Fragmenta in Joannem
- Edition reference
- Fragmenta in Joannem (in catenis), ed. J. Reuss, Johannes-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89. Berlin: Akademie-Verlag, 1966]: 196–358.
- CTS identifier
urn:cts:greekLit:tlg2724.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Jo 1, 1} Ὁ λόγος μίαν οἶδεν ἀρχήν, οὐ δύο, ὡς λέγουσιν οἱ Μανιχαῖοι, οὐδὲ πρώτου
αἴτιον καὶ δεύτερον αἴτιον καὶ τρίτον αἴτιον, ὡς λέγουσι Πλάτων, Βασιλίδης,
Μαρκίων, Ἄρειος, Εὐνόμιος· λέγεται μὲν γὰρ ἀρχὴ ὁ πατὴρ καὶ ἀρχὴ ὁ υἱὸς
καὶ ἀρχὴ τὸ πνεῦμα διὰ τὸ συναΐδιον τῆς τριάδος, οὐ διὰ τὸ τρεῖς εἶναι ἀρχάς,
ἐπεὶ καὶ τὸν πατέρα λέγομεν θεὸν καὶ τὸν υἱὸν θεὸν καὶ τὸ πνεῦμα θεόν, οὐχ
ὡς τρίθεον σέβοντες, ἀλλὰ διὰ τὸ ὁμοούσιον τῆς μιᾶς θεότητος τῶν τριῶν
ὑποστάσεων.
2
{Jo 1, 1} Τὴν Σαβελλίου αἵρεσιν διὰ τοῦτο καταβάλλει τὰς ὑποστάσεις σημαίνων
πατρὸς καὶ υἱοῦ· οὐδὲ γὰρ υἱοπατορίαν ἡ ἐκκλησία δοξάζει καθὰ μυθεύων ὁ
Λίβυς εἶπεν.
Μίαν ὑπόστασιν λέγουσι τῆς τριάδος Σαβέλλιος, Νοητός, Ναυάτος, Παῦλος
Σαμοσατεύς, Μάρκελλος.
Οὐκ ἦν προφορικός, ἀλλ' ἐνυπόστατος καὶ οὐ μόνον ἐνυπόστατος, ἀλλὰ
καὶ θεός.
Φωτεινὸς λέγει, ὅτι ἐκ τοῦ πατρὸς Λόγος ἀνυπόστατος ὢν ὡς ὁ ἡμέτερος
εἰς σάρκα μετεβλήθη.
Ἐπειδὴ ἀκούοντές τινες τῶν αἱρετικῶν, ὅτι ὁ πατὴρ ἐγέννησε τὸν υἱόν,
σκανδαλίζονται ἐννοοῦντες ῥεῦσιν ἢ πάθος γίνεσθαι περὶ τὸν πατέρα, ἅπερ
πέφυκεν ἐπὶ τῶν παχείων σωμάτων ἔσθ' ὅτε συμβαίνειν. προαναστέλλων αὐτῶν
τὴν εὐήθειαν ὁ εὐαγγελιστὴς ἐκ προοιμιῶν τὸν υἱὸν ἅπαξ καὶ δεύτερον καὶ
τρίτον ἐκάλεσε Λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως· ὡς γὰρ ὁ
ἡμέτερος λόγος ἀρρεύστως καὶ ἀμειώτως καὶ ἀπαθῶς γεννᾶται ἐκ τοῦ νοῦ
(ὁμοίως καὶ τὸ ἡμέτερον πνεῦμα), οὕτω καὶ ἡ γέννησις τοῦ υἱοῦ· διὸ καὶ
ἐλέχθη· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὅ ἐστι θεόν, ὃς μόνος
«ἐστὶν ἀγαθός».
3
{Jo 1, 2} Ἀντὶ τοῦ συναΐδιος ἦν τῷ πατρὶ ἐν τῇ τοῦ πατρὸς ὑπάρχων φύσει, ἔχων
τόπον ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν· ἡ γὰρ ἀρχὴ ὑπεραναβαίνει τοὺς
αἰῶνας· ἀρχὴ γὰρ λέγεται ὁ πατὴρ τοῦ υἱοῦ κατὰ μόνον τὸ ἐξ οὗ· τῇ γὰρ
αἰτίᾳ ὁ πατὴρ τοῦ υἱοῦ προεπινοηθήσεται, οὐ μὴν τῇ ὑπάρξει προθεωρηθήσεται.
πανταχοῦ δὲ ἐντίθησι τὸ ἦν παραπέμπων τὸν υἱὸν ἐπὶ τὸ ἄναρχον· οὐ γὰρ
εἶπεν ἀρχὴν ἔσχεν, ἀλλ' <ἐν ἀρχῇ ἦν.>
4
{Jo 1, 3} Ἄλλην ἐκβάλλει αἵρεσιν διδάσκων, ὅτι διὰ τοῦ υἱοῦ ἐκτίσθη πάντα τὰ
γενητά, οὐ μὴν δι' ἀγγέλων καλῶν ἢ κακῶν ὡς κακῶς τινες ὑπέλαβον, ὧν εἰσι
Πλάτων, Σίμων, Βασιλίδης, Νικόλαος, Μένανδρος, Βορβοριανός, Σατορνῖλος,
Κήρινθος. διὸ καὶ τὸν γάμον τινὲς ἀπαγορεύουσι καὶ τὸ γεννᾶν, Σατορνῖλος
καὶ οἱ Ἀποστολικοί.
5
{Jo 1, 3} Ἔμφασιν ἔχει ὁ λόγος, ὅτι οὐ μόνος ὁ υἱὸς ἔκτισε τὰ πάντα, ἀλλὰ καὶ
ὁ πατὴρ καὶ τὸ πνεῦμα· ὅσα γὰρ ποιεῖ ὁ πατὴρ διὰ τοῦ υἱοῦ ἐν πνεύματι ἁγίῳ
ἐργάζεται, καὶ ὅπου μία τῶν τριῶν ὑποστάσεων λέγεται ποιεῖν, συνεπινοοῦνται
καὶ αἱ λοιπαὶ τῆς μιᾶς οὐσίας ὑποστάσεις.
6
{Jo 1, 4} Πάντα ὅσα ἐποίησεν ὁ πατὴρ δι' υἱοῦ, ἐξ αὐτοῦ ἐζωοποιήθη.
7
{Jo 1, 4} Οὐκ ἐν ἀνθρώπῳ γέγονεν ὁ Λόγος, ἀλλὰ τρόπον τινὰ αὐτὸς διὰ τοῦ πνεύ-
ματος ἐνισχύσας τὴν παρθένον καὶ ἐνοικήσας ἐν τῇ μήτρᾳ αὐτῆς θεμέλιος
ἐγένετο. καὶ ἐν αὐτῷ ᾠκοδόμησεν τὴν ἐκ Μαρίας ἑνωθεῖσαν αὐτῷ σάρκα
ἔμψυχον λογικήν, ὅπερ ἐστὶ <ζωή.> ὡς γὰρ αὐτός ἐστι <ζωή,> οὕτω καὶ ἡ ἑνωθεῖσα
αὐτῷ σάρξ, ἧς οἱ μετέχοντες ζωοποιοῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς
ἀπαλλασσόμενοι καὶ εἰς τὴν ἀπόλαυσιν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν
τῶν ἀκαταπαύστων πεμπόμενοι, ὅπερ ἐστὶν ἡ ἀληθῶς <ζωή.>
8
{Jo 1, 4} Ἡ σάρκωσις τοῦ μονογενοῦς φωταγωγεῖ τοὺς ἀνθρώπους πρὸς τὴν ἀληθῆ
θεογνωσίαν καὶ πρὸς πᾶν εἶδος ἀρετῆς, δι' ὧν ἡ ζωοποίησις γίνεται, ὅ ἐστι
τῶν ἀγαθῶν ἡ ἀπόλαυσις.
10 col 1
{Jo 1, 5} <Σκοτία> ἐστὶ πᾶς ὁ κόσμος πρὸς
σύγκρισιν τοῦ ἀνεκφράστου καὶ ἀπρο-
σίτου φωτός. πλὴν καὶ ὁ υἱὸς φωτίζει
τὸν νοῦν πρὸς τὰ πρακτέα καὶ ἀεὶ
περικρατεῖ ἡ ἀλήθεια, οὐ μὴν τὸ ψεῦδος
περιγίνεται τῆς ἀληθείας. διὸ καὶ
αὐτὸς εἶπεν· «ἐγὼ νενίκηκα τὸν κό-
σμον», ἀντὶ τοῦ πᾶσαν πεπλανημένην
αἵρεσιν ἤλεγξα καὶ πάντων περιγέγονα
τῶν παθῶν, ὅσα ἐστὶν ἐπείσακτα, οὐ
μὴν φυσικὰ καὶ ἀναγκαῖα. ἅπερ ἑκὼν
ὑπέστη, ἵνα δείξῃ τὸ ἀληθὲς τῆς σαρ-
κώσεως, καὶ ὅτι οὐ φαῦλα τὰ φυσικὰ
καὶ ἀναγκαῖα. διὰ γὰρ τοῦτο προσήγ-
γιζε τῇ τοῦ θεοῦ λόγου σαρκί, οὐχ
ἵνα κρατυνθῇ, ἀλλ' ἵνα ἐν αὐτῷ ἀναι-
ρεθῇ· τὰ γὰρ ἄσεμνα πάθη οὐδὲ κατὰ
φαντασίαν ὑπέστη.
10 col 2
Σκοτίαν καὶ τὸν κόσμον νυνὶ
νοητέον πρὸς σύγκρισιν τοῦ ἀνεκφρά-
στου καὶ ἀπροσίτου φωτός.
11
{Jo 1, 6} <Ἀπεσταλμένος> ἐστὶν ὁ Ἰωάννης ὡς ἀπὸ τῆς ἐρήμου μεταβὰς ἐν τῇ
οἰκουμένῃ χώρᾳ, ἵνα κηρύξῃ τὸν Χριστὸν τοῖς λαοῖς. ὁ δὲ κύριος ἐκλήθη καὶ
αὐτὸς <ἀπεσταλμένος,> οὐχ ὡς ἀπὸ τόπων εἰς τόπους μεταβάς, ἀκίνητον γὰρ
τὸ θεῖον, ἀλλ' ὡς ἐκ τῶν τοῦ πατρὸς κόλπων οἱονεί πως κινηθεὶς καὶ πρὸς
τὴν ἡμετέραν ἐλθὼν πτωχείαν, δι' ἣν καὶ λέγεται ἑαυτὸν ταπεινῶσαι. ὅταν οὖν
εἴπῃ ἡ γραφὴ τὰ τῇ οἰκονομίᾳ πρέποντα ῥήματα, εἰ μὲν εἴπῃ, ὅτι «ἑαυτὸν
ἐκένωσεν», σημαίνει τὸ αὐτοδέσποτον καὶ βασιλικόν, ὅτι ἑκὼν ἐσαρκώθη, εἰ
δὲ εἴπῃ, ὅτι ἀπεστάλη, διδάσκει, ὅτι οὐκ ἄνευ τοῦ πατρὸς ἐσαρκώθη. ταῦτα
δὲ λαλοῦμεν ὡς ἄνθρωποι· μία γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βούλησις, κἂν
τὸ διάφορον ἐννοῶμεν τῶν τῆς μιᾶς θεότητος καὶ οὐσίας ὑποστάσεων· οὕτω
γὰρ λέγομεν, ὅτι μόνος ὁ υἱὸς σεσάρκωται, οὐχ ὁ πατήρ, οὐ τὸ πνεῦμα.
12
{Jo 1, 7} Διὰ τοῦτο μείζων τῶν ἄλλων προφητῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκή-
ρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν καὶ πεισθεὶς διὰ σημείων,
ὅτι οὗτός ἐστιν, ἦλθεν μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν.
13
{Jo 1, 8—9} Εἰ καὶ <φῶς> ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ' οὐκ ἐκεῖνοι ὡς ὁ θεολογούμενος
Χριστός, ὃ φύσει <φῶς>· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν. διὸ περὶ τοῦ
Χριστοῦ φησιν· <ἦν τὸ φῶς τὸ ἀληθινόν>.
14
{Jo 1, 9} Ὁ κύριος τὰ λογικὰ αὐτοῦ κτίσματα ἀπὸ φυσικῶν ἐννοιῶν <φωτίζει> εἰς
τὸ πεισθῆναι, ὅτι ἐστὶ θεός, στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ
καλλονῆς καὶ εὐταξίας τὸ ὑπερέχον τῆς αὐτοῦ δυνάμεως.
15
{Jo 1, 10} Ὡς θεὸς <ἦν ἐν τῷ κόσμῳ> οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ προνοητικόν.
16
{Jo 1, 10} Πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν λεγόντων μὴ εἶναι κτίσματα τοῦ θεοῦ
τοὺς ἀνθρώπους καὶ τὰ λοιπά.
17
{Jo 1, 10} Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει ἀπὸ μέρους ὀνομάζων τὸν
κόσμον ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας καὶ αὐτῷ προσηλωμένους, οἵτινες
διὰ τὴν πρὸς τὰ γήϊνα προσπάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν, οἳ ἦσαν οἱ
εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι.
19
{Jo 1, 11} Λέγεται <εἰς τὰ ἴδια> ἐληλυθέναι καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν
θεασαμένοις ὀφθαλμοφανῶς ἢ ὅτι πρὸς τοὺς ἰδίους <ἦλθεν,> οἳ ἐδόκουν αὐτοῦ
ἴδιοι εἶναι κατὰ τὸ «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα».
22
{Jo 1, 13} Οὐκέτι χρεία τῆς βουθυσίας ὡς ἀρεστῆς θεῷ κατὰ τὸν τοῦ νόμου τύπον
ὡς ἀρκοῦντος τοῦ αἵματος τοῦ Χριστοῦ πρὸς δικαίωσιν.
23
{Jo 1, 14} Ὅτε γέγονε <σὰρξ ὁ λόγος,> οὐ μετεβλήθη τὴν οὐσίαν, ἀλλὰ καὶ ὁρατὸς
γεγονὼς διὰ τὴν σάρκα ἔμεινεν ἔχων τὴν ἰδίαν δόξαν ὡς μονογενὴς υἱὸς τοῦ
θεοῦ καὶ πατρός· τὸ γὰρ οὖν σκηνοῦν ἕτερόν ἐστι κατ' οὐσίαν τῆς σκηνῆς.
οὐκ εἶπεν δὲ σῶμα, ἵνα μὴ εἴπωσί τινες, ὅτι οὐράνιον σῶμα ἐφόρεσεν, οὔτε
εἶπεν ἄνθρωπος γέγονεν, ἵνα μὴ ἄλλοι εἴπωσιν οὐ τὸν ἔξω, ἀλλὰ τὸν ἔσω
ἄνθρωπον ἔλαβεν, οὔτε εἶπεν ἐκ τοῦ λόγου <σὰρξ ἐγένετο,> ἵνα μὴ ἄλλοι
εἴπωσι μετεβλήθη ἐκ τοῦδε εἰς τόδε. ἡ μὲν οὖν σὰρξ καὶ σῶμα λέγεται, οὐ
πάντως δὲ καὶ σῶμα <σάρξ.> διὸ καὶ ὁ κύριος ἔλεγεν· «ὁ τρώγων μου τὴν
σάρκα» καὶ ἀλλαχοῦ· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα
οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».
25
{Jo 1, 14} Πῶς <ἐθεασάμεθα;> διὰ τοῦ ἀστέρος τῶν μάγων, τῶν ἀγγέλων, τῶν
ποιμένων, τῆς Ἄννης, τοῦ Συμεών, τοῦ Γαβριήλ, τοῦ τόκου τῆς παρθένου τοῦ
ἀφράστου, τῆς φωνῆς τοῦ πατρὸς τῆς μαρτυρούσης αὐτῷ, τῆς ἐπ' αὐτὸν τοῦ
πνεύματος ἐπιφοιτήσεως καὶ τῶν μυρίων θεοσημείων καὶ ἰάσεων.
26
{Jo 1, 16} Ὡς ῥίζα πάντων τῶν ἀγαθῶν καὶ πηγὴ πολλοῖς μεταδιδοὺς τῶν ἰδίων
ἀγαθῶν οὐκ ἀπομειοῦται, πλὴν ἐξ ὧν ὁ μὲν χορηγεῖ, ἡ δὲ κτίσις δέχεται,
δῆλον ὅτι θεὸς ὁ Χριστός.
27
{Jo 1, 17} Ἀντὶ τῆς ἐν Ἀδὰμ χάριτος, ἧς ἐξεπέσαμεν, ὁ Χριστὸς διὰ τοῦ λουτροῦ
δέδωκεν ἡμῖν πνεύματος ἁγίου ἐνοίκησιν.
28
{Jo 1, 18} Οὐ μόνος ὁ πατὴρ ἀόρατος, ἀλλὰ καὶ ὁ υἱός· εἰ γὰρ καὶ ὤφθη ἐν σαρκί,
ἀλλ' οὐ κατὰ τὴν οὐσίαν, ἣν οὐδὲ ἄγγελοι θεωροῦσιν ὥς ἐστιν· πολλοὶ μὲν γὰρ
ἴσασι θεόν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν. οὐ τὸ κρυπτόμενον σῶμα τοῦτο καλεῖται
ἀόρατον, ἀλλὰ τὸ ἀσώματον τὸ μὴ πεφυκὸς ὁρᾶσθαι μηδὲ νῷ.
29
{Jo 1, 18} Διὰ τοῦ ἀξιοπίστου προσώπου ὑψηλὸν τοῦτο δόγμα καὶ ὑπὲρ ἄνθρωπον
συνίστησι· «τίς γὰρ οἶδεν τὰ» τοῦ θεοῦ καὶ πατρὸς εἰπεῖν, εἰ μὴ ὁ ἐξ αὐτοῦ
γεννηθεὶς υἱὸς καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ «καὶ τὰ βάθη τοῦ θεοῦ» ἐπιστά-
μενον.
30
{Jo 1, 20} Ἀντὶ τοῦ ταῦτα ἐλάλησε μαρτυρῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, οὐ μὴν
αὐτὸς ὁ Ἰωάννης, ὡς κακῶς ὑπώπτευσάν τινες περὶ αὐτοῦ.
31
{Jo 1, 20—23} Ἀρετῆς ἔργον τὸ μὴ ἐπαίρεσθαι τοῖς ἐκείνων ἐπαίνοις καὶ ἐν τοῖς οὐκ
ἰδίοις ἐγκαλλωπίζεσθαι κόσμοις. <ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
εὐθύνατε τὴν ὁδὸν τοῦ κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.>
32
{Jo 1, 23} Ὡς <φωνὴ> λόγου προτρέχει, οὕτω καὶ τοῦ Χριστοῦ λόγου ὄντος ὡς <φωνὴ>
προτρέχει ὁ Ἰωάννης.
33
{Jo 1, 23} Εἰ μὴ προπαρήγγειλέ με <Ἠσαΐας> κηρύξαι τὸν Χριστόν, ὅς ἐστι κύριος,
οὐκ ἂν ἐτόλμων λαλῆσαι.
34
{Jo 1, 24} Ὡς ἀκριβέστεροι περὶ τὴν γνῶσιν τῶν γραφῶν ἦλθον οὗτοι, οὓς ὁ Ἰωάννης
ἠρέμας ἤλεγξεν ἀπαιδεύτους εἶναι καὶ ἀνοήτους ὡς τοῦ κατημαξευμένου παρ'
αὐτοῖς προφήτου τὴν περικοπὴν τὴν περὶ αὐτοῦ εἰρημένην ἀγνοεῖν.
35
{Jo 1, 25} Ὡς ἔοικε τοιαύτας εἶχον παρὰ τῶν διδασκάλων αὐτῶν παραδόσεις ὡς
μόνοις ἐκείνοις ἐξῆν βαπτίζειν ἤγουν ἢ ὁ <Χριστὸς ἢ ὁ Ἠλίας ἢ ὁ προ-
φήτης.>
36
{Jo 1, 26} Αὐτὸς ὁ <Ἰωάννης> ἀξιόπιστός ἐστι τῶν ἑαυτοῦ μάρτυς, ὅπου γε οὐδὲν
μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, ἀλλὰ καὶ πολὺ ταπεινὸν ψιλὸν ὕδωρ ἀποκαλέσας
τὸ τοῦ ἰδίου βαπτίσματος.
37
{Jo 1, 26} Ἕως τοῦ καιροῦ τῆς οἰκονομίας ὁ Χριστὸς παρὼν ἐν μέσῳ πάντων ἠγνο-
εῖτο. καὶ μετ' ὀλίγα· μέσον δὲ ἱστάμενον καὶ ἀγνοούμενον λέγει τὸν Χριστὸν
διὰ τὴν τῆς σαρκὸς περιβολήν.
38
{Jo 1, 29} <Ἀμνός> ἐστιν ὡς διδόμενος ὑπὲρ ἀφέσεως ἁμαρτιῶν τῶν ἀναγεννωμένων
«διὰ λουτροῦ παλιγγενεσίας», <αἴρων> δὲ εἰπὼν δείκνυσιν, ὅτι ἀεὶ αἴρει.
39
{Jo 1, 30} <Ἔμπροσθεν γέγονεν> ὁ Χριστὸς τοῦ Ἰωάννου ὡς λύων «τὴν ἁμαρτίαν
τοῦ κόσμου» καὶ ἐν πνεύματι ἁγίῳ βαπτίζων ὡς ψιλοῦ ὄντος τοῦ ὕδατος τοῦ
βαπτίσματος Ἰωάννου. ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ «κατὰ
σάρκα» ἢ ὅτι τριακονταετὴς ὑπῆρχεν· (τὸν γὰρ τῷ χρόνῳ τούτῳ ἐπιβάντα
ἄνδρα καλοῦσιν) ἢ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ
ἢ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὅ ἐστι τῆς ἐκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς
ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον ὁ Χριστὸς <ἀνὴρ> καλεῖται ὡς νυμφευό-
μενος τὰς τῶν πιστῶν ψυχάς.
41
{Jo 1, 31} Ἕνεκεν τοῦ κηρύξαι τὸν Χριστὸν καὶ κατάδηλον ποιῆσαι τῷ λαῷ ἐβάπτιζεν
ὁ Ἰωάννης.
42
{Jo 1, 32} Οἰκονομίας τρόπῳ εἴρηται τοῦτο· ἀχώριστον γάρ ἐστι τοῦ υἱοῦ ὡς καὶ
τοῦ πατρός· αἰσθητῶς γάρ τι τῶν τῆς τριάδος ἰδεῖν ἀδύνατον.
43
{Jo 1, 33} Ὡς ἐκ πρώτης ἡλικίας ἐν τοῖς ἐρήμοις διάγων τὸ ἀνύποπτον τῆς μαρτυρίας
συνίστησιν ὡς δι' ἀποκαλύψεως μαθὼν <αὐτόν>.
45
{Jo 1, 35} Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ' οὗ ἐποιήσαντο οἱ Φαρισαῖοι τὴν πρὸς
τὸν Ἰωάννην συντυχίαν, ἐν ᾗ ἐπυνθάνοντο αὐτοῦ τίς ἐστιν.
46
{Jo 1, 36} Διὰ τὸ ῥᾴθυμον τῶν ἀκροατῶν τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ γὰρ
διδασκάλου τὸ τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς
τῶν ἀκροατῶν ψυχαῖς.
47
{Jo 1, 38} Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐτὸν φθάσαι, συγκατα-
βατικῶς στρέφεται πρὸς αὐτοὺς δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν,
ὅτι αὐτός ἐστιν ὁ πληρῶν «τὸν νόμον» καὶ διδάσκων τὰ ἐν αὐτῷ.
48
{Jo 1, 38} Οὐχ ὡς ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ' ἐκκαλούμενος αὐτοὺς εἰς ὁμιλίαν.
49
{Jo 1, 39} Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ εἰρημένῳ «ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ
τὴν κεφαλὴν κλίνῃ»· εἰ γὰρ καὶ κατέμεινεν ἐν οἴκῳ, ἀλλ' ἴδιον οὐκ ἐκτήσατο
καταγώγιον.
50
{Jo 1, 45} Ὃν εὐηγγελίσω μοι, φησίν, πῶς δυνατὸν εἶναι τὸν Χριστὸν ἐκ <Ναζαρέθ>,
ὃν εἶπεν ἡ γραφὴ ἐκ Βηθλέεμ ἔρχεσθαι; ἀλλ' ἐκεῖ μὲν ἐν Βηθλέεμ ἐτέχθη,
τὴν δὲ <Ναζαρὲθ> ἐπεγράφετο πατρίδα ὡς ἐκεῖ τραφεὶς καὶ διάγων μέχρι τελείας
ἡλικίας.
51
{Jo 1, 47} Μεγάλη δόξα καὶ καύχημα τὸ ἐξ αὐτῆς τῆς ἀληθείας, ὅ ἐστι Χριστός,
μαρτυρίαν ἔχειν καθαρᾶς καρδίας, ἥτις ὁρᾷ θεὸν τῷ νῷ καὶ ποδηγεῖται πρὸς
τὴν σωτήριον πίστιν ἀδόλως προστρέχειν τῷ Χριστῷ οὐχ ὡς Ἰουδαῖος ἢ ὡς
Ἡρώδης.
52
{Jo 1, 49} Ὅλος ἕτοιμος ἦν ὁ <Ναθαναήλ>. διὸ ἐκ μόνου τούτου τοῦ ψιλοῦ ῥήματος
πεισθεὶς ὡμολόγησεν αὐτὸν εἶναι τὸν Χριστόν, ὅς ἐστιν <υἱὸς τοῦ θεοῦ> φύσει
καὶ ἀληθείᾳ καὶ <βασιλεὺς> τῶν ὄντως πιστῶν· ὡς ἔτι γὰρ ἀτελὴς οὐκ εἶπεν
αὐτὸν βασιλέα τῆς κτίσεως, ἀλλὰ μόνον <τοῦ Ἰσραὴλ> κατὰ τὸ εἰρημένον·
«καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ
Ἰσραήλ».
53
{Jo 1, 51} Ὁτὲ μὲν ἁπλῶς, ὁτὲ δὲ διπλασιαζομένως κέχρηται ὁ σωτὴρ τὸ βέβαιον
τῶν λεγομένων παριστάς. ἔστι δὲ ἡ λέξις ἑβραϊκὴ δηλοῦσα τὸ γένοιτο οὕτως
ὑμᾶς πιστοὺς εὑρεθῆναι ὡς ἰδεῖν <τὸν οὐρανὸν ἀνεῳγότα> καὶ τὰ ἑξῆς. οὐκ
αἰσθητῶς δέ, φησίν, <τὸν οὐρανὸν ἀνεῳγότα> δυνατὸν ἰδεῖν, ἀλλὰ μόνον νοήσει
σκοπούσῃ <τοὺς> προσερχομένους <ἀγγέλους> ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ. ἔστι
δὲ τὸ <ἀμὴν> καὶ ἀντὶ τοῦ ὄντως καὶ ἀληθῶς λεγόμενον, ὃ καὶ κρεῖττον ἐνταῦθα.
54
{Jo 1, 51} Ἐπειδὴ μόνου τοῦ Ἰσραὴλ ὠνόμασεν ὁ Ναθαναὴλ τὸν Χριστὸν βασιλέα,
παιδεύει αὐτὸν διὰ τούτου, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρωπος ὁ Χριστός, ἐπεί πως
αὐτῷ ὑπηρετοῦσιν ἄγγελοι.
55
{Jo 1, 51} Δείκνυσι διὰ τούτου, ὅτι οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ γέγονεν ἄνθρωπος. ἐκ
Μαρίας σαρκωθεὶς ὡς μόνος ἀναμάρτητος ὢν ἔσῳζεν αὐτῷ τὸ «κατ' εἰκόνα»
ὅπερ πρῶτος ἄνθρωπος εἶχεν ὁ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» θεοῦ γεγονώς.
56
{Jo 2, 2} Ἦλθεν ὁ κύριος <εἰς τὸν γάμον>, ἵν' ἁγιάσῃ οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ
καὶ τοὺς μέλλοντας τεχθῆναι, δεικνύς, ὅτι αὐτὸς ἐξ ἀρχῆς <τὸν γάμον> ἐθέσπισεν
δεδωκὼς τῷ Ἀδὰμ τὴν Εὔαν, καί τινας τῶν αἱρετικῶν καταισχύνῃ τῶν δια-
βαλλόντων <τὸν γάμον>.
57
{Jo 2, 4} Τῇ δὲ μητρὶ ἐπιμέμφεται ὡς ἀκαίρως ὑπομνησάσῃ θεὸν ὑπομνήσεως μὴ
δεόμενον, ἀντὶ τοῦ εἰπεῖν μὴ νόμιζέ με μόνον ἄνθρωπον εἶναι, ἀλλὰ καὶ θεόν.
<οὔπω> δὲ ἦλθεν ὁ καιρὸς τῆς ἐμῆς φανερώσεως, οὐδέπω ἐγνωρίσθη τίς εἰμι.
58
{Jo 2, 4} Μέμφεται τὴν μητέρα πρὸς θαυματουργίαν αὐτὸν παρορμῶσαν παράκαιρον.
59
{Jo 2, 6} Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα.
60
{Jo 2, 9} Ὁ δι' ὕδατος ποτίζων τὴν ἄμπελον καὶ ποιῶν αὐτὴν γεννᾶν οἶνον, αὐτός
ἐστιν ὁ καὶ νῦν μεταβάλλων εἰς οἶνον τὸ ὕδωρ.
61 col 1
{Jo 2, 11} Τινὲς πρῶτον <ἐν Κανὰ> λέγουσι
τοῦτο τὸ σημεῖον, ἀλλὰ οὐ πρῶτον
πάντων.
61 col 2
Τινὲς μέντοι πρῶτον σημεῖον τὸν
<ἐν Κανὰ> λέγουσι γάμον, ἀλλὰ πρῶτον
πάντων.
62
{Jo 2, 11} Παρήνοιγεν αὐτοῖς θύραν πίστεως διὰ τῶν θεοσημείων ἑαυτὸν ἀποκα-
λύπτων ἤτοι <τὴν αὐτοῦ δόξαν> καὶ δύναμιν.
64
{Jo 2, 15} <Ἐξέβαλε> τὰ κατὰ νόμον σφαγιαζόμενα, ἵνα τὰς πνευματικὰς ἀντεισα-
γάγῃ λατρείας.
65
{Jo 2, 16} Πατέρα δὲ ἴδιον καλεῖ ὁ Χριστὸς τὸν θεὸν ὡς αὐτὸς μόνος ἐξ αὐτοῦ κατὰ
φύσιν ὑπάρχων.
66
{Jo 2, 16} Οἶκος μέν ἐστιν <ἐμπορίου> ὁ τοῦ θεοῦ οἶκος, ἀλλ' οὐ τῶν σαρκικῶν
τούτων καὶ «εἰς κοιλίαν» χωρούντων, ἀλλὰ τῶν τιμίων καὶ καλῶν μαργαριτῶν,
οἵτινες κοσμοῦσι τὸ τῆς ψυχῆς πρόσωπον. οὗτοι δέ εἰσιν ἡ καθαρὰ πίστις καὶ
αἱ λοιπαὶ ἀρεταί.
67
{Jo 2, 18} Ἀντὶ τοῦ εἰ ὡς υἱὸς ὢν τοῦ θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις καὶ τὰ πνευματικὰ
εἰσάγεις, πεῖσον ἡμᾶς διὰ σημείου, ὅτι ἐκ θεοῦ ἐπέμφθης.
68
{Jo 2, 20} Ὁ Ἔσδρας ἱστορεῖ τοὺς χρόνους, ὅτι ἀφ' οὗπερ ἤρχθη ὁ ναὸς θεμελιοῦσθαι
ἕως τῆς τελειώσεως αὐτοῦ διέδραμον <τετταράκοντα ἓξ> ἐν τῷ μεταξὺ τῶν
Ἰουδαίων ἐξ ἐπιβουλῆς τῶν ὁμορούντων αὐτοῖς ἐθνῶν κωλυομένων τῆς οἰκο-
δομῆς. ὁ δὲ Ἰώσηπός φησιν, ὅτι ἤρξατο ἡ οἰκοδομὴ τῷ πρώτῳ ἔτει Κύρου,
ὃς ἐβασίλευσεν ἔτη τριάκοντα, μετ' αὐτὸν Καμβύσης ἔτη ἕξ, οἱ Μάγοι τέτταρα
καὶ Δαρεῖος δύο. καὶ τῷ ἐνάτῳ ἔτει Δαρείου ἐτελειώθη ὁ ναός.
69
{Jo 2, 23—24} Τοῖς τοιούτοις οὐ δεῖ ἐγχειρίζειν βαθέα δόγματα ὡς ἤδη πιστοῖς γενο-
μένοις· οἱ γὰρ ἀπὸ σημείων πιστεύοντες εὐχερῶς μετατίθενται, ἐάν τινες αὐτοὺς
σοφίσωνται, ὅτι οὐκ ὀρθῶς γεγόνασι τὰ σημεῖα.
70
{Jo 3, 2} Ψεκτὸς ὁ <Νικόδημος> ὁ λεληθότως εἶναι πιστὸς βουλόμενος.
71
{Jo 3, 3} Ἐπειδὴ ὡς ψιλῷ ἀνθρώπῳ προσῆλθεν αὐτῷ ὁ Νικόδημος, θέλων αὐτὸν
ἑλκύσαι πρὸς ἑαυτὸν τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ λαλεῖ ὡς ἄνω ὢν ἐν οὐρανοῖς
καὶ εἰδὼς τὰ ἐκεῖ πραττόμενα καὶ ἐκεῖθεν εἰς ἀνθρώπους παραγόμενα.
72
{Jo 3, 3} Ταὐτόν ἐστι βασιλεία <θεοῦ> καὶ βασιλεία οὐρανῶν, διότι ὁ πιστὸς ἐν
οὐρανῷ ἔχει τὴν οἴκησιν καὶ «τὸ πολίτευμα» ἢ ὅτι ὁ τοιοῦτος ὑπὸ θεοῦ δεσπό-
ζεται τοῦ βασιλεύοντος τῶν οὐρανῶν.
73
{Jo 3, 3} Ὁ κατὰ τὴν ἄνω τῶν ἀγγέλων ζωὴν 〈ζῶν〉 καὶ τὰ ὑψηλὰ δόγματα διὰ
Χριστοῦ μαθὼν <ἄνωθεν> γεννᾶται. ὁ τὴν δευτέραν τὴν διὰ τοῦ λουτροῦ γέννησιν
ὑπομένων οὗτος <ἄνωθεν> γεννᾶται καὶ ὁ μετέχων πνεύματος ἁγίου. τὸ <ἄνωθεν>
τὴν διὰ τοῦ πνεύματος ἀναγέννησιν σημαίνει καὶ δείκνυσιν, ὅτι ἐκ τῆς οὐσίας
ἐστὶ τοῦ πατρὸς τὸ πνεῦμα· οὕτω γὰρ καὶ ἑαυτὸν <ἄνωθεν> ὀνομάσας ἐκ τῆς
οὐσίας ὄντα τοῦ πατρὸς σημαίνει.
74
{Jo 3, 5} Τὸ ὕδωρ καθαρίζει τὸ σῶμα καὶ τὸ πνεῦμα τὴν ἀόρατον ἁγιάζει ψυχήν.
τὸ ὕδωρ ἐν τάξει μητρὸς λαμβάνεται, τὸ δὲ πνεῦμα ἐν τάξει τοῦ διαπλάττοντος
θεοῦ. τὸ αἰσθητὸν ὕδωρ πρὸς θείαν ἀναστοιχειοῦται δύναμιν καὶ ἁγιάζει τοὺς
ἐν οἷς ἀναγεννᾶται. τὸ ὕδωρ ἐπινοίᾳ μόνον διαφορὰν ἔχει πρὸς τὸ πνεῦμα, ἐπεὶ
ταὐτόν ἐστι τῇ ἐνεργείᾳ, τὸ ὕδωρ σύμβολόν ἐστι ταφῆς καὶ ἀναστάσεως, διὸ
καὶ ἀναγκαίως παραλαμβάνεται. τρεῖς δὲ καταδύσεις γίνονται καὶ τρεῖς ἀνα-
δύσεις, ἵνα γνῶμεν, ὅτι δυνάμει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἅπαντα
πληροῦται.
75
{Jo 3, 6} <Πνεῦμα> ὁ πατὴρ ὡς θεός, <πνεῦμα> καὶ ὁ υἱὸς ὡς θεός, διὸ τὸ <πνεῦμα,>
ὅ ἐστιν ὁ θεὸς καὶ πατήρ, <πνεῦμα> τίκτει, ὅ ἐστι τὸν υἱὸν καὶ θεόν. ὁμοούσιος
οὖν ὁ Χριστὸς τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τῇ μητρὶ κατὰ τὴν
σάρκα, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός, ἀτρέπτως καὶ ἀσυγχύτως. κατὰ δὲ τὸν
κανονικῶς ἐκτεθέντα νῦν παρὰ τοῦ κυρίου λόγον διὰ Χριστοῦ ἀναμορφούμεθα
τῆς διανοίας ἡμῶν εἰς πνευματικὴν ποιότητα διαπλαττομένης.
76
{Jo 3, 6} Εἰ <σάρξ ἐστιν> ἡ Μαρία ἔμψυχος λογική, καὶ ὁ καρπὸς αὐτῆς ὁμοούσιος
αὐτῆς σὰρξ ἔμψυχος λογικὴ καὶ οὐ φάντασμα ἢ ἄλλο τι παρὰ τὴν τεκοῦσαν
σάρκα τὴν τοῦ λόγου σάρκα τὴν ψυχὴν ἔχουσαν λογικήν, ἐν ᾗ «κατῴκει πᾶν
τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».
77
{Jo 3, 8} <Τὴν φωνὴν> τοῦ ἁγίου πνεύματος ἀκούει τις διὰ τῶν προφητῶν.
78
{Jo 3, 11} Τὸ <ἡμῶν> εἶπεν ὡς ἔχων ἐν ἑαυτῷ φυσικῶς ὁ Χριστὸς τὸν πατέρα καὶ τὸ
πνεῦμα.
79
{Jo 3, 12} Ἐπίγειον καλεῖ τὸ βάπτισμα θεῖον ὂν καὶ πνευματικόν, ἐπειδὴ ἐπὶ γῆς
τελεῖται πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. ἐπίγειος καλεῖται ἡ
τοῦ λουτροῦ γέννησις πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ υἱοῦ τῆς ἐκ τοῦ πατρὸς
τῆς οὐσίας γενομένης.
80
{Jo 3, 13} Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει ὥσπερ ἀπὸ τῆς θεότητος
ὅλον ἑαυτὸν καλεῖ.
81
{Jo 3, 13} Μετὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν κοινοποιεῖ τὰ τῆς σαρκὸς καὶ τῆς θεό-
τητος κατὰ τὰς ἐνεργείας, οὐ κατὰ μεταβολὴν τῶν ἐξ ὧν ὁ Χριστός. ἐνεργείας
δὲ καὶ ἡ κατάβασις καὶ ἡ ἀνάβασις.
82
{Jo 3, 13} Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ κυρίου σῶμα· πάθεσι γὰρ ὑπόκειται. ὡς δὲ εἷς
ὢν καὶ μετὰ σαρκὸς λέγεται <υἱὸς ἀνθρώπου.>
83
{Jo 3, 14} Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ' ὁμοίωμα, οὕτω
καὶ ἡ σὰρξ τοῦ κυρίου. σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας,
ἀλλ' ὁμοίωμα σαρκὸς ἁμαρτίας.
84
{Jo 3, 14} Τὸ <ὑψωθῆναι> δηλοῖ τὸ ἐμφανῆ καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν.
85
{Jo 3, 16} Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν οὐκ εἰδὸς χωρισμὸν μετὰ τὴν ἕνωσιν· τῆς
γὰρ σαρκὸς τυθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ δοθείσης εἰς θάνατον ὁ
υἱὸς λέγεται δεδόσθαι εἰς θάνατον καίπερ ἀπαθὴς μείνας ὡς <θεὸς> τῆς αὐτοῦ
μόνης πασχούσης τὰ ἴδια σαρκός, ὅτε συνεχώρει καὶ ἤθελεν.
86
{Jo 3, 16} Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ υἱὸς μονογενής, ὅτι μόνος
ἐκ θεοῦ γέγονεν. πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιόν τινες λέγουσι μονογενῆ
καθ' ὃ ἥλιος μόνος ἐστίν, ἀλλ' οὐκέτι καὶ υἱός ἐστιν.
87
{Jo 3, 17} Εἰ ἐπὶ τὸ κρῖναι <τὸν κόσμον> ἐληλύθει ὁ Χριστός, πάντας κατέκρινεν.
ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι <τὸν κόσμον.> κρίνει δὲ κατὰ τὸ
συμβεβηκὸς τοὺς ἀποστατήσαντας οὐχ ὡς ὁ Μωυσέως νόμος ἦλθε κατακρῖναι
<τὸν κόσμον>, ἀλλὰ σῶσαι.
89
{Jo 3, 18} Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ <μὴ πιστεύων> εἰς τὸν Χριστὸν κατά-
κριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος. οὐκοῦν οὐδὲ ἄγονται οὗτοι εἰς κρίσιν
ὡς ἤδη κατακριθέντες. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, «ὅτι ὁ ἄρχων τοῦ
κόσμου τούτου κέκριται» οὐ μόνον, ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε
τὸν κύριον καὶ «εἰς τὸν Ἰούδαν εἰσῆλθεν» ἵνα παραδῷ αὐτὸν εἰς θάνατον.
91
{Jo 3, 22} Οὐκ αὐτὸς <ἐβάπτιζεν>, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ, ἐπείπερ αὐτὸς ἐν πνεύματι
<ἐβάπτιζε> καὶ οὔπω ἦν καιρὸς τῆς τοῦ πνεύματος δόσεως πρὸ τοῦ πάθους.
τὸ εὐαγγελικὸν λοιπὸν παρεδίδου βάπτισμα, ὅπερ πολλὴν εἶχεν διαφορὰν
πρὸς τὸ Ἰωάννου· ὁ γὰρ Χριστὸς διὰ τῆς τῶν ἀποστόλων χειρὸς <ἐβάπτιζεν>
ὡς σαφῶς ἐν τοῖς ἑξῆς λέγει.
92
{Jo 3, 23} Οὔτε τὸ Ἰωάννου βάπτισμα οὔτε τὸ τῶν μαθητῶν παρεῖχε τὸ πνεῦμα
ἅγιον, ἀλλ' ἵνα μὴ τὸν καθ' ἕκαστον περιϊόντες κηρύττωσι τὸν Χριστόν, συνέ-
στησαν τὸ βάπτισμα, ἵνα τοὺς προστρέχοντας ὄχλους ἀγάγωσι πρὸς τὸν Χριστόν.
93
{Jo 3, 23} Τὸ «ὕδωρ τοῦ ῥαντισμοῦ» τὸ ἔχον «τὴν σποδὸν τῆς δαμάλεως» καθα-
ρισμὸν ἐποίει ἀκουσίων ἁμαρτημάτων καὶ τοὺς ἀπὸ ἁφῆς νεκρῶν ἐκάθαιρεν·
Ἰωάννου δὲ τὸ βάπτισμα τοῖς γνησίως μετανοοῦσι καὶ τῶν ἑκουσίων παρεῖ-
χεν ἄφεσιν, τὸ δὲ τοῦ Χριστοῦ πάντων τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πνεῦμα ἅγιον
παρεῖχε καὶ υἱοθεσίας ἀξίαν.
94
{Jo 3, 25} Οἰκονομικῶς <ζήτησις> γέγονεν ἔτι ζῶντος Ἰωάννου, ἵνα διὰ τῆς φωνῆς
αὐτοῦ ἡ τῶν βαπτισμάτων διαφορὰ φανῇ.
95
{Jo 3, 29} <Νυμφίος ἐστὶν> ὁ Χριστὸς καὶ ἡ ἐκκλησία νύμφη καὶ ὁ νυμφὼν ὁ τόπος
τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ
καὶ χαρᾶς ἀνάμεστα καὶ εὐφροσύνης. τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι
ἁμαρτιῶν καὶ κολληθῆναι θεῷ καὶ «κοινωνὸν γενέσθαι θείας φύσεως» διὰ τῆς
τοῦ ἁγίου πνεύματος μετουσίας· ταῦτα γὰρ ὁ «ἀρραβών», τὰ δὲ τελειότερα ἐν
τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ <νυμφίος> εἰσάγει σὺν αὐτῷ τὰς παρθένους
ψυχὰς καὶ κλείεται ἡ θύρα τοῦ νυμφῶνος καὶ μόνοι οἱ ὄντες ἔσω τῆς εὐφροσύνης
ἀπολαύουσι καὶ οὐκέτι οὐδεὶς εἰσέρχεται ἐκεῖ. ἕως ὅπου οὖν σήμερον ὁ παρὼν
αἰών, ἢ ὁ ἰδικὸς ἑκάστου θάνατος ἢ ἡ θύρα τοῦ νυμφῶνος ἀνέῳκται ταῖς βουλο-
μέναις ψυχαῖς νυμφευθῆναι Χριστῷ.
96
{Jo 3, 29} Διὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν ἐκκλησίαν ἀναγεννηθεῖσαν.
ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει θεῷ.
παρθένος ἐστὶν ἁγνὴ ἡ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ
γυνή ἐστι τοῦ Χριστοῦ ὡς ἀγαθὰς γεννῶσα πράξεις οὐκ ἀφ' ἑαυτῆς, ἀλλὰ διὰ
τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι
<νυμφίος>, ἐπείπερ πρωτοτύπως οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. πᾶσα οὖν
λογικὴ φύσις ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη ἐστίν.
97
{Jo 3, 30} Οὔτε ὁ Χριστὸς αὔξει οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου
ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται.
98
{Jo 3, 30} Ὁ Χριστὸς ὡς θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος, ἐμὲ δὲ δεῖ μένειν ἐν
οἷς εἰμι.
99
{Jo 3, 31} Εἰπὼν <ἐρχόμενος> οὐ μετάβασιν σημαίνει τὴν ἀπὸ τῶν ἄνω πρὸς τὰ
κάτω, ἀλλ' ὅτι ἀεὶ μένων ἐν πατρὶ ἄνω συγκαταβάσεως σχέσει ἔρχεται πρὸς
τούτους, ὧν <ἐπάνω ἐστίν.> ὅτε οὖν λέγει ἐρχόμενον, ὡς περὶ θεοῦ λέγει, ὅταν
δὲ λέγει ἐλθόντα, ὡς περὶ ἀνθρώπου λαλεῖ, ἐπειδὴ θεός ἐστι καὶ ἄνθρωπος
δ' αὐτός. ὁ <ὢν ἐκ τῆς> ῥίζης τοῦ πατρὸς ἔχει φυσικῶς τὴν τοῦ πατρὸς ὑπεροχὴν
<ἐπάνω πάντων> ὢν τῶν πεποιημένων ὡς θεὸς αὐτῶν καὶ ποιητής.
100
{Jo 3, 32} Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν πάντα
ἀφ' ἑαυτοῦ οἶδεν.
101
{Jo 3, 32} Οὐχ ὡς μὴ πεισθέντων τινῶν τοῦτο εἶπεν, ἀλλ' ὡς ἀποθαυμαζόντων τὴν
τῶν ἀπιστούντων ἀπόνοιαν.
102
{Jo 3, 33} Τὸ <ἐσφράγισεν> ἀντὶ τοῦ ἐπληροφορήθη καὶ ἔχει ἀπόδειξιν καὶ σφραγῖδα.
103
{Jo 3, 34} Ἀπεστάλθαι λέγεται ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν
ἢ ὅτι ὁ πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν υἱὸν οὐκ ἔκρυψεν, ἀλλ' ἐξέλαμψεν αὐτὸν ἐκ
τῆς ἰδίας φύσεως ὡς ἐκ φωτὸς «ἀπαύγασμα»· ἐξελήλυθε γὰρ ὁ υἱὸς εἰς ἰδίαν
ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν.
105
{Jo 3, 34} Ὡς πηγὴ ὢν τοῦ πνεύματος δίδωσιν αὐτό. τὴν ἐνέργειαν λέγει τοῦ πνεύ-
ματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν· αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν.
ὅλον ἔχει τὸ πνεῦμα ὁ υἱὸς οὐσιωδῶς οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. διὸ καὶ
αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι' αὐτῶν
ἐπιχορηγῆσαι τὸ πνεῦμα.
106
{Jo 3, 35} Εἰ καὶ <ἀγαπᾷ> «τὸν κόσμον» ὁ <πατήρ,> ἀλλ' οὐχ ὡς <τὸν υἱόν,> ὃν ὑπερ-
βαλλόντως <ἀγαπᾷ> διὰ τὴν φυσικὴν γέννησιν ὡς ἴδιον λόγον καὶ σοφίαν καὶ
ἁγιασμόν.
107
{Jo 3, 35} Τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν «πᾶν
γόνυ» αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν.
χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς
ὡς τοῦ ἀγαθοῦ παντὸς οὐσιωδῶς ὄντος ἐν πατρὶ καὶ ἐν δυνάμει νοουμένου τοῦ
υἱοῦ. λαμβάνει δὲ καὶ ὡς ἄνθρωπος ἣν εἶχεν ἐξουσίαν καὶ πρὸ τῆς σαρκώσεως.
108
{Jo 3, 36} <Ὀργὴ θεοῦ> τὸ ἐν βασάνοις εἶναι διηνεκέσιν, ὅπερ ἐστὶ παντὸς θανάτου
χαλεπώτερον.
110
{Jo 4, 1} Εἰ καὶ οἶδε πάντα ὡς θεός, ἀλλὰ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας τὸ
κατὰ καιρὸν ποιεῖν τι καὶ τότε δοκεῖν μανθάνειν, ὅτε χρεία ἐστίν.
111
{Jo 4, 3} Ὅσα κατὰ συναίνεσιν τῶν ἡγουμένων ποιοῦσιν οἱ ὑπήκοοι αὐτῶν ὁρώντων
καὶ μὴ ἀντιλεγόντων ἢ κωλυόντων, οἱ ἡγούμενοι λέγονται ποιεῖν· πρῶτον γὰρ
εἰπὼν ὅτι Ἰησοῦς «ἐβάπτιζεν», ὧδε λέγει, ὅτι <αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπ-
τιζεν>, τὴν τῶν μαθητῶν πρᾶξιν αὐτῷ προσνέμων δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ
ἐποίει τὸ βάπτισμα. ἁρμόζει δὲ τὰ λεγόμενα περὶ τῶν ἀποστελλομένων κληρικῶν
παρὰ ἐπισκόπων εἰς συνόδους ἢ συνοδικὰς ἐπιστολὰς ἢ ἑτεροῖά τινα ἐχόντων.
ἐπειδὴ οἱ μαθηταὶ Εὐτυχοῦς οἳ περὶ καρώσεως ἐφωράθησαν μετὰ τὴν ἐν
Ἐφέσῳ δευτέραν σύνοδον πάλιν τι διεστραμμένα δόγματα λαλοῦντες Εὐτυχοῦς,
εὐλόγως Εὐτυχὴς ἀναθεματίζεται, κἂν αὐτὸς οὐδὲν ἐφάνη τοιοῦτον λαλήσας
ὡς ἀκούων τῶν αὐτοῦ μαθητῶν λαλούντων τὰ μὴ ὀρθὰ καὶ σιωπῶν· τὰ γὰρ
ἐκ τῶν μαθητῶν λαλούμενα ἢ γινόμενα εἰς τὸ τοῦ διδασκάλου πρόσωπον
ἀνατρέχει. οὕτως ὁ Ἠλὶ ἐμέμφθη ἀνεχόμενος τῶν ἑαυτοῦ υἱῶν πταιόντων ὡς
ἁμαρτήσας.
112
{Jo 4, 4} Ἦλθεν ἐκεῖ, ἵνα πρὸ τοῦ πάθους ὠφελήσῃ τὰ ἔθνη διὰ τοῦ εὐαγγελικοῦ
κηρύγματος.
113
{Jo 4, 4—6} Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται. διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον
<τοῦ Ἰακώβ>. Σαμαρεῖται ἐκ γένους ὄντες τοῦ Μήδων καὶ Περσῶν ἔθνους
ἐπεφήμιζον ἑαυτοὺς <τοῦ Ἰακώβ>.
115
{Jo 4, 6} Ἐπειδὴ «ὁ λόγος» γέγονε «σάρξ», ἀκολούθως κεκοπίακεν <ἐκ τῆς> συντόνου
<ὁδοιπορίας> τῆς ἐν μεσημβρίᾳ γεγονυίας. μεσημβρία δ' ἐστὶν ὁ φωτεινὸς τῆς
ἐπιφανείας καιρός· εἶχε γὰρ σῶμα ὡς τὸ ἡμῶν καὶ συστὰν ἐξ ὧν καὶ τὰ ἡμῶν
δίχα μόνης ἀνδρὸς ὁμιλίας. διὸ οὐ μόνον κόποις, ἀλλὰ καὶ δίψῃ καὶ τρώσεσιν
ὑπέκειτο, ἐπείπερ εἴασεν τὸ σῶμα μεῖναι ἐν τοῖς φυσικοῖς ὅροις τῆς ἀνθρω-
πότητος, ἵνα μὴ δόξῃ φάντασμα εἴναι. ὡς εἷς ὢν ὁ Χριστὸς μετὰ τῆς ἰδίας
σαρκὸς οἰκειοποιεῖται τὰ τῆς ἀνθρωπότητος πάθη καίπερ μείνας ὡς θεὸς
ἀπαθής.
116
{Jo 4, 7} Τὴν Σαμαρεῖτιν αἰτεῖ, τὴν τοῦ νόμου σκιάν, ἵνα δῷ αὐτῇ τὸ «ὕδωρ ζῶν»
ὡς καὶ παρὰ παντὸς αἰτεῖ πίστιν, ἵνα χαρίσηται τὰ ὑπὲρ λόγον. διὰ τούτου
διδάσκει καταφρονεῖν τῶν Ἰουδαϊκῶν δεικνύς, ὅτι «τὸ εἰσερχόμενον εἰς τὸ
στόμα οὐ κοινοῖ τὸν ἄνθρωπον».
117
{Jo 4, 9} Πόθεν ἐνόησεν, ὅτι <Ἰουδαῖός> ἐστιν; ἢ ἀπὸ τοῦ σχήματος ἢ ἀπὸ τῆς
λαλιᾶς ἐνόησεν.
118
{Jo 4, 9} Τοῦ νόμου εἰρηκότος «ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλο-
γενῶν ἐτόλμων ἅψασθαι νομίζοντες ἐκ τούτου μολύνεσθαι.
119
{Jo 4, 10} Ποτὸν ἀθανασίας τὰ τοῦ κυρίου λόγια, ἡ ζωοποιὸς τοῦ πνεύματος δόσις,
δι' ἧς ἀναζῶσιν οἱ ἄνθρωποι.
121
{Jo 4, 10} Δωρεὰ <θεοῦ> ἡ εἰς ἀνθρώπους ἐπιδημία τοῦ λόγου χάριτι πατρὸς γεγονυῖα,
ἥτις ποτίζει ψυχήν.
122
{Jo 4, 13} Ἡ παλαιὰ γραφὴ δεῖται τῆς εὐαγγελικῆς διδασκαλίας τῆς διαδεχομένης
αὐτήν· ἡ γὰρ νέα ἀδιάδοχός ἐστιν ἀεὶ ἐπιρρεούσης τῆς εὐαγγελικῆς παιδεύσεως
τῆς ἀναβιβαζούσης εἰς ζωὴν τὸν πίνοντα.
123
{Jo 4, 14} Ἀρραβών ἐστι τοῦτο τῆς μελλούσης ἀναστάσεως μὴ συγχωρῶν τὸν πεπω-
κότα αὐτὸ ἐμπεσεῖν εἰς ἁμαρτίαν ἄγουσαν εἰς θάνατον.
124
{Jo 4, 16} Διὰ γὰρ τοῦτο εἶπεν αὐτῇ· φώνει <τὸν ἄνδρα σου>, ἵνα ἐλέγξας ψευδο-
μένην φανερώσῃ αὐτῇ τὴν ἰδίαν θεότητα.
125
{Jo 4, 20} Λέγουσιν ὅτι <ἐν τῷ ὄρει> ἐκείνῳ ἀνήνεγκεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅπερ
ὑπέδειξεν ἡ Σαμαρεῖτις τῷ κυρίῳ. ὡς προφήτην οὖν ἐρωτᾷ, <ποῦ δεῖ προσ-
κυνεῖν.>
126
{Jo 4, 20} Οὐκ ὄντος <ἐν Ἱεροσολύμοις> μόνον τοῦ θεοῦ, ἀλλ' ἵνα ἅμα ἐκεῖ συνα-
γόμενοι συμφώνως ποιῶσι τὰς νενομισμένας ἑορτὰς καὶ θυσίας.
127
{Jo 4, 21} Ὥραν δὲ τὴν ἑαυτοῦ ἐπιδημίαν καλεῖ, ἐπείπερ πνεῦμα ὢν ὁ θεὸς οὐ τόπῳ
περιορίζεται. ἁρμοδίως δὲ ἕκαστος προσκυνεῖ ἐκ τοῦ τόπου αὐτοῦ· τὸ γὰρ ἐν
τόπῳ προσκυνεῖν ὕβρεως μᾶλλόν ἐστιν.
128
{Jo 4, 22} Τὸ ἡ <σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν> εἶπεν διὰ τὸ ἐξ αὐτῶν σε-
σαρκῶσθαι ἢ ὅτι ἐξ ἐκείνων ἤρξατο 〈ὁ κόσμος〉 εἰδέναι τὸν ἕνα θεὸν ἐκ τοῦ
νόμου καὶ τῶν προφητῶν.
129
{Jo 4, 22} Ὡς ἐν συγκρίσει τότε παρὰ Ἰουδαίοις ὁ τῆς ἀληθείας ἐπολιτεύετο λόγος.
πρὸς οὖν τὴν ὑπόνοιαν τῆς γυναικὸς εἶπεν τὸ <ἡμεῖς προσκυνοῦμεν·> τῶν
γὰρ προσκυνουμένων ἐστὶν ὡς θεός, εἰ καὶ ὡς ἄνθρωπος οἰκονομικῶς εἶπεν
τὸ <προσκυνοῦμεν.>
130
{Jo 4, 23} Οἱ ἀληθεῖς <προσκυνηταὶ> ἐν παντὶ τόπῳ προσάγουσι τῷ θεῷ τὰς
πνευματικὰς θυσίας, ὅ ἐστιν ἀρετὴ καὶ θεοσέβεια.
131
{Jo 4, 23} Οὐκοῦν καὶ ὁ νόμος διὰ τὸ εὐαγγέλιον γέγονε καὶ ἡ συγκατάβασις τῆς
σκιᾶς συνεχωρήθη διὰ τὴν μέλλουσαν ἀλήθειαν.
132
{Jo 4, 23} Τὸ <ἐν πνεύματι καὶ ἀληθείᾳ·> πνεῦμα λέγει τὸ νοητὸν τοῦ ἀνθρώπου,
ὅπερ σχέσει καὶ διαθέσει ἐνώπιον τοῦ θεοῦ γινόμενον προσκυνεῖ τὸν θεὸν ὡς
καὶ οἱ ἄγγελοι, τῆς ἐν τόπῳ προσκυνήσεως οὐκ οὔσης <ἐν πνεύματι καὶ
ἀληθείᾳ.>
133
{Jo 4, 24} <Πνεῦμα> καλεῖται ὁ <θεὸς> οὐχ ὡς ἄνεμος, ἀλλ' ὡς ἀσώματος καὶ ζωο-
ποιὸς οὐσία· ὥσπερ γὰρ εἰσπνεόμενοι τὸν ἀέρα ζῶμεν, οὕτω καὶ τοῦ θεοῦ
διδόντος τὸ παρεκτικὸν τῆς ζωῆς ζῶμεν. <πνεῦμά> ἐστιν ὁ <θεὸς> ὡς πρὸς τὴν
ἀσώματον φύσιν.
134
{Jo 4, 25} Ἀπὸ συνέσεως τοῦτο εἶπεν· οὐδὲ γὰρ ᾔδει τὸν Χριστὸν Σαμαρεῖτις οὖσα.
135
{Jo 4, 26} Ὅπερ οὐκ εἶπεν Ἰουδαίοις <ἐγώ εἰμι> ἐρωτῶσι μετὰ δόλου, τοῦτο εἶπε
τῇ γυναικὶ ἁπλουστέρᾳ οὔσῃ καὶ οὐδὲ ἀπὸ Μωυσέως εἶπε τι αὐτῇ συνιστῶν
τὰ περὶ αὐτοῦ ἀπείρῳ οὔσῃ γραφῆς, ἀλλ' ἐκ μόνης τῆς συνειδήσεως αὐτῆς
μετέπεισεν αὐτήν.
136
{Jo 4, 27} <Οὐδεὶς μέντοι εἶπεν·> ᾔδεισαν γάρ, ὅτι πάντα ποιεῖ μετὰ κεκριμένης
συνέσεως καὶ εὐλαβείας.
137
{Jo 4, 27} <Ἐθαύμαζον, ὅτι μετὰ> ἀλλοφύλου <ἐλάλει> καὶ πενιχρᾶς Σαμαρείτιδος,
<ἐθαύμαζον> δὲ καὶ τὸ ἄτυφον αὐτοῦ.
138
{Jo 4, 28} Τῶν ἄγαν ἐστὶν ἀτόπων μὴ δημοσιεύειν τὰ κοινωφελῆ.
141
{Jo 4, 34} Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει τοὺς μαθητὰς προτιμᾶν τῆς
οἱασδηποτοῦν βρώσεως <τὸ θέλημα τοῦ> θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω
κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων.
142
{Jo 4, 35} Ὁ πνευματικὸς <θερισμός>, ὅ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν
καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν
ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως.
143
{Jo 4, 37} Ὁ <σπείρων> ἐστὶν ὁ Χριστὸς τὰ σωτηριώδη δόγματα κἂν διὰ προφητῶν
εἰπών, θερισταὶ δὲ οἱ ἀπόστολοι.
144
{Jo 4, 37} Οἱ προφῆταί εἰσιν οἱ σπείροντες, εἰ καὶ πολὺν ἔσχον κόπον ὡς πρῶτοι
τὰ τῆς εὐσεβείας σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καταβαλλόμενοι·
οἱ γὰρ μαθηταὶ οὐ τοσοῦτον ἔσχον κάματον ἀπὸ τῶν γραφῶν πείθοντες τοὺς
ἀνθρώπους.
145
{Jo 4, 38} Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου κἂν διὰ προφητῶν ἐλαλήθη πέμπω ὑμᾶς
θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ἰουδαίους τῶν
σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὅ ἐστι
τὴν ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος ὁ ζωοποιῶν τοὺς πιστούς.
146
{Jo 4, 40} <Σαμαρεῖται> αἰτοῦσι τὸν Χριστὸν <μεῖναι> πρὸς αὐτούς, οἵτινές εἰσιν
ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν ὅτι
«ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ»
147
{Jo 4, 42} Τὸ <οὗτός ἐστιν ὁ σωτὴρ> ἀντὶ τοῦ ὁ Χριστὸς ὡς πᾶσαν μέλλων σώζειν
τὴν οἰκουμένην διηνεκῶς εἶπεν τοῦτο.
148
{Jo 4, 43} Οὐχ ὡς τιμῆς ἀντιποιούμενος <ἐξῆλθεν>, ἀλλὰ τῶν πολιτῶν φειδόμενος·
ὅτι γὰρ ἑώρων αὐτόν, ἐθυμοῦντο. ὃς ἐν τιμῇ ὢν τῇ θείᾳ ἐσαρκώθη καὶ τὸν
ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἡμῶν σωτηρίαν.
149
{Jo 4, 44} Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανακηρυχθέντα,
ὃς καὶ <προφήτης> οἰκονομικῶς ἐκλήθη αὐτὸς ὢν ὁ τοῦ πνεύματος χορηγὸς
ὡς θεός, δι' οὗ προφῆται ἐπροφήτευον.
150
{Jo 4, 48} Σημεῖον τέρατος διαφέρει· τέρας γάρ ἐστι τὸ παρὰ φύσιν γενόμενον, οἷον
τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς, σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς
φύσεως ὂν οἷον τὸ ἰάσασθαι ἄρρωστον καὶ τὰ ὅμοια.
151
{Jo 4, 50} Πρὸ μιᾶς <ἐπίστευσεν>, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν
ὃ <ἐπίστευσεν> ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις συνεργὸν καὶ τελειωτὴν
ἔχουσα τὸν θεόν.
152
{Jo 5, 2} Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφά-
ζεσθαι εἰς τὴν ἑορτὴν καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ.
154
{Jo 5, 3} Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρ-
τημάτων ἐθεραπεύετο.
155
{Jo 5, 4} <Ἄγγελος> κατιὼν ἐν τῷ ὕδατι καὶ ταράσσων αὐτὸ ἰατικὴν ἐνετίθει αὐτοῖς
δύναμιν. ἄδηλον δὲ ἐν ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ κατῄει ὁ <ἄγγελος>. φαμὲν ἐν τῇ
πεντηκοστῇ. τύπος δ' ἦν τοῦτο τῆς νομικῆς λατρείας τῆς δι' ἀγγέλων ἑνὶ ἔθνει
μόνῳ δοθείσης καὶ ἐν ἑνὶ μόνῳ καιρῷ, ἐν τῷ τέλει τῆς ἑορτῆς, ὅ ἐστιν ἐπ' ἐσχάτου
καιρῶν προβαινούσης τῆς ἰάσεως καὶ οὐ χωρούσης εἰς τὸ ἑξῆς.
157
{Jo 5, 6} Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θερα-
πευθῆναι.
160
{Jo 5, 17} Ἐμοῦ μόνου, φησίν, <πατήρ> ἐστι καὶ οὐκ ἄλλου· δι' ὧν οὖν συγκρατεῖ
τὴν κτίσιν, ἥλιον, οὐρανοὺς καὶ αὔξειν ποιεῖ τὰ σώματα, <ἐργάζεται.>
161
{Jo 5, 18} Ὁ ἴσος τῷ πατρὶ διὰ τοῦτο μάλιστα λέγεται υἱὸς ὡς ὁμοούσιος. διὸ
καταγέλαστοι οἱ ἄνομοι Ἀρειανοὶ οἱ μὴ λέγοντες <ἴσον> τὸν υἱὸν <τῷ> πατρί.
163
{Jo 5, 21} Νεκροὶ οἵ ποτε ἄπιστοι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως καλούμενοι εἰς
ζωήν.
164
{Jo 5, 21} Εἰ καὶ τὰ ἄλλα ζῷα τὰ λογικὰ ἔλαβον ζωήν, ἀλλ' οὐ δύνανται καὶ ζωοποιεῖν.
165
{Jo 5, 24} Οἱ οὖν <εἰς κρίσιν> μὴ ἐρχόμενοι ἢ εἰς τὸ πῦρ τῆς γεέννης πέμπονται
ὡς ἄθεοι καὶ ἀσεβεῖς ἢ εἰς τὴν ἀπόλαυσιν τῶν ἀνεκφράστων ἀγαθῶν, ὅ ἐστιν
ἡ ὄντως ζωή· τοῦτο γάρ ἐστι τὸ μεταβῆναι <ἐκ τοῦ θανάτου πρὸς τὴν
ζωὴν> ἐλευθερωθέντες τῆς γεέννης καὶ τῆς ἀπολαύσεως τῶν θείων θείων ἀξιωθέντες
τιμῶν· οἱ γὰρ μέσως ζήσαντες ἵστανται «ἐκ δεξιῶν» καὶ «ἐξ εὐωνύμων».
166
{Jo 5, 24} Πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ δίχα τοῦ βαπτισθῆναι ἐσώζοντο
οἱ τοῦ Χριστοῦ τὸν λόγον δεχόμενοι καὶ πιστεύοντες, ὅτι υἱὸς ἦν τοῦ πατρός.
167
{Jo 5, 27—28} Οὕτως αὐτὸ στικτέον καὶ οὐχ ὥς τισι δοκεῖ, οἳ μετὰ τὸ ἐπαγαγεῖν τὸ
<καὶ ἐξουσίαν ἔδωκε> καὶ <κρίσιν ποιεῖν> ἐπάγουσι τὸ <ὅτι υἱὸς ἀνθρώπου
ἐστίν>. οὐ καλῶς· οὐ γὰρ διὰ τοῦτο κριτής ἐστιν, <ὅτι υἱὸς ἀνθρώπου ἐστίν,>
ἀλλ' ὅτι υἱὸς θεοῦ ἐστιν. διὰ τοῦτό ἐστι καὶ κριτής. τὸ δὲ <μὴ θαυμάζετέ>
φησιν, ἐπειδὴ ἐδόκει τοῖς ὁρῶσιν ψιλὸν ἄνθρωπον αὐτὸν εἶναι, τὰ δὲ λεγόμενα
μείζονα ἢ κατὰ ἄνθρωπον ἦν καὶ θεοῦ μόνου ταῦτα ποιεῖν. οὐκ εἶπεν δέ, ὅτι
υἱὸς θεοῦ ἐστιν, ἀλλ' <ὅτι υἱὸς ἀνθρώπου ἐστίν>· τοῦτο γὰρ ἀνωτέρω εἴρηκεν,
ἵνα καὶ ἄνθρωπον αὐτὸν νοήσωσι καὶ θεόν. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν.
οὐ γὰρ μόνον, ὅτι θεός ἐστιν, κρίνει, ἀλλὰ καὶ ὡς ἄνθρωπος γεγονὼς καὶ
πειρασθεὶς πασῶν τῶν ἡμετέρων 〈νόσων〉, χωρὶς ἁμαρτίας καὶ ὡς συμπαθὼν
«ταῖς» ἡμετέραις «ἀσθενείαις» καὶ τὰ λοιπὰ συγγινώσκων. ἤτοι τοῦτό φησιν·
ἐὰν ἀναστήσω τὸν Λάζαρον, μὴ ἀπὸ τούτου θαυμάσητέ μου τὴν δύναμιν· μέλλω
γὰρ ἀνιστᾶν πάντας τοὺς νεκρούς· τὸ γὰρ <πάντες οἱ ἐν τοῖς μνημείοις>
ἴσον σημαίνει τῷ πάντες οἱ τεθνηκότες. ἐπεὶ οὖν τὰ σώματα ὑπὸ θηρίων ἢ
πυρὸς ἢ ἄλλως πως δεδαπάνηνται, οὐ τίθενται <ἐν μνημείοις>, ἀλλ'
ἀνίστανται· ἐπειδὴ γὰρ πάντων ἀνθρώπων ἀνάστασις ἔσται, ἀριθμηθή-
σονται καὶ οὗτοι εἰς τοὺς <ἐν τοῖς> μνήμασιν· οἱ γὰρ πράττοντες τὰ ἀγαθὰ καὶ
φαῦλα, οὐ τὰ σώματα τὰ <ἐν τοῖς μνημείοις> ἐστίν. ὥστε οὐδὲν κωλύει παρα-
δέξασθαι καὶ τὰ σώματα πυρὶ ἢ ἄλλως ἀναλωθέντα, οὕτω παραδέξασθαι.
168
{Jo 5, 28} Ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες
καὶ ποιοῦντες.
169
{Jo 5, 28—29} Δι' ἀμφοτέρων οὖν τοῦ τε φόβου καὶ τῆς τιμῆς προτρέπεται εἰς σωτηρίαν
τὸν ἄνθρωπον.
170
{Jo 5, 28—29} Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά.
171
{Jo 5, 30} Συγκαταβάσει πάλιν κέχρηται διὰ τοὺς ἀπίστους. ἀντὶ τοῦ οὐδὲν γίνεται
παρ' ἐμοῦ ὧν οὐ θέλει ὁ πατήρ, ἐπειδὴ οὐκ ἔστιν ἐν τῇ τριάδι ἄλλο καὶ ἄλλο
<θέλημα>, ἀλλ' ἕν, ἀσθένειαν ὁ λόγος σχηματίζεται. ἔχει δὲ οὐχ οὕτω κατ' ἀλή-
θειαν, ἐπείπερ ἴσος ἐστὶ τῷ πατρί, εἰ καὶ ὡς ἄνθρωπος «ὑπὸ νόμον» γεγονὼς
λαλεῖ.
172
{Jo 5, 30} <Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν,> ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον
θέλημα πάντα παρανόμως διδάσκοντες καὶ ποιοῦντες.
173
…
The complete text is available when the reading interface loads.