Carmina inedita
- Edition reference
- Carmina inedita, ed. E. Martini, Manuelis Philae Carmina inedita [Atti della R. Accademia di Archeologia, Lettere e Belle Arti 20. Naples, 1900]: 1–147.
- CTS identifier
urn:cts:greekLit:tlg2718.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
τὸ κέντρον ὠθεῖς καὶ τὸν ἄξονα στρέφεις,
οὔτε πλατυνθεὶς τῇ πρὸς ὄγκον ἐκτάσει
τὸν δημιουργὸν ὡς τὸ πᾶν περιγράφεις.
ὦ κόσμε τοῦ σύμπαντος ἐσφαιρωμένε,
κἂν ὑπὸ τὴν γῆν τοὺς κυλίνδρους σου στρέφων
στοᾶς πρὸς ἡμᾶς εἰκονίζεις ἀψίδα.
ὦ μήτρα κοινὴ τῆς σπορᾶς τῶν κτισμάτων,
καθ' ἧν ὁ κοινὸς εὐτοκεῖ φυτοσπόρος.
ὦ σῶμα τεχθὲν ἐξ ἀμήτρων ὀργάνων,
ὡς οἶδεν αὐτὸς ὁ σπορεὺς τῶν πραγμάτων.
ὦ κάλλος ἡδὺ τῆς πολυχρόου στέγης,
ἣν ὁ στολιστὴς οἰκοδεσπότης γράφει
τῇ τετραδικῇ τοῦ χρόνου μελανδόχῃ.
Ὦ κύκλε φαιδρὲ τοῦ πανόπτου φωσφόρου·
δεῖ γὰρ μετ' αὐτὸν προσλαλεῖν σοι τὸν πόλον,
οὗ τοῖς ἑλιγμοῖς κυκλικῶς ἀντιτρέχων
φαίνῃ πρὸς ὕψος καὶ καλύπτῃ πρὸς βάθος.
ὦ τεκνοποιὲ καὶ τροφεῦ τῆς ἡμέρας
καὶ δημιουργὲ καὶ βραβεῦ τῆς ἑσπέρας·
ὦ πῦρ ἀναφθὲν πρὸς τὸ θάλπειν τὴν κτίσιν
καὶ τὰς περιττὰς ἐκπιέζειν ἰκμάδας,
μήπως ὁ κόσμος εὑρεθῇ πεφρυγμένος.
ὦ φῶς κρεμαστὸν ἐξ ἀκαύστου λυχνίας
καὶ φλὸξ ὑπὲρ γῆν ἀξύλως ἀνημμένη·
ὦ βλέμμα γοργόν, ὃ προκύπτον ὑψόθεν
ὅλην θεωρεῖς ἐν κατόπτρῳ τὴν κτίσιν·
τρίχας γὰρ αὐχεῖς μυστικὰς τὰς ἀκτίνας,
αἷς καθάπερ βλέφαρον ἐμπεφραγμένον
τὴν ὀπτικὴν δύναμιν ἡβῶσαν φέρεις,
κἂν τοῖς ὁρῶσι πρὸς τὸ σὸν φῶς ἐκ νόσου
δοκῇς πιναρὸν ἀντιπίπτον ταῖς κόραις.
Ὦ φῶς γνοφῶδες πρὸς τὸ φῶς τῆς ἡμέρας
καὶ πῦρ δροσῶδες πρὸς τὸ πῦρ τοῦ φωσφόρου·
δεῖ γὰρ μεθιστᾶν καὶ καθέλκειν τὸν λόγον
πρὸς τὴν σελήνην τακτικῶς ἠπειγμένον.
ὧ δίφρε νωθρὲ πρὸς τὸν ἄνω πυρφόρον,
κἂν τῇ στενώσει τῆς στροφῆς ἐσφιγμένος
δοκῇς πτερωτὸς πρὸς τὸν ἔσχατον δρόμον.
ὧ σπόγγε διψῶν τῆς ῥοῆς τῶν ἀκτίνων,
ὅταν κατασπᾷ τὴν ῥοπὴν ὁ φωσφόρος,
ἀφ' οὖ κορεσθεὶς τὴν καλὴν πάσχεις μέθην
βλύζων τὰ φῶτα πρὸς τὸ νύκτερον σκότος.
ὦ τοῦ καλοῦ σύνευνε καλὴ φωσφόρου,
δι' οὗ τὰ φαιδρὰ συγγενῶς κύεις βρέφη
πρὸς ἄνδρα γυνὴ μυστικῶς δεδειγμένη
καὶ τεκνοποιὸς ἐκ σπορᾶς φερεφλόγου.
ὦ τῶν ξεόντων τὰς ὁδοὺς ἐν ἑσπέρᾳ
καὶ τῶν ἐφ' ὑγρᾶς εὐπλοούντων ἐμπόρων
λαμπὰς φαεινὴ καὶ σκιᾶς ἀλλοτρία.
ὦ σῶμα καινὸν εἰς γραφὰς πολυτρόπους,
ὅταν ὁ λαμπρὸς συγγραφεὺς τῶν ἀκτίνων
ἀντιπροσώπως εἰς τὸν ἄξονα βλέπων
λογογραφῇ σου τὰς ὑπαύγους ἐμφάσεις.
Ὦ κύβε τῆς γῆς ἀσφαλῶς ἡδρασμένε·
χαλᾶν γὰρ εἰκὸς τοῦ λόγου τὰς ἡνίας
πρὸς τὴν χθόνα σφύζοντας ἐκ πόλου τρέχειν.
ὦ χῶρε τοῦ ξύμπαντος ἀνθρώπων γένους,
ὃς πρὸς τὸν ἑπτάνυγμον εὑρέθης θρόνον
ἕδρα σταθηρὰ τῶν ποδῶν τοῦ δεσπότου.
ὦ κοσμαγωγὸν καὶ πολύφορτον σκάφος,
ὅπερ κρεμασθὲν ἀβρόχως ἐφ' ὑδάτων
μένεις βεβηκὸς εἰς τὸν ἅπαντα χρόνον,
κἂν ἐν μόνῳ νεύματι τοῦ τετευχότος
τρέμῃς, σπαράττῃ καὶ σαλεύῃς τὴν κτίσιν,
θροοῦν, ἀπειλοῦν, δειματοῦν τοὺς ἐν μέσῳ
καὶ πρὸς τὰ χρηστὰ δεξιῶς ἐπιστρέφον.
οὐ γὰρ ἐπαινῶ τοὺς κενοὺς γεωγράφους,
οἲ τὰς πνοὰς λέγουσιν ἐξ ὑποψίας
τὸ σὸν βεβηκὸς δυσμενῶς ἀνατρέπειν
ὤθημα πάσχον τῷ φραγῆναι τοὺς πόρους.
ὧ δένδρα μακρὰ καὶ πολύχρηστε χλόη
καὶ πᾶν πετεινῶν, ἑρπετῶν, νηκτῶν γένος.
Ὦ κῦτος εὐρύχωρον, ὧ ξένη χύσις·
ὥς τις γὰρ ἵππος ὁ δρομεὺς οὗτος λόγος
ἐκ τῶν περιττῶν πνευστιῶν περιδρόμων
ὁρμᾷ πρὸς αὐτὴν καὶ δροσισθῆναι θέλει.
ὦ θαῦμα ῥευστόν, κἂν ὁ πανσόφως χέας
εἴργῃ σε θᾶττον κυματούμενον χύδην,
μήπως τὸ κοινὸν ἐκδραμὸν περικλύσῃς.
ὦ πάντα κινοῦν εἰς Θεοῦ δόξαν στόμα
ῥευσταῖς λαλιαῖς καὶ βοαῖς ἐπηρμέναις,
ὅταν θρασυνθὲν ταῖς ῥοπαῖς τῶν πνευμάτων
τὸ κῦμα κυρτοῖς καὶ στεγάζῃς τὸν σάλον,
καὶ ταῖς ταραχαῖς ἐκφοβῇς τοὺς ναυτίλους,
καὶ τοῖς ἑλιγμοῖς συγκλονῇς τὰς ὁλκάδας,
ἕως ὁ καιροὺς εὐχερῶς μετατρέπων
καὶ πάντα ποιῶν πρὸς τὸ σῶσαι τὴν φύσιν
στήσοι τὸ ῥεῦμα καὶ σκεδάσοι τὴν ζάλην
καινὴν μετ' αὐτὴν πρυτανεύσας αἰθρίαν.
ὦ πνευμόνων ἄμοιρον ἰχθύων γένος·
ζωγρῶ γὰρ ὑμᾶς τοῖς ἐμοῖς αὖθις λόγοις,
οὐχ ὥστε φαγεῖν (οὐ τροφῆς γὰρ ὁ τρόπος),
ἀλλ' ὥστε τοῖς κτίσμασι προσθεῖναι κτίσιν.
Ὦ κόσμε (καὶ γὰρ προσλαλῶ σοι πολλάκις),
ὁμοῦ συνελθὼν ἐκ μερῶν ἀπωσμένων
πρέσβις γενοῦ μοι δυστυχῶς ἐξωσμένῳ
τῶν ἄχρι παντὸς εὐτυχῶν ἀνακτόρων,
καὶ καταδυσώπησον ἀρρήτοις λόγοις
τὸν αὐτοδυσώπητον αὐτάνακτά μου·
δίδωσι γάρ σοι τῆς γραφῆς ἡ τερπνότης
κεκρυμμένην δύναμιν αἰσθητηρίων.
οἶμαι δὲ πάντως τὸν τιμῶντα τὸ κράτος,
εἴπερ δι' αὐτοῦ τὴν τιμὴν δεδεγμένος,
τοὺς σοὺς παριδεῖν μὴ θελῆσαι συλλόγους,
ἐφ' ᾦ παρασχεῖν ταῖς λιταῖς εὐτολμίαν·
ἐπείπερ αὐτὸς οὐρανός, γῆ καὶ χύσις
καὶ πᾶν ὅ τι κάλλιστόν ἐστιν ἐν βίῳ.
σφαιροῖ γὰρ αὐτὸν εὐφυῶς ἡ καρδία
πρὸς πᾶν ἀπευθύνουσα χρηστὸν πρακτέον,
ὡς ἀπὸ κέντρου τῆς φρενὸς πεπηγμένους·
κοσμεῖ δὲ φαιδρῶς καὶ πλατύνει συντόνως
ἡ τῶν τελικῶν ἑβδομὰς χαρισμάτων·
εἰκὸς γὰρ αὐτὸν οὐρανὸν δεδειγμένον
ζωστῆρσιν ἑπτὰ συγκρατεῖσθαι σφιγμάτων,
ὡς ἂν ὑπ' αὐτῶν ἀσφαλέστερος μένων
πρὸς τὴν ἄνω κίνησιν ὀξέως τρέχοι.
ἔτι δὲ κύκλος ἀρετῶν ἐπηρμένος
ὁ λαμπρὸς οὗτός ἐστιν Αὐσονοκράτωρ·
ἐγκάρδιον γὰρ τὸν Θεοῦ φόβον φέρων,
ὃς πρῶτός ἐστι τῶν καλῶν σπουδασμάτων,
ὑψοῖ δι' αὐτοῦ καὶ πλατύνει τὸ κράτος,
σφίγγει δὲ κύκλῳ τὴν ὑπόσπονδον κτίσιν.
ἔχει δὲ κύκλους ἑξαρίθμους ἐν μέσῳ
τὸν νοῦν τὸν ὀξύν, τὴν φιλάνθρωπον φύσιν,
τὸ μέτριον φρόνημα, τὸν ῥοῦν τῶν λόγων,
τὸν οἶκτον αὐτὸν καὶ τὸ πῦρ τῶν φροντίδων,
ὃ μυστικοῖς ἄνθραξιν ἐμπράκτως τρέφει.
καὶ πῦρ ἐφεξῆς τὸν κρατοῦντα λεκτέον,
ὃ πρῶτόν ἐστι τῆς κρατίστης τετράδος·
πιμπρᾷ γὰρ αὐτὸν τῆς ψυχῆς ἡ θερμότης,
ἣν ἐξανῆψεν ὁ βραβεύσας τὸ κράτος.
ἔτι δὲ πνεῦμα καὶ πυρὸς θείου φλόγα
καλῶν ὁ Δαβὶδ ψαλμικῶς τοὺς ἀγγέλους
τὸν σεμνὸν αὐτάνακτα σεμνύνει πλέον,
ὃν ἡ ψυχικὴ λεπτύνει καθαρότης
ὁλοψύχως ῥέποντα πρὸς τὸν δεσπότην,
καὶ πνεῦμα ποιεῖ καὶ πυρὸς θείου φλόγα,
φλέγοντα καὶ φθείροντα τοὺς ἐναντίους
καυτῆρσι θερμοῖς δραστικῶν βουλευμάτων.
ἀλλ' οἷδα καὶ γῆν μυστικοῖς τοῦτον λόγοις,
ὁμοῦ μὲν ὡς φύραμα τῆς πάλαι ζύμης,
ὁμοῦ δὲ πρὸς πᾶν ἀγαθὸν πεπηγμένον
ἐκ τῆς σταθηρᾶς τῶν φρενῶν εὐταξίας,
ἄλλως τε κοινὸς εὑρεθεὶς φυτοσπόρος
ὁ τεκνοποιὸς τῆς γονῆς τῶν Αὐσόνων
καὶ πάντας ἡμᾶς ὡς πατὴρ παῖδας τρέφων·
θέλει γὰρ εἶναι καὶ πατὴρ καὶ δεσπότης,
καὶ πᾶσαν ἁπλῶς σωστικὴν τύρβην στέγων
ὡς φορτίον δύσοιστον, ὡς ἄχθος μέγα
τῆς γῆς ἀτεχνῶς εἰκονίζει τὴν βάσιν.
μερίζεται δὲ τετραχῶς ὁ δεσπότης
τῶν ἀγαθουργῶν ἀρετῶν τῇ τετράδι,
δι' ἧσπερ αὐτὸς ὑποπτεύει τῷ κράτει
τὰ τέσσαρα κλίματα καὶ τμήματά σου.
τοῦτον δὲ καὶ θάλασσαν ὑποληπτέον
καὶ τὴν ἁλυκότητα παραγραπτέον·
οἱ γὰρ ποταμοὶ τοῦ θεορρύτου κράτους
πληροῦντες αὐξάνουσιν εἰς μέγα πλάτος
ἐκ τῆς μελιχρᾶς τῶν καλῶν ἐπομβρίας.
ἐντεῦθεν αὐτὸς ὡς βυθὸς χαρισμάτων
ἄγει πρὸς ὅρμον τῆς φρενὸς τὴν ὁλκάδα,
καὶ κοσμοκερδὴς γίνεται πλουτοβρύτης,
αὐχεῖ δὲ πολλοὺς τοὺς λαλοῦντας ἰχθύας,
οὓς πολλάκις χαίνοντας ἐντέχνως λέγειν
ἐπιστομίζει ταῖς ῥοαῖς τῶν πρακτέων.
κἀμοὶ τέως πρόσεστιν οὐχ ἧττον δέος
δοκοῦντι μετρεῖν τὴν ἀνέκβατον χύσιν
σμικροῖς λόγων ἄντικρυς ἀντλητηρίοις.
ὅμως τὸ κοινὸν οὐ χρεὼν φεύγειν πάθος·
ποθῶ γὰρ ἀεὶ καὶ κροτεῖν καὶ συγγράφειν
καὶ βασιλικοῖς ἐκνικᾶσθαι πρακτέοις
καὶ τῶν γαληνῶν ἐμφορεῖσθαι ναμάτων,
εἰ μή τις ἡμῖν ἐμποδὼν σταίη φθόνος.
ὧ κόσμε (καὶ γὰρ προσλαλῶ σοι συχνάκις
ὡς ἀκροατῇ μὴ φθονοῦντι τοῖς λόγοις),
ἄκουε μακρὰς ἐξ ἐμοῦ τραγῳδίας,
εἶπερ γενέσθαι συμπαθὴς πρέσβις θέλεις: —
3
Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ φίλος.
ὦ ζῶσα πηγή, κῆπέ μου κεκλεισμένε,
θήσαυρέ μου πόρρωθεν ἐσφραγισμένε,
κἂν ὑπανοιγεὶς ἐξεφαύλισας τέως
ψυχῆς πνιγηρᾶς δυσθεράπευτον πόνον.
εἰ γοῦν τὸ λυποῦν τῶν ποδῶν σου τὴν βάσιν
ὡς νυκτερινὸς ἐσκεδάσθη σοι γνόφος
τῆς σωματικῆς ἐγχεθείσης αἰθρίας,
οὐκ ἔστιν ἡμῖν οὐδαμοῦ γῆς ψυχρότης,
κἂν χιονωθῇ ψαλμικῶς ἅπας τόπος.
κἂν πᾶς ὁ τυφὼς αὐθαδέστερον πνέῃ
καὶ πάντα βουνὸν συγκαλύψῃ τὸ κρύος
νιφάσι πυκναῖς καὶ πνοαῖς ἀντιπνόοις,
ὁ σός γε Φιλῆς οὐ ῥιγώσει τῷ ψύχει
τὴν σὴν ἀτεχνῶς εὐτυχῶν ἔνδον ζέσιν,
ἣν ἄξυλον πῦρ καὶ πνοὴ τρέφει ξένη.
κἂν γῆς τιναγμὸς συνταράσσῃ τὴν κτίσιν,
κἂν ὄμβρος ἁδρός, κἂν τὸ πᾶν φθείρων κλύδων,
οὐδέν τι καινόν, καὶ Φιλῆς τούτων μέσον
ἑστὼς ἀπαθὴς εἰς τὰ βάθρα τῶν φίλων.
ὡς 〈οὖν〉 ἔχεις δίδασκε· μαθεῖν γὰρ θέλω,
πνοή τε καὶ ζῶν τῆς ἐμῆς φῶς καρδίας.
Ἀριστότελες, δεῦρο, καὶ σκόπει φίλους,
οὓς οἶδας αὐτὸς εἰς ψυχὴν ζῶντας μίαν.
εἰ μὴ γὰρ ἡμεῖς εἰς τὸ νῦν ἦμεν γένος,
ὃ μοιχαλὶς ἄπιστος ἁπλῶς εὑρέθη,
ποῦ τοῦ σοφοῦ τὸ δόγμα; ποῦ δὲ καὶ Πλάτων
σοφῶς ἐπαινῶν τοὺς κρατίστους τῶν φίλων;
ἢ γοῦν πρὸς ἡμᾶς, εἰ καλῶς ἔχεις, δράμε,
ἢ πρὸς σεαυτὸν οὒς φιλεῖς πάντως κάλει.
καὶ γὰρ ἀποχρῶν τοῖς ποθοῦσιν ὁ χρόνος,
οἷς πάντα μικρὰ πρὸς τὸ δεῖξαι τὸν πόθον,
ἢ τάχα μακρὸν οὐχ ὑφίσταται χρόνον
σκυζῶσα μικροῦ καὶ σφριγῶσα καρδία,
καὶ χρηστὸν ἀντίπεμπε τὸν πεζοδρόμον
ἀπαγγελοῦντα πάντα θυμήρη λόγον: —
4
Ἡ τῶν ἐχιδνῶν ἐκτραπεῖσα ψυχρότης
ἔμεινε δεινὴ συγκραθεῖσα θερμότης,
καὶ θαῦμά πως ἔδειξε τὴν ψύξιν ζέσιν
ὁ δημιουργὸς τῆς τροπῆς τοῦ φαρμάκου: —
5
Κρείσσων καταστὰς ἡδονῆς, πλούτου, φθόνου,
ἔριδος, ὀργῆς, κοσμικῆς ἀπληστίας,
προσαγγελιῶν φλεγμονῆς ἀποφράδος,
ἀνδρῶν πονηρῶν ἀκρατοῦς γλωσσαλγίας
φρενός τε σαθρᾶς καὶ ψυχῆς ὑβριστρίας,
καὶ πάντα σαυτὸν τῷ Θεῷ καταρτίσας,
πρὸς ὃν βλέπων ἕστηκας, ὀρφανοτρόφε,
καὶ τοὺς ἐν ἡμῖν δυσχερεῖς λῦσον πόνους.
σὺ μὲν γὰρ ὡς ἄγευστος ὑπεροψίας
πατεῖς ἀπαθῶς εἰς τὸ πῦρ τῶν πραγμάτων,
κἂν ὑπεραρθῇ καὶ σφριγῶν ποτε βρόμος,
τὸ δάκρυ γοργῶς τῆς ψυχῆς ἀποθλίβεις,
ὡς ἂν μαρανθῇ τῆς φλογὸς τὸ σύντονον·
ἐμοὶ δὲ χειμὼν συμφορῶν ἀποκρύφων
εἰς πάντα καιρὸν ἐμβριθῶς ἐπεισρέων
ναρκᾶν ἀτεχνῶς ἐκβιάζει τὴν φύσιν.
ἡ σή με λοιπὸν ὑποθαλπέτω ζέσις,
ὡς ἂν τὸ θερμὸν εὐμαρῶς ἀναψύχῃ
τῇ καταγωγῇ συσταλὲν τῆς καρδίας
καὶ καταπεφθὲν καὶ φρυγὲν καὶ συζέσαν·
οὐδεὶς γὰρ ἡμῶν οὐδενὶ πάντως λόγος,
οὐ μὰ τὰ σεμνὰ τῆς ψυχῆς σου πρακτέα
καὶ τὴν πρὸς ἡμᾶς δραστικὴν ἔτι σχέσιν,
σοφὲ προμηθεῦ, σὺν Θεῷ πτωχοτρόφε: —
6
Αὐτοκράτορ, σός εἰμι, σὲ πνέω μόνον·
αὐτοκράτορ, σός εἰμι, σὲ βλέπω μόνον,
καὶ ζῶ διὰ σοῦ, τῆς πνοῆς τῶν Αὐσόνων,
καὶ ζῶ διὰ σοῦ, τοῦ κρατίστου φωσφόρου,
δι' οὗ ψυχικὸς ἐξελαύνεται γνόφος,
ὅταν ὁ χειμὼν εἰσρυῇ μοι τῆς λύπης·
ἀσύγκριτος γὰρ εἰς τὸ θάλπειν εὑρέθης
ἀνέσπερον φῶς τοῖς ποθοῦσί σε βρύων.
οὐκοῦν, βασιλεῦ, τοὺς ἐμοὺς πόνους μάθε·
ἡ γὰρ δίκη φοβεῖ με τῆς ῥᾳθυμίας,
χυμῶν περιττῶν ἐκ τροφῆς παχυτέρας
ἄρτι ῥεόντων εἰς τὸ πῦρ τῶν ἐγκάτων
ὡς εἰς φλόγα στέατος ἠρεθισμένην.
δριμὺς μὲν ἀτμὸς τῶν φλεβῶν ἀποτρέχει,
καὶ πρὸς τὸν ἐγκέφαλον αὐτίκα φθάνει·
κρυμὸς δὲ πυκνοῖ τῆς δορᾶς μοι τοὺς πόρους,
καὶ τοὺς ἀγωγοὺς τῆς πνοῆς ἀνατρέπει
τὰς λιγνυώδεις ἐκδραμεῖν εἴργων ζέσεις·
αἱ δὲ πνιγηρὰν εὑρεθεῖσαν τὴν στέγην
τοῖς ἀνθελιγμοῖς πυρπολοῦσι τοῦ δρόμου.
καὶ τήκεται μὲν ἐκ πυρᾶς ἡ καρδία,
μαραίνεται δὲ τῶν μελῶν ὁ πᾶς τόνος,
καὶ ῥήγνυσι μὲν τὰς ἐν ἥπατι φλέβας
ἡ δριμύτης νύττουσα τοὺς ἔνδον πόρους,
ποιεῖ δὲ συχνὰς ἐν βραχεῖ τὰς ἐκκρίσεις
χαυνοῦσα θερμῇ φλεγμονῇ τὴν γαστέρα,
δάκνει δὲ ταύτην καὶ σπαράττει καὶ θλίβει,
πρὶν αἷμα θερμὸν ἐκδραμῇ τῶν ἐντέρων
κραθὲν φυσικῆς πιμελῆς ἀντισπάσει.
ταύτῃ, βασιλεῦ, τῇ νόσῳ πιέζομαι·
τούτοις, Γαληνέ, τοῖς πόνοις ἐκλύομαι
καταρρεούσης ἠρέμα τῆς φύσεως: —
7
Τὸ ‘γνῶθι σαυτόν’ εὐτελὴς μέν τις λόγος,
ἀλλ' ἡ βασιλὶς τῆς ὅλης Ῥωμαΐδος
μέγιστον οἷς ἔπραξεν αὐτὸν δεικνύει.
τὸ γὰρ ἀπαγὲς καὶ παλίμβολον τάχος
τῆς φύσεως μαθοῦσα τῆς ἀνθρωπίνης
καὶ τὸν καθ' αὑτὴν εὐτρεπίσασα τρόπον,
μήπου λάθῃ κλέψασα τὴν σωτηρίαν
ἡ τῆς ὑλικῆς ἐκτροπῆς ἀταξία,
προδημιουργεῖ τῆς τελευτῆς τὸν τάφον.
ἥλιε, καὶ πῶς οὐ παρευθὺς ἐκρύβης
τὸν ὄγκον ἰδὼν τοῦ τοσούτου, φεῦ, πάθους;
μέχρι τίνος, βάσκανε, καυχήσῃ, χρόνε,
κυκῶν τὰ καλὰ τῆς ῥοῆς τῇ συγχύσει;
ποῦ γὰρ ὁ πατὴρ Μουφαρᾶς Γουλιέλμων,
ὃς ἐκ προπάππων Ἰταλῶν ῥὴξ ἦν μέγας,
μήτηρ δὲ ῥηγὸς Ἰσπανῶν παῖς Ἀλφούσου;
ποῦ δ' αὖτε, παπαί; τῆς δὲ μάμμης τὸ κλέος;
ἰού, κατὰ χνοῦν· οὐδὲ πάππος ὁ κράτωρ
τῶν τῆς Ῥαγούνης ταγμάτων τῆς ὀλβίας
τὸ τῆς φθορᾶς ἴσχυσεν ἐκκλῖναι ξίφος.
ἄνθρωπε, συστάληθι, καὶ μὴ θαυμάσῃς·
ταύτῃ γὰρ εἰς ἔνατον βαλούσῃ χρόνον
καὶ τῶν ἐπ' αὐτῆς εὑρεθείσῃ κρείττονι
συνάπτεται μὲν ὁ κρατάρχης Αὐσόνων
Κομνηνὸς Ἀνδρόνικος Ἄγγελος Δούκας
Παλαιολόγος, οὗπερ ἡ φύσις τέρας
εἰς ἰσχύν, εἰς φρόνησιν, εἰς κάλλος λόγων,
λύσας δὲ μικροῦ πᾶσαν ἐκ νότου μάχην
ἄκλυστον εὐτύχησε τὸν πλοῦν τοῦ κράτους.
ἡ γοῦν βασιλὶς εὐστεφὴς καὶ κοσμία
καὶ στεῖρα κακῶν ψαλμικῶς δεδειγμένη
τοὺς ἑπτὰ παρήγαγε τῷ κράτει κλάδους
τοὺς πορφυρανθεῖς, τοὺς ἀεὶ ζῆν ἀξίους,
ὡς ἂν δι' αὐτοὺς ἀσθενοῦσαν φαυλίσῃ
τὴν βαρβαρικὴν πρὸς γονὰς ἀμετρίαν.
ἀλλ' οἴχεται, φεῦ τῆς ῥυείσης ἐλπίδος,
ὁ πρῶτος αὐτῆς καὶ χλιδῇ βρύων τόκος,
ὁ δεσπότης ἐκεῖνος, ᾧ κλῆσις χάρις·
ὁρᾷς γὰρ αὐτὸν τῆς σοροῦ ταύτης πέλας
ὡς εὐδοκεῖ τὸ δόγμα τῆς βασιλίδος.
ἀλλὰ Σιμωνὶς ἡ μετ' αὐτὸν φιλτάτη
τῷ τῶν Τριβαλλῶν νυμφαγωγεῖται κράλῃ·
Θεόδωρος δὲ μαρκέσης καθίσταται·
Θεοδώραν δὲ τὴν μετὰ τοῦτον πάλιν
ὁ νυμφαγωγὸς τῶν ψυχῶν φθὰς ἡρπάγει·
τὸν δ' οὖν Ἰσαάκιον ἡ γῆ λαμβάνει
τοῖς συγγόνοις πληροῦντα τὸν πέμπτον τόπον·
Δημήτριος δὲ σὺν Θεῷ ζῶν καὶ πνέων
πρὸς ἐθνικὴν δήπουθεν ἀρχὴν ἐκρίθη·
τὸν ἕβδομον δὲ Βαρθολομαῖον, ξένε,
ὁ δεσπότης ἔπεμψεν εἰς τὴν ὀγδόην.
ἡ γοῦν βασιλὶς Εἰρήνη τῶν Αὐσόνων
ταύτην ἑαυτῆς τὴν μονὴν τὴν ὀλβίαν,
ἣν ἐκ προπάππων ἔσχεν αὐτοκρατόρων
κλῆρον ποθεινὸν πατρικῆς εὐστοργίας,
ἀνάκτορον δείκνυσιν ἐσχάτης τύχης·
τὸ δὲ στέφος ῥίψασα τῶν παίδων χάριν
καὶ μικρὰ θαυμάσασα τὴν κάτω ζάλην
σοφῶς κυβερνᾷ τῆς ψυχῆς τὴν ὁλκάδα
πρὸς ἓν μόνον βλέπουσα, τὴν σωτηρίαν,
ἕως ἂν ἐκπλεύσασα καλῶς τὸν βίον
τὴν τῶν ἀγαθῶν ἐμφορήσῃ φορτίδα.
σὺ δὲ βλέπων στέναζε καὶ θαύμαζέ μοι
τὴν τοῦ γένους ἄνασσαν, ἧς ἔργον τόδε
πρὸ τῆς τελευτῆς ἐκγελώσης τὸν βίον: —
8
Ἐπὶ τῆς κοσμοτρόφου σου τραπέζης, αὐτοκράτορ,
τέρας ἰδών τι κυνικόν ποθεν ἐπιφοιτῆσαν,
Ἔμπουσαν, φάσμα χαλεπόν, Στύγα, δεινὸν Τελχῖνα,
τεθαύμακα τὴν ἔφοδον, ἐξέστην, κατεπλάγην.
ἦν γὰρ ἐκεῖνο τὸ φανὲν ἐν ταῖς κυσὶ Θερσίτης,
οὗπερ τὴν πλάσιν Ὅμηρος ἐκφράζων κατεγέλα
τῆς παρὰ φύσιν ἐκτροπῆς τὸ δρᾶμα προπαιξάσης.
ἦν δὲ καὶ πάνθηρ ἀτεχνῶς ἀπὸ τῶν ἐμπροσθίων,
καὶ πίθηκος αὐτόματος ἀπὸ τῶν ὀπισθίων,
καὶ λύκος ἐκ τοῦ τένοντος καὶ σῦς ἐκ τῶν ἰσχίων·
οὐ γὰρ ἀφῆκεν ἐκδραμεῖν ἡ φύσις τοὺς σπονδύλους,
ἀλλὰ συνέστειλεν αὐτοὺς μικροπρεπῶς ταῖς πλάταις
καὶ τῇ πυκνῇ καὶ συνεχεῖ τοῦ νώτου συνιζήσει,
καὶ δέδωκεν ὀργάνωσιν τῇ πλαστικῇ συνθέσει
ἀσύμβατον ἐξάρασα τὴν τῶν σκελῶν τετράδα.
τὰς δὲ λαγόνας τῆς κυνὸς καὶ τῆς γαστρὸς τὴν τάσιν
καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν καὶ τὰ τῶν ὤτων χόνδρα
καὶ τῶν μελῶν τὰς συστολὰς καὶ τὰς τῶν νεύρων θλίψεις
οὐ θεμιτὸν τῇ τοῦ ῥυθμοῦ περιλαβεῖν ἐκφράσει.
πλὴν ἡ κοινή σοι, βασιλεῦ, δωροφοροῦσα φύσις,
κατὰ τὴν βούλησιν τὴν σὴν καὶ παίζει καὶ σπουδάζει.
σοῦ γὰρ ἡ φύσις θαυμαστὴ καὶ ξένη καὶ φρικώδης,
πρὸς ἣν τρανῶς ἀντοφθαλμεῖν οὐκ ἔχουσιν αἱ φύσεις,
ἀλλ' ἀσθενοῦσι παρευθύς, ἀλλὰ δυσαρεστοῦσι
καὶ πλημμελοῦσι καθ' αὑτὰς ὑπὸ λαμπρᾶς αἰσχύνης,
ἵνα σὺ μόνος ὁ χρηστός, ὁ παρὰ πάντας μέγας,
ἄμεμπτος ὢν ὑπὲρ τὸ πᾶν καὶ κατ' αὐτὴν τὴν πλάσιν
τὰς λογικὰς δουλαγωγῇς καὶ τὰς ἀλόγους φύσεις.
ὥστε καὶ χαῖρε, βασιλεῦ, καὶ σκίρτα καὶ φαιδρύνου,
καὶ τὰς ἀκόμψους καὶ σαθρὰς καὶ καταπτύστους φύσεις
ὡς ἀφορμὰς βασιλικῆς ῥᾳστώνης παραδέχου·
τὴν γὰρ τοσαύτην ἄρουραν τοῦ κράτους, αὐτοκράτορ,
ἔνθα συχνοί τε καὶ τρανεῖς οἱ τῶν πραγμάτων στάχυς,
οὐ θαυμαστὸν ἐξενεγκεῖν καὶ κνίδην καὶ μελίνην: —
9
Ὡς ἐκ νέφους μέλανος, οὗ φέρεις ῥάκους,
ἄρουρα Χριστοῦ πρὸς γονὰς ψυχοτρόφους,
τὸν οὐρανόν σε πεῖθε τὸν πεφιλμένον
γοργῶς ἐφ' ἡμᾶς τὸ χρυσοῦν μάνα βρέχειν: —
10
Ὡς παντοδαπὸς τῶν φίλων εὐεργέτης
πέμπε πρὸς ἡμᾶς καὶ κριθὰς ἱπποτρόφους,
κυνηγετικῆς τακτικῆς ἐπιστάτα,
ὡς ἂν ἔχον τὸ κτῆνος ἀτρόμους πόδας
ἄγῃ παρὰ σὲ τὸν φιλοῦντα συχνάκις.
καὶ γὰρ βάσις γόνατος, ἐντέρων τάσις
καὶ βῆμα γοργὸν δαψιλοῦς φάτνης χάρις.
εἰ δ' οὐκ ἔχει δήπουθεν ἁδρὸν τὸ τρέφον,
κἂν ᾖ τις ἢ Κρὴς ἢ πτερωτὸς τὴν φύσιν,
ὡς τὸν πάλαι Πήγασον ἐν μύθῳ βλέπεις,
ἢ δορκὰς εἰς ἅμιλλαν ἀπλήστου δρόμου
ἢ πρὸς λαγωὸν εἰς ἔαρ ποηφόρον
κύων διακλῶν ἤ τι γυμνῶν ὀστέων,
φρίσσει μὲν εὐθὺς ἀντὶ κέντρου τὴν τρίχα
τάχα κατ' αὐτοῦ δυσφορῶν τοῦ κινδύνου
καὶ τοξότῃ πρέπουσαν ἐντείνων μάχην,
ὡς ἂν τὸ λυποῦν τὴν βολὴν ὑποτρέσῃ,
ναρκᾷ δὲ μικροῦ, κἂν μεσημβρία ζέῃ,
καὶ σφυροτυπεῖ καὶ μεθέλκει τοὺς πόδας
σιδηρίου νύττοντος αὐτὸν ὁ ξένος·
μακρὸν δὲ ποιεῖ καὶ στενὸν τὸν αὐχένα
τὰ νεῦρα δεικνὺς ἀκριβῶς καὶ τὰς φλέβας,
καὶ λεπτύνει τὸ δέρμα τῇ κρυπτῇ ζέσει
σκυτεὺς ὁ λιμὸς εὑρεθεὶς κτηνοφθόρος.
ἵν' οὖν ἔχω τὸν ἵππον ὡς ἅρμα πνέον,
πέμπε πρὸς ἡμᾶς καὶ κριθὰς ἐπὶ χλόης·
ἡ γὰρ καθ' ἡμᾶς ἐμβριθὴς ἀνομβρία
δεινὸν μαρασμὸν ταῖς γοναῖς ἐπιβρέχει,
καὶ κτῆνος οὐδὲν εὐπαθοῦν ἀπὸ χλόης
ἴδοι τις ἂν ἥδιστα τῆς χώρας χάριν,
ἱππεῦ τε καὶ φίλιππε καὶ θηροκτόνε: —
11
Ἥλιε, Σειρήν, τῆς ἐμῆς ψυχῆς δρόσε,
κλεινὲ στρατηγέ, τῆς ἐμῆς πῦρ καρδίας
(πιμπρᾷς γὰρ αὐτὴν ἡδονῆς φλόγα πνέων),
ἐκ Θετταλῶν μοι δῶρα τὰ σκεύη φίλων,
ἃ νῦν διαυγῆ καὶ χρυσόστικτα βλέπεις·
χοῦς γὰρ καθαρὸς ἐκ πνοῆς ἀντιστρόφου
διαπονηθεὶς εἰς τὸ πῦρ τῷ τεχνίτῃ
καὶ φιάλην καὶ κάλπιν ὠργάνωσέ μοι.
σὺ γοῦν παρ' ἡμῶν εὐμενῶς ταύτας δέχου
τὸν εὐνοϊκὸν ἀγαπῶν μᾶλλον φόρον.
δέχου δὲ καὶ τὸ μάκτρον ἐκ τῆς Περσίδος
στρατηγικοὺς ἱδρώτας ἐκμάττειν θέλων,
ὅταν κατ' ἐχθρῶν τακτικῶς ἐπιτρέχων
τὸ σῶμα διψῆν ἐκβιάζῃς τοῖς πόνοις·
λεπτὸν γάρ ἐστιν, μαλθακόν, μᾶλλον μέλαν,
εὔοσμον, εὐέλικτον, ἀνθοῦν τοῖς μίτοις,
νέκταρ, γλυκασμέ, φαιδρότης, τέρψις, χάρις,
τροφεῦ, προμηθεῦ, σὺν Θεῷ κόσμε, κρότε: —
12
Ἐπείπερ ὑμῶν εὐτυχῶς ἀπηλλάγην,
ὡς κίρκος ὀξὺς ἐμπεσὼν τοῖς ὀρνέοις,
πέπομφά σοι τὰ λύτρα τῇ ξένῃ φύσει·
οὐκ ἦν γὰρ ὀκνεῖν τὸν Φιλῆν σεσωσμένον: —
13
Τῆς βασιλικῆς βότρυς ὀφθεὶς ἀμπέλου
καὶ τὰς ἀγαθὰς τῆς ψυχῆς θρέψας ῥάγας
καὶ βαρβάρων αἵμασι θερμοῖς περκάσας
τὸν οἶνον ἡμῖν τὸν πρὸ τῆς τρύγης δίδου,
σὲ δὲ τρυγητὴρ μὴ διασπάσαι χρόνος,
κἂν τὸν πολὺν κρατῆρα δεικνύων μόνον
διψῶντα λυπῇς τὸν Φιλῆν τῷ μετρίῳ: —
14
Ὡς ἐκ γένους λέοντος Αὐσοναρχίας
καὶ σκύμνος ἡδὺς εἰς ἐρυγὰς ἀνδρίας
πίνεις τὸν οἶνον ὁ χρυσοῦς εὐεργέτης
ἐκ τοῦ στόματος τοῦ λεοντώδους λίθου.
στερρὸς γὰρ εἷ σὺ πρὸς μάχας ὑπὲρ λίθον
πρὸς τὰς βολὰς ἄντικρυς αὐτῶν ἀντέχων,
μᾶλλον δὲ τοῖς ποθοῦσι καὶ στέργουσί σε
σαφῆς λέων σὺ καὶ θυμηδίας πόσις.
καὶ γὰρ ἀναιρεῖς τοὺς πιθίσκους τῶν πόνων
καὶ τὰς ἀτερπεῖς τῆς ψυχῆς ἀποκρίσεις,
ἃς οἱ πόνοι θλίβουσιν ἐκ τῶν ὀμμάτων·
ἡ γὰρ φύσις καὶ σκύφον εἰργάσατό σε,
δι' οὗ ῥοφοῦσιν οἱ φίλοι τὸν ἄκρατον.
εἰ δ' ἄμπελος σὺ καὶ βαθεῖς πληροῖς πίθους,
οὓς εὐφρόνως ἀντλοῦμεν ἐξ εὐστοργίας,
οὐδέν τι καινόν· εὐτυχεῖς γὰρ τὸν τρόπον
ὡς βότρυν ἡδὺν εἰς χαρᾶς ξένης τρύγην,
καὶ ληνοβατεῖς τακτικῶς τοὺς βαρβάρους,
ὅταν ὁ καιρὸς τοῦ στρατηγεῖν κυπρίσῃ,
καὶ δημιουργεῖς ἐν λαφύροις τὴν πόσιν,
ἧς οὐδὲν ἂν ἴδοι τις εὔνους ὢν πέρας.
οὐκοῦν, στρατηγέ, ζῆθι, φαιδρύνου, κρότει,
καὶ τοὺς ἐν ἡμῖν ἐξαφανίσας πόνους
δὸς γλεῦκος ἡδὺ τῆς ἐμῆς κρεῖσσον λύπης·
τῶν γὰρ λόγων ἡ γεῦσις ἐδρόσισέ με
τῆς σῆς πρὸς ἡμᾶς εὐγενοῦς ἐντεύξεως: —
15
Ἐδεξάμην ἔγωγε σὴν ἴσως χάριν,
κλεινὲ στρατηγέ, τὴν κενὴν ἐφεστρίδα,
ἐφ' ἧς Βαλαὰμ τὰς ἀρὰς παρεκρότει
τὸ σχῆμα τοῦ πρὶν Ἰσραὴλ διαστρέφων.
τὸ μὲν γὰρ αὐτοῦ διφυὲς κτῆνος τότε
τὴν ἀγγελικὴν ἐκπλαγὲν δήπου σπάθην
καὶ συμποδισθὲν καὶ πεσὸν συνετρίβη·
τὸ σάγμα δ' εὐθὺς τουτοῒ διεθρύβη,
καὶ παρέμεινε μέχρι τοῦ δεῦρο χρόνου
τῆς μαντικῆς ἔλεγχος ἀρρητουργίας,
μᾶλλον δὲ τὸν κλύδωνα τὸν κοσμοφθόρον
μόλις πεφευγὸς τὸ ξυλόσχημον τέρας
νῦν αἰσχρὸν ἡμίτμητον ἀργὸν εὑρέθη·
τὰ μὲν γὰρ αὐτοῦ ταῖς ῥοαῖς ἀπερράγη,
τὰ δ' ἰχθύων ὅμιλος εὑρὼν ἐτράφη,
τὰ δὲ στεγανὰ τῶν μερῶν ἀπεκρίθη
τοῦ φωσφόρου τήξαντος ἣν εἶχε δρόσον,
ὡς ἂν τὸ πιστὸν ἀπὸ τῶν ὁρωμένων
καὶ νῦν παρ' ἡμῖν ὁ φθορεὺς ἔχοι κλύδων.
τοῦτο Σκυθικῆς ἦν ἐπιστήμης γέρας,
ὡς ἡ πάλαι δείκνυσι πυκνὴ κομψότης,
ἧς βαθμὶς ἐξήρτητο καθάπαξ μία
ἰῷ πονηρῷ συνδεδαπανημένη·
τὴν γὰρ μετ' αὐτῆς ἐζυγοστατημένην
ὁ δεινὸς ἐρρόφησε τοῦ χρόνου δράκων.
αἱ δ' ἐξ ὑποστρώματος ἀποδερμίδες
τραγημάτων δήπουθεν ἐβρώθη τρόπον
μυῶν ἐπ' αὐτὰς ἑρπυσάντων ἀθρόων.
μὴ τῆς Φαραὼ στρατιᾶς τῆς αὐθάδους
λάφυρον ἦν ἄμοχθον ἡ ξένη σάγη;
θησαυρέ μου, τί τοῦτο; μαθεῖν γὰρ θέλω.
μὴ θῶκος ἐχθροῦ δυσμενοῦς καὶ βαρβάρου
τὸ παραπεμφθὲν καὶ δοθὲν πρὸς αἰσχύνην;
πλὴν ἔσχον ἐκ γῆς εὐγενοῦς ἤδη κνίδην
καὶ ῥάγα σαπρὰν ἐκ βρυούσης ἀμπέλου
καὶ νᾶμα πικρὸν ἐκ ποταμοῦ νοστίμου·
καὶ λαμβάνω τὰ φαῦλα χερσὶν ὑπτίαις
τῶν σῶν ἀγαθῶν εὐτυχῶν τὰς προσχύσεις.
σὺ δέ, στρατηγέ, ζῆθι τῶν φίλων χάριν,
καὶ τέρπε σαυτὸν τοῖς πολυτελεστέροις
ἐῶν τὰ μικρὰ τοῖς λιτοῖς εὐεργέταις: —
16
Ἔναγχος ἡμῖν ἑστιῶσι τοὺς φίλους
ἐν τοῖς ὑπὲρ σοῦ τοῦ ποθουμένου κρότοις
ἐξ ὀστράκων κύλικας εἰσήνεγκέ τις.
ἐγὼ δ' ἐπ' αὐτοῖς ἐντραπεὶς ἐδυσφόρουν,
καὶ καθάπαξ ἄθυρμα τὸ πρᾶγμα κρίνας
γέλωτι πικρῷ τὴν σιγὴν ἐκαρτέρουν·
οὐ γὰρ δίχα κράματος ἡ κύλιξ κύλιξ,
ἀλλ' ἄχθος ἀργὸν εἰς διάβροχον κόνιν,
ἢ χῶμα παγὲν εἰς τετηγμένην πλάσιν·
κἂν ταῦτα χειρὶ δραστικῇ συνετρίβη,
καὶ μακρὰν ὡς ἄχρηστα λοιπὸν ἐρρίφη
τὰ δυσγενῆ δόγματα τῶν φαύλων φίλων,
εἰ μή σε τὴν εὔκοσμον ἐτρύγων φύσιν,
ὡς βότρυν ἁδρὸν ἐκ βρυούσης ἀμπέλου.
πίνοιμι τὸν σὸν τοιγαροῦν οἶνον χύδην·
ὁ γὰρ προληφθεὶς ἐκροφηθεὶς ἐφρύγη,
κρατὴρ λόγων εὔτεχνε καὶ γλεῦκος φίλων: —
17
Πέμπε πρὸς ἡμᾶς τοὺς παστῆρας τοὺς δύο
τὸν παῖδα πιστὸν καὶ πρὸ τῆς πείρας κρίνας.
πλὴν ἀλλὰ καὶ στάθμιζε καὶ ζυγοστάτει,
καὶ τὴν ἀμοιβὴν ἐντελῆ, πάτερ, δίδου: —
18
Ὁ μὲν παλαιὸς Ἰσραὴλ ἐν ἐξόδῳ
ὕμνον Θεῷ προσῇδεν εὐχαριστίας·
ὁ σὸς δὲ Φιλῆς ἐν στατήρων ἐξόδῳ
μέλψει σε τὴν σώτειραν ἀπὸ καρδίας: —
19
Ἥδιστον ὑπέκκαυμα φιλοστοργίας
καὶ λύχνε καὶ φῶς ἀρετῶν εἶργον σβέσιν,
πέμπε πρὸς ἡμᾶς, ὡς ὁ παῖς πάρεστί σοι,
τὸν εὐγενῆ σπινθῆρα τῆς σῆς ἀγάπης,
τὸ μὴ παρὸν φῶς, τὴν φιλέσπερον δόσιν,
τὸ πῦρ τὸ νωθρὸν τῆς θανατώσης ὕλης,
τὸ χαυνόκλωστον πεῖσμα, τὴν συχνὴν χάριν,
τὰς εὐπλόκους ἕλικας, εἰ δίδως πάχος,
καὶ τὴν ἀμοιβὴν τῶν πολυπλόκων λόγων,
ὡς ἂν τὸ διπλοῦν τῆς ὀφειλῆς ἐκτίσῃς: —
20
Ἰδού, στρατηγέ, πάντα γαλήνης γέμει
δηλοῦντα τὴν σὴν τακτικὴν εὐανδρίαν,
δι' ἧς ὁ φυρμὸς συσταλεὶς ἀφυβρίσει
τῆς βαρβαρικῆς ἐκτροπῆς τε καὶ ζάλης,
καὶ νῶτα μὲν δίδωσιν ἡ θάλαττά σοι,
καὶ σπένδεται δὴ προσγελῶσα τῷ σκάφει·
τὸ δὲ πρὸ τοῦ πλοῦ γαυριᾷ καὶ θρύπτεται
πυκνῶς ὑπηχοῦν τὸ προσάκτιον μέλος.
δεῖ γοῦν θανατᾶν ἀκριβῶς τοὺς βαρβάρους,
ἐπεὶ κατ' αὐτῶν εὐτυχῶς ἀποπλέεις·
ἐγὼ δὲ πυροῖς φαιδρυνῶ τὴν καρδίαν,
ὡς ἂν χορευτὰς ὀργανῶ σοι τοὺς κρότους: —
21
Τί τοῦτο; καὶ πῶς καὶ παρὰ τέχνης τίνος
εἰκὼν ἀμυδρὰ καὶ σκιώδης εὑρέθης
εἰς εὐτελοῦς ὕφασμα ληφθεῖσα κρόκης;
καὶ πῶς ὁ κηρὸς ἐγχεθεὶς ὑπὸ φλόγα,
κἂν εἰς ὕλην εὔπρηστον οὐκ εἶχε φλέγειν,
ἔγραψε τὸν σὸν πλαστικῶς τοῦτον τύπον;
βαβαί, Μαριάμ, ἐξαμείβεις τὰς φύσεις·
καὶ γὰρ σεαυτὴν ἐκ πυρὸς ξένου γράφεις
αὖθις φανεῖσα τοῦ πυρὸς κρείσσων βάτος,
οὖ Χριστὸς αὐτὸς πρὸς τὸ πῦρ τῆς λαμπάδος
τὴν μυστικὴν ἄνωθεν ἐκβλύζει δρόσον,
ὡς ἂν ὁ πιστὸς τὴν γραφὴν ταύτην βλέπων
τὴν φασματώδη τῶν παθῶν φεύγῃ φλόγα: —
22
Πῶς ἄρα φανεὶς ἑσπερινὸς φωσφόρος
ὡς ἡμερινὸς αὖθις ἀστὴρ ἐκρύβης,
οὐδ' ἀργυρᾶν πρόσλαμψιν ἡμῖν ἐγχέας;
κλεινὲ στρατηγέ, πρὸς Θεοῦ γνώριζέ μοι: —
23
Καινὸν θεωρῶν οὐρανὸν τὴν ἀψίδα
καὶ τῶν ἱλασμῶν ὁ Τζιμισχῆς τὸν τόπον
τὴν λύσιν αἰτεῖ μυστικῶς τῶν πταισμάτων·
καὶ γὰρ ἐπιστὰς εὐμενὴς ὁ δεσπότης
ταῖς μητρικαῖς δίδωσι λιταῖς τὴν χάριν,
ἣν, Μυρέων πρόεδρε, λαβὼν ἀντίδος: —
24
Τὴν δραστικήν σου καὶ πυρὸς μᾶλλον φύσιν,
ἧς πεῖραν αὐτὸς ἀκριβῆ σχὼν εὑρέθην,
ὧ νοῦ πολιὲ καὶ πρὸ καιροῦ πρεσβύτα,
νῦν δεῖξον ἡμῖν εἰς τὸν ἄνδρα τὸν φίλον·
παρέρχεται γὰρ εἰς κενὰς ὑποσχέσεις
τὴν καὶ ποθεινὴν καὶ κατάπτυστον δόσιν.
ἴσως δυνηθεὶς κοιλανεῖς ἔμπνουν λίθον
ῥανίδας αὐτοῦ γνωστικὰς ὑπερχέας·
ἀμήχανον γὰρ ἀγκυρῶν τινων δίχα
λεπάδα λαβεῖν ἐκ νομῆς λιθοσπόρου: —
25
Τάχα προωθεῖς, μῆτερ ἁγνή, τὸ βρέφος,
καὶ τῇ κτίσει λέγουσα ‘τὸν ῥύστην δέχου’,
παρακρατεῖς τὸ δῶρον εὐνοίας χάριν·
πλὴν ἄφες ἡμῖν· τοῦτο κοινὸν τὸ κλέος: —
26
Αὐτοκράτορ μέγιστε, δεῖ δή μοι σκέπης·
καὶ γὰρ ὁ χιτὼν ἐκτριβεὶς διεθρύβη,
καὶ θρὶξ λεοντῆς εὐγενῶς κεκαρμένη
χειμῶνος ἡμῖν συσταλεῖσιν ἐφθάρη.
στολίζεται γοῦν οὐρανὸς μὲν αἰθρίαν
κερκίσι θερμῆς εἰσβολῆς ὑφασμένην,
ἡ γῆ δὲ πυκνὴν καὶ χλοάζουσαν σκέπην,
ἣν ἡ κρόκη νήθουσα τῆς ὥρας φύει·
θάλασσα δὲ πλοῦν εἰς ῥοὰς ἀκινδύνους,
ὃν χεὶρ ἀτεχνῶς ναυτικὴ διαπλέκει
ἐν τοῖς μαλακοῖς τοῦ Ζεφύρου δακτύλοις·
νεκρὸς δὲ τὸ ζῆν ἐνδιδύσκεται πνέων
καὶ σάρκας ὑγρὰς ἐξ ἀνίκμων ὀστέων·
ἐγὼ δὲ καινῆς ἐμμελοῦς χρῄζων σκέπης
τὸν οἶκτον ἀθρῶ τῆς σοφῆς σου καρδίας,
δι' ἧς ὁ χιτὼν τοῦ κράτους ὑφαίνεται,
ὑφ' ὃν συνελθὸν τὸ βροτῶν ἅπαν γένος
ἔχοι σκέπην ἄρρηκτον εἰς πάντα χρόνον: —
27
Νοῦς εἶ, στρατηγέ, πνεῦμα, φῶς καὶ πῦρ ξένον,
ὡς αἱ κατ' ἐχθρῶν μαρτυροῦσι σου φλόγες·
εὐαγγελιστὴς Γαβριὴλ τοίνυν γίνου,
καὶ χαρὰν ἐξάγγελλε τῷ πνέοντί σε: —
28
Δέχου παρ' ἡμῶν τὸ χρυσάργυρον, μάκαρ,
καὶ τὰς ἀμοιβὰς ἀντιμέτρει τῇ σχέσει,
κἀνταῦθα κἀκεῖ πρέσβις ὢν δήπου ζέων: —
29
Λέοντος ὀφθεὶς ἰσχυροῦ σκύμνος μέγας
ἀποκρύφους ἄθρησον ὀξέως πόνους,
καὶ τοῦ λιμοῦ τὸν θῆρα βιβρώσκοντά με
τοῖς χρυσέοις ὄνυξι γοργῶς ἁρπάσας
τὸν κύνα τὸν σὸν ἐξελοῦ τοῦ κινδύνου·
καὶ γὰρ ὑλακτῶ κατὰ πάντα τὸν χρόνον
τοὺς δεσποτικοὺς εὐφυῶς ὕμνους πλέκων,
ὦ ζῶν Ἰωσὴφ καὶ ψυχὰς διατρέφων,
ὦ χάρις, ὧ δύναμις, ὧ ξένη φύσις,
ὦ φαιδρότης, ὧ τέρψις, ὧ ῥέον μέλι
καὶ θρεπτικὴ γάλακτος ἐξ ἔργων χύσις
καὶ μάννα καινὸν καὶ θεόβλυστε δρόσε
καὶ πῦρ δαπανῶν συμφορὰς ἐγκαρδίους
καὶ δόξα κοινὴ τοῦ γένους, ὧ δέσποτα: —
30
Φρεωρύχε, σπούδαζε καὶ τέμνε πλέον
καὶ τοὺς ἀγωγοὺς τῆς ῥοῆς ἀναστόμου,
λαλοῦντα μοχλὸν ἐμβαλὼν τῷ πυθμένι·
καὶ γὰρ ἔτι κέχηνα διψῶν ἀσχέτως: —
31
Κάμνοντά σοι τὸν φίλον ἐκ πλείστου βλέπων
γενοῦ Γαληνὸς ἐξορίζων τοὺς πόνους,
ἐπεὶ βασιλεὺς ὁ βραβεὺς τῶν φαρμάκων
τὰς χρυσέας κύλικας ὠργάνωσέ σοι: —
32
Τί δή, Γαληνέ, δυσχερῶν σῶτερ πόνων,
μὴ τὸ χρυσοῦν φάρμακον εὐτέχνως χέεις;
τί δ' οὐχὶ καὶ πρὶν εἰσβαλεῖν τὴν ἑβδόμην
σοφῶς ἀναιρεῖς τὴν ἐμὴν περίστασιν; —
33
Ἰού, τὸ πῦρ φλέγει με τῶν ἔνδον πόνων·
ἆρ' οὖν ἐπιστὰς οὐ χρυσῆν δώσεις δρόσον;
καὶ ποῦ θεμιτόν; οὐχ ὁρῶ· δίδασκέ με.
πλὴν Ἄγγελος σύ, καὶ τὸ πῦρ οἶδα σβέσεις: —
34
Τὴν σήν, λόγε ζῶν, ἐξ ἐμοῦ βίβλον δέχου·
σὺ γὰρ δίδως ἕκαστον, ὧν ἄν τις φέροι·
ψυχῆς δὲ θερμὸν εἶπέρ εὑρήσεις πόθον,
αὐθαίρετον τὸ δῶρον εὐμενῶς κρίνεις,
αἰτῶν τὰ μικρὰ καὶ διδοὺς τὰ βελτίω.
τίς γὰρ ὁ κόσμος ἅπας εἰς τὸ σὸν κράτος,
ὃν ὥς τι λεπτὸν τῇ δρακὶ σφίγγων φέρεις;
ἐμοὶ δὲ καὶ τὸ σῶστρον οὐχ ἁπλῶς μέγα;
καλεῖν γὰρ εἰκὸς οὐρανὸν τὸ βιβλίον,
ἐπεὶ Θεὸς σύ, καὶ κατοικεῖς ἐνθάδε,
καὶ θαυματουργεῖς τὴν ἐμὴν σωτηρίαν
βροντὰς ἀφιεὶς πανταχοῦ γῆς ἐνθέους.
εἴη δ' ἂν εἰπεῖν τοῦτο καὶ τρυφῆς τόπον,
ἐν ᾧ σε τὸ ζῶν τῆς ἐμῆς ζωῆς ξύλον
ὁρῶ φυτευθὲν καὶ τρυγῶ καρποὺς ξένους·
τῶν γὰρ ποταμῶν ἡ τετρὰς τῶν ἐνθάδε
τὸν ἄφθορον ῥοῦν οὐκ ἀνείργει τῇ κτίσει.
ἔστι δὲ καὶ θάλασσα τοῦτο θαυμάτων·
τοὺς γὰρ ἁλιεῖς τῶν ψυχῶν ἔνδον φέρει
πλέκοντας ἐν σοὶ τοῦ λόγου τὸ δίκτυον.
τοσοῦτον οὖν σοι κόσμον ἐν βραχεῖ φέρων,
ὃν αὐτὸς ἐστήριξας ὑπὲρ τὴν κτίσιν
ὁ καὶ τὸ μικρὸν συμπαθῶς μέγα κρίνων,
οἵων ἀτεχνῶς εὐπορῶ τῶν ἐλπίδων
πρέσβιν καθιστὰς τὸν προφήτην τὸν μέγαν
τὸν πρόδρομόν σου λύχνον, ὧ φῶς, πρὸ χρόνων.
ἀνθ' ὧν μὲν οὖν ἔμοιγε χαρίτων δίδως
τοῖς ἐκ βασιλέως με καλοῖς φαιδρύνας,
λάμβανε δὴ τὴν βίβλον ἀμοιβῆς χάριν,
αὐτὸς δὲ τῇ βίβλῳ με τῶν ζώντων γράφων
αὖθις ἀμείβου τῆς ψυχῆς μου τὸν πόθον: —
35
Ὅτι με παντὸς δυσχεροῦς ὑπεξάγεις
καὶ παντοδαπῶν ἀξιοῖς χαρισμάτων
ἀφ' οὗπερ εἰς φῶς ἀπὸ γαστρὸς ἐξέδυν,
ὦ μῆτερ ἁγνὴ καὶ φθορᾶς ὑπερτέρα,
πρῶτον μὲν ὡς ἄυλον εἰς νοῦν σε γράφω
καὶ ζῶν θεωρῶ μυστικῶς σου τὸν τύπον·
ἔπειτα δὲ χρώματα καὶ τέχνην χέας
ἔμπνουν σε μικροῦ καὶ κατ' αἴσθησιν βλέπω,
ὡς ἂν παρ' ἀμφοῖν εὐτυχῶ τὴν προστάτιν.
ὅτι δὲ σαρκὸς καὶ ψυχῆς φύλακά σε
τοῦ συνθέτου κράματος εὑρέθην ἔχων,
καὶ τόνδε κοσμῶ τὸν σεβάσμιον τύπον
τῷ συνθέτῳ σχήματι τοῦ χρυσαργύρου·
διάχρυσον γὰρ μυστικῶς σοι τὴν σκέπην
κοσμοῦσα καὶ φρουροῦσα καὶ γράφουσά με
τοῖς ἐνθέοις πίναξι τῆς σωτηρίας,
ὧ βίβλε καὶ πλὰξ καὶ Θεοῦ ζῶντος τόμε
(τὸν γὰρ βοηθὸν καὶ σκεπαστήν μου βλέπω
ταῖς σαῖς ἐνιδρυνθέντα σεπταῖς ἀγκάλαις),
καὶ τοῦτον ἡμῖν εὐμάριζε τὸν βίον
τηροῦσα τῇ σῇ δεξιᾷ τοὺς φιλτάτους.
Ἀσὰν Μιχαὴλ Παλαιολόγος τάδε
ἀδελφιδοῦς ἄνακτος Αὐσόνων γένους
Κομνηνοφυὴς τῇ πανάγνῳ παρθένῳ: —
36
Ἱππεὺς ἀγαθὸς εὑρεθεὶς ἐν ὁπλίταις,
κλεινὲ στρατηγὲ καὶ σφαγεῦ τῶν βαρβάρων,
στικτὸν χαλινὸν τοῖς φιλοῦσιν ἀντίδος,
ὡς ἂν ὁμαλῶς εὐμαρίζοις τὸν δρόμον,
ὃν οἱ φίλοι τρέχουσιν ἁρμάτων δίχα·
καὶ γὰρ ἀπαθῆ τὸν λογισμὸν ἱππότην
ἡ τοῦ τρόπου δύναμις ἐστήριξέ σοι: —
37
Οὐκ ἦν ἄρα δύσμαχος ὁπλίτης μόνον
ἐν ταῖς κατ' ἐχθρῶν συμπλοκαῖς ὁ γεννάδας,
ἀλλ', ὥσπερ εἰκός, καὶ προσηνὴς τὸν τρόπον,
ὅταν ὁ καιρὸς οὐ προῆγεν εἰς μάχην.
πλὴν ὁ φθορεὺς ἔκρυψε καὶ τόνδε χρόνος
ἐν συμπλοκῇ πεσόντα τῶν ὅπλων μέσον.
πλὴν οὐκ ἐρυθρός, ἀλλὰ λευκὸς ἐγράφη,
μὴ τοῦτον ἱδρὼς ἀρεϊκὸς ἐκπλύνῃ,
καίπερ τελευτῆς ὕπνον ὑπνοῦντα, ξένε: —
38
Ἥδιστε πανσέβαστε, λειμὼν τῶν φίλων,
πέμπε πρὸς ἡμᾶς τῶν φυτῶν τὸ βιβλίον·
τρυγήσομεν γὰρ τὰς γονὰς τῆς ἰκμάδος,
ὧν τὴν φύσιν βρύουσαν οὐ φθείρει χρόνος: —
39
Ὀξὺς ὁ καιρός, ἀπὸ νευρᾶς ἡ πτέρυξ,
σφριγῶν τὸ λυποῦν, ἀδρανὴς ὁ σὸς φίλος·
ὀξύτερος γοῦν τοῦ παραστάντος γίνου,
καὶ σῶζε Φιλῆν ἔργα συνθεὶς τοῖς λόγοις: —
40
Ἐμοὶ πατρὶς ἡ Κύπρος εὑρέθη, ξένε·
γονεῖς τιμὴν ἔχοντες ἐν τῇ πατρίδι
Ἀτούεμαι τὴν κλῆσιν ἐκ τῶν Ἀγγέλων,
δι' ὧν ὁ παικτὸς ἐξυφαίνεται κρότος·
λόγοι τὸ σεμνὸν καὶ τὸ πάτριον σέβας·
εἰς Ἔφεσον δὲ τὴν ἐν Ἀσίᾳ πόλιν
ἐκεῖθεν ἐλθὼν εὐκλεῶς συνεζύγην·
ὁρῶν δὲ κατ' ἐκεῖνον εὐθὺς τὸν χρόνον
κινούμενον τὸ δόγμα τῆς ἐκκλησίας
πολλοὺς ἐπ' αὐτῷ καρτερῶ τοὺς κινδύνους.
τοῦ δὲ κρατοῦντος εὐσεβῶς Ἀνδρονίκου
τὴν πατρικὴν λύσαντος ἐμφρόνως πλάνην
εἴληφα τὴν Μάρωνος εἰς λάχος πόλιν,
χρισθεὶς ἐπ' αὐτῆς ἀρχιθύτης ἐνθάδε.
μετὰ δὲ μικρόν τινα τῆς τιμῆς χρόνον
κεκαρμένον πρόβατον ὑπάρξαντά με
Χριστὸς μεθιστᾷ ποιμνιάρχης ὢν μέγας,
εἰμὶ δὲ νεκρός, καὶ καθεύδων ἐν τάφῳ
τὴν ἐσχάτην ἔγερσιν εἰκότως μένω: —
41
Τὰ φρικτὰ τοῦ μέλλοντος αἰῶνος βλέπων
ἔστης Δανιὴλ συσταλεὶς ὥσπερ λίθος: —
42
Ἄνθρωπε ταλαίπωρε, κἂν ἔτι πνέῃς,
παρακρατῶν τὸ λῆμμα τοῦ κοινοῦ χρέους
καὶ πρὸς τὸν ἐμπρόθεσμον ὀκλάζων χρόνον,
τὴν ἐσχάτην οἴκησιν ἐνθάδε σκόπει
τῶν σῶν ταπεινῶν ὡς ῥεόντων λειψάνων·
σὰ γὰρ τὰ κοινά, κἂν δυσαίσθητος μένων
τὸ παρὸν ὡς μόνιμον ἀκρίτως βλέπῃς.
πλὴν ἴδε καὶ τὰ κῶλα τῶν κοιμωμένων,
οἳ τοῦ γνόφου λυθέντος εἶδον φῶς μέγα,
καὶ νῦν μὲν ἀνάπαυσις αὐτοῖς εὑρέθη
τὴν καινοποιὸν εὐτυχοῦσιν ἐλπίδα,
μετὰ δὲ μικρὸν καὶ πνοῆς ἔσται δρόσος·
Θεὸς γὰρ αὐτοῖς ἐντενεῖ πεφρυγμένοις
σάρκας νεαρὰς καὶ φλεβῶν ὑπεκχύσεις
καὶ νεῦρα πυκνὰ καὶ διάβροχον δέρας,
ὅταν ὁ σεισμὸς τῆς βοῆς τῆς ἐσχάτης
ὀστᾶ πρὸς ὀστᾶ δεξιῶς ἀναπλέκῃ.
ξένον τὸ λεχθέν, ἀλλὰ μὴ θαύμαζέ μοι·
καινὸς γάρ ἐστιν Ἰσραὴλ σεσωσμένος
ἡ συναγωγὴ τῶν κρυβέντων ὀστέων.
Ἰεζεκιὴλ μαρτυροῦντι πειστέον,
ὃς εἶδε καὶ πῦρ καὶ τροχοὺς κινουμένους
καὶ πνεῦμα καὶ φῶς καὶ ψυχὰς ὑποπτέρους,
ὡς ἂν τὸ παρὸν ἐκμαθὼν μὴ διστάσῃς·
Θεὸς γὰρ αὐτὸς ὁ βραβεὺς τῶν πραγμάτων
καὶ παραγωγεὺς καὶ τροφεὺς τῶν ἐμβρύων,
ὡς ἀπὸ γαστρὸς τῆς φθορᾶς καὶ τῶν τάφων
αὖθις ἀνάξει τὴν σπορὰν τῶν λειψάνων
εἰς δεύτερον φῶς καὶ τρυφὴν ζώσης χλόης·
ὥστε βλέπων, ἄνθρωπε, φεῦγε τὸν τύφον: —
43
Ἐπεὶ μεταξὺ τῶν μεγίστων ἐλπίδων
καὶ πανσέβαστον εἶδον ὀρφανοτρόφον,
σὲ δὴ τὸν ὀξὺν καὶ γλυκὺν πτωχοτρόφον,
ἐγκωμίων εὔρυθμον ὑφαίνω κρότον
τῇ σῇ φύσει μάλιστα τιμῶν τοὺς λόγους,
ὅτι γε καὶ πάλαι σε θαυμάσας ἔχω,
κἂν ὡς ἀφιλόκομπος αὐτὸς τὸν τρόπον
ᾄττοντας ἀνέπειθες ὀκνεῖν τοὺς λόγους·
καὶ γὰρ ἀηδῶς τοὺς ἐπαινοῦντας βλέπεις
κόλακας αὐτοὺς ἐξεπίτηδες κρίνων.
πλὴν ἀλλά, πανσέβαστε, μὴ φείδου πλέον
παρακρατῶν τοσοῦτον ἀρετῆς τύπον·
ἐλεύθερος γὰρ ὁ γραφεὺς ὑποψίας
τοῖς τῶν λόγων πίναξι τὰς πράξεις γράφων.
βούλει μαθεῖν, τίς ἐστι Φιλῆς ὁ ξένος;
Φιλῆς ὁ θερμῶς καὶ ποθῶν σε καὶ πνέων
καὶ κοινὸν ἐντρύφημα τῷ γένει κρίνων.
ποῦ γὰρ θεμιτὸν ἀγαθὴν οὕτω φύσιν
σιγῇ παρελθεῖν καὶ φθονῆσαι τῷ χρόνῳ;
ἔχει μὲν οὖν σε κόσμον ἡ πόλις μέγαν,
ἣ κόσμος ἐστὶ πᾶσι τοῖς ἄλλοις μέγας·
τῶν γὰρ πονηρῶν σωφρονίζεις τὸν τρόπον,
κοινὸν βίου παίδευμα σαυτὸν εἰσφέρων,
ῥίζης δὲ σεμνῆς εὐγενὴς ἔφυς κλάδος·
ὑψίκομος γὰρ ταῖς τιμαῖς δεδειγμένος
ὑπὲρ Λιβάνου κέδρον, ὃ Γραφὴ λέγει,
τοῖς πρακτέοις ἄνωθεν ὡς φοίνιξ βρύεις,
ὡς ἂν ὁ καρπὸς τῇ ψυχῇ σου περκάσας
γλυκυτέραν μέλιτος ἐκβλύσῃ δρόσον.
καὶ γραμματισταῖς ἐκδοθεὶς παιδοτρίβαις
καὶ τῆς ψυχῆς τὸ κάλλος αὐξήσας λόγῳ
χώραν σεαυτὸν εὐφυῆ καθιστάνεις·
καὶ γὰρ ἀνασπῶν ἐμπαθῆ πᾶσαν βάτον
καὶ γηπονικῶς τὸν Θεοῦ σπείρων φόβον
ἁδρὸν γεωργεῖς τοῦ βίου τὸν ἄσταχυν·
ἄρτι δὲ τὸν μείρακος ἀμείψας χρόνον
τὸ σῶμα λυττῶν εἰς φιλήδονον ζέσιν
ἦσχες χαλινοῖς γνωστικῆς εὐταξίας.
οὐκοῦν Ἰωσὴφ καὶ φυγὰς Αἰγυπτίας
καὶ δημαγωγὸς καὶ τροφεὺς λιμοκτόνος
καὶ σωφροσύνης τύπος ἡμῖν εὑρέθης,
εἰ καὶ φθονηθεὶς τοῖς καλοῖς οὐκ ἐπράθης·
τίς γὰρ τοσαύτης ἡδονῆς καὶ χάριτος
οὐκ ἔσχε δεσμοὺς τοῦ στυγεῖν ἐλευθέρους;
ἔπειτα τυχὼν τοῦ προσήκοντος γάμου
(καὶ γὰρ ἔχειν ἔδει σε γαλήνην βίου
τὴν τῶν λογισμῶν δυσχεραίνοντα ζάλην),
ἄπαιδα τὴν σύζευξιν εὑρέθης φέρων·
καὶ γὰρ ἐνεγκεῖν ἡ φύσις οὐκ ἴσχυσε·
τοῖς γὰρ ἀγαθοῖς ἐμφερεῖς ὅλως τόκους
σὺ τέκνα ποιεῖς συλλαβὼν θεῖον φόβον,
οὓς ἀναγεννᾷς διὰ τοῦ βαπτίσματος,
καὶ κλῆρον αὐτοῖς ὡς φιλόστοργος νέμεις
χύδην χωρηγῶν τὰς χρυσᾶς ὄντως δόσεις·
τὸ γὰρ μένον γόνιμον εὐθὺς εἰργάσω,
στεῖρον τὸ ῥευστὸν ἀγαθῇ δείξας τύχῃ.
ἀλλ', ὧ νόμοι, σκιρτᾶτε καὶ τέρπεσθέ μοι,
ὅσους ὁ πανσέβαστος ὀρφανοτρόφος,
τῶν βασιλικῶν χρημάτων ὁ ταμίας,
τηρεῖ καθαρῶς εὐγενίζων τὰς πόλεις·
ποῦ γάρ ἐστι κλὼψ καὶ σφαγεὺς ὁδοστάτης;
ποῦ τῦφος ἀργὸς καὶ θυμὸς μάτην ζέων;
ποῦ χρηματιστὴς ἁρπαγῆς φλόγα πνέων;
ποῦ συκοφαντῶν εὐτρεπεῖς παραστάσεις;
ποῦ χῆρα δακρύουσα; ποῦ κλαίων πένης;
ποῦ κερματιστὴς ἐν ζυγοῖς κρυψιρρόποις;
ποῦ κέρδος αἰσχρὸν εἰς βαλάντιον φόνου;
ταύτας ἀνεῖλε τὰς νομὰς τῶν τραυμάτων
Τρύφων ὁ πανσέβαστος ὀρφανοτρόφος·
ἐχρῆν γὰρ αὐτὸν τῆς ψυχῆς τῇ λαμπάδι
τῶν οὐ θεμιτῶν ἐκδιῶξαι τὸν ζόφον,
καὶ φῶς ἐνεγκεῖν εἰς τὸ πῦρ τῆς ἑσπέρας,
ἢ μᾶλλον εἰπεῖν, καὶ τὸ πῦρ ἔδει σβέσαι
τῇ τῆς δίκης ἄντικρυς ἡδίστῃ δρόσῳ,
μὴ προσνεμηθῇ τῇ μετάρσει τὴν κτίσιν.
τίς ὁπλοθηκῶν, τίς δὲ σιτώνων χάριν
ἢ καὶ γεφυρῶν πανταχοῦ τῆς ἑσπέρας
τοσοῦτον ἐσμὸν καρτερεῖ φροντισμάτων,
ὡς ἂν ἀθυμῶν ὁ στρατὸς τῶν βαρβάρων
ἐκ τῆς καθ' ἡμῶν ἐμβολῆς ὑποστρέφοι;
τίς οἶδεν ὀργῆς καὶ θυμοῦ βράσμα σβέσαι
τῇ τῆς παρολκῆς ἐμβριθεῖ καταστάσει;
τίς χείρ τε καὶ ποὺς καὶ πατὴρ καὶ φαιδρότης
ἄχειρσι, χωλοῖς, ὀρφανοῖς, λυπουμένοις;
τίς ἄρτος, ἑσθής, δαψιλὴς ὄλβος πάλιν
πεινῶσι, γυμνοῖς, δυσπραγοῦσιν εὑρέθη;
τίς οἶδε σιωπῆς τε καὶ λόγου νόμους;
τίς παιδαγωγεῖν ὄμμα καὶ λεῖον βλέπειν;
τίς ἀπὸ 〈τῆς〉 γῆς οὐρανοῦ μέχρι φθάνων
τὸν πλοῦτον αὐτοῦ συγκομίζει τὸν μέγαν,
μὴ τῆς ψυχῆς τὸ χρῆμα συλήσας λάθοι
ἢ κλὼψ ἀφανὴς ἢ φθορεὺς ἕρπων φθόνος;
μᾶλλον δὲ τίς ἔδειξε καρδίας πλάτος
ἐν τοῖς ταπεινοῖς καὶ ῥέουσι πράγμασι;
νόθον γὰρ οὐδὲν οὐδ' ἀκαλλές ἐστί σοι,
καὶ τοῖς λογισμοῖς εὐστοχεῖς τῆς καρδίας,
καὶ ῥητορικῆς φυσικῆς πῦρ ἐκπνέων
πειθοῦς ἀμαθοῦς εὐμαθῆ νοῦν εἰσπνέεις.
οὕτως διαρθροῖς καὶ τυποῖς καὶ φαιδρύνεις
τὸν ζῶντα ῥυθμὸν τῆς πλοκῆς τῶν πραγμάτων
ὀλίγα τῶν σῶν εὐφυῶς ἀπανθίσας,
ἀνθ' ἧς με φιλεῖς εὐγενῶς καὶ σεμνύνεις
ὡς οὐκ ἀληθεῖς καὶ κολακικωτέρους
Φιλῆν ἐπαινῶν τὸν φιλόστοργον φίλον: —
44
Καὶ πάντα μὲν δὴ τὰ στρατηγήματά σου,
Θεοῦ στρατηγὲ μητροπάρθενε, ξένα·
καὶ γὰρ διὰ σοῦ δυσμενῶν πίπτει στίφη,
καὶ τέρπεται μὲν ὁ στρατὸς τῶν Αὐσόνων,
ἀμβλύνεται δὲ Περσικὴ πᾶσα σπάθη,
συντρίβεται δὲ τοξικῆς τόλμας κράτη,
συστέλλεται δὲ Σικελῶν μέγα θράσος,
κοιμίζεται δὲ κοσμικὴ πᾶσα ζάλη,
πλατύνεται δὲ τὸ στενὸν τῶν ἐλπίδων
σμικρύνεται δὲ συμφορῶν ἀμετρία,
καὶ πᾶν ἀπηχὲς καὶ βαρὺ θρήνων μέλος
εἰς κοσμοτερπεῖς ἐξαμείβεται κρότους.
τὰ δὲ πρὸ μικροῦ τίνα, καὶ τίνος χάριν
τῆς Σικελικῆς ἐνταθείσης ὀφρύος
ἐκ τῆς καθ' ἡμῶν Περσικῆς ὁμαιχμίας
βαρύς τις ἡμῖν εἰσεκώμασε κλύδων;
οὐκ ἦν γὰρ ἁπλῶς οὐδαμοῦ γῆς αἰθρία,
μᾶλλον δὲ τὴν ἄντικρυς Αἰτναίαν ζέσιν
καὶ τὴν ἀπηνῆ τῆς θρασύτητος φλόγα
ὕλη ψυχικῶν ὑπανῆψε σελμάτων·
καὶ ῥεῖ τὸ θερμὸν τῆς πυρᾶς τῆς ἀσχέτου
καὶ τῆς καθ' ἡμῶν συμφορᾶς ἡ γοργότης
εἰς Ἀδριανοῦ τὴν καλὴν ταύτην πόλιν.
τῶν γὰρ Ἀλανῶν τὸ Σκυθοτρόφον γένος
τὴν βασιλικὴν ἐκφυγόντες λαμπάδα
ταῖς ἐμφύτοις πτέρυξι τῆς ψευδορκίας
ὀλοσχερῶς ἤλαυνον εἰς τὴν ἑσπέραν.
οἱ βάρβαροι δὲ καὶ τὸ τῆς Σκύλλης γένος
(ἡ γὰρ κακὴ Χάρυβδις αὐτοὺς ὠδίνει),
κατ' ἴχνος αὐτοῖς ἐμπεσόντες αὐτίκα
αἱροῦσιν αἰχμῇ τὴν καλὴν ἀποσπάδα,
καὶ συλλαβόντες τὰς γυναῖκας, τὰ βρέφη
καὶ λείαν ἥνπερ εἶχον ἐξ ἁρπασμάτων,
εὐθὺς 〈ἐφ' ἡμᾶς συστραφέντες〉 ἀθρόοι
κυκλοῦσι πυκνὰ καὶ πτοοῦσι τὴν πόλιν,
καὶ πυργομαχεῖν μηχανῶνται μακρόθεν,
καὶ τοὺς παρ' ἡμῶν ἐκδραμόντας εἰς μάχην
μόνῃ βοῇ κτυποῦσιν ἑσπέρας νότῳ.
τοῖς τείχεσι γοῦν ἐμβαλόντες πῦρ μέγα
σοβοῦσι καπνῷ τοὺς παρ' ἡμῖν τοξότας
ἐναντίου πνεύσαντος αὐτοῖς ἀνέμου,
καὶ δράττεται μὲν ὁ στρατὸς τῶν ἐλπίδων,
ὡς εὐθὺς αἱρήσοντες ἡμῶν τὴν πόλιν·
θέντες δὲ καὶ κλίμακας ὑποπυργίους
συλῶσι μικροῦ τὰς καθ' ἡμῶν ἀνόδους.
ἀλλ', ὧ Μαριάμ, εὐσεβῶν τεῖχος μέγα
καὶ κοσμοσῶστα πύργε καὶ Θεοῦ πόλις
καὶ βάτε πυρὸς ἀκρατῶς ὑπερτέρα,
κινεῖς ἐπ' αὐτοὺς τοῦ πυρὸς τὴν ἀσβόλην
τοὺς αἱμοχαρεῖς ἀνθρακεῖς παρ' ἐλπίδα.
ἡ σὴ γὰρ εἰκὼν τὴν πνοὴν ἀντιστρέφει,
καὶ πῦρ κατ' ἐχθρῶν δυσμενῶν ἀντιπνέει
τ…
The complete text is available when the reading interface loads.