The Greek Library Catalogue

Anonymous

Contra monophysitas

Edition reference
Contra monophysitas, ed. M. Amelotti, R. Albertella and, L. Migliardi (post E. Schwartz), Drei dogmatische Schriften Iustinians, 2nd edn. [Legum Iustiniani imperatoris vocabularium. Subsidia 2. Milan: Giuffre, 1973]: 6–78.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Ἰουστινιανοῦ τοῦ γεναμένου ἡμῶν βασιλέως λόγον συντεθεικότος δογματικὸν ἔκ τε τῶν θείων

γραφῶν καὶ τῶν ἁγίων πατέρων πρὸς τοὺς ἐν τῶι Ἐνάτωι τῆς Ἀλεξανδρέων μοναχοὺς ἀναγ-

καῖον ἡγησάμεθα τοῦτον δῆλον καταστῆσαι τῆι σῆι μακαριότητι· ἔχει δὲ οὕτως}

1

Πρώτην εἶναι σωτηρίαν ἅπασιν ἀνθρώποις ἡγούμεθα τὴν τῆς ὀρθῆς πίστεως ὁμολογίαν, μάλιστα

τοῖς τὸν μονήρη βίον ἀνελομένοις. εἰ γὰρ τὸ σῶμα παιδεύειν σπουδάζουσι, πολλῶι μᾶλλον τὴν

ψυχὴν εἰς τὴν περὶ θεὸν πίστιν παιδαγωγεῖν ὀφείλουσι, δι' ἧς τῆς αἰωνίας ζωῆς ἀπολαύειν ἐλπί-

ζομεν. τοῦ γὰρ τελειοτέρου τῆς πίστεως ἔργου μὴ συναρμοζομένου τῆι πράξει, λείπεται νεκρὰν

εἶναι κατὰ τὸ γεγραμμένον τὴν χωρὶς πίστεως ἐργασίαν· οὐδεὶς γάρ φησι, <στεφανοῦται, ἐὰν

μὴ νομίμως ἀθλήσηι>. καὶ τὸ μὲν ἀρρωστῆσαι τῆς κοινῆς φύσεώς ἐστι καὶ τῆς ἀσθενείας τῆς

ἀνθρωπίνης, ἣ πάντων ἅπτεται καὶ τῶν λίαν ἰσχυρῶν τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι καὶ τὴν

ὀρθὴν ἐπιγνῶναι πίστιν καὶ τὴν τῆς ἐκκλησίας ἕνωσίν τε καὶ εἰρήνην ἀσπάσασθαι, τοῦ λογισμοῦ

καὶ τῆς χάριτος. εἰρήνη γὰρ ὁ θεὸς ἔστιν τε καὶ ὀνομάζεται, ὥστε θεοῦ τοῦτο καὶ τῶν θείων

ἐγγὺς ὅσοι τὸ τῆς πίστεως καὶ εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται. ταῦτα δέ φαμεν πρὸς

τὴν ὑμετέραν θεοφίλειαν, μεμαθηκότες ἐκ τῶν γραφέντων ἡμῖν παρὰ τοῦ μακαριωτάτου ἀρχιε-

πισκόπου τῆς Ἀλεξανδρέων καὶ πατριάρχου Ζωίλου ὅτι τὴν τῶι θεῶι φίλην εἰρήνην ἀσπασάμενοι

προσεδράμετε τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι εὑρηκότες ὀρθὰ εἶναι τὰ ἐν αὐτῆι κηρυττόμενα δόγ-

ματα, δι' ὧν πᾶσα μὲν αἵρεσις ἀπελήλαται, κατακέκριται δὲ καὶ ἐκβέβληται ἥ τε Παύλου καὶ Νε-

στορίου διαίρεσις τῶν τοῖς τῆς ψυχῆς ὄμμασι τυφλωττόντων καὶ κατὰ τὴν τῶν Ἰουδαίων μανίαν

τὴν θεότητα τοῦ Χριστοῦ ἀπαρνουμένων, ὁμοίως δὲ κατακέκριται καὶ ἐκβέβληται ἡ Ἀπολιναρίου

τε καὶ Εὐτυχοῦς συναίρεσις ἤγουν σύγχυσις τῶν ἀθετούντων τὴν τοῦ Χριστοῦ ἀληθινὴν ἀνθρω-

πότητα. ὅθεν προτρέπομεν τὴν ὑμετέραν θεοφίλειαν τοὺς τῆς πίστεως λοιπὸν καρποὺς ἐπιδεί-

ξασθαι καὶ τοὺς ἔτι τῆι πλάνηι κρατουμένους ὁδηγῆσαι πρὸς τὴν ἀλήθειαν καὶ προσαγαγεῖν τῆι

ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι, ἧς τὸ ἀληθὲς καὶ σωτήριον κήρυγμα προιόντες ἀποδείξομεν διά τε τῶν

θείων γραφῶν καὶ τῶν πατρικῶν παραδόσεων καὶ τὴν τῶν εἰρημένων ἀσεβῶν αἱρετικῶν κακόνοιαν

διελέγξομεν.

2

Κηρύττει γὰρ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι· εἷς γὰρ θεὸς ὁ

πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἶς κύριος Ἰησοῦς Χριστός, δι' οὗ

τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ὧι

τὰ πάντα, τὸ ἐξ οὗ καὶ δι' οὗ καὶ ἐν ὧι μὴ φύσεσι τεμνόντων ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ

ἀσυγχύτου φύσεως ἰδιότητας. μίαν γὰρ οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦμεν ἐν ἑκάστηι

ὑποστάσει τὴν αὐτὴν ἐπιθεωροῦντες οὐσίαν. καὶ ἑκάστην μὲν τῶν ὑποστάσεων μοναχῶς ἐξαγ-

γέλλομεν, ἐπειδὰν δὲ συναριθμῆσαι δέηι, οὐχὶ ἀπαιδεύτωι ἀριθμήσει πρὸς πολυθείας ἔννοιαν

ἐκφερόμεθα. οὐδὲ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξη-

σιν, ἀλλὰ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦντες μένομεν ἐπὶ τῆς μοναρχίας εἰς πλῆθος ἀπε-

σχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες διὰ τὸ μίαν ἐν πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι τὴν

οἱονεὶ μορφὴν θεωρεῖσθαι τῶι ἀπαραλλάκτωι τῆς φύσεως ἐνιζομένην. καὶ θεὸν οὖν ἕκαστον

ὁμολογοῦμεν, ἂν θεωρῆται μόνον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, καὶ θεὸν τὰ τρία μετ' ἀλλήλων

νοοῦμεν τῶι ταυτῶι τῆς κινήσεως καὶ τῆς φύσεως. τριὰς οὖν ὡς ἀληθῶς ἡ τριάς, τριὰς δὲ οὐ

πραγμάτων ἀνίσων ἀπαρίθμησις, ἀλλ' ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ

ἡνωμένα ἐκ φύσεως καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῶι λελυμένωι τὰ μὴ λυόμενα.

3

Ὁμολογοῦμεν δὲ ὅτι ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ σὺν πατρὶ καὶ ἁγίωι πνεύματι

δοξαζόμενός τε καὶ προσκυνούμενος, ὁ γεννηθεὶς ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τὸ ἐκ τοῦ

φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ κινουμένη

σφραγίς, ἡ ἀπαράλλακτος εἰκών, ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος οὐ περιεῖδεν τὸν ἄνθρωπον φθόνωι

διαβόλου καὶ πικρᾶι γεύσει τῆς ἁμαρτίας θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον, ἀλλὰ τὴν

ἡμετέραν ἐργαζόμενος σωτηρίαν ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σαρκοῦται διὰ τὴν ἐμὴν σάρκα

καὶ ψυχῆι νοερᾶι διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται τῶι ὁμοίωι τὸ ὅμοιον ἀνακαθαίρων καὶ πάντα γίνε-

ται πλὴν τῆς ἁμαρτίας ἄνθρωπος. καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς

τῆς ἰδίας δόξης ἐπὶ δυσμῶν τῆς ἡμετέρας ἀσθενείας δοξάζεται· τὴν γὰρ θείαν καὶ ὑπερέχουσαν

δύναμιν οὐκ οὐρανῶν μεγέθη καὶ φωστήρων αὐγαὶ καὶ ἡ τοῦ παντὸς διακόσμησις καὶ ἡ διηνεκὴς

τῶν ὄντων οἰκονομία τοσοῦτον ὅσον ἡ ἐπὶ τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν συγκατάβασις δείκνυσι.

πῶς τὸ ὑψηλὸν ἐν τῶι ταπεινῶι γενόμενον καὶ ἐν τῶι ταπεινῶι καθορᾶται καὶ οὐ καταβαίνει τοῦ

ὕψους; θεότης γὰρ ἀνθρωπίνηι συμπλακεῖσα φύσει καὶ τοῦτο γίνεται κἀκεῖνό ἐστιν, δι' ὃ τέλειον

θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦμεν ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλωι μοι τὴν

σωτηρίαν χαρίσηται ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας. κενοῦται γὰρ ὁ πλήρης, κενοῦται

δὲ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν, ἵνα ἐγὼ μεταλάβω τῆς ἐκείνου πληρότητος.

4

Καὶ ὁ πλουτίζων πτωχεύει· ‘πῶς δὲ πτωχεύει πλούσιος ὤν’; λέγει ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν

τῶι περὶ τῆς σωτηριώδους ἐπιφανείας λόγωι, ‘ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῶι ἀνελάβετο,

ἐν ἰδίαι δικαιοσύνηι ταύτην προβαλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ἐξ ἀνθρώπων οὖσαν

καὶ ὑπὲρ ἀνθρώπους φανερωθεῖσαν καὶ θεοῦ ὅλην γενομένην’, ἵνα καὶ ἄνθρωπος ἦι ὁ θεὸς ἀληθῶς

καὶ θεὸς ἄνθρωπος ἀληθῶς, θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῶι πληρώματι τῆς θεότητος

αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου καὶ ποίησιν καινὴν ἐκ μήτρας παρθένου ἀναστήσασθαι

ἑαυτῶι φυσικῆι γεννήσει καὶ ἀλύτωι ἑνώσει.

5

Τούτοις οὖν ἀκολουθοῦντες τοῦ αὐτοῦ τὰ θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκί,

γινώσκομεν. οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριὰς τοῦ ἑνὸς τῆς

τριάδος θεοῦ λόγου σαρκωθέντος καὶ ἐνανθρωπήσαντος, καὶ οὐκ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον

τὸν Χριστὸν ἐπιστάμεθα, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν θεὸν λόγον κύριον Ἰησοῦν Χριστὸν ὁμολογοῦ-

μεν. καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ

σωτήρ, εἴπερ μὴ ταυτὸν τὸ ὁρατὸν

τῶι ἀοράτωι καὶ τὸ ἄχρονον τῶι ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. εἷς γὰρ ἐξ

ἀμφοῖν καὶ δι' ἑνὸς ἀμφότερα· ὅθεν ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ ἄλλο καὶ ἄλλο ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ λέγοντες οὐ δύο υἱοὺς ἢ δύο ὑποστάσεις ἢ δύο

πρόσωπα εἰσάγομεν, ἀλλ' ἐξ ὧν ἐστιν, ἐν αὐτοῖς αὐτὸν εἶναι γνωρίζομεν. οὕτω γὰρ καὶ τὸ

διάφορον τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς παριστῶμεν ἀναιροῦντες τὴν Εὐτυχοῦς συνουσίω-

σιν καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν ὁμολογοῦμεν βδελυττόμενοι τὴν Νεστορίου διαίρεσιν. τοῦτο

γὰρ καὶ ὁ ἐν ἁγίοις λέγει Κύριλλος ἐν τῶι τρίτωι τόμωι τῶι πρὸς Νεστόριον

6

Οὐ γὰρ ὅτι γέγονεν καθ' ἡμᾶς, τὸ εἶναι θεὸς ἀπολέσει ποτέ, οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστίν,

τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται, μεμένηκεν δὲ

ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν φύσει τε καὶ ὑπεροχῆι θεότητος ὢν ἄνθρωπος οὐδὲν

ἧττόν ἐστιν. ἄμφω δὴ οὖν ἐν ταυτῶι καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ.

7

Δεῖ κἀνταῦθα τοῖς παρὰ τοῦ πατρὸς εἰρημένοις ἐπισκέψαι· τὴν γὰρ ἐν πρόθεσιν ἐπὶ τῶν δύο

φύσεων τῆς θείας τε καὶ ἀνθρωπίνης, ἐν αἷς ὁ Χριστὸς γνωρίζεται, ὁμολογεῖν ἡμᾶς ἐκδιδάσκει,

ἣν πρόθεσιν οἱ αἱρετικοὶ ἀρνοῦνται ἐπὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἁρμόζειν,

διαίρεσιν δῆθεν προφασιζόμενοι διὰ ταύτης γίνεσθαι, ἀγνοοῦντες ὅτι αὕτη ἡ πρόθεσις τὴν ἕνωσιν

ἀσύγχυτον καὶ ἀδιαίρετον φυλάττει. ὅθεν καὶ ἡ θεία γραφὴ τῆι τοιαύτηι κέχρηται προθέσει ἐπὶ

τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. λέγει

γοῦν ὁ θεσπέσιος ἀπόστολος Παῦλος· <τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησοῦ,

ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ' ἑαυτὸν

ἐκένωσεν μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι

εὑρεθεὶς ὡς ἄνθρωπος>. εἰπὼν δὲ ὁ ἀπόστολος ἐν μορφῆι θεοῦ ὑπάρχειν τὸν μονογενῆ υἱὸν τοῦ

θεοῦ καὶ ἐπαγαγὼν μορφὴν δούλου λαβόντα αὐτὸν ἐν ὁμοιώματι γενέσθαι ἀνθρώπων καὶ σχήματι

εὑρεθῆναι ὡς ἄνθρωπον, οὐδὲν ἕτερον ἡμᾶς ἐκδιδάσκει ἢ τὸ ἐν ἑκατέραι μορφῆι τὸν κύριον εἶναι,

τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι. ἀμέλει τοι καὶ ὁ ἐν ἁγίοις Κύριλλος τοῦτο τὸ ῥητὸν

ἑρμηνεύων ἐν τῶι πρὸς Θεοδόσιον λόγωι γράφει τάδε

8

Ὁ συναίδιος τῶι θεῶι καὶ πατρὶ θεὸς λόγος μορφὴν δούλου λαβὼν ἔστιν ὥσπερ ἐν θεότητι

τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν

καὶ κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ' ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος λέγω δὴ καὶ θεότητος, εἰς

ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος.

9

Ἰδοὺ δὲ σαφῶς πάλιν ὁ πατὴρ ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν Χριστὸν ὑπάρχειν ὁμολογεῖ,

ὥσπερ δὲ τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἐκ δύο φύσεων σημαίνει, οὕτω καὶ τὸ ἐν θεότητι καὶ

ἀνθρωπότητι ἐν δυσὶ φύσεσιν εἶναί τε καὶ γνωρίζεσθαι τὸν Χριστὸν δηλοῖ. ὅτι δὲ τὸ ἔκ τινων

συνεστάναι λεγόμενον ἐὰν μὴ ἐν αὐτοῖς γνωρίζηται ἐξ ὧν καὶ συνέστη, σύγχυσιν καὶ ἀφανισμὸν τῶν

συνελθόντων ποιεῖ πραγμάτων, σαφὲς καθέστηκεν ἐξ ὦν πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος κατὰ

τῶν Συνουσιαστῶν λέγει τάδε

10

Εἰ δὲ ὡς ἐν τάξει τῶν ὑγρῶν ἀναμεμῖχθαί φασιν ἀλλήλοις σάρκα τε καὶ λόγον, πῶς ἠγνόησαν

ὅτι τὰ ἀλλήλοις ἀνακιρνάμενα τῶν ὑγρῶν, οἶνος φέρε εἰπεῖν καὶ μέλι, ὃ μὲν ἦσαν, εἰσὶ καθαρῶς

οὐκέτι, προσλήψει δὲ μᾶλλον τῆς ἑτεροειδοῦς ποιότητος εἰς ἕτερόν τι μεθίσταται; οὐκοῦν εἰ συγ-

κεκρᾶσθαί φασι τῶι λόγωι τὴν σάρκα, πᾶσά πως ἀνάγκη λέγειν ἑκάτερον τῶν ὠνομασμένων

ἀποστῆναι μὲν τοῦ εἶναι ὃ ἦν, ἓν δέ τι τὸ ἐξ ἀμφοῖν ἀποτελέσαι μέσον ἑτεροφυές που πάντως ἢ

ὅπερ ἦν ἑκάτερον ἀνὰ μέρος.

11

Ἀποδεδειγμένου τοίνυν ὅτι ἐπὶ τῶν μὴ σωιζομένων μετὰ τὴν σύνθεσιν σύγχυσις γίνεται, δῆλον

ὅτι ἐφ' ὧν μὴ σύγχυσις μηδὲ ἀφανισμὸς τῶν συνελθόντων πραγμάτων ἐστίν, τὸ ἔκ τινος συντεθὲν

καὶ ἐν αὐτοῖς γνωρίζεται, καὶ πρόδηλον ὅτι οἱ ἐκ δύο φύσεων, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρω-

πότητος ἀποτελεσθῆναι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες καὶ μὴ σύγχυσιν ἐν

αὐτῶι γεγενῆσθαι λέγοντες τῶν συνελθουσῶν οὐσιῶν ἀνάγκην ἕξουσι καὶ ἐν αὐταῖς ταῖς δύο

φύσεσιν αὐτὸν ὁμολογεῖν γνωρίζεσθαι, ἐξ ὧν καὶ συνετέθη, ὅπερ ἐστὶν ἐν θεότητι καὶ ἀνθρωπό-

τητι. οὕτω γὰρ οὔτε ἡ διαφορὰ τῶν ἐν Χριστῶι φύσεων ἀναιρεῖται καὶ ἡ τούτων ἕνωσις ἀδιά-

σπαστος φυλάττεται. ἐπεὶ τίνων λέγουσι διαφοράν, ἐὰν μὴ τὰ Χριστὸν ἀποτελέσαντα ἐν αὐτῶι

φυλάττεσθαι δώσωσι; καίτοι τοῦ ἐν ἁγίοις Κυρίλλου ἐν τῶι εἰκοστῶι τετάρτωι λόγωι τοῦ Θησαυ-

ροῦ γράφοντος

12

Ταῦτα λαλεῖ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς θεός, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν· ἀνθρωπίνως

μὲν γὰρ ἔλεγεν <νῦν ἡ ψυχή μου τετάρακται>, θεικῶς δὲ πάλιν <ἐξουσίαν ἔχω θεῖναι αὐ-

τὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν>. τὸ οὖν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος,

τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν τὴν ψυχὴν τῆς τοῦ λόγου δυνάμεως ἔργον ἐστίν.

13

Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι ὑπομνήματι τοῦ κα

ἕκτωι λόγωι τοῦ δευτέρου βιβλίου λέγει

Ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν περικείμενος ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ

οὐκ ἐλευθέραν οὐδὲ ἀνιεμένην παντελῶς εἰς θεοπρεπῆ παρρησίαν ἐποιεῖτο τὴν διάλεξιν, ἐχρῆτο

δὲ μᾶλλον τοιαύτηι δι' οἰκονομίαν ἔσθ' ὅτε, ἧιπερ ἂν πρέποι θεῶι τε ὁμοῦ καὶ ἀνθρώπωι· καὶ

γὰρ ἦν ὄντως κατὰ ταυτὸν ἀμφότερα.

14

Ἀμφότερα δὲ λέγων ὁ πατὴρ κατὰ ταυτὸν εἶναι τὸν Χριστὸν καὶ ἐν ἀμφοτέροις ἔχειν τὴν ἐξου-

σίαν, οὐδὲν ἕτερον ἢ ἐν δυσὶ φύσεσιν αὐτὸν ὑπάρχειν τε καὶ γνωρίζεσθαι δηλοῖ· τὸ γὰρ θεὸς καὶ

ἄνθρωπος ἐπὶ τοῦ Χριστοῦ λεγόμενα οὐσιῶν ἐστι σημαντικά.

15

Καὶ ὅμως οἱ τῆς ἀληθείας ἐχθροὶ πάσας τῶν πατέρων ὑπερβαίνοντες τὰς διδασκαλίας καὶ μάλι-

στα τὰς ἐπὶ τῆι κατακρίσει Νεστορίου τοῦ βλασφήμου παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου προενηνεγ-

μένας καὶ συνοδικῶς βεβαιωθείσας μόνων τῶν πρὸς Σούκεσσον ὑπομνηστικῶν τοῦ ἐν ἁγίοις Κυρίλ-

λου τινὰ πρὸς τὸ δοκοῦν αὐτοῖς παρερμηνεύουσι, τουτέστι τὸ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκω-

μένην καὶ τὸ κατὰ τὸν ἄνθρωπον ὑπόδειγμα καὶ ὅπερ πᾶσιν εἴθισται τοῖς αἱρετικοῖς τὸ ῥήματά

τινα τῶν ἁγίων γραφῶν πρὸς τὴν οἰκείαν ἑρμηνεύειν πλάνην, τοῦτο καὶ αὐτοὶ ποιοῦσι. πλὴν

ἡμεῖς ἐξ αὐτῶν τῶν παρὰ τοῦ πατρὸς εἰρημένων ματαίαν αὐτῶν καὶ τὴν περὶ ταῦτα πλάνην ἀπο-

δείξομεν. τὰ γὰρ ἔμπροσθεν τῶν τοιούτων φωνῶν παρατρέχοντες καὶ τὰ ἐφεξῆς ἀποτεμνόμενοι

σπουδάζουσι τὴν οἰκείαν συνιστᾶν πλάνην. εἰρηκότος γὰρ τοῦ πατρὸς ὅτι

16

μετὰ τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ' ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα

καὶ ἀμέριστον, ἀλλ' ἕνα φαμὲν υἱόν

καὶ δείξαντος ὅτι μετὰ τὴν ἕνωσιν οὐ χρὴ διαιρεῖν τὰς φύσεις, ἀλλ' ἡνωμένας αὐτὰς ἐν Χριστῶι

ὁμολογεῖν, αὐτοὶ ταῦτα παρασιωπῶντες μίαν ἀναπλάττουσι σαρκὸς καὶ θεότητος φύσιν. ὁ μέντοι

ἐν ἁγίοις πατὴρ οὐχ ὡς αὐτοὶ φαντάζονται, μίαν σαρκὸς καὶ θεότητος λέγει φύσιν, ἀλλ' ὡς ἀσάρκου

τοῦ λόγου μίαν εἰπὼν τὴν φύσιν οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν τὸ σεσαρκωμένην, ἵνα

διὰ τοῦ σεσαρκωμένην τὴν ἑτέραν ἡμῖν, τουτέστι τὴν ἀνθρωπίνην παραστήσηι φύσιν. ἀμέλει

μὴ ἀρκεσθεὶς τῆι τοιαύτηι λέξει, ἀλλὰ σαφέστερον τὴν ἑαυτοῦ διάνοιαν παραστῆσαι βουλόμενος,

ἐπήγαγεν εὐθὺς ἃ πάλιν αὐτοὶ παραλιμπάνουσιν

17

Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι τίνα τρόπον ἐνην-

θρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ

θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.

Τί τούτων ἐστὶ σαφέστερον ἢ τίς λοιπὸν τοῖς εὖ φρονοῦσιν ἀμφισβήτησις ὑπολείπεται περὶ τὴν

18

ὁμολογίαν τῶν ἐν Χριστῶι δύο φύσεων, τοιαῦτα τοῦ πατρὸς ἡμῖν παραδεδωκότος; ἀλλ' ἐκεῖνοι

διὰ πάντων τὰ ὀρθὰ διαστρέφειν σπουδάζοντες καὶ τοῦτο ταῖς οἰκείαις προστιθέασι ματαιολογίαις

λέγοντες μὴ δεῖν ὁμολογεῖσθαι στόματι τὰ κατὰ τὴν ἔννοιαν καὶ τοῖς τῆς ψυχῆς ὅμμασι θεωρού-

μενα. τῆς δὲ τοιαύτης αὐτῶν κακουργίας οὐδέν ἐστιν ἀλογώτερον· κατὰ γὰρ τὴν αὐτῶν μανίαν

οὐδὲ θεὸν στόματι ὁμολογήσουσιν, ἐπειδὴ κατὰ μόνην ἔννοιαν καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν αὐτὸν

ἐπιστάμεθα. ὅπου γε καὶ αὐτὸς ὁ πατὴρ ἅπερ τοῖς τῆς ψυχῆς ὄμμασιν ἐθεώρησεν, ταῦτα καὶ

εἶπεν καὶ ἐγγράφως ἐξέθετο· οὐδὲ γὰρ ἄλλως ἐπιστάμεθα τὰ ἐκείνωι θεωρηθέντα, εἰ μὴ διὰ τῶν

αὐτοῦ λόγων τε καὶ γραμμάτων. εἰ δὲ κατὰ τὴν τῶν αἱρετικῶν ἄνοιαν τὰ μόνωι τῶι νῶι θεωρού-

μενα ὁμολογεῖν οὐ προσήκει, πῶς ὁμολογήσουσι τὸ ἐξαίρετον τῆς θεότητος τοῦ κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ, τῆς μὲν σαρκώσεως αὐτοῦ φαινομένης, τῆς δὲ θεότητος αὐτοῦ μόνωι τῶι νῶι

θεωρουμένης; εἰ μέντοι κατὰ τὸν θεῖον ἀπόστολον <καρδίαι μὲν πιστεύεται εἰς δικαιοσύνην,

στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν>, πρόδηλον ὅτι τὰ νῶι θεωρούμενα καὶ στόματι ὁμο-

λογεῖται, καθ' ἃ γὰρ ὁ θεολόγος λέγει Γρηγόριος, κίνημα ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος·

αἰσχρὸν γὰρ αἰσχρὸν καὶ ἱκανῶς ἄλογον κατὰ ψυχὴν ἐρρωμένους σμικρολογεῖσθαι περὶ τὸν ἦχον

καὶ κρύπτειν τὸν θησαυρὸν ὥσπερ ἄλλοις βασκαίνοντας, εἰ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δε-

δοικότες.

19

Τούτων τοίνυν οὕτως ἐχόντων χρὴ πάντας ἀνθρώπους τὸ μέγα τῆς εὐσεβείας προσδεχομένους

μυστήριον τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ στόματι ὁμολογεῖν τὰς

δύο φύσεις τοῦ Χριστοῦ, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην. καὶ ἐν τῶι δευτέρωι γὰρ πρὸς

τὸν αὐτὸν Σούκεσσον ὑπομνηματικῶι ὁ ἐν ἀγίοις Κύριλλος ἅμα μὲν τὴν ἐκείνου περὶ τὴν ἐναν-

θρώπησιν ὀρθόδοξον ἀποδεχόμενος πίστιν, ἅμα δὲ τὴν οἰκείαν γνώμην τρανότερον ἀποδεικνὺς

ταῦτα παραδίδωσι λέγων

20

Ὀρθότατα καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον,

οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, καθ' ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ

σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῆι χοικῆι φύσει. δεῖ γὰρ ἀναγκαίως ἀμφότερα

σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῶι, καὶ τὸ μὴ πάσχειν θεικῶς καὶ τὸ λέγεσθαι παθεῖν

ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ.

21

Δῆλον τοίνυν ἐκ τῶν εἰρημένων ὅτι αἱ δύο φύσεις, τουτέστιν ἡ θεία τε καὶ ἀνθρωπίνη, ἐν τῆι

μιᾶι ὑποστάσει, ὅπερ ἐστὶν ἐν τῶι ἑνὶ προσώπωι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ σώιζονται. λέγει γὰρ δεῖν ἀμφότερα σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν

υἱῶι. προσκείμενον δὲ τὸ δεῖν τὴν ἀνατίρρητον αὐτοῦ περὶ τοῦ δόγματος ἡμῖν σαφηνίζει

γνῶσιν, καὶ τὸ ἀμφότερα δὲ οὐ μιᾶς ἐστι φύσεως σημαντικόν, ἀλλὰ δύο. καθάπερ γὰρ ὁ αὐτὸς

πατὴρ διδάσκει, τὸ μὴ παθεῖν αὐτὸν τῆι θείαι φύσει ἀλλὰ παθεῖν τῆι χοικῆι φύσει οὐκ ἄν τις

οὕτω μανείη ὡς μιᾶς εἶναι φύσεως ὑπολαβεῖν. μιᾶς μὲν γὰρ καὶ τῆς αὐτῆς ὑποστάσεως τοῦ

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ πάθος καὶ τὴν ἀπάθειαν ὁμολογεῖν ἐδιδάχθημεν, οὐ μὴν κατὰ

τὴν αὐτὴν φύσιν· ἐπὶ μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως τὰ ἀλλήλοις ἐναντία κατὰ ταυτὸ συμβαίνειν

ἀδύνατον.

22

Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ τοῖς τῶν πατέρων ἐναντιούμενοι δόγμασι ταῦτα μὴ διακρί-

νοντες εἰς ἑτέραν πάλιν μεταπίπτουσιν ἄνοιαν λέγοντες ὅτι οἱ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦντες

τὸν Χριστὸν καὶ μὴ λέγοντες αὐτὸν μιᾶς εἶναι φύσεως ὥσπερ τὸν ἄνθρωπον οὐ δύο μόνον ἐπὶ

Χριστοῦ λέγειν ὤφειλον φύσεις, ἀλλὰ τρεῖς· ἑτέρα γὰρ ἡ τοῦ λόγου καὶ ἑτέρα ἡ τῆς ψυχῆς καὶ

ἄλλη τοῦ σώματος ἡ φύσις. ταῦτα δὲ λέγοντες οἱ καινοὶ τῶν κακῶν ἐφευρεταὶ εἰπάτωσαν

αὐτοὶ συνομολογοῦντες ἡμῖν ἐκ δύο φύσεων εἶναι τὸν Χριστὸν πῶς τοῦτο νοοῦσιν; ἆρα ὡς ψυχὴν

ἐκτὸς σώματος ἀνειληφότα ἢ σῶμα χωρὶς ψυχῆς; ἓν γὰρ τῶν ἀτόπων πάντως παρέξουσιν. εἰ

δὲ ταύτην τὴν ἀτοπίαν ἐκκλίνοντες καὶ ψυχὴν καὶ σῶμα λέγουσιν ἀνειληφέναι τὸν κύριον, αὐτοὶ

ταῖς οἰκείαις παγίσιν ἐμπλεκόμενοι φανήσονται ἐκ τριῶν φύσεων λέγειν τὸν Χριστὸν ἀναγκαζό-

μενοι. ἀγνοοῦσι δὲ ὅτι τὸ ἄνθρωπος ὄνομα ἄνευ μὲν τῶν ἰδιωμάτων λεγόμενον ἐπὶ κοινοῦ

σημαινομένου λαμβάνεται καὶ οὐσίας ἤτοι φύσεώς ἐστι σημαντικὸν καὶ κατὰ πολλῶν ὑποστάσεων

λέγεται· ἐπειδὰν δὲ τῶι κοινῶι τὰ ἰδιώματα προστεθῆι, τηνικαῦτα ἡ ὑπόστασις ἀναφαίνεται,

ὅτε καὶ διαφορὰ ψυχῆς καὶ σώματος γνωρίζεται. ἀμφότερα γὰρ ἡμᾶς λέγειν καὶ ἡ ἀποστολικὴ

διδάσκει παράδοσις. ὁ μὲν γὰρ θεῖος Παῦλος περὶ τῶν καθ' ἕκαστον λέγων καὶ ψυχὴν καὶ

σῶμα θέλων σημᾶναι τὸν ἐντὸς ἄνθρωπον καὶ τὸν ἐκτὸς ἄνθρωπον ὀνομάζει· ὁ δὲ Ἰάκωβος τὴν

κοινὴν οὐσίαν τῆς ἀνθρωπότητος δηλῶν λέγει· <πᾶσα φύσις θηρίων τε καὶ πετεινῶν ἑρπε-

τῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῆι φύσει τῆι ἀνθρωπίνηι>. τὸ

μέντοι Χριστός ὄνομα οὐκ οὐσίας ἐστὶ σημαντικόν, ἐπειδὴ οὔτε ἐπὶ κοινοῦ σημαινομένου λαμβάνε-

ται οὔτε κατὰ πολλῶν ὑποστάσεων λέγεται οὔτε μὴν ἄνευ τῶν ἰδιωμάτων ὁμολογεῖται. τοῦτο

γὰρ ἡμᾶς καὶ ὁ ἐν ἁγίοις διδάσκει Κύριλλος ἐν τοῖς Σχολίοις αὐτοῦ τοῖς περὶ τῆς ἐνανθρωπήσεως

λέγων ὅτι

23

Τὸ Χριστός ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν τήν τινος οὐσίαν ὅ τι ποτέ ἐστιν, σημαίνει,

καθάπερ ἀμέλει ἄνθρωπος ἢ ἵππος ἢ βοῦς.

24

Εἰ δὲ κατὰ τὴν τῶν αἱρετικῶν βλασφημίαν οὐσίας ὑπῆρχεν δηλωτικὸν τὸ Χριστός ὄνομα ὥσπερ

τὸ ἄνθρωπος, πολλοὶ Χριστοὶ κατ' αὐτοὺς εὑρεθήσονται, καθ' ὧν τὸ κοινὸν τῆς οὐσίας τοῦ

Χριστοῦ λέγουσιν· εἰ δὲ τοῦτο ἀσεβὲς καὶ ἀλλότριον παντελῶς Χριστιανισμοῦ (εἷς γὰρ κύριος

Ἰησοῦς Χριστός), δῆλον ὅτι οὐκ ἐπὶ φύσεως, ἀλλ' ἐπὶ προσώπου εἴτουν ὑποστάσεως τὸ Χριστός

ὁμολογεῖται.

25

Σκοπήσωμεν δὲ καὶ ἄλλως ἣν ἔχει διαφορὰν τὸ τῆς οἰκονομίας μυστήριον πρὸς τὸ κατὰ τὸν

ἄνθρωπον ὑπόδειγμα. ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος σύγκειται ἀμφοτέρων

κτιστῶν, ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς ὑπάρχων κατὰ μὲν τὴν

θεότητα καὶ προαιώνιος καὶ ἄκτιστός ἐστιν, κατὰ δὲ τὴν ἀνθρωπότητα καὶ κτιστὸς καὶ ἐν χρόνωι·

ὅθεν ἄκτιστος ὁ αὐτὸς καὶ κτιστός, ἄχρονος καὶ ἐν χρόνωι. καὶ διὰ τοῦτο ἡμεῖς πάντα ἑνὸς

καὶ τοῦ αὐτοῦ ὁμολογοῦντες τὰ μὲν τῆι θείαι, τὰ δὲ τῆι ἀνθρωπίνηι αὐτοῦ λογιζόμεθα φύσει.

ἀκούσωμεν γὰρ καὶ τοῦ ἐν ἁγίοις Πρόκλου ἐν τῶι εἰς τὴν θεοτόκον λόγωι τὰ παραπλήσια τούτοις

ἡμᾶς ἐκδιδάσκοντος· λέγει γὰρ οὕτως

26

Τόκος παράδοξος, ἀρχὴ καὶ οὐκ ἀρχὴ τοῦ τεχθέντος· τῆς μὲν γὰρ ἀνθρωπότητος γέγονεν

ἀρχή, ἡ δὲ θεότης ἔμεινεν ἄναρχος.

27

Μὴ ἀπατάσθωσαν τοίνυν οἱ ἄνθρωποι μηδὲ ἀπατάτωσαν ἐκ τοῦ κατὰ τὸν ἄνθρωπον ὑποδείγ-

ματος μιᾶς οὐσίας εἶναι τὸν Χριστὸν τερατευόμενοι· τὰ γὰρ ὑποδείγματα οὐ διὰ πάντων ὅμοιά

ἐστιν ἐκείνοις, ὧν εἰς ὑπόδειγμα λαμβάνεται. εἰ γὰρ διὰ πάντων ὅμοια εὑρεθῆι, τὰ αὐτὰ πάν-

τως ἔσται καὶ οὐ παραδείγματα. καὶ ὁ ἐν ἁγίοις γὰρ Κύριλλος κατ' οὐδὲν ἕτερον τῶι τοῦ

ἀνθρώπου κέχρηται παραδείγματι πλὴν διὰ μόνον τὸ ἐκβαλεῖν τὴν Παύλου καὶ Νεστορίου

βλασφημίαν τῶν διαιρούντων τὰς φύσεις ἀπ' ἀλλήλων καὶ εἰς δύο πρόσωπα ἤγουν ὑποστάσεις

ταύτας λαμβανόντων καὶ ἐντεῦθεν δύο υἱοὺς καὶ δύο Χριστοὺς λεγόντων, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ

καὶ πατρὸς υἱόν, ἕτερον δὲ τὸν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας ἀναπλαττόντων,

ὡς διὰ τοῦτο μηδὲ θεοτόκον αὐτὴν παρ' αὐτῶν ὁμολογεῖσθαι, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα

ψιλὸν ἄνθρωπον λέγεσθαι, χάριτι δὲ καὶ οἰκειώσει καὶ σχέσει τῆι πρὸς τὸν κατὰ φύσιν υἱὸν τῆς

υἱότητος ἐκ προκοπῆς ἠξιῶσθαι.

28

Πρὸς ἀπόδειξιν δὲ τοῦ ὅτι ταῦτα οὕτως ἐβλασφήμησαν Παῦλός τε καὶ Νεστόριος, ἐκ τῶν

γεγραμμένων αὐτοῖς ἀσεβειῶν ὀλίγας παρεθέμεθα τὴν τούτων μανίαν πᾶσι Χριστιανοῖς στηλι-

τεύοντες. λέγει γοῦν ὁ ἀσεβὴς Παῦλος ἐν τοῖς περὶ αὐτοῦ πεπραγμένοις

29

Συνῆλθεν ὁ λόγος τῶι ἐκ Δαβὶδ γεγεννημένωι, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ γεννηθεὶς ἐκ πνεύ-

ματος ἁγίου. καὶ τοῦτον μὲν ἤνεγκεν ἡ παρθένος διὰ πνεύματος ἁγίου, ἐκεῖνον δὲ τὸν λόγον

ἐγέννησεν ὁ θεὸς ἄνευ παρθένου καὶ ἄνευ τινὸς καὶ οὐδενὸς ὄντος πλὴν τοῦ θεοῦ, καὶ οὕτως

ὑπέστη ὁ λόγος.

30

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Παῦλος λέγει· ὁ λόγος μείζων ἦν τοῦ Χριστοῦ· Χριστὸς διὰ σοφίας

μέγας ἐγένετο· τὸ ἀξίωμα τῆς σοφίας μὴ καθέλωμεν.

31

Καὶ πάλιν ὁ αὐτὸς αἱρετικὸς Παῦλος λέγει· καὶ γὰρ ἐν προφήταις ἦν, μᾶλλον δὲ καὶ ἐν Μωσῆι

καὶ ἐν πολλοῖς κύριος, μᾶλλον δὲ καὶ ἐν Χριστῶι ὡς ἐν ναῶι· ἄλλος γάρ ἐστιν Ἰησοῦς Χριστὸς

καὶ ἄλλος ὁ λόγος.

32

Εἶτα πάλιν Νεστόριος ὁ ἀσεβὴς λέγει· οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου

παρθένου λέγει γεγεννῆσθαι.

33

Καὶ πάλιν ὁ αὐτὸς ἀνθρωπολάτρης Νεστόριος λέγει· <ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ

τὴν μητέρα αὐτοῦ>· οὐκ εἶπεν· ἐγερθεὶς παράλαβε τὸν θεὸν καὶ τὴν μητέρα αὐτοῦ.

34

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἄλλο ἐστὶ τὸ συνεῖναι τῶι γεγεννημένωι καὶ ἄλλο τὸ

γεννᾶσθαι <τὸ γὰρ ἐν αὐτῆι>, φησί, <γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου>, τουτέστι τὸ

πνεῦμα τὸ ἅγιον ἔκτισεν τὸν ἐν αὐτῆι. εἶδον οὖν οἱ πατέρες ὡς ἐπιστήμονες τῶν θείων γραφῶν

ὅτι ἐὰν ἀντὶ τοῦ σαρκωθέντα θῶμεν τὸν γεννηθέντα, εὑρίσκεται υἱὸς τοῦ πνεύματος ὁ θεὸς λόγος

καὶ δύο πατέρας ἔχων· εἰ δὲ διὰ τοῦ ἑνὸς νῦ, εὑρεθήσεται ὁ θεὸς λόγος κτίσμα τοῦ πνεύματος ὤν.

35

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἀλλ' ὥσπερ ἐλέγομεν θεὸν τὸν πάντων δημιουργὸν

καὶ θεὸν τὸν Μωυσέα (<θεὸν> γάρ φησι, <τέθεικά σε τοῦ Φαραώ>) καὶ υἱὸν τοῦ θεοῦ τὸν Ἰσραὴλ

(<υἱὸς> γάρ φησι, <πρωτότοκός μου Ἰσραήλ>) καὶ ὥσπερ ἐλέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ

γάρ φησιν, ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ' αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστίν) καὶ τὸν Κῦρον ὡσαύτως

(<τάδε λέγει>, φησί, <κύριος τῶι Χριστῶι μου Κύρωι>) καὶ τὸν Βαβυλώνιον ἅγιον (<ἐγὼ>

γάρ φησι, <συντάξω αὐτοῖς· ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς>), οὕτω λέγομεν καὶ

τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον καὶ Χριστόν.

36

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν

κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ

χωριζομένου τὴν τιμὴν οὐ χωρίζω· χωρίζω τὰς φύσεις, ἀλλ' ἑνῶ τὴν προσκύνησιν.

37

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπειδήπερ

ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ.

38

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἡ μακαρία παρθένος οὐκ ἐγέννησεν τὸν υἱὸν τοῦ

θεοῦ, ἀλλ' ἐγέννησεν τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν.

39

Καὶ ταῦτα μὲν Παῦλος καὶ Νεστόριος οἱ ἀσεβεῖς τὴν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσέβειαν

ὑπερβαλλόμενοι· αἴτιον δὲ γέγονεν τῆς αὐτῶν ἀπωλείας τὸ μὴ ὁμολογεῖν τὰς δύο γεννήσεις ἑνὸς

καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν θεοῦ, τουτέστι τήν τε πρὸ αἰώνων

ἐκ τοῦ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐπ' ἐσχάτου τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐν-

δόξου παρθένου καὶ θεοτόκου Μαρίας κατὰ τὴν ἀνθρωπότητα, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον

μὲν τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας παρθένου ψιλὸν ἄνθρω-

πον [καὶ] διὰ τοῦτο αὐτοὺς τὴν ἁγίαν παρθένον θεοτόκον μὴ ὁμολογεῖν καὶ μήτε προφήταις μήτε

εὐαγγελίοις μήτε τοῖς ἀποστολικοῖς κηρύγμασιν ἀκολουθεῖν. πρὸς ἔλεγχον δὲ τῆς αὐτῶν

ἀσεβείας ὀλίγας ἐκ πολλῶν γραφικὰς παρεθέμεθα μαρτυρίας. Ἱερεμίας μὲν γὰρ προαναφωνῶν

περὶ τοῦ Χριστοῦ λέγει τάδε

40

<Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν

ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημέ-

νωι ὑπ' αὐτοῦ, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη>.

41

Τολμῶντα δὲ λέγειν Νεστόριον τὸν δυσσεβῆ μηδαμοῦ τὴν θείαν γραφὴν παραδιδόναι θεὸν ἐκ

τῆς παρθένου γεγεννῆσθαι πῶς οὐ καταιδεῖ ὁ μεγαλόφωνος Ἡσαίας λέγων τάδε; <Ἰδοὺ ἡ παρ-

θένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα-

νουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός>.

42

Καὶ πάλιν ὁ αὐτὸς προφήτης· <ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν,

οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς

ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης>,

πατὴρ <τοῦ μέλλοντος αἰῶνος>.

43

Πῶς δὲ αὐτοὺς οὐκ ἐντρέπεσθαι ποιεῖ, ὃ καὶ τοῖς ἀθέοις Ἕλλησι φοβερὸν δοκεῖ, τὸ παρὰ

Ἰωάννου τοῦ εὐαγγελιστοῦ λεχθέν; <Ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν

θεὸν καὶ θεὸς ἦν ὁ λόγος· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν>.

44

Καὶ πάλιν ἐν τῆι καθολικῆι αὐτοῦ ἐπιστολῆι· <ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκα-

μεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ

τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ ἀκηκόαμεν καὶ

μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν

πατέρα καὶ ἐφανερώθη ἡμῖν>.

45

Καὶ πάλιν ὁ αὐτὸς περὶ τοῦ κυρίου λέγων· <οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ

αἰώνιος>.

46

Τί δὲ πρὸς τὸν ἀπόστολον Παῦλον ἐροῦσι λέγοντα; <κατὰ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ

μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ>.

47

Καὶ πάλιν· <ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάν-

των θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν>.

48

Ἀποδεδειγμένου δὲ ὅτι θεὸς ἀληθινὸς ὁ Χριστός, δείξωμεν ὅτι καὶ εἷς ὁ Χριστός. ἄκουε

γὰρ Παύλου τοῦ ἀποστόλου λέγοντος· <εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος

Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα>.

49

Καὶ ταῦτα μὲν ἡμεῖς προηγάγομεν ἐκ τῶν θείων γραφῶν τὴν ἀσέβειαν ἐλέγχοντες τῶν Παύλωι

καὶ Νεστορίωι κατακολουθούντων, οἵτινες ἀθετοῦντες τὴν οἰκονομίαν τοῦ μεγάλου θεοῦ καὶ

σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς ἐν αὐτῶι δύο φύσεις ἀνὰ μέρος τιθέντες δύο ὑποστάσεις καὶ

δύο υἱοὺς εἴτουν δύο Χριστοὺς ἀναπλάττουσιν· ὅπερ δὲ καὶ πρὸ ὀλίγου εἰρήκαμεν, ὁ ἐν ἁγίοις

Κύριλλος τὴν τούτων ἀσεβῆ διαίρεσιν ἐκβάλλων τῶι τοῦ ἀνθρώπου κέχρηται παραδείγματι δι-

δάσκων ἡμᾶς ὅτι ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου αἱ δύο φύσεις, τουτέστιν ψυχὴ καὶ σῶμα, οὐ δύο ἀν-

θρώπους, ἀλλ' ἕνα τὸν ἄνθρωπον ἀποτελοῦσιν, οὕτω καὶ ἐπὶ τῆς φρικτῆς οἰκονομίας αἱ δύο φύ-

σεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος οὐ δύο υἱοὺς οὐδὲ δύο Χριστούς, ἀλλ' ἔνα τὸν κύριον

ἡμῶν Ἰησοῦν Χριστὸν ἀπετέλεσαν. εὐθέως γοῦν ἐν τῶι πρώτωι πρὸς Σούκεσσον ὑπομνηστι-

κῶι παραφέρων τὸ τοῦ ἀνθρώπου ὑπόδειγμα λέγει τάδε

50

Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν καθ' ἣν ἐσμὲν ἄν-

θρωποι. συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν μὲν τῆς

ψυχῆς, ἑτέραν δὲ τοῦ σώματος, καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο τοὺς ἀνθρώπους

εἶναι παρασκευάζει, ἀλλ' ἕνα 〈τὸν ἄνθρωπον〉 κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος.

51

Καὶ ἐν τῶι δευτέρωι δὲ ὑπομνηστικῶι τῶι πρὸς τὸν αὐτὸν Σούκεσσον τῶι τοῦ ἀνθρώπου χρη-

σάμενος ὑποδείγματι ταῦτα ἡμᾶς ἐκδιδάσκει· λέγει γὰρ οὕτως

Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ' ἡμᾶς ἄνθρωπος. δύο μὲν γὰρ καὶ ἐπ' αὐτοῦ

νοοῦμεν τὰς φύσεις, μίαν τῆς ψυχῆς, ἑτέραν δὲ τοῦ σώματος· ἀλλ' ἐν ψιλαῖς διελόντες ἐννοίαις

καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι οὐκ ἀνὰ μέρος τίθεμεν

τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐνίεμεν αὐταῖς, ἀλλ' ἑνὸς εἶναι νοοῦμεν.

52

Προσέχειν δεῖ τὸν ἀκροατὴν ὅτι ὁ πατὴρ διὰ μὲν τοῦ εἰπεῖν ‘ἐν ψιλαῖς διελόντες ἐννοίαις’

τοὺς σύγχυσιν τῶν φύσεων εἰσάγοντας καὶ τὴν διαφορὰν τούτων ἀρνουμένους ἀποβάλλεται, διὰ

δὲ τοῦ εἰπεῖν ‘οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐνίεμεν

αὐταῖς’ τὴν τῶν Νεστοριανῶν ἐλέγχει βλασφημίαν τῶν ἐπὶ τῆς οἰκονομίας ἀνὰ μέρος τιθέντων

τὰς φύσεις καὶ δύο υἱοὺς καὶ δύο Χριστοὺς ἀναπλαττόντων. ἀμέλει γοῦν ἐπάγει ‘ἀλλ' ἑνὸς

εἶναι νοοῦμεν, ὥστε τὰ δύο μηκέτι εἶναι δύο’, δῆλον δὲ ὅτι ἀνὰ μέρος, ‘ἀλλ' ἡνωμένα’. ὅθεν

λέγει ‘δι' ἀμφοῖν δέ’, τουτέστιν διὰ ψυχῆς καὶ σώματος, ‘τὸ ἓν ἀποτελεῖσθαι ζῶιον’, τουτέστιν

ἕνα ἄνθρωπον καὶ οὐχὶ δύο. ὅπερ καὶ ἐν τῶι προτέρωι πρὸς Σούκεσσον ὑπομνηστικῶι γράφει

λέγων ‘καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο τοὺς ἀνθρώπους εἶναι παρασκευάζει, ἀλλ'

ἕνα τὸν ἄνθρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος’. εἰ δὲ κατὰ τὴν τῶν

αἱρετικῶν συκοφαντίαν ἀπηγόρευσεν ὁ πατὴρ τὸ εἶναι τὰς δύο φύσεις ἢ τὴν μίαν αὐτῶν καὶ διὰ

τοῦτο τὰ δύο εἶπεν μηκέτι εἶναι δύο, τουτέστιν ψυχὴν καὶ σῶμα, ἀνάγκη κατ' αὐτοὺς ἢ ἀναιρε-

θῆναι παντελῶς τὸν ἄνθρωπον ἢ ἄψυχον ἢ ἀσώματον εἶναι, ὅπερ ἀδύνατον· τὸ γὰρ θατέρου

χηρεῦον οὐκ ἄνθρωπος. πρόδηλον οὖν ὅτι ὁ πατὴρ τὸ τοῦ ἀνθρώπου παράδειγμα λέγων δεί-

κνυσι, καθάπερ εἰρήκαμεν, ὅτι ὥσπερ ψυχὴ καὶ σῶμα οὐ δύο ἀνθρώπους, ἀλλ' ἕνα τὸν ἄνθρωπον

ἀποτελοῦσιν, οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας αἱ δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος

οὐ δύο υἱοὺς οὐδὲ δύο Χριστούς, ἀλλ' ἕνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπετέλεσαν. διὰ

τοῦτο γὰρ καὶ ἐν τῶι ὑπομνήματι τῆς πρὸς Ἑβραίους ἐπιστολῆς ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος

λέγει τάδε

53

Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ τὸ τῆς ἑνώσεως ὄνομα τιθέντες μὲν ἐπὶ Χριστοῦ, ἀρνού-

μενοι δὲ δυνάμει πραγμάτων τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα; <φάσκοντες εἶναι σοφοὶ ἐμωράν-

θησαν> κατὰ τὸ γεγραμμένον. ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις ἀνὰ μέρος τε ἡμῖν

ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύντες ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν καὶ ὡς

ἔν γε ψιλῆι συναινέσει καὶ ταυτοβουλίαι καὶ θελημάτων ῥοπαῖς.

54

Ἰδοὺ σαφῶς ὁ πατήρ, καθάπερ εἰρήκαμεν, τὸν μὲν ἀριθμὸν τῶν δύο φύσεων ἐπὶ τοῦ ἑνὸς καὶ

τοῦ αὐτοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖ, τοὺς δὲ διαιροῦντας αὐτὰς ἀπ' ἀλλή-

λων καὶ δύο λέγοντας πρόσωπα καὶ σχετικὴν τῆν ἕνωσιν ἀποβάλλεται. τῶι γὰρ μέμφεσθαι τοὺς

ἀποδειστάντας ἀπ' ἀλλήλων τὰς δύο φύσεις πρόδηλός ἐστιν αὐτὸς ἡνωμένας ταύτας ὁμολογῶν καὶ

ἐκβάλλων φανερῶς τοὺς δύο λέγοντας υἱοὺς ἢ δύο Χριστούς, καθὼς καὶ ἐν τῶι πρὸς Θεοδόσιον

λόγωι λέγει τάδε

55

Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ' οὐδὲ Χριστοὺς ἐροῦμεν δύο, κἂν ἐψυχῶσθαι

πιστεύωμεν ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν.

56

Καὶ πάλιν τὸ αὐτὸ σαφέστερον δείκνυσιν ἐν τῶι ὑπομνήματι τῆς Παύλου πρὸς Ἑβραίους ἐπι-

στολῆς· λέγει γὰρ τάδε

Εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός, οὔτε τῆς ἀνθρωπότητος δίχα νοουμένου τοῦ λόγου μετὰ

τὴν τῆς ἁγίας παρθένου σαρκικὴν ἀπότεξιν οὔτε μὴν ἑνώσεως τῆς πρὸς τὸν θεὸν ἀποφοιτώσης

ποτὲ τῆς σαρκός. εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδρα-

μηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ θεοῦ, ἀλλ' οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν υἱὸς ἀληθῶς,

ἔχοντος ἡμῖν ἀραρότως τοῦ καὶ ἐψυχῶσθαι ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν. κἂν

εἰ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀνάχυσίν τινα

τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ ἐστίν,

ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον.

57

Δεῖ δὲ κἀνταῦθα τὸν ἀναγινώσκοντα προσέχειν τοῖς τοῦ πατρὸς λόγοις. εἰπὼν γὰρ οὐκ ἀνάχυ-

σίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαι, μένειν δὲ μᾶλλον ἑκατέραν ἐν τῆι ἑνώσει τοῦτο

ὅπερ ἐστί, σαφῶς διδάσκει τὰς δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἐν τῶι ἑνὶ προ-

σώπωι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σώιζεσθαί τε καὶ ὁμολογεῖσθαι. ἐξ ὧν συνωθούμενοι

οἱ αἱρετικοὶ ἑτέραν πάλιν ἐπινοοῦσιν ἀσέβειαν καὶ διὰ ταύτης τὴν προτέραν ἐπισκιάσαι βουλό-

μενοι. ἔστι γὰρ ὅτε καὶ μίαν σύνθετον ἀναπλάττουσι φύσιν, ἀγνοοῦντες ὅτι καθάπερ διὰ τῆς τῶν

πατέρων ἀποδείκνυται διδασκαλίας, καὶ ἡμεῖς δὲ ἀνωτέρω εἰρήκαμεν, τὸ τῆς φύσεως ὄνομα ἐπὶ

κοινοῦ λέγεται πράγματος καὶ ἀόριστόν τι σημαίνει καὶ κατὰ πολλῶν ὑποστάσεων κατηγορεῖται.

εἰ τοίνυν αἱ δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος μία κατ' αὐτοὺς γέγονε σύνθετος

φύσις, δῆλον ὅτι κοινόν τι καὶ ἀόριστον ἀπετελέσθη καὶ ζητεῖν ἐπάναγκες ποίας κοινότητος ἢ

κατὰ ποίων ὑποστάσεων τὴν τοιαύτην φύσιν λέγουσι κατηγορεῖσθαι. ὅπερ ἐναντίον ἐστὶ τοῦ

κατὰ Χριστὸν μυστηρίου· ὁ γὰρ Χριστὸς οὐχ ὡς κοινόν τι καὶ κατὰ πολλῶν ὑποστάσεων κατη-

γορεῖται, ἀλλ' ἐπὶ μιᾶς ὑποστάσεως εἴτουν ἑνὸς προσώπου λέγεται ἐν διαφόροις οὐσίαις θεότητος

καὶ ἀνθρωπότητος γνωριζόμενος. καὶ ἡμεῖς μὲν δύο οὐσίας ἐπὶ Χριστοῦ λέγοντες κατὰ μὲν

τὴν θεότητα ἴσμεν αὐτὸν τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι ὁμοούσιον, κατὰ δὲ τὴν ἀνθρωπότητα

πᾶσιν ἀνθρώποις τὸν αὐτὸν γινώσκομεν ὁμοούσιον· οἱ δὲ λέγοντες τὰς δύο οὐσίας μίαν ἀποτελέσαι

σύνθετον φύσιν, ὅπερ ἐστὶν ἕν, κοινῶν τινων εἶναι τὴν κοινότητα ταύτην διδόασιν. ἀνάγκη

γὰρ κατὰ τοὺς ἐκείνων λόγους ἀποτελεσθῆναί τι μέσον ἑτεροφυὲς ἢ ὅπερ ἦν ἑκάτερον ἀνὰ μέρος.

58

Κἀκεῖθεν δὲ αὐτῶν τὰ τῆς ἀτοπίας ἐλέγχεται. εἰ γὰρ διὰ πάντων ὡμολόγηται ἁπλῆν εἶναι

καὶ ἀσύνθετον τὴν φύσιν τῆς ἁγίας τριάδος, αὐτοὶ δὲ σύνθετον εἰσάγουσι τὴν τοῦ υἱοῦ φύσιν,

εὑρεθήσεται κατ' αὐτοὺς ἑτέρα φύσις ἡ τοῦ υἱοῦ παρὰ τὴν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος.

πλὴν καὶ ἡ περὶ τῆς συνθέτου φύσεως εὕρεσις οὐδενὸς ἑτέρου ἢ τοῦ διδασκάλου τῆς πλάνης αὐτῶν

ἐστιν Ἀπολιναρίου τοῦ ποτὲ μὲν μίαν σύνθετον φύσιν λέγοντος, ποτὲ δὲ μίαν θεότητος καὶ ἀνθρω-

πότητος ἀναπλάττοντος. ὅπερ εὑρεῖν ἔξεστιν ἐκ τῶν τοῦ αὐτοῦ αἱρετικοῦ συγγραμμάτων· ἐν

γὰρ τῶι λόγωι ὃν ἐπιγράφει πρὸς τοὺς ἄνθρωπον ὑπὸ τοῦ λόγου προσειλῆφθαι λέγοντας λέγει

τάδε

59

Ἄνθρωπος εἷς ὁ Χριστὸς ὡς εἷς θεὸς ὁ πατήρ, ὅ ἐστι φύσεως, ὥστε καὶ τοῦτο φύσεως συνθέτου

μεταξὺ οὔσης θεοῦ καὶ ἀνθρώπων.

60

Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Ἀπολινάριος ἐν τῶι περὶ τῆς θείας σαρκώσεως λόγωι ἐν κεφαλαίωι

τρισκαιδεκάτωι λέγει τάδε

61

Ἡ σὰρξ ἑτεροκίνητος οὖσα πάντως ὑπὸ τοῦ κινοῦντος καὶ ἄγοντος, ὁποῖόν ποτε ἂν εἴη τοῦτο,

καὶ οὐκ ἐντελὲς οὖσα ζῶιον ἀφ' ἑαυτῆς, ἀλλ' εἰς τὸ γενέσθαι ζῶιον ἐντελὲς συντιθεμένη πρὸς

ἑνότητα τῶι ἡγεμονικῶι συνῆλθεν καὶ συνετέθη πρὸς τὸ οὐράνιον ἡγεμονικόν, ἐξοικειωθεῖσα

αὐτῶι κατὰ τὸ παθητικὸν ἑαυτῆς καὶ λαβοῦσα τὸ θεῖον οἰκειωθὲν αὐτῆι κατὰ τὸ ἐνεργητικόν.

οὕτω γὰρ ἓν ζῶιον ἐκ κινουμένου καὶ κινητικοῦ συνίστατο καὶ οὐ δύο ἢ ἐκ δύο τελείων καὶ αὐτο-

κινήτων. δι' ὅπερ ἄνθρωπος μὲν ἕτερόν τι ζῶιον πρὸς θεὸν καὶ οὐ θεός, ἀλλὰ δοῦλος θεοῦ,

κἂν οὐρανίων ἦι τις δύναμις, ὡσαύτως ἔχει· σὰρξ δὲ θεοῦ σὰρξ γενομένη ζῶιόν ἐστι μετ' αὐτοῦ

συντεθεῖσα εἰς μίαν φύσιν.

62

Τοῦ αὐτοῦ Ἀπολιναρίου αἱρετικοῦ ἐκ τῶν κατὰ Διοδώρου λόγων· ὄργανον καὶ τὸ κινοῦν μίαν

πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· εἰ δὲ μία ἡ ἐνέργεια, μία καὶ ἡ οὐσία, μία ἄρα οὐσία γέγονεν

τοῦ λόγου καὶ τῆς σαρκός.

63

Τοῦ αὐτοῦ ἐν τῶι περὶ σαρκώσεως λόγωι· ὢ καινὴ κτίσις, μῖξις θεσπεσία, θεὸς καὶ σὰρξ μίαν

καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν.

64

Τοῦ αὐτοῦ πρὸς Πέτρον· φύσει μὲν θεὸν καὶ φύσει ἄνθρωπον τὸν κύριον λέγομεν, μιᾶι δὲ καὶ

συγκράτωι τῆι φύσει σαρκικῆι τε καὶ θεικῆι.

65

Πρὸς δὲ τούτοις καὶ αὐτὸν Πολέμωνα τὸν μαθητὴν Ἀπολιναρίου παραθήσωμεν λέγοντα σαφῶς

τίνος ἐστὶν ὁ τῆς συνθέτου φύσεως ἀναπλασμὸς καὶ τὸ μίαν λέγειν σαρκὸς καὶ θεότητος φύσιν. ἐν

γὰρ τῶι κατὰ Τιμοθέου τοῦ συμμαθητοῦ αὐτοῦ λόγωι λέγει τάδε

66

Οὐδὲν δὲ χεῖρον ἐννοῆσαι κἀκεῖνο. θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον…

νο…

The complete text is available when the reading interface loads.