The Greek Library Author

Evagrius, Scholasticus

Historia Ecclesiastica

Scientific editors
Joseph Bidez, Leon Parmentier
Edition reference
The ecclesiastical history of Evagrius with the scholia · London · Methuen · 1898
CTS identifier
urn:cts:greekLit:tlg2733.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Κεφάλαια τοῦ πρώτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως.

α Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι μετὰ τὴν κατάλυσιν τοῦ ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος τὴν πίστιν πάλιν ἐτάραττεν.

β Ὅπως ἐφωράθη Νεστόριος δι’ Ἀναστασίου τοῦ μαθητοῦ διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεομήτορα, δι’ ἢν αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται.

γ Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ Θεοδωρήτου.

δ Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιοχείας μὴ ἐνδημήσαντος.

ε Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου· οὓς ἡ σύνοδος πάλιν ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ’ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου καθαίρεσιν.

ς Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν.

ζ Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει, καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν ἀπέρρηξε τὴν ψυχήν.

η Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος, εἶτα Φλαβιανὸς γίνεται.

θ Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ Κωνσταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ δευτέρας λῃστρικῆς συνόδου.

ι Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν Ἐφέσῳ συνέδριον διεπράξατο.

ια Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ κατάγελως τῶν Ἑλληνικῶν ὕθλων.

ιβ Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου αἵρεσιν ἀπελαύνει.

ιγ Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου.

ιδ Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι, καὶ αὐτῆς τῆς κεφαλῆς τοῦ ἁγίου.

ιε Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου.

ις Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη.

ιζ Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα καὶ ἑσπέρια κατέστρεψε· καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν κόσμῳ φοβερῶν σημείων.

ιη Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ ἐργασάμενοι ταύτας.

ιθ Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ ἐπὶΘεοδοσίου γεγόνασι.

κ Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός, καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο.

κα Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε· καὶ περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν.

κβ Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη. Ἔτι δὲ καὶ περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου.

Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως ἐκκλησιαστικῆς ἱστορίας λόγοι κ.

α Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου συμπαραγενομένου Νεστορίῳ.

β Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ.

γ Περὶ τῆς συναθροισθείσης ἐπ’ Ἐφέσῳ προτέρας συνόδου καὶ πάντων τῶν ἐν αὐτῇ.

δ Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως.

ε Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν περὶ τούτου.

ς Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον χειροτονίας, καὶ Φλαβιανοῦ μετ’ αὐτούς.

ζ Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει.

η Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ μετὰ Κύριλλον.

θ Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ συνόδῳ καθαιρεθέντων.

ι Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν.

ια Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ Νεστορίου.

ιβ Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς κατ’ αὐτὸν μάνδρας.

ιγ Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου.

ιδ Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις Βαβύλα.

ιε Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν καθολικῶν.

ις Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου.

ιζ Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ περὶ Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν.

ιη Περὶ Εὐδοκίας καὶ Εὐδοξίας.

ιθ Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις, καὶ διαφόρου ἀσκήσεως μοναχῶν.

κ Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς μετ’ αὐτὴν τελευτῆς Θεοδοσίου.

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ Α

Εὐσεβίῳ τῷ Παμφίλου — ἀνὴρ δὲ ἐς τὰ μάλιστα λόγιος ὁ Παμφίλου τά τε ἄλλα καὶ ὥστε πείθειν οἷός τε εἶναι τοὺς ἐντυγχάνοντας θρησκεύειν τὰ ἡμέτερα, εἰ καὶ μὴ λίαν ἀκριβεῖς οἶδε ποιεῖν — Εὐσεβίῳ τε οὖν τῷ Παμφίλου, Σωζομενῷ τε καὶ Θεοδωρήτῳ καὶ Σωκράτει ἄριστα πάντων πεπόνηται ἥ τε εἰς ἡμᾶς ἄφιξις τοῦ φιλανθρώπου θεοῦ, ἥ τε εἰς οὐρανοὺς ἀνάβασις, ὅσα τε τοῖς θεσπεσίοις ἀποστόλοις ἀτὰρ καὶ μάρτυσι διαθλεύουσι κατώρθωτο, ἢ εἴ τι καὶ τοῖς ἄλλοις, ἀξιόλογον ἡμῖν ἢ καὶ τηνάλλως ἔχον, πέπρακται, μέχρι τινὸς τῆς Θεοδοσίου βασιλείας. Ἐπειδὴ δὲ τὰ ἑξῆς οὐ πολὺ τούτων ἀποδέοντα οὐδενός που καθ’ εἱρμὸν τετύχηκε λόγου, ἔδοξέ μοι, εἰ καὶ μὴ δεινὸς ἐγὼ τὰ τοιαῦτα, τὸν ὑπὲρ τούτων ἀνελέσθαι πόνον συγγραφήν τε ταῦτα ποιήσασθαι, εὖ μάλα πιστεύσαντι τῷ καὶ ἁλιέας σοφίσαντι καὶ γλῶσσαν ἄλογον εἰς ἔναρθρον εὐφωνίαν κινήσαντι, ἀναστῆσαί τε τὰς ἤδη τῇ λήθῃ τεθνηκυίας πράξεις, ψυχῶσαί τε τῷ λόγῳ καὶ ἀπαθανατίσαι τῇ μνήμῃ, ὡς ἂν ἔχοιεν τῶν ἐντυγχανόντων ἕκαστος μέχρις ἡμῶν εἰδέναι τί τε καὶ ὅτε, καὶ ὅποι καὶ ὅπως, καὶ πρὸς οὓς καὶ παρ’ ὧν ἐγένοντο, καὶ μηδὲν τῶν μνήμης ἀξίων διαλάθοι ὑπὸ τῇ ἀνειμένῃ καὶ ἐκλύτῳ ῥαθυμίᾳ καὶ τῇ ταύτης ἀγχιθύρῳ λήθῃ κρυπτόμενον. Ἄρξομαι δέ, τῆς θείας ἡγουμένης ῥοπῆς, ὅθεν οἱ λελεγμένοι μοι τὴν ἱστορίαν ἀπέλιπον.

Chapter 1

Ἄρτι τῆς Ἰουλιανοῦ δυσσεβείας τοῖς τῶν μαρτύρων αἵμασι κατακλυσθείσης καὶ τῆς Ἀρείου μανίας συνδεθείσης ταῖς ἐν Νικαίᾳ χαλκευθείσαις πέδαις, Εὐνομίου τε αὖ καὶ Μακεδονίου ὑπὸ τοῦ παναγίου πνεύματος κατὰ τὸν Βόσπορον ἐκβρασθέντων καὶ πρὸς τῇ Κωνσταντίνου ἱερᾷ θραυσθέντων πόλει, ἤδη τε τῆς ἁγίας ἐκκλησίας τὸν πρόσφατον ἀποθεμένης ῥύπον καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγομένης εὐπρέπειαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένης καὶ πεποικιλμένης τῷ τε ἐραστῇ νυμφίῳ συναρμοζομένης, οὐκ ἐνεγκὼν ὁ μισόκαλος δαίμων ξένον τινὰ καὶ ἀλλόκοτον ἡμῖν ἐπανίστησι πόλεμον, τήν τε πεπατημένην εἰδωλολατρίαν περιφρονήσας καὶ τὴν δουλικὴν Ἀρείου μανίαν παραγκωνισάμενος. Καὶ προσβαλεῖν μὲν ὡς ἐχθρὸς τῇ πίστει δέδοικεν ὑπὸ τοσούτων ἁγίων πατέρων πυργωθείσῃ καὶ τὰ πολλὰ τῆς δυνάμεως ἐν τῇ ταύτης πολιορκίᾳ παρῃρημένος,λῃστρικῶς δὲ τὸ πρᾶγμα μέτεισι πεύσεις τινὰς ἀποκρίσεις τε αὖ μηχανώμενος, πρὸς Ἰουδαϊσμὸν καινοπρεπῶς ἐπανάγων τὸν πλανώμενον, οὐ συνιεὶς καὶ τὴν ἐντεῦθεν ἧτταν ὁ δείλαιος — ὃ γὰρ πρότερον μόνον ἀντίπαλον εἶχε, νῦν τέθηπέ τε καὶ περιπτύσσεται — , καὶ οὐκ εἰ τοῦ παντὸς ἐξώσει γε φρυαττόμενος, ἀλλ’ εἰ καὶ λέξιν τινὰ παραχαράττειν οἷός τε γένοιτο· πολλάκις δὲ τῇ ἑαυτοῦ ἰλυσπώμενος κακίᾳ, καὶ γράμματος ἐναλλαγὴν ἐτέχνασε πρὸς μὲν τὴν αὐτὴν ἕλκοντος διάνοιαν, ὅπως δὲ τὴν γνώμην τῆς γλώσσης ἀπομερίσῃ, ἵνα μὴ τὴν αὐτὴν ὁμολογίαν τε καὶ δοξολογίαν ὁμοφώνως ἄμφω τῷ θεῷ προσάγοιεν. Ὅπως δὲ τούτων ἕκαστον ἐπράχθη καὶ ὅποι τετελεύτηκεν, ἐν τοῖς ἰδίοις παραθήσομαι καιροῖς, παρυφαίνων εἴ τι καὶ ἄλλο πάρεργον μὲν ἱστορίας δὲ ἄξιον ἐξευρεῖν δυνηθείην, τὴν ἱστορίαν ἀποτιθέμενος ἔνθα τῷ φιλανθρώπῳ παρασταίη θεῷ.

Chapter 2

Ἐπειδή γε Νεστόριος, ἡ θεομάχος γλῶσσα, τὸ Καϊάφα δεύτερον συνέδριον, τὸ τῆς βλασφημίας ἐργαστήριον, ἐν ᾧ πάλιν Χριστὸς συμφωνεῖταί τε καὶ πιπράσκεται, τὰς φύσεις διαιρούμενός τε καὶ σπαραττόμενος, ὁ μηδὲ ἐν αὐτῷ τῷ σταυρῷ ὀστοῦν ὅλως συντριβεὶς κατὰ τὸ Joh. xix 36 γεγραμμένον, ἢ τὸν ὑφαντὸν διόλου χιτῶνα παρὰ τῶν Joh. xix 23 θεοκτόνων περιρραγείς, τὴν μὲν θεοτόκος φωνὴν ὑπὸ τοῦ παναγίου πνεύματος ἤδη χαλκευθεῖσαν διὰ πολλῶν ἐγκρίτων πατέρων ἐξώθησέ τε καὶ ἀπεβάλετο, τὴν δὲ χριστοτόκος παραχαράξας ἀντεχάλκευσέ τε καὶ ἀνετύπωσε, μυρίων τε αὖ πολέμων τὴν ἐκκλησίαν ἐνέπλησεν αἵμασιν ἐμφυλίοις ταύτην ἐπικλύσας, δοκῶ μὴ ἀπορήσειν πρὸς εὔλογον διασκευὴν τῆς ἱστορίας καὶ τῆς ταύτης τελευτῆς καταντήσειν, εἴ γε προοιμιασθείη, Χριστοῦ τοῦ ἐπὶ πάντων συνεργοῦντος θεοῦ, ἐκ τῆς Νεστορίου τοῦ δυσσεβοῦς βλασφημίας. Ἤρξατο δὲ ὁ τῶν ἐκκλησιῶν πόλεμος ἐνθένδε. Ἀναστάσιός τις πρεσβύτερος τὴν γνώμην κακόδοξος Niceph. xiv 32 Socr. vii 32 Theophan. 88 Νεστορίου καὶ τῶν Νεστορίου Ἰουδαϊκῶν δογμάτων διάπυρος ἐραστής, ὃς καὶ συνέκδημός οἱ γέγονε πρὸς τὴν 21 ἐπισκοπὴν ἀπαίροντι, ὅτε καὶ Θεοδώρῳ κατὰ τὴν Μοψουεστίαν συντυχὼν ὁ Νεστόριος τῆς εὐσεβείας παρετράπη τῶν ἐκείνου διδαγμάτων ἀκροασάμενος, ὡς Θεοδούλῳ περὶ τούτων ἐπιστολικῶς γέγραπται, τὰς διαλέξεις τῷ φιλοχρίστῳ λεῲ ποιούμενος ἀνὰ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἀναφανδὸν ἐτόλμησεν εἰπεῖν· Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς. Μαρία γὰρ ἄνθρωπος ἦν· ὑπὸ ἀνθρώπου δὲ θεὸν τεχθῆναι ἀδύνατον. Πρὸς τούτοις τοῦ φιλοχρίστου λεὼ δυσχεράναντος καὶ βλασφημίαν εἰκότως ἡγουμένου τὴν διάλεξιν, Νεστόριος ὁ τῆς βλασφημίας καθηγητὴς οὐ μόνον οὐ διεκώλυεν οὐδὲ τοῖς ὀρθοῖς προσετίθετο δόγμασιν, ἀλλὰ καὶ μάλα ἀτεχνῶς τοῖς εἰρημένοις Ἀναστασίῳ τὴν ῥοπὴν ἐδίδου φιλονεικότερον ἐν τοῖς περὶ τούτων ἐνιστάμενος. Καί που καὶ ἰδίας παρεντιθείς τε καὶ παρεγγράφων δόξας καὶ τὸν τῆς ψυχῆς ἰὸν ἀπερευγόμενος, βλασφημότερα διδάσκειν ἐπειρᾶτο, ὥστε κατὰ τῆς ἰδίας κεφαλῆς ἐπιφθέγγεσθαι· Τὸν γενόμενον Socr. vii 34 Theophan. 90 Conc. iv 1124 διμηναῖον ἢ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσαιμι, ὡς τὰ περὶ τούτου Σωκράτει τε καὶ τῇ ἐν Ἐφέσῳ προτέρᾳ συνόδῳ σαφῶς ἱστόρηται.

Chapter 3

Ὧν ἐπειδὴ Κύριλλος, ὁ τῆς ἀοιδίμου μνήμης ἐπίσκοπος Conc. iv 884 τῆς Ἀλεξανδρέων, δι’ οἰκείων ἐπελαμβάνετο συλλαβῶν, Νεστόριός τε αὖ τούτοις ἀντέπιπτε, καὶ οὐδὲ τοῖς Κυρίλλῳ οὐδὲ τοῖς Κελεστίνῳ τῷ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπῳ γραφεῖσιν ἐπείθετο, τὸν δὲ ἴδιον ἔμετον κατὰ πάσης ἐξέχεε τῆς ἐκκλησίας μηδὲν εὐλαβούμενος, εἰκότως ἐδέησε νεύμασι τοῦ νέου Θεοδοσίου τὰ σκῆπτρα τῆς ἑῴας διέποντος τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἁλισθῆναι, Conc. iv 1112 Niceph. xiv 34 γραμμάτων βασιλικῶν γενομένων πρός τε Κύριλλον καὶ τοὺς ἁπανταχῆ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότας· ὃς κυρίαν τῆς συνελεύσεως ἀπέφηνε τὴν ἁγίαν Πεντηκοστὴν ἡμέραν, ἐν ᾗ τὸ ζωοποιὸν ἡμῖν ἐπεφοίτησε πνεῦμα. Καὶ Νεστόριος μὲν οὐ μακρὰν τῆς Ἐφέσου διεστώσης τῆς Κωνσταντίνου φθάνει πάντας. Καὶ Κύριλλος δὲ καὶ οἱ ἀμφ’ αὐτὸν πρὸ τῆς ἐπαγγελθείσης ἡμέρας ἀπηντήκασιν. Ἰωάννης δὲ ὁ τῆς Ἀντιοχέων πρόεδρος σὺν τοῖς ἀμφ’ αὐτὸν ἀπελείφθη τῆς ὁρισθείσης ἡμέρας, οὔτι ἑκών, ὡς πολλοῖς ἀπολογουμένοις δοκεῖ, ἀλλ’ ὅτι μὴ ἀγεῖραι τάχιστα τοὺς Conc. iv 1272 Liberat. v ἀμφ’ αὐτὸν ἠδυνήθη, διϊσταμένων τῶν αὐτῶν πόλεων τῆς πάλαι μὲν Ἀντιόχου, νυνὶ δὲ θεοῦ προσαγορευομένης πόλεως, ὁδὸν ἀνδρὶ εὐζώνῳ ἡμερῶν δυοκαίδεκα, τισὶ δὲ καὶ πλέον, διεστώσης δὲ καὶ τῆς Ἐφεσίων ἐκ τῆς Ἀντιόχου ὁδὸν ἡμερῶν μάλιστα τριάκοντα, ἐνισχυριζόμενος μή ποτε ἂν αὐτὸν φθῆναι τὴν κυρίαν, εἰ τὴν καλουμένην νέαν κυριακὴν οἱ ἀμφ’ αὐτὸν ἀνὰ τοὺς οἰκείους ἐπετέλεσαν θρόνους.

Chapter 4

Ὡς οὖν ἡ κυρία παρῴχηκεν ἡμέρας πεντεκαίδεκα, οἱ ἐπὶ τούτῳ συναθροισθέντες, ὡς οὐ φθησομένων τῶν Niceph. xiv 34 ἀνατολικῶν, ἢ εἰ καὶ φθαῖεν, μετὰ πολλοῦ χρόνου τριβήν, συναλίζονται, Κυρίλλου τοῦ θεσπεσίου διέποντος καὶ τὸν Κελεστίνου τόπον τὴν ἐπισκοπήν, ὡς εἴρηται, τῆς πρεσβυτέρας Ῥώμης πρυτανεύοντος. Καλοῦσι δ’ οὖν τὸν Νεστόριον, προτρέποντες τοῖς ἐπαγομένοις ἀπολογήσασθαι. Καὶ δῆτα κατὰ τὴν προτεραίαν ὑποσχόμενος ἀφικνεῖσθαι εἴπερ δεήσοι, καὶ τῶν ὑποσχεθέντων κατολιγωρήσας, καὶ τρὶς κληθεὶς ἐπειδὴ μὴ ἀπήντηκε, τῆς ζητήσεως οἱ συνελθόντες ἀντελαμβάνοντο. Καὶ Μέμνονος τοῦ τῆς Ἐφεσίων προέδρου τὴν διέλευσιν τῶν ἡμερῶν τῶν μετὰ τὴν κυρίαν διελθόντος — ἐτύγχανον δὲ ἑξκαίδεκα τὸν ἀριθμὸν οὖσαι — καὶ τῶν ἐπιστολῶν ἀνεγνωσμένων Κυρίλλου τοῦ θεσπεσίου τῶν πρὸς Νεστόριον εἰργασμένων αὐτῷ, καὶ πρός γε τῶν Νεστορίου πρὸς αὐτὸν Κύριλλον, ἐγγραφείσης δὲ καὶ τῆς ἱερᾶς ἐκείνης ἐπιστολῆς Κελεστίνου τοῦ πάνυ, τῆς πρὸς αὐτὸν Νεστόριον γενομένης, εἰπόντων τε αὖ Θεοδότου ἐπισκόπου Ἀγκύρας Ἀκακίου τε τὸν Μελιτινῆς θρόνον διέποντος καὶ ἅπερ κατὰ τὴν Ἐφεσίων ἀναφανδὸν βλασφημίας ἀπηρεύξατο ῥήματα ὁ Νεστόριος, συνυφανθεισῶν δὲ καὶ πολλῶν ῥήσεων ἁγίων καὶ ἐγκρίτων πατέρων τὴν ὀρθὴν καὶ ἀμώμητον ἐκθεμένων πίστιν, ἐνταγέντων γε μὴν καὶ διαφόρων ἐκφρόνως βλασφημηθέντων παρὰ τοῦ δυσσεβοῦς Νεστορίου, ἡ ἁγία σύνοδος πρὸς λέξιν ἀπεφήνατο ταῦτα· Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ Conc. iv 1212 τιμιωτάτου Νεστορίου τῇ ἡμῶν κλήσει, μήτε μὴν τοὺς παρ’ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν δυσσεβηθέντων αὐτῷ· καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ τῶν συγγραμμάτων τῶν καὶ ἀναγνωσθέντων, καὶ ἐκ τῶν ἀρτίως παρ’ αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων, δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλειτουργοῦ Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας,δακρύσαντες πολλάκις, ἐπὶ ταύτην τὴν σκυθρωπὸν ἐχωρήσαμεν ἀπόφασιν. Ὁ βλασφημηθεὶς τοίνυν παρ’ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγίας συνόδου, ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ παντὸς συλλόγου ἱερατικοῦ.

Chapter 5

Μετὰ γοῦν τὴν ἐννομωτάτην καὶ δικαίαν ταύτην Niceph. xiv 35 ἀπόφασιν ἐφίσταται τῇ Ἐφεσίων Ἰωάννης ὁ τῆς Ἀντιόχου μετὰ τῶν ἀμφ’ αὐτὸν ἱερέων, ἡμέρας πέντε τῆς καθαιρέσεως ὑστερήσας· καὶ συναλίσας πάντας τοὺς ἀμφ’ αὐτὸν καθαιρεῖ Κύριλλον καὶ Μέμνονα. Ἐκ δὲ λιβέλλων ἐπιδεδομένων παρὰ Κυρίλλου καὶ Μέμνονος τῇ ἅμα σφίσι Socr. vii 34 Theophan. 90-91 συναθροισθείσῃ συνόδῳ, εἰ καὶ Σωκράτης ἀγνοήσας ἑτέρως ἱστόρησε, μετακαλεῖται Ἰωάννης ἐφ’ ᾗ πεποίηκεν ἀπολογησόμενος καθαιρέσει. Οὗ μὴ συνεληλυθότος μετὰ τρεῖς τὰς γενομένας κλήσεις, ἀπολύονται μὲν τῆς καθαιρέσεως Κύριλλος καὶ Μέμνων, ἀποκρίνονται δὲ τῆς ἁγίας κοινωνίας καὶ πάσης αὐθεντίας ἱερατικῆς Ἰωάννης καὶ οἱ ἀμφ’ αὐτὸν ἱερεῖς. Καὶ πρῶτα μὲν Θεοδοσίου οὐ προσιεμένου τὴν Νεστορίου καθαίρεσιν, ὕστερον δὲ τὴν ἐκείνου βλασφημίαν ἐγνωκότος εὐσεβέσι τε αὖ γράμμασι χρησαμένου πρός τε Κύριλλον καὶ Ἰωάννην τοὺς ἐπισκόπους, συμβαίνουσι πρὸς ἀλλήλους, τὴν Νεστορίου καθαίρεσιν ἐπικυρώσαντες,

Chapter 6

Παύλου τε τοῦ Ἐμεσηνῶν ἐπισκόπου πρὸς τὴνNiceph. xiv 35 Conc. v 296 Ἀλεξάνδρου πόλιν γενομένου, ἐπί τε τῆς ἐκκλησίας τὸν περὶ τούτου φερόμενον λόγον ὁμιλήσαντος, ὁπηνίκα καὶ Conc. v 301, vi 665 Κύριλλος τὴν ἐπιστολὴν Ἰωάννου εὖ μάλα ἐπαινέσας ἐπὶ ῥήματος γέγραφε ταῦτα· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· Ps. xcv 11 λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται Ephes. ii 14 τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς αὐτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύσαντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν· οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾶν. Οὐ γὰρ ἂν διαψεύσαιτο ὁ λέγων· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με 1 Reg. ii 30 δοξάσω. Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ σκάνδαλα περιελὼν ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίας. Καὶ μεθ’ ἕτερα· Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῆς ἐκκλησίας ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι διαβεβαιωσαμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε τῇ ἐπιστολῇ· Περὶ δὲ τῆς θεοτόκου, καὶ τὰ ἑξῆς. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντεςEph. iv 5 — εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα — , ἐδοξάσαμεν τὸν τῶν ὅλων δεσπότην θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι.Ταῦτα μὲν οὖν ἔστιν ἑλεῖν τὸν φιλοπόνως τοῖς τὸ τηνικαῦτα γεγονόσιν ἐπιστῆσαι βουλόμενον.

Chapter 7

Ὅπως δὲ ὁ Νεστόριος ἐξηλάθη, ἢ τί μετὰ ταῦτα Niceph. xiv 36 Conc. v 256 γέγονεν ἐπ’ αὐτῷ, ἢ ὅπως τὸν τῇδε κατέστρεψε βίον, καὶ ὧν ἔτυχεν ἀμοιβῶν τῆς βλασφημίας ἕνεκα, οὐ δεδήλωται τοῖς ἱστορήσασιν· ἃ καὶ διέπεσεν ἄν, καὶ τέλεον διερρύη τε καὶ κατεπόθη τῷ χρόνῳ μηδὲ ψιλῶς ἀκουόμενα, εἰ μὴ Νεστορίου βίβλῳ περιέτυχον τὴν περὶ τούτων ἱστορίαν παρεχομένῃ. Αὐτὸς τοίνυν ὁ τῆς βλασφημίας πατὴρ Νεστόριος, ὁ μὴ κατὰ τοῦ τεθέντος θεμελίου τὴν οἰκοδομίαν ποιησάμενος Matth. vii 26 ἀλλ’ ἐπὶ τῆς ψάμμου κτίσας, ἢ καὶ ταχέως διελύθη κατὰ τὴν τοῦ Κυρίου παραβολήν, πρὸς τοὺς ἐγκαλέσαντάς οἱ μὴ κατὰ τὸ δέον τι καινουργῆσαι, μηδὲ μὴν καλῶς αἰτῆσαι τὴν ἐν Ἐφέσῳ σύνοδον ἁλισθῆναι,γράφει, πρὸς ἄλλοις οἷς ἐβουλήθη, ὑπὲρ τῆς ἰδίας βλασφημίας ἀπολογούμενος, ὡς ἐκ πάσης ἀνάγκης εἰς τοῦτο τάξεως ἐλήλυθεν ἀποκριθείσης τῆς ἁγίας ἐκκλησίας, καὶ τῶν μὲν λεγόντων ἀνθρωποτόκον δεῖν τὴν Μαρίαν ὀνομάζεσθαι, τῶν δὲ θεοτόκον· ἵνα γέ φησι μὴ δυοῖν θάτερον ἁμαρτάνοιτο, ἢ ἀθάνατα συμπλεκομένων, ἢ προσχωροῦντος αὐτῷ θἀτέρου τῶν μερῶν τοῦ ἑτέρου στερηθείη, τὴν χριστοτόκος ἐπενόησε φωνήν. Ἐπισημαίνεταί τε ὡς τὰ μὲν πρῶτα Θεοδόσιος τῇ πρὸς αὐτὸν προσπαθείᾳ τὴν ἐπ’ αὐτῷ γενομένην ἀποβολὴν οὐκ ἐκύρωσεν· εἶτα ὅτι τινῶν ἐπισκόπων ἔνθεν τε κἀκεῖθεν πεμφθέντων πρὸς Θεοδόσιον ἐκ τῆς Ἐφεσίων Conc. v 792 πόλεως, αὐτοῦ τε αὖ δεηθέντος, ἐπετράπη κατὰ τὸ οἰκεῖον ἐπαναζεῦξαι μοναστήριον, ὃ πρὸ τῶν πυλῶν τῆς νῦν Θεουπολιτῶν διάκειται καὶ Νεστορίῳ μὲν ἐπὶ λέξεως οὐκ ὠνόμασται· φασὶ δὲ νῦν τὸ Εὐπρεπίου προσαγορεύεσθαι, ὅπερ ἴσμεν ταῖς ἀληθείαις πρὸ τῆς Θεουπολιτῶν διακείμενον, σταδίοις διεστηκὸς οὐ πλείοσι δύο. Φησὶ γοῦν αὐτὸς ὁ Νεστόριος ὡς τετραετῆ χρόνον αὐτόθι διατρίψας παντοίας ἔτυχε τιμῆς καὶ παντοίων γερῶν ἀπέλαυσε, καὶ ὡς αὖθις Θεοδοσίου θεσπίσαντος ἀνὰ τὴν καλουμένην Ὄασιν φυγαδεύεται. Τὸ δέ γε καίριον ἀπεκρύψατο. Οὐδὲ γὰρ ἐνθαδὶ ὢν τῆς οἰκείας βλασφημίας Theophan. 91 Zonar. iii 240 Socr. vii 34 ἠρέμησεν, ὡς καὶ Ἰωάννην τὸν τῆς Ἀντιόχου πρόεδρον ταῦτα μηνύσαι, ἀειφυγίᾳ τε τὸν Νεστόριον καταδικασθῆναι Γράφει δὲ καὶ διαλεκτικῶς ἕτερον λόγον πρός τινα δῆθεν Αἰγύπτιον συγκείμενον περὶ τῆς αὐτοῦ εἰς Ὄασιν ἐξορίας, ἔνθα τὰ περὶ τούτων πλατύτερον λέγει. Ὧν δὲ τετύχηκε διὰ τὰς παρ’ αὐτοῦ κυηθείσας βλασφημίας τὸν πανόπτην μὴ λαθὼν ὀφθαλμόν, ἐξ ἑτέρων γραμμάτων 26 ἔστιν ἑλεῖν, γενομένων αὐτῷ πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον. Ἐν ἐκείνοις γὰρ ἔστιν εὑρεῖν ὡς ἐπειδὴ μὴ τῆς δεούσης ἔτυχεν ἐπεξελεύσεως, ἡ τοῦ θεοῦ κρίσις αὐτὸν ἐκδεξαμένη αἰχμαλωσίᾳ τῇ πάντων ἐλεεινοτάτῃ συμφορᾷ περιβάλλει. Ἐπειδὴ γοῦν μειζόνων ἐδεῖτο ποινῶν, ἀφείθη μὲν ἐκ τῶν Βλεμμύων, παρ’ ὧν καὶ δορυάλωτος ἔτυχε γεγονώς, θεσπίσμασι δὲ Θεοδοσίου τὴν ἐπάνοδον ἐγνωκότος, τόπους ἐκ τόπων πρὸς ταῖς ἐσχατιαῖς τῆς Θηβαίων ἀμείβων, τῇ τε γῇ προσρηγνύμενος ἀξίως τῆς Cedren. i 595 οἰκείας βιοτῆς τὸν τῇδε βίον ἀπέθετο· δεύτερος Ἄρειος, διὰ τῆς καταστροφῆς διηγούμενός τε καὶ νομοθετῶν ποῖα τὰ ἐπίχειρα καθεστᾶσι τῆς εἰς Χριστὸν βλασφημίας. Ἄμφω γὰρ παραπλησίως εἰς αὐτὸν ἐβλασφημησάτην, ὁ μὲν κτίσμα καλῶν, ὁ δὲ ἄνθρωπον δοξάζων. Πρὸς ὃν ἥδιστα ἂν εἴποιμι, μεμφόμενον μὴ κατὰ τὸ δέον τὰ ἐν Ἐφέσῳ συντεθῆναι ὑπομνήματα, πανουργίᾳ δὲ καί τινι ἀθέσμῳ καινοτομίᾳ Κυρίλλου τεχνάζοντος, τί δή ποτε καὶ παρὰ Θεοδοσίου προσπάσχοντός οἱ ἐξηλάθη, καὶ οὐδεμιᾶς φειδοῦς τετυχηκὼς τοσούτοις ἐξοστρακισμοῖς κατεκρίθη, καὶ οὕτω τὸν τῇδε κατέλυσε βίον· ἢ τί δή ποτε, εἰ μὴ θεία κρίσις ἐγεγόνει ἡ διὰ Κυρίλλου καὶ τῶν ἀμφ’ αὐτὸν ἱερέων, ἀμφοτέρων αὐτῶν τοῖς ἀπελθοῦσι συναριθμηθέντων, ἡνίκα, Thuc. ii 45 ὥς τινι τῶν θύραθε σοφῶν εἴρηται, τὸ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται, ὁ μὲν ὡς βλάσφημος καὶ θεομάχος κατακέκριται, ὁ δὲ ὡς μεγαλόφωνος κῆρυξ καὶ μέγας τῶν ὀρθῶν δογμάτων πρόμαχος ᾄδεταί τε καὶ κηρύσσεται; Ὡς ἂν τοίνυν μὴ ψεύδους γραφὴν ἀπενεγκώμεθα, φέρε, Νεστόριον αὐτὸν εἰς μέσον παραγάγωμεν τὰ περὶ τούτων διδάσκοντα. Καί μοι τῆς σῆς ἐπιστολῆς ἀνάγνωθι αὐτοῖς ἔνια τοῖς ὀνόμασιν, ἥ σοι συντέθειται πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον· Ἐκ τῶν πρώην περὶ τῆς ἁγιωτάτης θρησκείας ἐν Ἐφέσῳ κεκινημένων, Ὄασιν τὴν καὶ Ἴβιν ἐκ θεσπίσματος βασιλικοῦ κατοικοῦμεν. Καί τινων ἐν μέσῳ λελεγμένων ἐπάγει· Ἐπειδὴ δὲ ἐκ βάθρων μὲν ἡ προειρημένη καὶ† βαρβαρικῆς Rev. de l'hist. des relig. viii 559 αἰχμαλωσίας καὶ πυρὶ καὶ σφαγαῖς ἐκλελίκμηται, ἡμεῖς δὲ παρὰ τῶν βαρβάρων οἶκτον οὐκ οἶδ’ ὅπως ἐξαίφνης ἐφ’ ἡμῖν ἀναλαβόντων ἀπολελύμεθα, μετὰ τοῦ καὶ διαμαρτυρίαις ἡμᾶς ἀπειλητικαῖς καταπλῆξαι διὰ τάχους τὴν χώραν ἐκδραμεῖν, ὡς Μαζίκων αὐτὴν μετ’ αὐτοὺς ἀμελλητὶ παραληψομένων, ἥκομεν ἐς τὴν Θηβαίων μετὰ τῶν αἰχμαλώτων λειψάνων, οὓς ἡμῖν οἱ βάρβαροι κατ’ οἶκτον προσήγαγον, τί βουλόμενοι, λέγειν οὐκ ἔχω. Οἱ μὲν οὖν πρὸς τὰς καταθυμίους ἑκάστῳ διαγωγὰς ἀπολέλυνται. Ἡμεῖς δὲ φανεροὺς ἑαυτοὺς ἐγκαθιστῶμεν τῇ Πανὸς ἐπιστάντες. Δεδοίκαμεν γὰρ μή τις ἡμῶν πραγματείαν τὴν αἰχμαλωσίαν ποιούμενος ἢ φυγάδων καθ’ ἡμῶν ἀναπλάσῃ διαβολὴν ἤ τινος ἄλλης μηχάνημα μέμψεως· εὔπορος γὰρ διαβολῶν παντοδαπῶν ἡ κακία. Διὸ δὴ ἀξιοῦμεν τὸ ὑμέτερον μέγεθος τῆς ἡμετέρας αἰχμαλωσίας φροντίσαι κατὰ τὸ τοῖς νόμοις δοκοῦν, καὶ μὴ ἐπιδοῦναι κακοτεχνίαις ἀνθρώπων αἰχμάλωτον εἰς κακίαν ἔκδοτον, ἵνα μὴ πάσαις ἐκ τούτου γενεαῖς τραγῳδῆται κρεῖττον εἶναι βαρβάρων αἰχμάλωτον ἢ πρόσφυγα βασιλείας ῥωμαϊκῆς. Καὶ ὅρκους ἐπαγαγὼν ᾔτησεν οὕτως· Ἀνενεγκεῖν τὴν ἡμετέραν ἐξ Ὀάσεως ἐνταῦθα διαγωγὴν ἐκ βαρβαρικῆς γενομένην ἀφέσεως, ὥστε τὴν τῷ θεῷ δοκοῦσαν καὶ νῦν ἐξενεχθῆναι περὶ ἡμῶν διατύπωσιν. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἐπιστολῆς δευτέρας· εἴτε ὡς φιλικὸν παρ’ ἡμῶν πρὸς τὴν σὴν μεγαλοπρέπειαν γράμμα, εἴτε ὡς ὑπόμνησιν παρὰ πατρὸς πρὸς υἱὸν τὸ παρὸν τοῦτο λογισάμενος ἀνάσχου, παρακαλῶ, τῆς ἐν αὐτῷ διηγήσεως, περὶ πολλῶν, καθ’ ὅσον ἐνῆν, γεγραμμένης παρ’ ἡμῶν βραχυλόγου οὔσης. Ὀάσεως τῆς Ἴβεως ἐκ πολλῶν πρώην ἀφανισθείσης, τοῦ τῶν Νουβαδῶν πλήθους ἐπ’ αὐτὴν ἀναδραμόντος... Καὶ μεθ’ ἕτερα· Τούτων δὲ οὕτως συμβάντων, οὐκ οἶδ’ ἐκ ποίας ὁρμῆς ἢ ποίαν ἀφορμὴν τῆς σῆς λαβούσης μεγαλοπρεπείας, πρὸς Ἐλεφαντίνην τινὰ τῆς Θηβαίων ἐπαρχίας πέρας οὖσαν βαρβαρικῶν διὰ στρατιωτῶν ἐκ τῆς Πανὸς ἐπεμπόμεθα, συρόμενοι πρὸς αὐτὴν διὰ τῆς προρρηθείσης στρατιωτικῆς βοηθείας. Καὶ τῷ πλείονι τῆς ὁδοῦ συντριβέντες πάλιν ἄγραφον τῆς σῆς ἀνδρείας καταλαμβάνομεν κέλευσμα εἰς τὴν Πανὸς ὑποστρέψειν. Συγκοπέντες δὲ τοῖς τῆς ὁδοιπορίας συμπτώμασιν ἐν νοσοῦντι καὶ γηράσαντι σώματι, καὶ τὴν χεῖρα καὶ τὴν πλευρὰν συντριβέντες ἀφικόμεθα πάλιν εἰς τὴν Πανός, τρόπον τινὰ ψυχορραγοῦντες καὶ τοῖς συμπτώμασιν ἔτι τοῖς τῶν ἀλγηδόνων μαστιγούμενοι κακοῖς. Μετῆγε δὲ πάλιν ἡμᾶς ἐκ τῆς Πανὸς πρὸς τὴν ὑπ’ αὐτὴν ἐνορίαν ἕτερον τῆς σῆς ἀνδρείας ἔγγραφον ἱπτάμενον πρόσταγμα. Ταῦτα στήσεσθαι καθ’ ἡμῶν λογιζομένων καὶ τὸ τοῖς καλλινίκοις βασιλεῦσι δοκοῦν περὶ ἡμῶν ἀναμενόντων, ἐξαίφνης πρὸς ἄλλην ἐξορίαν καθ’ ἡμῶν τετάρτην πάλιν ἀφειδῶς ἄλλο συνετίθετο.Καὶ μετ’ ὀλίγα· Ἀλλ’ ἀρκέσθητι τοῖς πεπραγμένοις, παρακαλῶ, καὶ τῷ τοσαύτας καθ’ ἑνὸς σώματος ἐξορίας ὁρίζειν· καὶ τῆς ἐπὶ τοῖς ἀνενεχθεῖσι παρὰ τῆς σῆς μεγαλοπρεπείας καὶ παρ’ ἡμῶν δὲ δι’ ὧν ἐχρῆν γνωρισθῆναι τοῖς καλλινίκοις ἡμῶν βασιλεῦσι δοκιμασίας ἐπιεικῶς, παρακαλῶ, παραχώρησον. Ταῦτα παρ’ ἡμῶν ὡς πρὸς υἱὸν παρὰ πατρὸς συμβουλεύματα. Εἰ δὲ ἀγανακτήσειας καὶ νῦν ὡς τὸ πρότερον, πρᾶττε τὸ δοκοῦν, εἴ γε τοῦ δοκοῦντος λόγος οὐδεὶς δυνατώτερος.Καὶ ὅδε μὲν οὕτω κἀν τοῖς γράμμασι, πύξ, λάξ, παίει, βαίνει, καὶ τὴν βασιλείαν καὶ τὴν ἀρχὴν βλασφημῶν, ὁ Zacharias iii 1 Rev. de Phist. des relig. viii 570 Theod. Lect. ii 38 Theophan. 93 μηδὲ ἐξ ὧν πέπονθε σωφρονήσας. Ἐγὼ δὲ καί τινος γεγραφότος τὴν τελευταίαν ἐκείνου ῥοπὴν ἀκήκοα λέγοντος ὡς τὴν γλῶσσαν σκώληξι διαβρωθεὶς ἐπὶ τὰ μείζω τε καὶ ἀθάνατα κατ’ αὐτοῦ δικαιωτήρια μετεχώρει.

Chapter 8

Μετὰ δ’ οὖν αὐτὸν Νεστόριον τὸν ἀλάστορα τῆς Κωνσταντίνου τοῦ ἀοιδίμου πόλεως τὴν ἐπισκοπὴν ἐπιτρέπεται Μαξιμιανός, ὑφ’ οὖ πάσης εἰρήνης ἡ τοῦ Χριστοῦ τετύχηκεν ἐκκλησία. Τούτου δὲ αὖ ἐξ ἀνθρώπων γεγενημένου,Πρόκλος τοὺς οἴακας τῆς καθέδρας ἐγχειρίζεται, ὃς πάλαι Κυζίκου ἐπίσκοπος ἐκεχειροτόνητο. Καὶ τοῦδε τὴν κοινὴν τῶν ἀνθρώπων στειλαμένου πορείαν, Φλαβιανὸς τὸν θρόνον διαδέχεται.

Chapter 9

Ὑφ’ οὗ τὰ κατὰ Εὐτυχῆ τὸν δυσσεβῆ κινεῖται,μερικῆς Niceph. xiv 47 Conc. vi 649 Theophan. 99 κατὰ τὴν Κωνσταντίνου ἁλισθείσης συνόδου, λιβέλλους τε αὖ ἐπιδεδωκότος Εὐσεβίου τὴν ἐπισκοπὴν τοῦ Δορυλαίου διέποντος, ὃς καὶ ῥήτωρ ἔτι τυγχάνων πρῶτος τὴν Νεστορίου βλασφημίαν διήλεγξεν. Ὡς δ’ οὖν κληθεὶς Εὐτυχὴς οὐκ ἐλήλυθε, τάδε καὶ παραγενόμενος ἑάλω· εἰρήκει γάρ· Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον Conc. vi 744 ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ· ὃς οὐδὲ τὸ σῶμα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ἔλεγεν εἶναι· καθαιρεῖται μέν, ἐκδεήσεων δὲ αὐτοῦ πρὸς Θεοδόσιον γενομένων, οἷα τῶν συστάντων ὑπομνημάτων παρὰ Φλαβιανῷ πλαστουργηθέντων, πρῶτα μὲν ἀνὰ τὴν Κωνσταντίνου ἡ ἐκ γειτόνων σύνοδος ἁλίζεται, καὶ ὑπ’ Ibid. 753 αὐτῇ καί τισι τῶν ἀρχόντων Φλαβιανὸς κρίνεται· καὶ βεβαιωθέντων ὡς ἀληθῶν τῶν ὑπομνημάτων, ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἀθροίζεται.

Chapter 10

Ἧς ἔξαρχος καθειστήκει Διόσκορος, ὁ μετὰ Κύριλλον Niceph. xiv 47 Theophan. 100 τῆς Ἀλεξανδρέων ἐπίσκοπος, πρὸς ἔχθρας Φλαβιανοῦ τοῦτο τεχνάσαντος Χρυσαφίου τῶν βασιλείων τηνικαῦτα κρατοῦντος, συνδραμόντων ἐν Ἐφέσῳ Ἰουβεναλίου τοῦ Ἱεροσολύμων ἐπισκόπου, τοῦ καὶ πρότερον ἐν Ἐφέσῳ γενομένου, μετὰ πολλῶν τῶν ἀμφ’ αὐτὸν ἱερέων. Συνῆν δὲ τούτοις καὶ Δόμνος ὁ μετὰ Ἰωάννην Ἀντιοχείας πρόεδρος, καὶ μὴν καὶ Ἰούλιος ἐπίσκοπος, τόπον πληρῶν Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου. Παρῆν δὲ αὐτοῖς καὶ Φλαβιανὸς μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπισκόπων, Θεοδοσίου θεσπίσαντος πρὸς Ἐλπίδιον ἐπὶ ῥήματος ταῦτα· Conc. vi 596 Τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῷ εὐλαβεστάτῳ ἀρχιμανδρίτῃ παρόντων μὲν καὶ ἡσυχαζόντων, τάξιν δὲ δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν ἁγιωτάτων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παρ’ αὐτῶν κεκριμένα νῦν δοκιμάζεται... Ἐν τούτῳ τῷ συνεδρίῳ ἀνακαλεῖται μὲν τῆς καθαιρέσεως Εὐτυχὴς παρὰ Διοσκόρου καὶ τῶν ἀμφ’ αὐτόν, ὅπως δὴ τοῖς πεπραγμένοις ἀνείληπται· κατακρίνεται δὲ καθαιρέσεως Φλαβιανὸς καὶ Εὐσέβιος ὁ τοῦ Δορυλαίου πρόεδρος. Κατὰ ταύτην καὶ Ἴβας τῶν Ἐδεσηνῶν ἐπισκοπήσας ἀποκηρύσσεται· καθαιρεῖται δὲ καὶ Δανιὴλ ἐπίσκοπος Καρρῶν, Εἰρηναῖός τε αὖ Τύρου, καὶ πρός γε Ἀκυλίνιος Βύβλου. Ἐπράχθη δὲ καί τινα Σωφρονίου χάριν τὴν Κωνσταντιναίων ἐπισκοπήσαντος. Καθαιρεῖται δὲ παρ’ αὐτῶν καὶ ὁ τῆς Κυρεστῶν ἐπισκοπήσας Θεοδώρητος, καὶ μὴν καὶ Δόμνος ὁ τῆς Ἀντιοχέων. Ἐφ’ ᾧ τί λοιπὸν γέγονεν οὐκ ἔστιν εὑρεῖν. Καὶ οὕτω μὲν τὸ ἐν Ἐφέσῳ δεύτερον διελύθη συνέδριον.

Chapter 11

Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, Niceph. xiv 48 ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσεφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλανθρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶ ἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρηκότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβάνων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε.Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολόγηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶSocr. i 22 ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται· Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, i Cor. xi 19 ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος· Ἡ γὰρ δύναμίς μου ii Cor. xii 9 ἐν ἀσθενείᾳ τελειοῦται. Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν Greg. Theol. PG 36, 337 εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων καταλύουσιν, Euseb. PG 20, 1353 ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπιγραφόμενοι. Ὥστε ἀμέλει ὁ παρ’ αὐτοῖς ὕπατος πατὴρ ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνοφλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκαλοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗ τὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλομένην; Μεθ’ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνάσμασιν ὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι μυστήρια, καθ’ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ,ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.

Chapter 12

Γέγραπται δ’ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ Niceph. xiv 36 τὸ πρῶτον βιβλίον κειμένη — Ἰουστινιανοῦ κῶδιξ ὠνόμασται — τρίτη 21 τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα· ἐν ᾗ τὸν πάλαι ποθούμενον παρ’ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφεν ἐπὶ λέξεως ὧδε· Conc. v 417 Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.

Chapter 13

Ἐν τούτοις τοῖς χρόνοις ἤκμασέ τε καὶ διεφάνη Niceph. xiv 51 καὶ Συμεώνης, ὁ τῆς ὁσίας καὶ πάντα ἀοιδίμου μνήμης, πρῶτος τὴν ἐπὶ κίονος στάσιν ἐπιτηδεύσας, δίπηχυ μόλις ἐνδιαίτημα τὸ περίμετρον, Δόμνου τηνικάδε τὴν Ἀντιοχέων ἐπισκοποῦντος. Ὃς ἐπειδὴ παρ’ αὐτὸν γέγονεν, ἐκπλαγεὶς τὴν στάσιν καὶ τὴν δίαιταν, τῶν μυστικωτέρων ἐγλίχετο· ἄμφω δ’ οὖν συνηλθέτην, καὶ τὸ ἄχραντον ἱερουργήσαντες σῶμα τῆς ζωοποιοῦ κοινωνίας ἀλλήλοις μετέδοσαν. Οὗτος ἐν σαρκὶ τὴν τῶν οὐρανίων δυνάμεων πολιτείαν ζηλώσας, ἐξαίρει μὲν ἑαυτὸν τῶν ἐπὶ γῆς πραγμάτων, καὶ τὴν φύσιν βιασάμενος τὴν τέως κάτω βρίθουσαν τὰ μετέωρα διώκει· καὶ μέσον οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς γενόμενος ἐντυγχάνει τε τῷ θεῷ καὶ μετὰ τῶν ἀγγέλων δοξολογεῖ, ἐκ μὲν τῆς γῆς τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας τῷ θεῷ προσάγων, ἐξ οὐρανοῦ δὲ τοῖς ἀνθρώποις τὴν ἄνωθεν εὐμένειαν καταπραττόμενος. 16 Τούτου τὰς θεοσημείας γέγραφε μὲν καί τις τῶν αὐτοπτῶν γενομένων· γέγραφε δὲ καὶ λογίως ἀπέθετο καὶ AS Jan. i 264 Rel. Hist. PG 82, 1464 Θεοδώρητος, ὁ τὴν Κυρεστῶν ἐπισκοπήσας, ἐν ᾧ τὰ μάλιστα παραλελοιπότες, ὃ μέχρι νῦν σωζόμενον παρὰ τοῖς τῆς ἁγίας ἐρήμου κατειλήφαμεν, καὶ παρ’ αὐτῶν παρειλήφαμεν. Ὅτε δ’ οὖν Συμεώνης οὗτος ὁ ἐπὶ γῆς ἄγγελος, ὁ ἐν Metaphr. PG 114, 349 Theod. Lect. ii 41 Suidas s. v. Symeon σαρκὶ τῆς ἄνω Ἱερουσαλὴμ πολίτης, τὴν ξένην ταύτην καὶ τοῖς ἀνθρώποις ἀγνῶτα τρίβον ἐπετήδευσε, στέλλουσί τινα παρ’ αὐτὸν οἱ τῆς ἁγίας ἐρήμου, ἐντειλάμενοι φάναι· τίς ἡ ξενοπρεπὴς αὕτη πολιτεία, τί τὴν τετριμμένην καὶ τοῖς ἁγίοις πεπατημένην ὁδὸν ἀφείς, ἄλλην τινὰ ξένην καὶ τοῖς ἀνθρώποις καθάπαξ ἀγνοουμένην ὁδεύει· καὶ ὡς ἐπιτετράφασιν αὐτῷ καταβῆναι καὶ τὴν τῶν ἐκλεκτῶν πατέρων ὁδὸν ἀνύειν. Οἵπερ, εἰ μὲν ἐκθύμως ἑαυτὸν πρὸς τὴν κατάβασιν δοίη, συγχωρεῖν ἐκέλευσαν αὐτῷ τὴν ἰδίαν ἐκτρέχειν· ἐκ γὰρ τῆς ὑπακοῆς δῆλον εἶναι ὡς ἐκ θεοῦ ποδηγηθεὶς ὧδε διαθλεύει· εἰ δέ γε ἀντισταίη, ἢ καὶ τοῦ ἰδίου θελήματος δοῦλος γένοιτο καὶ μὴ πρὸς τὴν ἐπιτροπὴν ἰθυδρομήσοι, καὶ πρὸς βίας αὐτὸν καθέλκειν. Ὃς ἐπειδή περ παρ’ αὐτὸν ἐγένετο καὶ τὴν τῶν πατέρων ἀπήγγειλεν ἐντολήν, εὐθέως τε θάτερον τοῖν ποδοῖν προέπεμψε τῶν πατέρων τὴν ἐπιτροπὴν ἐκπληρῶσαι βουλόμενος, ἀφίει αὐτὸν τὴν ἰδίαν Josua i 6 ὁδὸν ἐκπληροῦν, ἐπιφθεγξάμενος· Ἴσχυε καὶ ἀνδρίζου· ἡ στάσις σου παρὰ θεοῦ ἐστιν. Ὅ μοι ἀξιόλογον ὂν ἐξετέθη, τοῖς περὶ αὐτοῦ γραφεῖσι παρειμένον.Metaphr. PG 114, 381 Τούτῳ τοσοῦτον ἡ τῆς θείας χάριτος ἐνέσκηψε δύναμις, ὡς καὶ Θεοδοσίου τοῦ αὐτοκράτορος τεθεσπικότος τοῖς κατὰ τὴν Ἀντιόχου Ἰουδαίοις ἀποδοθῆναι τὰς σφῶν συναγωγάς, ἅσπερ ἔφθησαν παρὰ Χριστιανῶν ἀφῃρημένοι, οὕτω παρρησίᾳ γέγραφεν, οὕτω σφοδρῶς ἐπετίμησε μόνον τὸν ἴδιον βασιλέα εὐλαβούμενος, ὡς καὶ τὸν βασιλέα Θεοδόσιον τὰς ἰδίας ἀνακαλεσάμενον κελεύσεις πάντα πρὸς χάριν Χριστιανῶν ἐκπληρῶσαι, παραλῦσαι δὲ καὶ τὸν ὕπαρχον τὸν ταῦτα διδάξαντα τῆς ἀρχῆς δεηθῆναί τε τοῦ παναγίου καὶ ἀερίου μάρτυρος ἐπὶ ῥήματος ἱκετεύειν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τῆς οἰκείας εὐλογίας μεταδιδόναι. Διέτριψε τοίνυν ἐν σαρκὶ τόνδε τὸν βίον διαθλεύων ἔτη ἓξ καὶ πεντήκοντα· ἐν μὲν τῷ πρώτῳ φροντιστηρίῳ ἔνθα τὰ θεῖα κατηχήθη, ἔτη ἐννέα, ἐν δὲ αὖ τῇ καλουμένῃ μάνδρᾳ ἑπτὰ καὶ τεσσαράκοντα·ἔν τινι μὲν στενῷ τόπῳ ἔτεσι δέκα τὸν ἀγῶνα διανύσας, ἐν δὲ κίοσι βραχυτέροις ἑπτά, καὶ ἐπὶ τεσσαρακοντάπηχυν ἔτη τριάκοντα. Niceph. xiv 51 Metaphr. PG 114, 389 Malal. 369 Τούτου τὸ πανάγιον σῶμα μετὰ τὴν ἐνθένδε ἐκδημίαν κατὰ τὴν Ἀντιοχέων ὕστερον εἰσήχθη, Λέοντος τὰ σκῆπτρα διέποντος, Μαρτυρίου τηνικαῦτα τῆς Ἀντιόχου προεδρεύοντος, Ἀρταβουρίου δὲ αὖ τῶν ἑῴων στρατηγοῦντος ταγμάτων μετὰ τῶν ἀμφ’ αὐτὸν στρατιωτικῶν τελῶν τε καὶ λοιπῶν, κατὰ τὴν αὐτοῦ μάνδραν γενομένων, καὶ τὸν πάνσεπτον διασωσάντων νεκρὸν Συμεώνου τοῦ μακαρίου, ὡς ἂν μὴ αἱ γειτνιῶσαι πόλεις συνελθοῦσαι τοῦτον διαρπάζοιεν. Θαυμάτων τοίνυν μεγίστων καὶ κατὰ τὴν…

Chapter 14

Φέρ…

The complete text is available when the reading interface loads.