν ἁπλῶς τεκτονεύσας τὴν κτίσιν,
Ἐν πᾶσι τηρῶν τὴν τιμὴν τῆς τετράδος,
Τέσσαρσι καιροῖς ὡραΐζει τὸν χρόνον·
Τέμνει δὲ τὴν γῆν τετραχῆ καὶ τὸν πόλον,
Ἄρδει δὲ ῥείθροις τὴν Ἐδὲμ τετραστόμοις,
Περικρατεῖ δὲ καὶ τὸ πᾶν τῇ τετράδι,
Καὶ δημιουργεῖ τὴν ἐμὴν γῆθεν φύσιν,
Τετράπλοκον σύνδεσμον ἐνθεὶς τῇ πλάσει.
Ἔξεστιν ἰδεῖν ἀσφαλῶς καὶ Θεσβίτην
Τέσσαρσι κύκλοις ἀρετῶν ἐπηρμένον·
Τετραμερὲς δὲ καὶ τὸ τρίξεστον ξύλον,
Ὧ| Χριστὸς ἐξήπλωτο τετρασυνθέτως·
Σύναπτε τοῖς τέσσαρσι καὶ τὰς ἐννάδας,
Δι' ὧν ὁ Μωσῆς τὰς πλάκας ἐδέξατο,
Δι' ὧν ἐπὶ γῆς ἡ θεόβρυτος κλύσις,
Δι' ὧν ὁ Χριστὸς ἀσιτήσας εὑρέθη.
Τί μὴ συνάψας τὸ προκείμενον λέγω;
Τέσσαρσι βίβλοις σωστικοῖς εὐαγγέλοις
Ὁ Χριστὸς ἐστήριξε τὴν ἐκκλησίαν,
Ἣν αὐτὸς ἐκτήσατο τῇ μετουσίᾳ.
40
{Εἰς τὴν εἰκόνα τοῦ ἁγίου Πέτρου ἐν λίθῳ γεγλυμμένην.}
Εἰς λίθον ἀκρόγωνον ἐστηριγμένος
Τρανῶς ὁ Πέτρος ἐκδιδάσκει τὴν κτίσιν.
Χρεὼν γὰρ αὐτὸν μὴ καμεῖν πρὸς τοὺς λόγους
Ἕως τὸν ὕπνον ἐκδιώξει τῆς πλάνης.
41
{Εἰς τὰς καθολικὰς ἐπιστολὰς αὐτοῦ.}
Πάλιν ὁ Πέτρος ἐκδιδάσκει καὶ γράφει
Τῇ καθολικῇ τῶν βροτῶν πανσπερμίᾳ·
Κόρον γὰρ οὐκ εἴληφεν, ἀλλ' ἔτι θέλει
Σώσειν ἁπάσας εἰ δυνατὸν τὰς φύσεις.
42
{Εἰς τὴν εἰκόνα τοῦ ἁγίου ἀποστόλου Παύλου.}
Ἔδει σε, Παῦλε, συντυποῦσθαι τῇ κτίσει
Ἥνπερ προσῆξας τῷ θεῷ σεσωσμένην·
Ἀλλὰ τὸ πλῆθος ἐκνικῆσαν τὴν τέχνην
Τὸν ζωγράφον πέπεικε σὲ γράφειν μόνον.
t43-288
{ΤΟΥ ΑΥΤΟΥ ΤΕΤΡΑΣΤΙΧΑ ΕΙΣ ΤΑΣ ΕΠΙΣΤΟΛΑΣ ΤΟΥ ΠΑΥΛΟΥ.
43
Εἰς τὴν πρὸς Κορινθίους ἐπιστολήν.}
Ἔσφιγξε Παῦλος τῶν γραφῶν τῇ συνδέσει
Τὰς ἐν Κορίνθῳ δυσσεβεῖς ἀποσπάδας.
Ἐχρῆν γὰρ αὐτὸν ὡς σοφὸν σκηνογράφον
Σκηνὴν λογικὴν τῷ θεῷ συναρμόσαι.
44
{Εἰς τὴν πρὸς Κολασαεῖς τούτου ἐπιστολήν.}
Χαλκοῦν κολοσσὸν ὁ χρυσοῦς Παῦλος νικᾷ
Ἀρθεὶς ὑπὲρ γῆν οὐρανοῦ μέχρι τρίτου.
Καὶ θραῦε γοργῶς τῶν λόγων τῇ σφενδόνῃ,
Βαλὼν τὸν ἀκρόγωνον ἐν μέσῳ λίθον.
45
{Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν.}
Ἄρτι νοσοῦσαν, Παῦλε, τὴν Ῥώμην βλέπων,
Καὶ σφυγμὸν οὐκ ἔχουσαν ὀρθοδοξίας,
Ῥώμῃ λογικῶν ἐξεγείρεις φαρμάκων,
Καὶ πρὸς παρακμὴν ἐκβιβάσεις τὴν νόσον.
46
{Εἰς τὴν πρὸς Ἐφεσίους ἐπιστολήν.}
Τείνας ὁ Παῦλος τὴν σαγήνην τῶν λόγων
Ὡς ἰχθύας ἤγρευσε τοὺς ἐν Ἐφέσῳ,
Τοσοῦτον ὄντας εὐτραφεῖς καὶ νοστίμους,
Ὅσον τὸ λῖπος σβεστικὸν σχεῖν τῆς πλάνης.
47
{Εἰς τὴν πρὸς Θεσσαλονικεῖς.}
Ὦ πῶς ἀναπνεῖν οὐδαμῶς Παῦλος θέλει,
Νῦν μὲν διδάσκων, νῦν δὲ πόῤῥωθεν γράφων,
Θεσσαλονικεῖς μαρτυροῦσι τοῖς λόγοις
Ἐκ τῶν Ἀθηνῶν τὴν γραφὴν δεδεγμένοι.
48
{Εἰς τὴν πρὸς Τιμόθεον ἐπιστολήν.}
Παῦλος τὸ πνεῦμα συλλαβὼν τοῖς ἐγκάτοις
Ἐγκυμονεῖ μὲν τὴν πολύσπορον φύσιν·
Τιμόθεον δὲ καὶ τεκὼν καὶ προκρίνας
Ἔχει συνεργὸν εἰς τὸν ὕστερον τόκον.
49
{Εἰς τὴν πρὸς αὐτὸν δευτέραν τούτου ἐπιστολήν.}
Ὕδωρ ὁ Τιμόθεος οὐκέτι πίνει·
Παῦλος γὰρ αὐτοῦ πατρικῶς πεφεισμένος
Τὰς τῶν διδαχῶν οὐκ ἀπέκλεισε φλέβας,
Ὅπως ἐκεῖνος μὴ πτοῆται τὸν κόρον.
50
{Εἰς τὴν πρὸς Τίτον.}
Τί τοῦτο; φησὶ τῷ διδασκάλῳ Τίτος·
Ἢ φύσιν αὐχεῖς ἀγγελικὴν εἰς λόγους,
Ἢ συλλαλεῖ σοι μυστικῶς ὁ δεσπότης,
Ἢ σὰρξ πεφυκὼς ὑπὲρ ἄνθρωπον γράφεις.
51
{Εἰς τὴν πρὸς Φιλήμονα.}
Τὸν πρόξενόν σοι τῶν ὑπερτίμων λόγων
Φίλει, Φιλήμων, κἂν λαθὼν πέφευγέ σε·
Παῦλος γὰρ αὐτὸν κρειττόνως ἀπογράφων
Ἐξ οἰκέτου σύνδουλον εἰργάσατό σοι.
52
{Εἰς τὴν καθολικὴν τούτου ἐπιστολήν.}
Ἄλλους λογικῶν οὐρανῶν κύκλους βλέπω
Φέροντας ἔνδον ἀντίκεντρον τὴν κτίσιν.
Παῦλος γὰρ αὐτὸς ἐκτανύσας τοὺς λόγους
Τὰ τοῦ γένους κτήματα μικροῦ συλλέγει.
53
{Εἰς τὸν περὶ τοῦ τελώνου καὶ τοῦ φαρισσαίου λόγον.}
Φαρισαϊκῶν μὴ καταγνοὺς πρακτέων
Τὴν ἐκ τύφου μίμησον εὐχαριστίαν,
Καὶ τοῦ τελώνου τὸν βίον μὴ θαυμάσας
Τῆς ἐκ λόγων ζήλωσον αὐτὸν αἰσχύνης.
Ὁ μὲν γὰρ ἑστὼς γαυριᾷ τοῖς πρακτέοις·
Ὁ δ' αὖ νενευκὼς δυσφορεῖ πρὸς τὸν βίον.
Πλὴν, ἀκροατὰ, νουνεχῶς δεῦρο σκόπει·
Τὸ γὰρ χρυσοῦν πάρεστι λαλοῦν σοι στόμα,
Μὴ τὴν καταστρέφουσαν ὑπεροψίαν
Λάθῃς προτιμῶν τῇ ψυχῇ τοῦ μετρίου.
54
{Εἰς τὸν περὶ τοῦ τελώνου λόγον.}
Μὴ καταπιπτέτω τις ἂν ἁμαρτάνῃ,
Μηδ' εἰ κατορθοῖ γαυριῶν κομπασέτω.
Θεὸς γὰρ ἡμῖν σωφρονίσει τὸν βίον,
Παραβολικῶς ὑποθεὶς τὸ συμφέρον·
Ὁ δ' ἀκροατὴς ὁ σκοπῶν εὖ τὸν λόγον,
Ὃν τὸ χρυσοῦν ἤνεγκεν ἐνθάδε στόμα,
Τὸν τῦφον ἀφεὶς τῆς ψυχῆς καὶ τὸ θράσος,
Τὸν ἐξαμαρτάνοντα πενθείτω βίον,
Μήπως ὁ λιμὴν εὑρεθῇ τούτῳ κλύδων,
Παρὸν γαληνὴν εὐτυχῆσαι τὴν ζάλην.
55
{Εἰς τὴν τῶν προπατόρων γύμνωσιν.}
Ἄνθρωπε, γυμνοὺς τοὺς προπάτορας βλέπων
Ταῖς τοῦ πονηροῦ μὴ κλαπῇς πανουργίαις·
Δεινὸς γάρ ἐστιν εἰς τὸ θέλγειν τὴν φύσιν,
Ἕως ὑπαχθεὶς ἀγνοήσῃς τὴν πλάνην,
Καὶ παρασυρεὶς τῆς Ἐδὲμ διεκπέσῃς.
Θρήνει δὲ σαυτὸν ἀντὶ τῶν προπατόρων·
Τὸ γὰρ πάθος σόν ἐστιν, οὐ τῆς εἰκόνος,
Καὶ σὸν καθαρῶς, οὐ γραφῆς τὸ δακρύειν.
56
{Εἰς τὸν περὶ τῶν Βαΐων λόγον.}
Πῶλος μὲν ἦν ὄχημα τοῦ ζῶντος λόγου,
Ἡ νῦν δὲ πυκτὶς τοῦ προκειμένου λόγου.
Καὶ τῷ μὲν εἰσφέρουσιν οἱ παῖδες κλάδους,
Εἴ τίς ποτ' ἐστι μυστικώτερος λόγος.
Ἐγὼ δὲ τὸν φοίνικα τῆς γλώσσης φέρων,
Ἐξ ἧς ὁ καρπὸς τῆς ἐμῆς φωνῆς βρύει,
Καθάπερ εἰκὸς δεξιοῦμαι τὸν λόγον.
Τὰς γοῦν ψυχικὰς ὑπανοιγνύντες πτύχας,
Ἃς οἶδε Σιὼν ἡ Γραφὴ καλεῖν πύλας,
Ἥκοντα νῦν δέχεσθε καλῶς τὸν λόγον,
Στρωννύντες αὐτῷ τὴν σιγὴν καὶ τὸν πόθον.
Ὁ νοῦς γὰρ ὑμῶν ὡς ὁ Λάσαρος πάλαι,
Φυγὼν τὰ δεσμὰ τῆς ταφῆς τῶν φροντίδων,
Εἰς τὴν νοητὴν ἐξανάστασιν φθάσει.
57
{Εἰς τὸν ἠγαπημένον Ἰωάννην τὸν θεολόγον.}
Ἐκεῖνος οὗτός ἐστιν ὁ βροντῆς γόνος,
Ἀλλὰ σιωπᾷ μυστικὸν δόγμα γράφων·
Ὡς καὶ τὸν ἐν χρῷ τοῦτον εὐθὺς ἀέρα
Δοκεῖν μετελθεῖν εἰς χρυσὸν πεπηγμένον,
Μή τις ὅλως ἄκαιρον ἐξάγοι κτύπον
Εὑρὼν ἀπαγεῖς τῆς πνοῆς τὰς συρμάδας.
Αὐτὸς δὲ μικροῦ καὶ ψιθυρίζει γράφων·
Καὶ γὰρ ἔχει τὸ πνεῦμα τοῦ διδασκάλου,
Ὃ ζῶν ἀτεχνῶς καὶ λαλοῦν ὑπὲρ φύσιν
Εὐαγγελικὴν ὀργανοῖ μουσουργίαν.
58
{Εἰς τὸν ἄγιον Στέφανον τὸν πρωτομάρτυρα.}
Καυχήσεως στέφανον εὑρὼν τὸν βίον
Τούτου μεταξὺ μάρτυς ὠχρὸς ἐγράφης·
Τῶν γὰρ παρειῶν ἐκκενοῖς τὴν πορφύραν,
Λίθοις πιεσθεὶς καὶ μετὰ τούτους πάλιν
Ἄγρυπνος ὢν ἄνωθεν ἀνθρώποις φύλαξ·
Ἀλλὰ σιωπᾷς τάχα κἀντεῦθεν βλέπων
Ἐκ δεξιῶν ἑστῶτα πατρὸς τὸν Λόγον.
Οὐκοῦν δυσωπῶν τὸν θεόν σου μὴ κάμῃς
Ὑπὲρ μοναστῶν τῶν βιούντων ἐνθάδε.
Ζωὴ γὰρ ἡ σὴ λῆξιν οὐκ ἔχει, μάκαρ.
59
{Εἰς τὸν μέγαν Γεώργιον.}
Μαρτυρικοὺς ἀγῶνας ἐνθάδε βλέπων
Γεωργίῳ τέθηπα τὴν εὐανδρίαν.
Ἀνθίσταται γὰρ τοῖς βραβεῦσι τῆς πλάνης,
Νικᾷ δὲ παθεῖν εὐγενῶς ἠπειγμένος·
Εἰς πῦρ δὲ χωρεῖ καὶ τροχοῦ περιδρόμους,
Ποιεῖ δὲ κηρὸν τοῦ σιδήρου τὴν φύσιν·
Καὶ γὰρ τὰς ἀκμὰς τῶν βελῶν ἀντιστρέφει,
Καὶ θαυματουργεῖ καὶ τομῆς κρείσσων μένει,
Καὶ γίνεται μὲν πνευματικὸς ὁπλίτης·
Ἀνίσταται δὲ καὶ σφριγᾷ πρὸς τὴν μάχην,
Καὶ πῦρ κατ' ἐχθρῶν δυσμενῶν πνέει φλέγον.
Οὐ φείδεται γὰρ τῶν μελῶν τοῦ σαρκίου·
Στηρίζεται δὲ τῆς ψυχῆς ταῖς ἐλπίσι·
Φαιδρύνεται δὲ ταῖς ῥοαῖς τῶν αἱμάτων,
Στολίζεται δὲ τὴν τιμὴν τῶν μαρτύρων,
Παρίσταται δὲ τῷ θεῷ στεφανίτης,
Κουφίζεται δὲ τοῖς πτεροῖς τῶν θαυμάτων·
Ἐφίσταται δὲ συμπαθῶς τοῖς ἐν λύπαις,
Ποιεῖ δὲ νεκροὺς ἐκ ταφῆς παλιμβίους,
Καὶ δείκνυται ζῶν πανταχοῦ γῆς καὶ πνέων,
Δεσμοὺς δὲ πυκνοὺς καὶ πλοκὰς λύει βρόχων,
Συχνοὺς πρὸς ἡμᾶς τοὺς δορυκτήτους ἄγων.
Ὦ θαῦμα, καὶ πῶς εὐπαθὴς σὰρξ ἐνθάδε
Τὴν τοῦ Σατὰν ἄσαρκον ἐκνικᾷ φύσιν,
Τῶν ἀγγέλων τὴν φύσιν ἐκμιμουμένη!
Πλὴν οἶδε Χριστὸς ἐξαμείβειν τὰς φύσεις
Τοῖς ὑπὲρ αὐτοῦ μαρτυρεῖν προηγμένοις.
Ὥστε βλέπων, ἄνθρωπε, μηδὲν θαυμάσῃς,
Εἰ μαρτυρικῶς ἡ Γεωργίῳ χάρις
Τοιαῦτα ποιεῖν τοῖς βροτοῖς ἐξισχύει.
60
{Εἰς τύπον τῶν δ' στοιχείων εἰς ἄνδρας συνεσφιγμένους τέσσαρας.}
Στοιχειακοῦ σφίγματος εἰκόνα βλέπων
Ὃ ζῶντας ἡμᾶς ὀργανοῖ καὶ συνδέει,
Ἄνθρωπε, μιμοῦ τὴν φιλάλληλον σχέσιν·
Χωρὶς γὰρ αὐτῆς οὐδὲ τὸ ζῇν σοι πρέπον.
61
{Εἰς τὴν θεοτόκον.}
Ζωηφόρε τράπεζα, τὸν νοῦν μου τρέφε·
Καὶ γὰρ Ἰησοῦν τὸν γλυκὺν ἄρτον φέρεις,
Ὃς πάντα πιστὸν μυστικῶς διατρέφει
Αἵμασι τοῖς σοῖς ἐκζυμωθεὶς, παρθένε.
62
{Ἕτερον.}
Ἀνήροτον γῆν καὶ σπορᾶς ἄνευ στάχυν
Καὶ ζωτικὸν φύραμα καὶ θεῖον τρύφος
Εἰς ἀργυρᾶν ἄντικρυς εὑρίσκω δρόσον·
Ψυχὴ, λάβε, τράφηθι τὴν σωτηρίαν.
63
{Εἰς λείψανον τοῦ ἁγίου Στεφάνου τοῦ νέου, ὂν ἐγκόλπιον
τοῦ δεσπότου κυροῦ Κωνσταντίνου.}
Χρυσὸς μετὰ πῦρ καὶ μετὰ λίθους λίθοι·
Ὁ γὰρ νέος Στέφανος ἐν τῷ λειψάνῳ,
Πλὴν οὐκ ἐπαθλεῖ· θαυματουργῶν δὲ ξένως
Τὸν δεσπότην φρουρεῖ με τὸν Κωνσταντίνον.
64
{Εἰς τὸ αὐτό.}
Ἂν ὀστέῳ Στέφανος ἐπλάκη νέος
Τῷ δεσπότῃ, Στέφανε, τῷ Κωνσταντίνῳ,
Κοσμῶν ἀτεχνῶς τὸ πλακὲν τοῦτο στέφος
Τοῖς ἀφθόνοις ἄνθραξι τῶν τεραστίων.
65
{Εἰς τὸ αὐτό.}
Ἐν ὀστέῳ βλέπω σε μικρῷ τὸν μέγαν,
Στέφανε σεπτὲ καὶ μετὰ γῆρας νέε·
Πλατύνεται γὰρ τὴν ψυχὴν ὁ δεσπότης
Κωνσταντίνος φέρων σε κἀν τῷ λειψάνῳ.
66
{Εἰς τὸ αὐτό.}
Ἓν τοῦτο τῶν σῶν μαρτυρικῶν ὀστέων
Ὃ τοῖς λίθοις, Στέφανε, θραυστὸν εὑρέθη.
Ὅλως γε μὴν ἔμεινας ἐν τῷ λειψάνῳ,
Τὸν δεσπότην φρουρῶν με τὸν Κωνσταντίνον.
67
{Εἰς μειράκιον γυμνὸν, εἰκόνα φέρον τοῦ βίου.}
Φεύγω, πτερωτός εἰμι· τί λαβεῖν θέλεις;
Τὰς τρίχας; ἀλλ' ἔῤῥευσαν. Ἀλλὰ τοὺς πόδας;
Καὶ πῶς πτερωτοὺς εὑρεθέντας ἂν λάβοις;
Τὸ σῶμα; γυμνόν ἐστι· τί σπεύδεις μάτην;
Ἄνθρωπε ταλαίπωρε, λῆξον τοῦ δρόμου,
Μὴ κατενεχθῇς τῷ δοκεῖν τι λαμβάνειν.
Σκιὰ γάρ εἰμι, κἂν δοκῶ τέως μένειν.
Ἀφίπταμαί σου καὶ πρὸς οὐδὲν ἐκτρέχω,
Καὶ γίνομαι ῥοῦς ἂν συνέξῃς δακτύλοις.
68
{Εἰς τὸ Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω.}
Ἀφεὶς καθαιρεῖν τοὺς σιτῶνας εἰς μάτην,
Ὡς ἂν σεαυτῷ τὴν τρυφὴν ἀνακτίσῃς,
Τὸν ἄγγελον δὴ τὸν ψυχάρπαγα σκόπει·
Τὸν σὸν γὰρ αὐτὸς καθελεῖ φθάσας βίον,
Πρὶν ἐντινάξαι τὴν σκαπάνην τῇ κτίσει·
Πλὴν ἀλλὰ σὺ μὲν τὴν ψυχὴν ζῶν ἡρπάγης,
Εὐαγγελικῶς ἐκβιοὺς πρὸς ἑσπέραν·
Ἡμῶν δὲ θανὼν σωφρονίζεις τὸν βίον.
69
{Εἰς εἰκόνα τοῦ μεγάλου Χρυσοστόμου.}
Θανὼν μάκαρ ζῇς, τοῦτο τῆς ἀσαρκίας.
Γραφεὶς πάλιν, ζῇς· τοῦτο τῆς εὐτεχνίας.
Ἀλλ' οὐχὶ καὶ πνεῖς, τοῦτο τῆς ἀσιτίας·
Καὶ θαῦμα πῶς ζῶν οὐδὲ μικρὸν γοῦν πνέεις.
70
{Ἕτεροι.}
Ἂν ἐξ ὕλης γράφωσι καὶ τοὺς ἀγγέλους,
Τί καινὸν εἰ γράφουσι καὶ σὲ ταῖς ὕλαις;
Εἰ δ' οὐχὶ καὶ πτέρυγας ἀγγέλου φέρεις,
Μάλιστα νικᾷς ἐξ ὕλης τοὺς ἀγγέλους.
71
{Ἕτεροι.}
Σκιὰν σκιᾶς ἔγραψας, ὦ χεὶρ ζωγράφου·
Σκιὰ γὰρ ἦν τὸ σῶμα τοῦ Χρυσοστόμου,
Λεπτυνθὲν ὡς ἄσαρκον ἐξ ἀσιτίας·
Καὶ θαῦμα τοῦτο πῶς σκιὰν σκιᾶς γράφεις.
72
{Ἕτεροι.}
Οὐ θρύψις ἐν σοὶ καὶ χλιδῆς ὄγκος, πάτερ,
Καὶ χρὼς περιττὸς, καὶ λιβὰς, καὶ σαρκία.
Τὸ γὰρ φυσικὸν ἐξελέπτυνας πάχος
Σκληραῖς ἀγωγαῖς ἐμβριθῶς ἀποξέσας.
73
{Ἕτεροι.}
Ὡς ὄργανον ζῶν καὶ λαλοῦν ἄπνουν δέρας,
Χρυσοῦν τε τυγχάνοντα Χριστοῦ σε στόμα,
Καὶ ζῶντα καὶ θανόντα καὶ γεγραμμένον
Ἔδειξεν ὠχρὸν ἀκριβῶς ἡ λεπτότης.
74
{Εἰς τὰ μύρα τοῦ μεγαλομάρτυρος Δημητρίου.}
Νεκρὸς μυρεψὸς μὴ φθονῶν σοι τῶν μύρων
Προῖκα, ψυχὴ, καλεῖ σε καὶ πόρνη δράμε·
Κἂν γὰρ ὁ Σατὰν ὡς Ἰούδας γογγύσῃ,
Τί πρὸς σὲ παυσίκακον ἀντλοῦσαν χάριν;
75
{Εἰς τὴν ἀπὸ μαρμάρου στήλην τοῦ μεγαλομάρτυρος Γεωργίου.}
Λίθος πονηθεὶς εἰς γλυφὴν στεφανίτου
Τὸν εἰς πόνους ἄκαμπτον ἐμφαίνει τόνον·
Οὐκ ἦν γὰρ εἰκὸς ἐντυποῦσθαι ταῖς χρόαις
Τὸν εἰς βάθος φέροντα σαρκὸς τὰς ξέσεις.
76
{Ἕτεροι.}
Ἔμπνους ὁ μάρτυς καὶ δοκῶν ζῆν ἐκ λίθου·
Πλὴν ἀλλὰ σιγᾷ, τὸν γὰρ ἐν λόγοις τόνον
Τοῖς μαρτυρικοῖς ἐξέλυσε καμάτοις.
Τὸ γοῦν σιωπᾶν ζῶντα τὸν μέγαν μέγα.
77
{Ἕτεροι.}
Τοῦ μαρτυρικοῦ σώματος τύπον μόνον
Τοῖς ἐγκοπεῦσιν οἶδεν ἡ τέχνη ξέειν·
Τὴν ἔνστασιν δὲ τῆς ψυχῆς οὐκ ἰσχύει·
Θᾶττον γὰρ ἀνέπνευσεν ἐκ τέχνης λίθος.
78
{Ἕτεροι.}
Τοῦ μάρτυρος τὸ σῶμα καρπὸς ἐκ λίθων
Τῷ δημιουργῷ τῆς σοφῆς τεχνουργίας·
Οὐκ ἦν γὰρ εἰκὸς τῆς γονῆς πάντων χάριν
Μὴ τεκνοποιεῖν τῷ θεῷ καὶ τοὺς λίθους.
79
{Εἰς εἰκόνα τῶν ἁγίων μʹ μαρτύρων κοσμηθεῖσαν
παρὰ Ἀθανασίου μοναχοῦ.}
Τὰς χεῖρας ὑμῶν τῷ ψύχει παρειμένας
Ἀθανασίου ψυχικὴ θάλπει ζέσις,
Ὡς τῆς πρὸς αὐτὸν ἀνταμοιβῆς ἀξίως
Τεταμένας ἔχοιτε πρὸς τὸν δεσπότην.
80
{Εἰς τὴν ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.}
Σκιὰν σκιᾶς ἔγραψας, ὧ χεὶρ ζωγράφου.
Σκιὰ γὰρ ἦν τὸ σῶμα τῆς Αἰγυπτίας·
Ἢ μᾶλλον ὡς ἂν ἀκριβώσω τὸν λόγον,
Ἀπὸ σκιᾶς ἔγραψας ὑλικὸν πάθος.
81
{Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου.}
Εἰ σωμάτων μίμησιν ἡ τέχνη γράφει,
Τοῦτο γραφικὴ, τοῦτο καὶ φύσιν ἔχον·
Καινὸν γὰρ οὐδὲν ζωγραφεῖν ὕλην ὕλῃ·
Ὅταν δὲ καὶ νοῦν καὶ πυρὸς φλόγα γράφῃ,
Καὶ πνεῦμα καὶ φῶς ἐν βραχεῖ περιγράφῃ,
Τέρας βλέπων θαύμασε τὴν τέχνην, ξένε.
82
{Εἰς ἑτέραν εἰκόνα τοῦ ἀρχιστρατήγου.}
Καὶ πνεῦμα καὶ φῶς καὶ πυρὸς μένος φλέγον.
Ὡς πνεῦμα τὸν νοῦν, ὡς δὲ φῶς τὴν καρδίαν
Ἀναψύχον φώτιζε καὶ ῥύθμιζέ με,
Καὶ τῶν παθῶν μου τὴν κακὴν ὕλην φλέγε.
Τὴν πίστιν ἀθρεῖς, τὸν χρυσάργυρον βλέπεις·
Τί λείπεται γοῦν εἰς τιμὴν τῆς εἰκόνος;
Ὁμώνυμός σοι τὴν τιμὴν πρωτοστράτωρ
Δουκᾶς ὁ Γλαβᾶς ἐκ ψυχῆς τάδε γράφει.
83
{Εἰς τὴν ὑπέραγνον θεοτόκον.}
Ἐπεί με νεκρὸν εὑρεθέντα, παρθένε,
Ταῖς αἱματηραῖς ἐκροαῖς τῶν ἐντέρων
Αὐτὴ καθαρῶς ἐξανέστησας πάλιν,
Τεκοῦσα Χριστὸν τῆς πνοῆς τὸν ἐργάτην,
Τὸ σύνθετόν μοι λύτρον εὐμενῶς δέχου,
Μὴ τῆς ἀμοιβῆς ἀλλὰ τοῦ πόθου χάριν,
Καὶ τῆς ψυχῆς τὴν ῥῶσιν ἐγκαίνιζέ μοι,
Τοῦ σώματος τηροῦσα τὴν εὐεξίαν.
Κωνσταντίνος σοὶ Ταρχανειώτης Δούκας
Κομνηνοφυὴς καὶ Γλαβᾶς τάδε γράφει.
84
{Εἰς ἔπιπλον πρὸς τὸν μέγαν Νικόλαον.}
Ἐπεὶ τὸ σὸν πρόσωπον αἰδοῦμαι βλέπειν,
Δοξάζεται γὰρ ὡς τὸ Μωσέως πάλαι,
Δέχου παραπέτασμα, καὶ γνώρισέ μοι,
Πάτερ, σεαυτὸν ἀπὸ τῶν τεραστίων.
85
{Εἰς βῆμα ναοῦ, ἔνθα ἦν ἡ θεοτόκος καὶ παρίσταντο ἄγγελοι.}
Τὸν ἔμψυχον βλέπω σε τοῦ ζῶντος λόγου
Θρόνῳ βασιλὶς ὁ γραφεὺς καθιδρύσας
Ἐνῆκε μικροῦ συστολὴν τοῖς ἀγγέλοις,
Μὴ σφαῖραν ἡμίτμητον οὐρανοῦ βλέπω.
86
{Εἰς λίθον κρύον, ἐν ᾧ ἦν γεγλυμμένη ἡ δεσποτικὴ εἰκών.}
Ὕδωρ ὁ λίθος οὗτος, οὐκ ὄντως λίθος·
Πήγνυσι δ' οὖν καὶ τοῦτον εἰς λίθου φύσιν
Ὁ πηγνὺς εἰς κρύσταλον ὑδάτων χύσιν.
Μήπως ὁ λίθος ἐκλυθεὶς ὑποῤῥέῃ.
87
{Εἰς τὸν αὐτόν.}
Ἀμήχανον μέν ἐστιν εἰς ὕδωρ γράφειν·
Πλὴν ἔνθα Χριστὸς, εὐχερὲς καὶ τὸ ξέειν.
Ὕδωρ γὰρ ἦν ὁ λίθος, ἀλλ' ἐξετράπη
Τὴν δεσποτικὴν εὐλαβηθεὶς εἰκόνα.
88
{Εἰς ξύλινον παναγιάριον}
Βρῶσιν γεωργηθεῖσαν ἐκ γῆς ἀσπόρου
Τρυφὴν ἔχων ἄῤῥευστον ἐν μέσῳ ξύλου
Τὸν ἐν ξύλῳ θάνατον οὐκέτι τρέμω·
Ζωὴ γὰρ ἐστὶν ἡ κρεμασθεῖσα ξύλῳ.
89
{Εἰς τὸ αὐτό.}
Ἐξ οὐρανοῦ τὸν ἄρτον ἐνθάδε βλέπων
Κυναρίου πρόσελθε πεινῶντος δίκην,
Ὡς ἂν μετασχὼν τῶν ἀπ' αὐτοῦ ψιχίων
Λιμὸν φύγῃς, ἄνθρωπε, τὸν ψυχοφθόρον.
90
{Τῷ Δομεστίκῳ.}
Νοσοῦντι δεινῶς καὶ τροφῆς χρῄζοντί μοι
Λεπτῆς, μαλακῆς, δυσπορίστου, νοστίμου
Χρυσοῦν δίδου φάρμακον ὁ χρυσοῦς γίγας,
Ὡς ἂν Γαληνὸς εὑρεθῇς ἐν ὁπλίταις.
Εἰς δ' ἀργυροῦν ἔμπλαστον ἁβρῶς εἰσφέροις,
Ἄρης τὸν Ἑρμῆν ὄψεται λευκόπτερον.
91
{Τῷ ἀνεψιῷ τοῦ αὐτοκράτορος τῷ Παλαιολόγῳ, ὅτε ὑπέσχετο
τῷ Φιλῇ οἶνον δώσειν καὶ ἵππον.}
Ἐγὼ, στρατηγὲ, τὸν μὲν ἔμπροσθεν χρόνον
Ἑκὼν ἄκων ἔστεργον οἷς εἶχον πόνοις·
Τί γὰρ ἔδει πράττειν με τὸν πένητά σου,
Στυγὸς πονηρᾶς εὑρεθείσης τῆς τύχης;
Ἐπεὶ δὲ τὴν σὴν εὐτυχῶς εἶδον φύσιν,
Ὡς ἡλίου πρόλαμψιν, ὡς πνοῆς χύσιν,
Αἰσθάνομαι ζῶν καὶ τὸ σὸν κάλλος βλέπων,
Ὃ τὴν Ἀερμὼν ἐξενίκησε δρόσον·
Τὰς μὲν γὰρ ὀφρῦς τόξα γαλήνης κρίνω,
Δι' ὧν ὁ βαρὺς τῆς ψυχῆς λήγει κλύδων,
Τὸν ἵμερον δὲ τῆς βολῆς τῶν ὀμμάτων
Παλίμβιον φῶς καὶ διόπτραν ἐλπίδων·
Τὰς χάριτας δὲ τῆς ῥινὸς καὶ τῶν γνάθων,
Αἷς ἡ φύσις ἔβαψεν εὐχροίας ῥόδον,
Ἔαρ μετὰ χειμῶνα, φῶς μετὰ σκότος,
Ὄμβρον μετ' αὐχμὸν, καὶ σθένος μετὰ νόσον.
Ὁρῶν δὲ φαιδρὰς τὰς ὑποχρύσους τρίχας,
Ἃς τὸ γλυκὺ πρόσωπον ἀκμάζον φύει,
Καὶ τῆς κεφαλῆς τὴν ἐπανθοῦσαν κόμην,
Ὡς ὑπὸ σειραῖς εὐφυῶς ἡρμοσμέναις,
Πρὸς ὕψος ἐκ γῆς εὐθέως ἀνάγομαι.
Ὁ δὲ ξένος ζέφυρος, ὃν πνεῖ τὸ στόμα,
Ψυχὴν ἀτεχνῶς ὀργανοῖ μοι δευτέραν,
Καὶ νεκρὸς ὢν ἄντικρυς ἐμπνέω πάλιν,
Καὶ λαμβάνω πτέρωσιν εἰς λόγους νέαν.
Κουφίζομαι δὲ πρὸς τὰ μέτρα τῶν στίχων,
Ἐν οἷς περικροτῶ σε τὸν γίγαντά μου·
Σὺ δὲ χρυσοῖς βρόχοις με συσφίγγεις φθάνων,
Οὓς εὖ γε ποιῶν ταῖν χεροῖν διαπλέκεις,
Ὅταν ἴδοις ἕτοιμον εἰς ῥῆξιν βίου.
Ὁ γὰρ φθόνος μάχαιραν ἠκόνησέ μοι
Πικρῶς ἀπειλῶν τὴν σφαγὴν τῆς καρδίας·
Εὗρόν γε μὴν καὶ σίμβλον ἐκ τῶν πραγμάτων
Ἐν τῷ πρυτανείῳ σε τῆς οἰκουμένης.
Ἐμοὶ γὰρ αὐτὸς δωρεῶν βλύζεις μέλι,
Χυμοὺς ἀναιρῶν μυστικῆς καχεξίας,
Κἂν, ὥσπερ εἰκὸς, ἡ γλυκύτης ἀλγύνῃ
Τοὺς ἐξ ἀφανοῦς δυσφοροῦντας ἰκτέρου.
Εὗρον δὲ καὶ σωτῆρα καθ' Ἱπποκράτην,
Χαυνοῦντα πολλῶν συμφορῶν οἰδήματα.
Σὺ καὶ τὸ θαῤῥεῖν τοῖς ἐμοῖς δίδως λόγοις,
Ὦ νοῦ βραβευτὰ καὶ καλῶν ἔργων φύσις·
Δίδου μὲν οὖν τὸν οἶνον ἐκ τῆς ἀμπέλου
Συχνὸν, καθαρὸν, ἀπὸ τῆς πρώτης ῥύμης,
Μή τις λάθῃ κάπηλος ἐγχέας ὕδωρ
Τοῖς τῶν σταφυλῶν ἐκθλιβεῖσι στεμφύλοις,
Κἀντεῦθεν ἡμῖν εὑρεθῇ πᾶς ὀξίνης,
Προδοὺς τὸ θερμὸν τῆς κλοπῆς τῇ συγχύσει·
Δίδου δὲ καὶ ἵππον ἐκ τῆς ἀγέλης,
Ὃν πρὶν μὲν ἐξήλαυνεν ἱππότης μέλας·
Νυνὶ δὲ λαμπρῶς Ὑρκανῶν τρέφει χλόη,
Κἂν ᾖ γέρων ἐκεῖνος, εὖγε τῆς τύχης!
Καὶ γὰρ ὁ νωθρὸς καὶ χελωνόπους νέος,
Καρηβαριῶν καὶ περιπταίων βάδην,
Καὶ τὴν παλαιὰν αἰσχύνων παροιμίαν,
Ἣ τοῖς νέοις δίδωσι τὴν κρείττω πράσιν,
Τὰς ἀγέλας πείθει με τῶν πώλων κρίνειν,
Ἥλιε καὶ γῆ, κανθαρίδας ἀπτέρους,
Αἳ κοπρίας γέμουσι καὶ δυσῳδίας.
Ναὶ ναὶ δίδου τὸ κτῆνος, ἐν τάχει δίδου,
Καὶ δεῖξον ἡμῖν ἀπὸ τῶν ἔργων πλέον,
Ὡς οὐδέπω τέθνηκεν ὁ πρωτοστράτωρ,
Οὗ κρεῖττον οὐδὲν οἶδεν εἰς γῆν ὁ χρόνος·
Σὸς γὰρ ἐγὼ σὸς, ἀλλὰ πιπτέτω φθόνος,
Τῶν σῶν ἀγαθῶν ἀσφαλὴς καλλιγράφος.
92
{Εἰς τὴν ἐν Βλαχέρναις ἐν λίθῳ θυσίαν τοῦ Ἁβραάμ.}
Ὁδός τις ἦν ὁ λίθος οὗτος, οὐ λίθος,
Καθ' ἣν ὁ πατὴρ Ἁβραὰμ τῷ φιλτάτῳ
Τὴν δεξιὰν ὥπλισεν εἰς καινὸν φόνον.
Ἡ τρίβος οὖν εἰς λίθον εὐθὺς ἐτράπη,
Καὶ πήγνυσι τὸν ἄνδρα νεκρά τις φύσις,
Μὴ τέκνον ἁπλοῦν ἐν βραχεῖ θύσῃ φθάσας.
93
{Εἰς τὴν ἐν λίθῳ πεποιημένην φιλοξενίαν τοῦ Ἁβραάμ.}
Ὁ λίθος οὗτος ἀντὶ πάντων τῶν λίθων
Βοᾷ σιωπῶν, ὡς θεὸς καὶ τοῖς λίθοις
Δίδωσιν, ὡς εἴρηκε σοὶ, παῖδας κύειν.
Μὴ γὰρ ἀναπνεῖν Ἁβραὰμ οὐκ ἰσχύεις;
94
{Εἰς τὴν αὐτήν.}
Ἐχρῆν ἀτεχνῶς ἐκμαθεῖν καὶ τοὺς λίθους
Τὴν ἱστορικὴν Ἁβραὰμ ἀπλαστίαν.
Οὐκοῦν ὁ παρὼν ζωγραφεῖ ταύτην λίθος,
Ἐνθεὶς ἑαυτῷ καὶ πνοὴν πεπηγμένην.
95
{Εἰς τὴν αὐτήν.}
Πεισθεὶς ὁ πατὴρ Ἁβραὰμ τῷ πρὸ χρόνων
Εἰπόντι κινεῖν πρὸς γονὴν καὶ τοὺς λίθους,
Νῦν εἶδεν ὡς καὶ τοῦτον εἰς ξένην φύσιν
Ὁ καινοποιὸς ἐξεπέτρωσε χρόνος.
96
{Εἰς τὴν αὐτήν.}
Θαυμαστὸν οὐδέν ἐστιν εἰ ζῶν μὴ πνέει
Φονῶν ὁ πατὴρ Ἁβραὰμ τῷ φιλτάτῳ·
Τοὺς γὰρ δι' αὐτὸν τὸν θεὸν παιδοκτόνους
Οὐκ ἔστιν εἰκὸς πνευστιᾷν ὡς ἐν μάχῃ.
97
{Εἰς τὴν αὐτήν.}
Ἔδει παρεῖναι καὶ τὸν ἄψυχον λίθον
Μάρτυρα τοῦ σοῦ πρὸς θεὸν, πάτερ, πόθου.
Σιγᾷ μὲν οὖν ὡς λίθος· ἐκ δὲ τῶν τύπων
Κῆρυξ ἀτεχνῶς ἐν ψυχῇ ζῶν εὑρέθη.
98
{Εἰς τὴν αὐτήν.}
Μὴ, μὴ, θεατὰ, μὴ παρέλθῃς τὸν λίθον
Ὡς λίθον ἁπλῶς· οὐδὲ γὰρ ὄντως λίθος,
Ἀλλὰ πνοῆς ἄδηλον ἐγχέας τόνον,
Γλυφῆς χάριν ἔδειξεν ἐψυχωμένην.
99
{Εἰς τὴν αὐτήν.}
Γεωγραφικὴν ἐκμαθὼν συμμετρίαν
Ἑρμογλυφικὴν ἔσχεν εὐαρμοστίαν
Ὁ μυσταγωγὸς τῶν καλῶν οὗτος γέρων·
Οὐδὲν γὰρ εἰς ἄῤῥυθμον ἐξέστη πλάσιν.
100
{Εἰς τὴν αὐτήν.}
Τὸν Ἁβραὰμ ὁ λίθος ὡς ὄρος φέρει
Καὶ θαυματουργεῖ ζῶντα μικροῦ δεικνύων·
Εἰ μὴ γὰρ ἰδὼν ἄγγελον συνεστάλη,
Δρομεὺς ἂν ἦν ἄντικρυς ὁ πρέσβυς γίγας.
101
{Εἰς τὴν αὐτήν.}
Ὁ λίθος εἰ ζῇ καὶ δοκεῖ τάχα πνέειν,
Τῆς Ἁβραὰμ καὶ τοῦτο θαυματουργίας·
Μὴ τάχα κρυπτὴν ἐξ Ἐδὲμ χέας δρόσον,
Ἤμειψε τὴν ἄτεγκτον εἰς ἔμπνουν φύσιν.
102
{Εἰς τὴν αὐτήν.}
Τί τοῦτο; βαβαὶ, ζῶσι μικροῦ καὶ λίθοι
Καὶ πνεῖ τὰ νεκρά· τὰς γὰρ ἐμφάσεις βλέπεις.
Εἰ δ' οὐκ ἔχει κίνησιν ἢ λόγου κτύπον,
Μᾶλλον, θεατὰ, ζῶντα νεκρὰ θαυμάσεις.
103
{Εἰς τὴν αὐτήν.}
Ναὶ, ναὶ, πάτερ, ξένιζε καὶ τοὺς ἀγγέλους
Μόσχον σιτευτὸν ὡς φιλόξενος θύσας·
Καὶ γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ προδεικνύεις,
Ὃς ὑπὲρ ἡμῶν τῶν σφαλέντων καὶ ξένων
Ἑκὼν ἀπαχθεὶς ὡς κακοῦργος ἐσφάγη.
Ἐχρῆν δὲ καὶ φαγόντος ἄρτον ἀγγέλου,
Ἄῤῥευστον ἡμᾶς βρῶμα σαρκὸς ἐσθίειν.
Τίς οὖν θεωρῶν μὴ ξενίζοι τοὺς ξένους;
104
{Εἰς τὸν ἐπὶ τραπέζης μυστικὸν δεῖπνον.}
Τοῦ δεσπότου δειπνοῦντος οὐδαμοῦ κτύπος,
Εἰ δὲ θρασυνθεὶς ὁ προδώσων ἐσφάλη,
Τῆς ἀνοχῆς θαύμασε τὸν σὸν δεσπότην,
Ὃς οὐδ' ἐπ' αὐτῷ δυσφορεῖ τῷ δυστρόπῳ,
Μὴ τοὺς μαθητὰς τῇ τραπέζῃ συγχέῃ·
Σὺ δὲ βλέπων, βέλτιστε, μιμοῦ τὸν τύπον,
Κἂν τοῖς ταπεινοῖς συνανεκλίθης φέρε,
Καὶ τὴν σιωπὴν ἑστιῶ πρὸ τοῦ τρύφους.
105
{Εἰς τὸν προφήτην Ἡλίαν ἁρπαζόμενον, ῥιπτοῦντα δὲ τὴν μηλωτὴν
τῷ Ἐλισσαίῳ.}
Εἰς ἅρμα πυρὸς ἁρπαγεὶς ὁ Θεσβίτης
Παρῆκε νεκρὰν ὡς ὁρᾷς δέῤῥιν κάτω.
Σὺ δὲ, ψυχὴ τάλαινα, πῶς ἄνω φθάσεις
Τὰ νεκρὰ κατέχουσα τῆς ὕλης βάρη;
106
{Ἔκφρασις εἰς τὸν αὐτόν.}
Δέχου παρ' ἡμῖν τὸν προφήτην τὸν μέγαν
Ἐκεῖνον αὐτὸν ἀκριβῶς τὸν Θεσβίτην·
Τὸν πυρφόρον κάτωθεν οὐρανοδρόμον,
Τὸν εἰς ὕλην θνήσκουσαν ἠφθαρτισμένον
Ἕως τελευτῆς καὶ φθορᾶς παγκοσμίου,
Τὸν Ἡλιοὺ τὸ θαῦμα τοῦ παντὸς γένους,
Ὃς οὐδ' ἐς αὐτῆς τῆς γραφικῆς τὴν φύσιν
Ἄψυχος εἶναι καὶ σκιώδης ἂν θέλοι,
Σαφῶς δὲ τοῦ ζῆν εὐτυχεῖ τὰς ἐμφάσεις,
Κἂν ἐξ ὕλης γράφοι τις αὐτὸν ἀψύχου.
Ὁρᾷς γὰρ αὐτὸν ἐσκιαγραφημένον,
Καὶ ζῶντα μικροῦ καὶ δοκοῦντά σοι πνέειν·
Ὃς δὴ καθεσθεὶς εἰς λιθόστρωτον θάκον,
Ἐπὶ λογισμῶν εἰς βάθος νενηφότων
(Ὄρος γὰρ ἢ Κάρμηλος ἢ Χωρὴς τόδε)
Τὴν ἐσχάτην ἔοικε προβλέπειν κρίσιν.
Πλὴν πρεσβυτικῆς ἴδε καθέδρας τύπον,
Ὦ νοῦ βεβηκὼς εἰς τὸν ἄστατον βίον·
Ἐν σχήματι γὰρ μετρίως ἀνειμένῳ
Τῆς δεξιᾶς τὸν πῆχυν ὀρθῶς ἱδρύσας,
Καὶ τῆς κεφαλῆς τὴν στροφὴν ἐπικλίνας,
Τῇ κατὰ πυγμὴν συστολῇ τῶν δακτύλων
Ἐκπληκτικῶς ἀνῆκε τὴν εὐώνυμον.
Ἐρείδεται δ' οὖν ἡ παρ' ἀγκῶνι στάσις
Εἰς τὸ πρὸς ἀνάκαμψιν ἠρμένον γόνυ.
Νομίζεται δὲ πρὸς νῶτον τετραμμένος
Τὴν συναγωγὴν τῶν νεφῶν ἔτι βλέπειν
Καὶ συγκαλεῖν τὸν ὄμβρον εἰς τὰς ἐκφύσεις,
Ἴσως δεδοικὼς μὴ σπανισθείη τρύφους.
Ἐσπείραται γὰρ εὐφυῶς τῇ διφθέρᾳ
Καὶ τὸν ποδήρη τόνδε συστείλας ἔχει,
Μή πού τις ἰκμὰς προσρυῇ τῷ κρασπέδῳ.
Πλὴν ἔστιν αὐτῷ καὶ πεφυρμένη κόμη·
Τὸ γὰρ ἀτημέλητον ἡ τέχνη γράφει,
Οὗ μήτε κουρὰ, μήτε λουτρὰ καὶ κτένες,
Ἀλλ' οὐδὲ μυρίπνους τὶς ἀσκεῖται χρίσις.
Ὅρα δὲ καὶ πώγωνα λευκὸν ἐκτόπως,
Ἢ τοῦ χρόνου σμήξαντος αὐτῷ τὰς τρίχας,
Ἢ τῆς γραφῆς τὸ γῆρας αἰνιξαμένης.
Ἔχει δὲ καὶ ζήλου τι θερμοῦ δεικνύειν
Ἡ κατὰ τὸ πρόσωπον αὐτῷ σεμνότης·
Τὸ γὰρ θυμικὸν ἐκ βάθους ἀναζέσαν
Τῶν ὀμμάτων τίθησι λοξὸν τὸν δρόμον
Ὡς ἀπὸ καπνοῦ τῆς ἐν αὐτοῖς ἀτμίδος,
Τῶν πρεσβυτικῶν συσταλεισῶν ὀφρύων.
Ἢ καὶ παρειῶν οὐχ ὁρᾷς πῦρ ἐνθάδε,
Καὶ τοὺς ἄτερ καύσωνος ἱδροῦντας πόρους;
Ὅταν δὲ τὸν πόρπακα τοῦ στέρνου βλέπῃς,
(Συνδεῖ γὰρ αὐτῷ τὴν τομὴν τῶν ἀμφίων,
Μὴ τὸν στολισμὸν ἡ πνοὴ συναρπάσῃ)
Τῶν πραγμάτων θαύμασε τὴν εἰκασίαν.
Ἐγὼ δὲ καὶ τὸ σχῆμα σεμνόν τι κρίνων,
Τὴν θαυματουργὸν εὐλαβοῦμαι διφθέραν·
Περιφερὴς γάρ ἐστιν αὐτῆς ἡ χνόη,
Κινήσεως δεικνύσα λεπτὰς ἐμφάσεις,
Τῆς ἀρετῆς δὲ τὸν πολὺν τρέχων δρόμον
Ὁ Θεσβίτης ἔμεινε γυμνόπους τάχα,
Κἂν ἐμβατῶν ἔκλωσεν ἡ τέχνη βρόχους
Τῶν πρεσβυτικῶν πελμάτων φεισαμένη,
Μὴ πού τις ὀξὺς ταῦθ' ὑποξέσῃ λίθος·
Οὐ γὰρ φέρει νέκρωσιν ὑλώδους βάρους
Εἰς ἔνθεον γῆν αἰθεροδρόμος φύσις·
Τῆς δὲ στολῆς ἐνταῦθα συνεσταλμένης
Ὅσον μὲν εἰς φῶς τῶν μελῶν ἀνηγμένον
Δοκεῖ τὶ λευκὸν, οὐδὲ γὰρ ἔχει βάθος·
Ὅσον δὲ βαθὺ τῇ σκιᾷ τῆς διπλόης,
Μέλαν περιττῶς· οὐδὲ γὰρ φῶς ἐνθάδε·
Γραμμαῖς δὲ λεπταῖς ἀλλὰ καὶ…
Εἰς…
Οὕ…
The complete text is available when the reading interface loads.