The Greek Library Catalogue

Anonymous

Epitaphius in Theodoram nurum Bryennii

Edition reference
Epitaphius in Theodoram nurum Bryennii, ed. Gautier, op. cit., 355–367.
CTS identifier
urn:cts:greekLit:tlg2721.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

9

καὶ πρὸς στεναγμοὺς ἐκκινοῦμαι βυθίους.

10

Ἂν ἐς τὸ μακάριον ἐμβλέψω τέλος

11

τῆς νῦν θανούσης καὶ λιπούσης τὸν βίον,

12

σκιρτῶ μετ' αὐτῶν τῶν ἐφ' ὕψους ταγμάτων

13

καί μοι γέγηθεν ἀσφαλῶς ἡ καρδία

14

καὶ ταῖς ἄνωθεν συγκροτεῖ στραταρχίαις,

15

κοινὴν ἑορτὴν καὶ χαρὰν ποιουμέναις

16

τὸ τηλικαύτης προσλαβεῖν ψυχῆς σέλας.

17

Διχάζομαι γοῦν καὶ μερίζομαι μέσος

18

καί με τρυτάνη χαρμονῆς καὶ δακρύων

19

ἐκεῖθεν ἔνθεν θαμινῶς μετακλίνει.

20

Ὡς γὰρ ἀπ' ἀρχῆς ἄχρις αὐτοῦ τοῦ τέλους

21

τὰς σὰς ἐπέλθω καὶ διαδράμω τύχας,

22

ὦ θήλεος κόσμημα, καλῶν ἑστία

23

καὶ δῶρον ὄντως τοῦ Θεοῦ Λόγου μέγα,

24

ἡρωϊκὴ κήπευσις ἐξήνεγκέ σε

25

καὶ ῥίζα βασίλειος ἐβλάστησέ σε

26

τὴν ἡμερίδα τὴν καλὴν καὶ κοσμίαν·

27

ἓν τοῦτο καλὸν ἡ γενικὴ σεμνότης,

28

ἀλλὰ μετῆρε καὶ μετηνέγκατό σε

29

ὁ τῆς προνοίας κοσμαγωγὸς βραχίων

30

ἐξ εὐτυχοῦς γῆς εἰς τρισευτυχεστέραν

31

κήποις τε χρυσοῖς ἐγκατερρίζωσέ σε,

32

κήποις ἐκείνοις τοῖς βασιλικωτάτοις,

33

ἐν οἷς ὑπήνθει μυρίον μὲν τὸ κρίνον,

34

ἀπείριτος δὲ τῶν ῥόδων ἡ λευκότης,

35

πολὺς δ' ὁ κιττὸς εἷρπεν, ὁ σμίλαξ δ' ὅσος·

36

καὶ τὰς φυτουργοὺς ὡς καλὰς δέδωκέ σοι

37

αὐτήν τε τὴν προὔχουσαν ἐν βασιλίσι,

38

τὴν παμβόητον ἐν γυναιξὶν Εἰρήνην,

39

τὴν πρὸς δόσεις ἄβυσσον ἀχανεστάτην,

40

τὴν ἀρεταῖς στέψασαν αὐτὸ τὸ στέφος,

41

τὴν τῶν παθῶν δέσποιναν, οὐ τῆς γῆς μόνον,

42

καὶ τὴν ἀπ' αὐτῆς καὶ κατ' αὐτὴν τοῖς τρόποις,

43

τὸ Δουκικὸν θρύλλημα, τὴν σοφὴν Ἄνναν,

44

τὸν ἄντικρυς νοῦν, τὴν χαρίτων ἑστίαν,

45

τὸ λευκέρυθρον πορφυράνθητον ῥόδον,

46

κἂν νῦν μέλαινα τοῦτο καλύπτῃ κάλυξ,

47

τοῦ δεσπότου μου (στῆθί μοι, ῥοῦς δακρύων),

48

τοῦ δεσπότου μου (μὴ ῥαγῇς μοι, καρδία),

49

τοῦ δεσπότου μου (τέτλαθι, στέρνον τάλαν),

50

τοῦ δεσπότου μου τὴν ὅμευνον καίσαρος.

51

Πρὸς ἃς κατευθύνουσα πάντα τὸν βίον

52

καὶ προστιθεῖσα τὴν μίμησιν τῇ φύσει

53

καλῶς πεφυτούργησο καὶ συνηυξάνου,

54

ὅρπηξ νεαρὸς ἀκλινῶς ἀνατρέχων,

55

ὡς ἀναδενδράς, ὡς κυπάριττος νέα,

56

καὶ τῷ παρ' αὐτῶν φύντι παγκάλῳ κλάδῳ,

57

τῷ πάντοθεν βρύοντι πολλὴν τὴν χάριν

58

ἐκ κλήσεως εἴδους τε καὶ σεμνοῦ τρόπου,

59

δεσμοῖς γαμικῶν συνεκεντρίσθης νόμων.

60

Καὶ καρπὸν ἐβλάστησας ἐκ τούτου νέον,

61

πάσαις περιβρίθοντα χρηστῶν ἰδέαις

62

καὶ τῇ καλῇ μάλιστα παππωνυμίᾳ.

63

Τοιαῦτα μέν σου ταῦτα· τὰς δ' ἑξῆς τύχας

64

τίς χάλκεος νοῦς ἢ σιδήρεον στόμα

65

δίχα στεναγμῶν φθέγξεται καὶ δακρύων;

66

Ὁ μὲν γὰρ εἰς νόμιμον ἐλθών σοι λέχος,

67

ὁ πάντα καλὸς καὶ γλυκὺς Ἰωάννης,

68

ὑπὲρ τὸν Ἅλυν ἐξεδήμει καὶ πάλιν

69

τῷ μητραδέλφῳ συστρατεύων δεσπότῃ,

70

ὅλος σιδηρόφρακτος ἱπποτοξότης

71

καὶ μέχρι ταρσῶν ἐσφυρηλατημένος,

72

καὶ συγκαθῄρει τὰς πόλεις τῶν βαρβάρων·

73

σὲ δὲ στρατιὰ βαρβάρων νοσημάτων

74

ὅλην ἑλεῖν ἔσπευδε, τὴν τούτου πόλιν,

75

νῦν μὲν καμίνους πυρετῶν πρηστηρίων

76

ὅλας ἀναφλέγουσα καὶ φλέγουσά σε,

77

νῦν δ' ἀλλεπαλλήλων σε τῶν ῥιγωμάτων

78

πιμπλῶσα καὶ ψύχουσα κρυστάλου δίκην·

79

ἐξ ὧν τὰ πλεῖστα τῶν μελῶν ἔρρευσέ σοι

80

δρόμῳ σελήνης ὀγδόῳ τετηγμένῃ,

81

ἐν οἷς ὅλοις ἄληκτον ἦν τὸ τῆς νόσου

82

καὶ συνεχὴς ἡ θλίψις ἐστήρικτό σοι,

83

ὡς εἰς ποταμὸν Ταρτάρου βεβλημένῃ

84

κἀκεῖθεν εἰς κρατῆρας Αἴτνης ἠγμένῃ·

85

ἦν γὰρ τὸ τέρμα τῆς πυρᾶς ἀρχὴ φρίκης

86

καὶ τῆς φρίκης τὸ τέρμα τῆς πυρᾶς πάλιν.

87

Καὶ τοῦ κρύους μὲν ἐν μέσῳ καὶ τοῦ θέρους

88

ἐαρινὴ προῆλθεν εὔκρατος χάρις,

89

οὔτε φλογώδης καὶ πυρώδης ὡς θέρος,

90

οὔτε φρικώδης καὶ παγώδης ὡς κρύος,

91

ἀμφοῖν δ' ὁμαλῶς καὶ καλῶς κεκραμένη·

92

σὺ δ' ἐφλέγου μὲν πυρετῶν λάβρῳ θέρει,

93

ἐκρυσταλοῦ δὲ καὶ παροξυσμῶν κρύει,

94

ἔαρ δὲ λυσίμοχθον οὐκ εἶχες μέσον,

95

μᾶλλον δ' ὅπως ἂν ἀκριβέστερον φράσω,

96

τὸ φθινόπωρον εἶχες ἐν τούτοις μέσον,

97

δεινῶς ἀποφθίνουσα πᾶν τὸ σαρκίον.

98

Καὶ τοῖς μὲν ἄλλοις παντελῶς τεθνηκόσιν

99

οὕτω τὸ σῶμα καὶ χαοῦται καὶ ῥέει·

100

σὺ δ' ἐμπνέουσα καὶ παροῦσα τῷ βίῳ

101

τῇ συγγενεῖ γῇ σὴν προσεκλήρου κόνιν.

102

Ὦ παμμέγας νοῦς, ἀγγελικὴ καρδία,

103

τὸ σῶμά σοι πᾶν ἔβλεπες διαρρέον

104

καὶ τῶν μελῶν ἔθαπτες αὐτὴ τὰ πλέω,

105

καὶ θῆλυς οὐδεὶς ἐξεπέμφθη σοι λόγος,

106

οὐδ' ἡ νόσος γοῦν ἐξεμαλθάκισέ σε,

107

οὐδὲ σχεθεῖσα τὸν λογισμὸν τῷ πάθει

108

τὴν εἰς Θεὸν μεθῆκας εὐχαριστίαν,

109

ἀλλ' ἀντετίθεις εὐγενῶς καὶ πανσόφως

110

τοῖς πυρετοῖς μὲν τὴν πρὸς αὐτὸν ἐλπίδα,

111

ἄλλην Ἀερμὼν τυγχάνουσάν σοι δρόσον,

112

ταῖς δὲ φρίκαις ἔμπαλιν αὐτοῦ τὸν πόθον,

113

ὃν θερμὸν ἐξέθρεψας ὡς πυρὸς φλόγα.

114

Ἓν ἦν τὸ λυποῦν, ἓν τὸ δάκνον καὶ θλίβον

115

καὶ τὸν μέγαν νοῦν ὑπτιάζον καὶ τρέπον,

116

τὸ μὴ παρεῖναι τὸν γλυκὺν ξυνευνέτην,

117

μητ' οὖν τὰ λοῖσθα καὶ βλέπεσθαι καὶ βλέπειν,

118

καὶ συγγενῆ ῥοῦν συγγενῶν τῶν δακρύων

119

ὡς ἀπὸ πηγῶν συγγενῶν ἀπορρέειν.

120

Ὅθεν τὸ θεῖον ἐκτενῶς ἐλιπάρεις

121

τόσην παρασχεῖν ἡμερῶν προθεσμίαν,

122

τόσην βραβεῦσαι πρόσθεσίν σοι τοῦ βίου,

123

ἕως ἂν ὄψει τοῦ ξυνεύνου τὴν θέαν,

124

ὡς ἂν παράθῃ τὴν πνοὴν τούτῳ μόνῳ,

125

ὃν ὑπὲρ αὐτὸν ἀνέπνεις τὸν ἀέρα.

126

Καί σοι κατ' εὐχὴν ἐξέβη τὰ πράγματα·

127

εἶδες γὰρ αὐτὸν καὶ γλυκὺ προσεπλάκης,

128

οὐ δακτύλοις μέν, τοῖς δὲ δακτύλων τύποις,

129

ἀλλ' οὐδὲ χερσί, τοῖς δὲ χειρῶν ὀστέοις,

130

ἀλλ' οὐδὲ σαρξί, τοῖς δὲ σαρκῶν λειψάνοις·

131

ἔκλαυσας, ἀντέκλαυσεν, ἀντῴμωξέ σοι,

132

ἔπλησεν ἐμφὺς δακρύων τὸν αὐχένα,

133

τιλμῷ κατεσπάραξε τὴν χρυσῆν κόμην

134

καὶ τὴν παρειὰν τὴν καλὴν ἤμυξέ σοι,

135

τὸ καθ' ἑαυτὸν καὶ προεκτέθνηκέ σου.

136

Καὶ ταῦτα μὲν βρότεια καὶ θνητῶν νόμοι,

137

τὰ δ' ἔνθεν ὡς μίμησις αὐτῶν ἀγγέλων·

138

αἰτεῖς τὸ σεπτὸν σχῆμα τῶν μονοτρόπων·

139

ποθεῖς τὸ χρῆμα καὶ ποθοῦσα λαμβάνεις,

140

βαβαί, σὺν οἵᾳ θερμότητι καρδίας

141

καὶ σὺν ὅσῳ φλέγοντι δαλῷ τοῦ πόθου·

142

καὶ ψυχικὴν ἅψασα λαμπρὰν λαμπάδα

143

συννυμφαγωγῇ ταῖς φρονίμοις παρθένοις

144

καὶ τοῦ γεώδους ἐκραγεῖσα νυμφίου

145

αὐτῷ ξυνάπτῃ τῷ νοητῷ νυμφίῳ

146

καινὴν συναφὴν μυστικῆς κοινωνίας.

147

Εἴπω τὸ μεῖζον; Οὐδὲ μέχρι γοῦν θέας

148

ἔρχῃ πρὸς αὐτὸν τὸν κάτω ξυνευνέτην,

149

ὡς ἂν φυλάξῃς ἀμιάντους εἰς τέλος

150

τὸν σαρκικόν τε καὶ τὸν ἐν Θεῷ γάμον·

151

καὶ τὸ φρικῶδες· ἱερῶν ψαλμῶν μέσον

152

τὸ πνεῦμα δίδως τῷ Θεῷ καὶ νυμφίῳ,

153

αὐτὴ μύσασα τὰς πτύχας τῶν ὀμμάτων,

154

αὐτὴ περιστείλασα σεμνῶς τὰς χέρας·

155

μᾶλλον δέ, πρῶτα τὴν πνοὴν ἐρυγγάνεις,

156

σιγᾷ δ' ἔπειτα τοῦ λαλεῖν σοι τὸ στόμα.

157

Ὢ μακαριστοῦ καὶ σεβασμίου τέλους·

158

κατ' ἀγγέλους ἔζησας ἐν τῷ νῦν βίῳ,

159

κατ' ἀγγέλους ἐξῆλθες ἐκ τοῦ νῦν βίου,

160

σὺν ἀγγέλοις νῦν τὴν κατοίκησιν φέρεις.

161

Ὦ βασιλικὴ παμβόητος ἑστία,

162

ἐν ᾗ τὸ φιλάνθρωπον ἦν πάλαι κάρα,

163

ἄλλος μὲν εὐτυχῆ σε καλείτω δόμον,

164

ἐγὼ δέ σε κλαυθμῶνος ἐξείπω τόπον·

165

σὺ γὰρ (σιγῶ δὲ τοῦς μακροὺς τανῦν πόνους

166

καὶ τοὺς μεγίστους καὶ κορυφαίους λέγω)

167

πρῶτον μὲν αὐχεῖς τὴν βασίλειον κόνιν

168

τοῦ παμμεγίστου παγκρατοῦς Ἀλεξίου

169

καὶ τῆς ἀνάσσης τῆς μεγίστης Εἰρήνης,

170

τοῦ Δουκοφυοῦς μυριοβλαστοῦ κλάδου,

171

καὶ τὸν σοφὸν χοῦν καίσαρος τοῦ πανσόφου

172

(εἴ τις σοφὸς χοῦς, ἀλλὰ μὴ χοῦς καὶ μόνον;)

173

καὶ τὴν κόνιν νῦν τῆς καλῆς βασιλίδος

174

τῆς δῶρον οὔσης τοῦ Θεοῦ φερωνύμως,

175

εἰ καὶ μετωνόμαστο τοῦ τέλους πέλας,

176

Αἰκατερίνα προσφυῶς κεκλημένη.

177

Ἅ|δου πέδον σὺ καὶ νεκροστόλος τόπος

178

καὶ βασιλικῶν ὀστέων ψυχρὸς φύλαξ.

179

Ἀλλ' ὦ περιθρύλλητε τῷ κάλλει γύναι,

180

ταῖς ἀρεταῖς δὲ κοσμιωτέρα πλέον

181

καὶ παντὸς ἁπλῶς ἀγαθοῦ κατοικία,

182

νύμφη Θεοῦ πάνσεμνε, νύμφη παγκάλη,

183

αἴτει τὸν θεῖον ἐκτενῶς καὶ λιπάρει

184

τοὺς ἄνθρακας μὲν τῶν πόνων ἀποσβέσαι

185

τῷ σῷ ξυνεύνῳ, τῆς δὲ τούτου καρδίας

186

λύπης ἄκανθαν πᾶσαν ἐξανασπάσαι,

187

τῷ παιδὶ δ' ἀμύθητον ἡμερῶν δρόμον

188

ζωῆς τε κύκλα προσνεμεῖν πολυχρόνου,

189

ὡς ἂν ὁ πατὴρ ὁ γλυκὺς Ἰωάννης

190

ὁρῶν τὸν υἱὸν τὸν καλὸν Νικηφόρον

191

σε τὴν τεκοῦσαν ὥσπερ ἐν τύποις βλέπῃ.