The Greek Library Catalogue

Anonymous

Epistula contra tria capitula

Edition reference
Epistula contra tria capitula, ed. Amelotti, Albertella, and Migliardi, op. cit., 82–126.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

περὶ τούτων τῶν κεφαλαίων λόγον τινὰ ποιοῦνται εἰδότες ὅτι ταῦτα οὐδεὶς δύναται Χριστιανοῦ

προσηγορίαν ἔχων ἐκδικεῖν, ἀλλὰ τῶι ὅρωι ἐναντιοῦνται τῆς ἁγίας ἐν Καλχηδόνι συνόδου τῶι

περὶ τῆς πίστεως προενεχθέντι πρὸς κατάκρισιν Νεστορίου καὶ Εὐτυχοῦς καὶ τῆς αὐτῶν ἀπι-

στίας. οἱ γὰρ τοῖς ὀρθοῖς τῆς ἐκκλησίας ἐναντιούμενοι δόγμασιν ἐπιθυμοῦσιν μᾶλλον τὰ μνη-

μονευθέντα ἀσεβῆ κεφάλαια ἐκδικεῖν τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, ἵνα διὰ ταύτης τῆς προφάσεως

τοὺς ἁπλουστέρους ἀπατήσωσι καὶ τὸν Χριστιανὸν λαὸν τῆς ἐκκλησίας χωρίσωσιν.

2

Ἐπειδὴ δὲ ἐγράψατε δύο εἴδη τὴν ἀσεβῆ ἐκείνην περιέχειν ἐπιστολήν, ἓν μὲν ὅτι ὀρθῶς, ὡς

λέγετε, κατὰ Ἀπολιναρίου ἠγωνίσατο, ἕτερον δὲ ὅτι κἂν εἰ ἔδοξεν ὁ γράψας τὴν ἐπιστολὴν τὸν ἐν

ἁγίοις Κύριλλον διασύρειν, ὅμως τοῦτον τὸν σπῖλον τῆς ὕβρεως ἐν τῶι τῆς ἐπιστολῆς ἀνέτρεψε

τέλει, καὶ διὰ τοῦτο λέγετε ὀφείλειν τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν ὀρθόδοξον κρίνεσθαι, δῆλοι

καθεστήκατε ὅτι οὔτε τὸ ὕφος οὔτε τὴν δύναμιν ἔγνωτε τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς. κατὰ

Ἀπολιναρίου γὰρ οὐδὲν περιέχει, ἀλλ' αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον Ἀπολιναριαστὴν καλεῖ, καὶ

οὐδὲ ἐν τῶι τέλει ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ ἀνέτρεψε τὰ κατὰ τοῦ αὐτοῦ ἐν ἁγίοις εἰρημένα Κυ-

ρίλλου. μᾶλλον μὲν οὖν τὰ χείρονα κατ' αὐτοῦ ἐν τοῖς τελευταίοις εἶπεν, προιόντες δὲ ὅμως

καὶ πᾶσαν τὴν ἀσέβειαν τῆς λεγομένης Ἴβα ἐπιστολῆς καὶ τὴν ματαιότητα τῶν κεφαλαίων ὧνπερ

ἐπέμψατε, ἀποδείξωμεν. πάντων γὰρ ἀναγνωσθέντων τῶν παρ' ὑμῶν γεγραμμένων σφόδρα

ἐλυπήθημεν ὅτι εἰς τοιαύτην ἐνεπέσατε πλάνην ἄνθρωποι ἐξ ἐκείνης ὄντες τῆς χώρας ὅπου ἀεὶ πρὸ

ὑμῶν ἡ ὀρθὴ πίστις ἀμώμητος ἐφυλάχθη. ὅθεν ἀναγκαῖον ἐνομίσαμεν εἶναι καὶ πρὸς τὰ ῥη-

θέντα ὑμῶν κεφάλαια ἀντιγράψαι καὶ παραινέσαι ὑμῖν ταύτης τῆς ἀσεβείας καὶ τοῦ ἀσεβοῦς ὑμῶν

διδασκάλου ἀποστῆναι τοῦ τὰ προειρημένα κεφάλαια συγγραψαμένου. ἀπατῆσαι γὰρ θέλων

ὑμᾶς ῥήματά τινα προήγαγεν ἐκ τῶν θείων γραφῶν, ἅτινα νοήσας κακῶς προσαρμόσαι ῥήμασί

τισι τῆς προειρημένης ἀσεβοῦς ἐπιστολῆς ἐπεχείρησεν. ὅπερ οἱ αἱρετικοὶ πάντες ποιοῦσι ῥή-

ματά τινα τῶν θείων γραφῶν παρερμηνεύοντες καὶ πρὸς τὴν διεστραμμένην ἑαυτῶν μεταφέροντες

ἔννοιαν. καὶ δοκεῖ ἡμῖν ὁ ἀσεβὴς ὑμῶν διδάσκαλος ἢ μὴ ἀνεγνωκέναι τὴν ἀνώνυμον ἐκείνην

ἐπιστολὴν ἢ ἀνεγνωκέναι μέν, κακούργως δὲ ῥήματά τινα ταύτης προαγαγεῖν, τὰ πλείονα δὲ καὶ

χείρονα σιωπῆσαι. λεγούσης γὰρ τῆς αὐτῆς ἐπιστολῆς περὶ τοῦ μακαρίου Κυρίλλου καὶ τοῦ ἀσεβοῦς

Νεστορίου ὅτι ἑκάτεροι κατ' ἀλλήλων βλαβεροὺς λόγους ἔγραψαν καὶ ὅτι Νεστόριος μὲν ἔλεγεν τὴν

μακαρίαν Μαρίαν μὴ εἶναι θεοτόκον, ὡς νομισθῆναι τοῖς πολλοῖς ἐκ τῆς Παύλου τοῦ Σαμοσατέως

αἱρέσεως εἶναι, Κύριλλος δὲ βουλόμενος τοὺς Νεστορίου ἀνατρέψαι λόγους ὤλισθεν καὶ ἐνέπεσεν

εἰς τὸ Ἀπολιναρίου δόγμα, φανερόν ἐστιν ὅτι ὁ γράψας τὴν ἐπιστολὴν τῆι Νεστορίου μανίαι

κεκρατημένος δείκνυται, ὃς αὐτὸν μὲν Νεστόριον ἀρνούμενον θεοτόκον εἶναι τὴν ἁγίαν παρθένον

Μαρίαν μέχρι μόνης τῆς τινων ὑποψίας ἐληλυθέναι φησίν, οὐ μὴν αἱρετικὸν ἐκ τούτου φανῆναι·

τὸν ἐν ἁγίοις δὲ Κύριλλον τὸν τῆς ἐκκλησίας διδάσκαλον εἰς τὸ Ἀπολιναρίου δόγμα ὀλισθῆσαι

διισχυρίζεται καὶ πεσεῖν, διότι εἶπεν αὐτὸν τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι. καὶ

ταῦτα μὲν τὰ ῥήματα παραλέλοιπεν, ὡς εἰρήκαμεν, ὁ διδάσκαλος ὑμῶν γινώσκων ὅτι ὁ λέγων τὸν

ἐν ἁγίοις Κύριλλον ὀλισθῆσαι καὶ πεσεῖν καὶ αἱρετικοὺς καλῶν τοὺς τούτου λόγους πᾶσαν κατα-

δικάζει τὴν ἐκκλησίαν τὴν πατέρα καὶ διδάσκαλον εἰκότως Κύριλλον ἔχουσαν. πῶς δὲ οὐκ

ἔφριξε λέγων ὡς ὁ ἐν ἁγίοις Κύριλλος αἱρετικός ἐστιν, ἐπειδὴ εἶπεν ὅτι αὐτὸς ὁ θεὸς λόγος ἄνθρω-

πος γέγονε καὶ ὅτι οὕτω λέγων διαφορὰν τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῶι οὐχ ὁμολογεῖ;

διὰ τούτων γὰρ τῶν λόγων οὐ μόνον τὸν ἐν ἁγίοις Κύριλλον μέμφεται, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν

τὸν λέγοντα ὅτι <ὁ λόγος σὰρξ ἐγένετο> καὶ πάντας τοὺς προφήτας τὴν διὰ σαρκὸς ἐπιδημίαν

αὐτοῦ τοῦ θεοῦ λόγου κηρύξαντας καὶ μάλιστα Ἱερεμίαν τὸν λέγοντα <οὗτος ὁ θεὸς ἡμῶν, οὐ

λογισθήσεται ἕτερος πρὸς αὐτόν· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις

συνανεστράφη> καὶ πάλιν Ἡσαίαν λέγοντα τὸ παιδίον θεὸν ἰσχυρὸν καὶ πρὸς τούτοις τὸν ἀπό-

στολον Παῦλον λέγοντα ἐν τῆι πρὸς Ἐφεσίους ἐπιστολῆι <ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς

ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσηι τὰ πάντα>. καὶ γάρ, ὡς ἐκεῖνος ὑμῶν ὁ

διδάσκαλος παραφρονῶν λέγει, μέμψεώς εἰσιν ἄξιοι καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ καὶ οἱ

ἀπόστολοι λέγοντες ὅτι αὐτὸς ὁ θεὸς λόγος ἐνηνθρώπησεν, ὡς διὰ τούτων τῶν ῥημάτων τροπὴν

τῆς θεότητος εἰς τὴν ἀνθρωπότητα λέγοντες γεγενῆσθαι. οἱ δὲ αὐτὸν τὸν θεὸν λόγον ἐναν-

θρωπῆσαι μὴ ὁμολογοῦντες φανεροί εἰσι τὸν Χριστὸν ψιλὸν ἄνθρωπον εἶναι καὶ κατὰ χάριν υἱὸν θεοῦ

ὀνομάζεσθαι λέγοντες, ὡς ἡ κακοδοξία Νεστορίου καὶ Θεοδώρου τοῦ διδασκάλου αὐτοῦ λέγει.

αἱ γὰρ θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες ταύταις ἀκολουθοῦντες αὐτὸν τὸν θεὸν λόγον τὸν ἀόρατον

τὸν ἀσώματον τὸ ἐκ τοῦ φωτὸς φῶς τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα

αὐτὸν κατελθεῖν καὶ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι λέγουσιν. καὶ ὁ μὲν ἐν ἁγίοις Γρηγόριος

ἐν τῶι λόγωι τῶι εἰς τὰ θεοφάνια οὕτω λέγει

3

Αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ προαιώνιος ὁ ἀόρατος ὁ ἀπερίληπτος ὁ ἀσώματος ἡ ἐκ τῆς ἀρχῆς

ἀρχὴ τὸ ἐκ τοῦ φωτὸς φῶς ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου

ἡ μὴ κινουμένη σφραγὶς ἡ ἀπαράλλακτος εἰκὼν ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος ἐπὶ τὴν ἰδίαν εἰκόνα

χωρεῖ καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα καὶ ψυχῆι νοερᾶι διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται τῶι ὁμοίωι

τὸ ὅμοιον ἀνακαθαίρων καὶ πάντα γίνεται πλὴν τῆς ἁμαρτίας ἄνθρωπος κυηθεὶς ἐκ τῆς παρθένου

καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῶι πνεύματι· ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι καὶ παρ-

θενίαν προτιμηθῆναι.

4

Τὰ παραπλήσια δὲ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι περὶ τοῦ ἁγίου πνεύματος λόγωι κατὰ

Ἀρειανῶν οὕτω λέγει

Ὁ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς ἀρρήτως ἀφράστως ἀκαταλήπτως ἀιδίως αὐτὸς ἐν χρόνωι

γεννᾶται κάτωθεν ἐκ τῆς παρθένου Μαρίας.

5

Καὶ πάλιν ὁ ἐν ἁγίοις Βασίλειος πρὸς Ἀμφιλόχιον γράφων ἐν τῶι ὀγδόωι κεφαλαίωι οὕτως

εἶπεν

Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν καὶ τὰ ἐν ὕδασι διαιτώμενα καὶ

τὰ χερσαῖα τῶν ζώιων καὶ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακό-

σμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν ὅσον τὸ δυνηθῆναι τὸν θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ

σαρκὸς συμπλακῆναι τῶι θανάτωι, ἵνα ἡμῖν τῶι ἰδίωι πάθει τὴν ἀπάθειαν χαρίσηται.

6

Ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Αὐγουστῖνος ἐπίσκοπος ἐκ τῆς τῶν Ἄφρων χώρας ἐν τῆι περὶ τοῦ συμ-

βόλου ἐκθέσει ταῦτα λέγει

Εἰπὲ καὶ σύ, Ἀμβακοὺμ προφῆτα, μαρτυρίαν περὶ τοῦ Χριστοῦ. <κύριε>, φησὶν, <εἰσακήκοα

τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, ὁ θεός, καὶ ἐξέστην>. ποῖα

ἔργα τοῦ θεοῦ οὗτος θαυμάσας ἐξέστη; μήτι τὴν κτίσιν τοῦ κόσμου; μὴ γένοιτο· ἀλλ' ἄκουσον

πρὸς τί ἐξέστη. <ἐν μέσωι>, φησί, <δύο ζώιων γνωσθήσηι>· τὰ ἔργα σου ὅτι σὺ ὁ θεὸς λόγος

σὰρξ ἐγένου· <ἐν μέσωι δύο ζώιων γνωσθήσηι>. τίς ὢν μέχρι τίνος κατέβης; ἐκστῆναί με

πεποίηκας ὅτι ὁ λόγος δι' οὗ τὰ πάντα ἐγένετο, ἐν φάτνηι ἐτέθης.

7

Τὰ ὅμοια δὲ καὶ ὁ ἐν ἁγίοις Λέων πάπας Ῥώμης ἐν τῆι πρὸς Φλαβιανὸν τὸν ἀρχιεπίσκοπον

Κωνσταντινουπόλεως ἐπιστολῆι οὕτως εἶπεν

Ὁ ἀπαθὴς θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι

θανάτου.

8

Καὶ ταῦτα μὲν αἵ τε θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες εἰρήκασιν· ὅσον δὲ πρὸς τοὺς ὑμετέρους

λόγους, κατηγορίας εἰσὶν ἄξιοι ὡς σύγχυσιν τῆς σαρκὸς καὶ τῆς θεότητος εἰσάγοντες, ἐπειδὴ

αὐτὸν τὸν θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι εἰρήκασιν, ὁπότε καὶ τὸν ἐν ἁγίοις Κύριλλον λέγοντα

αὐτὸν τὸν θεὸν λόγον ἄνθρωπον γενέσθαι σύγχυσιν εἰσάγειν διὰ τούτων τῶν ῥημάτων εἰρήκατε.

ὅτι δὲ ὁ τὴν ἐπιστολὴν γράψας τῆι Θεοδώρου κατεχόμενος μανίαι ἠρνήσατο τὸν θεὸν λόγον ἄν-

θρωπον γεγονέναι, ἐξ αὐτῶν δείξωμεν τῶν κατὰ Ἀπολιναρίου τοῦ ἀσεβοῦς τῶι αὐτῶι αἱρετικῶι

Θεοδώρωι γραφέντων. ἐν γὰρ τῶι τετάρτωι λόγωι γράφει οὕτως

9

Δεδωκέναι σοὶ τινὰς τῶν ἡμετέρων εἶπας τὰ οὐκ ἄν ποτε δοθέντα παρὰ τινὸς τῶν τῆς ἐκκλη-

σιαστικῆς ἀντέχεσθαι δόξης ἐσπουδακότων. ἐπυνθανόμεθα γὰρ εἰ τὸν θεὸν λόγον ὁμολογοῦ-

σιν ἄνθρωπον γεγενῆσθαι. εἰπὼν ἐπήγαγες· ἐδίδοσαν. καὶ τίς ἂν ἔχων νοῦν ἄνθρωπον

εἴποι τὸν θεὸν γεγενῆσθαι λόγον, ὡς ὑμεῖς φατέ, εἰ μὴ ἄρα τὴν αὐτὴν ὑμῖν πρότερον νοσήσειεν

ἄνοιαν. ἡμεῖς γὰρ εἰληφέναι ἄνθρωπον τὸν θεὸν λόγον καὶ σφόδρα φαμέν, γεγενῆσθαι δὲ ἄν-

θρωπον καθ' ὑμᾶς οὐκ ἄν ποτε εἰπεῖν ἀνασχοίμεθα.

10

Ἀποδειχθέντος τοίνυν διὰ τῶν εἰρημένων Θεοδώρωι σύμφωνον εἶναι τὴν ἀσέβειαν τῆς ἐπιστο-

λῆς τῆι αἱρετικῆι ἐκείνου μανίαι, πῶς οὐ δικαίως πᾶς τὴν ἐλπίδα ἴσχων εἰς τὸν σαρκωθέντα καὶ

ἐνανθρωπήσαντα θεὸν λόγον ὁμοίως καὶ Θεόδωρον καὶ τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν κατα-

δικάσει; ἐπειδὴ δὲ ἐπαινεῖτε τὴν ἀσεβῆ ἐπιστολὴν περιέχουσαν ὅτι ὁ λέγων αὐτὸν τὸν θεὸν λόγον

σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι τὴν διαφορὰν ἀναιρεῖ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν τῶι ναῶι,

γινώσκετε ὅτι διαφορὰν μὲν τῶν φύσεων ἐξ ὧν ὁ εἷς Χριστὸς ὁ κύριος καὶ θεὸς ἡμῶν συνετέθη,

ὀρθῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία κηρύττει, διαφορὰν δὲ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῶι οὐδεὶς

τῶν ἁγίων πατέρων ἐδίδαξεν, ἀλλὰ μόνοι οἱ ἀσεβεῖς Νεστόριος καὶ Θεόδωρος εἰρήκασι δύο

ἐντεῦθεν πρόσωπα εἰσάγειν βουλόμενοι. κἂν γὰρ αἱ θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες τῆι

τοῦ ναοῦ ὀνομασίαι κέχρηνται, ἀλλὰ τὸ σῶμα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ σημαίνοντες τοῦτο

λέγουσι, καθὼς εἶπεν ὁ εὐαγγελιστής, <αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ>,

οὐδεὶς γὰρ τοῦ ἑνὸς προσώπου τοῦ Χριστοῦ διαφορὰν πρὸς ἑαυτὸ εἶναί φησιν, ὡς ἄλλον ἐν ἄλλωι

εἶναι, ἀλλὰ τῶν φύσεων μόνον ἐξ ὧν ὁ εἷς Χριστὸς ἀσυγχύτως καὶ ἀδιαιρέτως ἀπετελέσθη. καὶ

ὑμεῖς τοίνυν τὴν τῆς ἐπιστολῆς ἐκδικοῦντες ἀσέβειαν τῆς ἀρνουμένης αὐτὸν τὸν θεὸν λόγον ἄν-

θρωπον γεγενῆσθαι πρόδηλοι καθεστήκατε δύο πρόσωπα εἰσάγοντες καὶ ταῦτα νοοῦντες περὶ

τοῦ Χριστοῦ ὡς ψιλοῦ ἀνθρώπου ὅπερ ὁ ἀπόστολος εἶπεν διὰ τοὺς πιστοὺς ὅτι ὑμεῖς <ναὸς θεοῦ

ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν>, ὡς κατὰ τὴν ὑμετέραν πλάνην μηδεμίαν εἶναι

διαφορὰν μεταξὺ ἡμῶν τῶν ἀνθρώπων καὶ τοῦ Χριστοῦ, καθ' ἃ καὶ αὐτὸς Θεόδωρος ὁ αἱρετικὸς

ὁ διδάσκαλος τοῦ γράψαντος τὴν ἐπιστολὴν ἐν τῶι τρίτωι κατὰ Ἀπολιναρίου λόγωι παραφρονῶν

ταῦτα ὡς ἐκ προσώπου τοῦ Χριστοῦ λέγει

11

Ἐγὼ μὲν, ὃν ὁρᾶτε, δύναμαι μὲν ποιεῖν οὐδὲν κατὰ τὴν οἰκείαν φύσιν ἅτε ἄνθρωπος ὤν,

ἐργάζομαι δέ, ἐπειδὴ ἐν ἐμοὶ μένων ὁ πατὴρ ἅπαντα ποιεῖ. ἐπειδὴ γὰρ ἐγώ τε, φησίν, ἐν τῶι

πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, θεὸς δὲ λόγος ἐν ἐμοὶ ὁ τοῦ θεοῦ μονογενής, δῆλον ὅτι καὶ πατὴρ σὺν

αὐτῶι ἐν ἐμοί τε μένων καὶ τὰ ἔργα ποιῶν. καὶ θαυμαστόν γε οὐδὲν ἐπὶ τοῦ Χριστοῦ τοῦτο

νομίζειν, σαφῶς αὐτοῦ περὶ τῶν λοιπῶν λέγοντος ἀνθρώπων. ὁ ἀγαπῶν με <τὸν λόγον μου

τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν

παρ' αὐτῶι ποιήσομεν>. εἰ γὰρ παρ' ἑκάστωι τῶν τοιούτων ὅ τε πατὴρ καὶ ὁ υἱὸς τὴν

μονὴν ποιοῦνται, τί θαυμαστὸν εἰ ἐν τῶι κατὰ σάρκα δεσπότηι Χριστῶι ἄμφω κατὰ ταυτὸν

νομίζοιντο μένειν τῆς κατὰ τὴν οὐσίαν κοινωνίας προσιεμένης, ὡς εἰκός, καὶ τὴν τῆς μονῆς

κοινωνίαν;

12

Τούτων τοίνυν οὕτω παρὰ τοῦ δυσσεβοῦς Θεοδώρου εἰρημένων, οὐ θαυμαστὸν εἴπερ ὁ ἐκπεσὼν

τοῦ θεοῦ τῆι ἀσεβείαι συνεζευγμένην ἔχει καὶ μωρίαν, καθὼς περὶ τῶν ἀσεβῶν ὁ προφήτης

Ἡσαίας λέγει <ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει>. ὁ γὰρ τὸν

πατέρα καὶ τὸν υἱὸν οὕτω μένειν ἐν τῶι Χριστῶι καθὼς καὶ ἐν τοῖς λοιποῖς ἀνθρώποις διισχυρι-

ζόμενος καὶ μὴ ὁμολογῶν τὸν Χριστὸν εἶναι τὸν θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα

πῶς λέγει Χριστὸν κατὰ σάρκα; οἱ γὰρ ἅγιοι πατέρες ὁμολογοῦντες τὸν Χριστὸν εἶναι τὸν θεὸν

λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ὅταν τι περὶ αὐτοῦ ταπεινὸν λέγωσιν, ὀρθῶς ἐπάγουσι

τὸ κατὰ σάρκα.

13

Ἀλλ' εἰ καὶ προσῆκον ἦν τοὺς Θεόδωρον ἐκδικοῦντας καὶ ἐκ ταύτης αὐτοῦ τῆς καθ' ὑπερ-

βολὴν βλασφημίας τὴν τούτου ἐκκλῖναι δυσσέβειαν, ἀλλ' οὖν διὰ τὴν τούτων ἀναίδειαν καὶ ἄλλας

αὐτοῦ βλασφημίας προαγάγωμεν, δι' ὧν δύο εἰσάγει πρόσωπα. μεμφόμενος γὰρ τοὺς λέγον-

τας ὅτι ὁ θεὸς λόγος ὁ πρὸ αἰώνων γέγονεν ἐπ' ἐσχάτων ἄνθρωπος, οὕτω λέγει ἐν τῶι κατὰ

Ἀπολιναρίου τετάρτωι λόγωι

14

Ὁ πρὸ αἰώνων, φησίν, γέγονεν ἐπ' ἐσχάτων· πάλιν, ὥς τινων δεδωκότων, καὶ τοῦτο λέγων,

οὐδενὸς ἂν τῶν εὐσεβεῖν ἐσπουδακότων ταύτην ἑλομένου νοσῆσαι τὴν ἄνοιαν, ὥστε τὸν πρὸ

αἰώνων εἰπεῖν ἐπ' ἐσχάτων γεγενῆσθαι.

15

Καὶ μεθ' ἕτερα· Οὐκοῦν τοῖς ὑμετέροις ἑπόμενοι νόμοις καὶ τὴν ὑπὸ τῆς ἀγχινοίας νομο-

θετουμένην ἀντιστροφήν, μᾶλλον δὲ καταστροφὴν δεξάμενοι, φέρε δὴ πάντα εἰς ταυτὸν συγχέω-

μεν καὶ μηδεμία λοιπὸν ἔστω διάκρισις, μὴ θεοῦ μορφῆς μὴ δούλου μορφῆς, μὴ ναοῦ ληφθέντος

μὴ τοῦ ἐνοικοῦντος ἐν τῶι ναῶι, μὴ τοῦ λυθέντος μὴ τοῦ ἐγείραντος, μὴ τοῦ τελειωθέντος ἐν

πάθεσι μὴ τοῦ τελειώσαντος, μὴ τοῦ μνημονευθέντος μὴ τοῦ μνημονεύσαντος, μὴ τοῦ ἐπισκεφθέν-

τος μὴ τοῦ ἐπισκεψαμένου, μὴ τοῦ βραχὺ παρ' ἀγγέλους ἐλαττωθέντος μὴ τοῦ ἐλαττώσαντος, μὴ

τοῦ δόξηι καὶ τιμῆι στεφανωθέντος μὴ τοῦ στεφανώσαντος, μὴ τοῦ καταστάντος ἐπὶ τὰ ἔργα

τῶν χειρῶν τοῦ θεοῦ μὴ τοῦ καταστήσαντος, μὴ τοῦ λαβόντος αὐτὰ ἐν ὑποταγῆι μὴ τοῦ δόντος

τὴν ὑποταγήν.

16

Ἐκ τούτων τοίνυν τῶν ἀσεβῶν Θεοδώρου ῥημάτων καὶ τῆς οὕτως αὐτοῦ προφανοῦς βλασφη-

μίας ἐρυθριάσωσιν οἱ ἀντιποιούμενοι αὐτοῦ τε καὶ τῆς ἀσεβοῦς ἐπιστολῆς. τὸ γὰρ ἀναιδῶς

καὶ πολλάκις ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν λέγειν αὐτὸν καὶ τὸν μὲν εὐεργε-

τοῦντα, τὸν δὲ εὐεργετούμενον, καὶ τὸν μὲν σώσαντα, τὸν δὲ σωθέντα φανερῶς ἀρνεῖται τὴν διὰ τοῦ

μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσγενομένην ἡμῖν σωτηρίαν. ὁ γὰρ παρ' ἄλλου

εὐεργεσίαν λαβὼν ἤτοι σωθεὶς ἑτέρους πῶς δύναται σώιζειν; οἱ τοίνυν τὸν ταῦτα βλασφημήσαντα

ἐκδικοῦντες τίνος οἴονται σῶμα καὶ αἷμα λαμβάνειν, τοῦ εὐεργετηθέντος ἢ τοῦ εὐεργετήσαντος;

ἀλλ' εἰ μὲν τοῦ εὐεργετήσαντος θεοῦ λόγου, πῶς τοῦτο λέγουσιν μὴ ὁμολογοῦντες αὐτὸν σαρκω-

θῆναι καὶ ἐνανθρωπῆσαι; εἰ δὲ τοῦ εὐεργετηθέντος, ματαία αὐτῶν ἡ ἐλπὶς ἀνθρωπολατρείαν

πρεσβευόντων, ὅτι <ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῆι κτίσει παρὰ τὸν κτίσαντα>. ἡμεῖς

δὲ πάντες οἱ τῆς καθολικῆς ἐκκλησίας τὸν θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα ἕνα τε

ὄντα τῆς ἁγίας τριάδος ὁμολογοῦντες αὐτοῦ καὶ τὸ σῶμα καὶ τὸ αἷμα δεχόμεθα εἰς ἄφεσιν

ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον, καθὼς καὶ αὐτὸς ὁ κύριος λέγει· <ὁ τρώγων μου τὴν σάρκα

καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῆι ἐσχάτηι

ἡμέραι. ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πό-

σις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν

αὐτῶι. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων

με κἀκεῖνος ζήσει δι' ἐμέ>.

17

Καὶ ταῦτα μὲν οὕτω καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν· πόσου δὲ ψεύδους ἐστὶ κἀκεῖνο μεστὸν

ὅπερ τῆι μνημονευθείσηι ἀσεβεῖ ἐπιστολῆι περιέχεται περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις

Κυρίλλου; συκοφαντεῖ γὰρ αὐτὸν ὡς μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ

ἐν τούτοις λέγοντα τοῖς κεφαλαίοις καὶ διὰ τοῦτο πάσης ἀσεβείας πεπληρῶσθαι τὰ αὐτὰ κεφάλαια

λέγει, ὅπερ ὁ ὑμέτερος διδάσκαλος πανούργως ἑρμήνευσε λέγων μὴ διὰ τὰ δώδεκα κεφάλαια ἐν

τῆι ἐπιστολῆι εἰρῆσθαι ὅτι ταῦτα πάσης ἀσεβείας πεπλήρωνται, ἀλλ' ὅτι εἴρηται μίαν εἶναι φύσιν

θεότητος καὶ ἀνθρωπότητος, ὅπερ προφανὲς ψεῦδός ἐστιν. ὁ γὰρ ἐν ἁγίοις Κύριλλος οὔτε ἐν

τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν οὔτε ἐν τῆι ἐπιστολῆι ἧιτινι τὰ δώδεκα κεφάλαια ὑποτέτακται,

ἀλλ' οὐδὲ ἐν αὐτοῖς τοῖς κεφαλαίοις μίαν φύσιν θεότητος καὶ ἀνθρωπότητος δείκνυται εἰρηκώς,

ἀλλὰ μίαν ὑπόστασιν ἤτοι πρόσωπον τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ εἶναι

διδάσκει. ὅπερ καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία κηρύττει καὶ πάντες οἱ πατέρες ἐδίδαξαν ἀνα-

θεματίζοντες τοὺς μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λέγοντας. ἄλλο

γάρ ἐστι φύσις καὶ ἄλλο ὑπόστασις ἤτοι πρόσωπον, καὶ ἡ μὲν φύσις τὸ κοινῶς καὶ γενικῶς κατὰ

πάντων προσώπων κατηγορούμενον σημαίνει, ἡ ὑπόστασις δὲ ἤτοι πρόσωπον τὸ ἰδικὸν δείκνυσι·

πρόσωπον γὰρ ἐν ἄλλωι προσώπωι οὐκ ἐπιθεωρεῖται. ὅτι δὲ ἡ μυσαρὰ ἐπιστολὴ περὶ τῶν

δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου λέγει ὡς πάσης ἀσεβείας πεπλήρωται, ἔξεστιν ὑμῖν ἐκ

τῶν ἐφεξῆς τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς τοῦτο εὑρεῖν, ἐν οἷς φανερῶς εἶπεν τὰ αὐτὰ δώδεκα κε-

φάλαια ἐναντία εἶναι τῆι ὀρθῆι πίστει. ἐπειδὴ δὲ μέμφεται ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ ἡ λεγομένη

Ἴβα τὸν ἐν ἁγίοις Κύριλλον ὡς φωνῶν διαφορὰν ἀπαρνούμενον, γινώσκετε ὅτι καὶ ἐν τούτωι

καὶ ὁ γράψας τὴν ἀσεβῆ ἐπιστολὴν καὶ ὁ ὑμέτερος διδάσκαλος ψεύδεται. ἐν πᾶσι γὰρ τοῖς ἰδίοις

λόγοις ὁ ἐν ἁγίοις Κύριλλος περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκων φωνῶν λέγει

διαφορὰν καὶ τὰς μὲν ὑψηλὰς κατὰ τὴν θεότητα αὐτοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρω-

πότητα αὐτοῦ, πάσας δὲ ὅμως ἐξ ἑνὸς καὶ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ λόγου σεσαρκωμένου

εἰρῆσθαι· ἀπαγορεύει δὲ ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἄλλωι καὶ ἄλλωι προσώπωι διανέμεσθαι

ταύτας. ἀλλὰ ἀναμφιβόλως ὑμεῖς δύο προσώποις διανέμειν θέλοντες τὰς φωνάς, διὰ τοῦτο

λέγετε τὸν ἐν ἁγίοις Κύριλλον φωνῶν διαφορὰν ἀπαρνήσασθαι. ἐπειδὴ δὲ βουλόμενος ὑμᾶς

ἀπατῆσαι καὶ ἐν τούτωι ὁ διδάσκαλος ὑμῶν εἶπεν τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην Ἴβα

τῆς Ἀπολιναρίου ἀσεβείας καταγράφειν καὶ διὰ τοῦτο ὀφείλειν αὐτὴν ὀρθόδοξον νομίζεσθαι,

εἰδέναι ὑμᾶς χρὴ ὅτι καὶ ἐν τούτωι ἐψεύσατο· οὔτε γὰρ κατὰ Ἀπολιναρίου, καθάπερ ἀνωτέρω

εἰρήκαμεν, γέγραπται· ὅμως δὲ εἰ καὶ καθ' ὑμᾶς τοῦτο ἦν ἀληθές, οὐ διὰ τοῦτο ἠλευθε-

ροῦτο τῆς κατακρίσεως ἡ αὐτὴ ἐπιστολή. κἂν γὰρ εἴτις αἱρετικὸς εἴπηι κατὰ αἱρετικοῦ, οὐ

διὰ τοῦτο αὐτὸς ὀρθόδοξος δείκνυται. καὶ Ἄρειος γὰρ κατὰ Σαβελλίου εἶπεν καὶ Ἀπολινάριος

κατὰ Ἀρείου καὶ Εὐτυχὴς κατὰ Νεστορίου. καὶ κἂν τὰ μάλιστα διαφόρωι πλάνηι πάντες

οὗτοι κατείχοντο, ὅμως οὐδεὶς αὐτῶν ἐκ τῆς τοιαύτης ἀντιρρήσεως ὀρθόδοξος κρίνεται, ἀλλ'

ὁμοίως πάντες ἀπὸ τῆς καθολικῆς ἐκκλησίας καταδικάζονται.

18

Καὶ ἐκ τούτου δὲ φανερός ἐστιν ὁ τὴν μνημονευθεῖσαν ἀσεβῆ γράψας ἐπιστολὴν δύο πρόσωπα

εἰσάγων, ὅτι εἶπεν· πῶς δυνατὸν ληφθῆναι τὸν ἐν ἀρχῆι λόγον ἐπὶ τοῦ ναοῦ τοῦ ἐκ Μαρίας γεν-

νηθέντος; δι' ὧν ῥημάτων δείκνυται φανερῶς ὅτι οὐ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ τεχθῆναι

ἐκ τῆς ἁγίας παρθένου Μαρίας λέγει, ἀλλὰ ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ὃν ναὸν ἀποκαλεῖ. ὅτι

δὲ καὶ ταύτην τὴν ἀσέβειαν ἐκ τῆς Θεοδώρου διδασκαλίας ἔλαβεν ὁ τὴν μυσαρὰν ἐκείνην γράψας

ἐπιστολήν, δῆλον ἐξ ὧν ἐν τῶι τρίτωι λόγωι κατὰ Ἀπολιναρίου τοῦ αἱρετικοῦ ὁ αὐτὸς ἀσεβὴς

Θεόδωρος ἔγραψεν λέγων οὕτως

19

Ἀλλ' ὅ γε θεὸς καὶ ἐκ θεοῦ καὶ ὁμοούσιος τῶι πατρὶ τῶι μὲν ἐκ τῆς παρθένου γεννηθέντι, ὦ

θαυμάσιε, καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος κατὰ τὰς θείας διαπλασθέντι γραφὰς καὶ τήν γε σύστασιν

ἐπὶ τῆς γυναικείας δεξαμένωι γαστρὸς ἐνῆν, ὡς εἰκός, ἐπειδὴ ἅμα τῶι διαπλασθῆναι καὶ τὸ εἶναι

θεοῦ ναὸς εἰλήφει· οὐ μὴν τὸν θεὸν γεγεννῆσθαι ἡγητέον ἡμῖν ἐκ τῆς παρθένου, εἰ μὴ ἄρα ταυτὸν

ἡγητέον ἡμῖν τό τε γεννηθὲν καὶ τὸ ἐν τῶι γεννηθέντι, τὸν ναὸν καὶ τὸν ἐν τῶι ναῶι θεὸν λόγον.

οὐ μὴν οὐδὲ κατὰ τὴν σὴν φωνὴν ἀποφαντέον πάντηι τὸν ἐκ τῆς παρθένου γεννηθέντα θεὸν εἶναι

ἐκ θεοῦ ὁμοούσιον τῶι πατρί. εἰ γὰρ οὐκ ἄνθρωπός ἐστιν, ὡς φής, ἀναληφθεὶς ὁ γεννηθεὶς ἐκ

τῆς παρθένου, θεὸς δὲ σαρκωθείς, πῶς ὁ γεννηθεὶς θεὸς ἐκ θεοῦ καὶ ὁμοούσιος λέγοιτο ἂν τῶι

πατρὶ τῆς σαρκὸς οὐ δυναμένης ταύτην προσίεσθαι τὴν φωνήν; ἔστιν μὲν γὰρ ἀνόητον τὸ τὸν

θεὸν ἐκ τῆς παρθένου γεγεννῆσθαι λέγειν. τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐκ σπέρματος

αὐτὸν λέγειν Δαβὶδ ἐκ τῆς οὐσίας τῆς παρθένου τετεκμένον καὶ ἐν αὐτῆι διαπεπλασμένον, ἐπείγε

τὸ ἐκ σπέρματος Δαβὶδ καὶ ἐκ τῆς οὐσίας τῆς παρθένου συστὰν ἐν τῆι μητρώιαι γαστρὶ καὶ τῆι

τοῦ ἁγίου πνεύματος διαπλασθὲν δυνάμει γεγεννῆσθαί φαμεν ἐκ τῆς παρθένου.

20

Οὕτω τοίνυν βλασφημοῦντος Θεοδώρου καὶ πολλάκις διαβεβαιουμένου μὴ δυνατὸν εἶναι τὸν

θεὸν καὶ ἐκ θεοῦ καὶ ὁμοούσιον τῶι πατρὶ σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς παρθένου, ἐπειδὴ

οὐδὲ ἡ σὰρξ ὁμοούσιός ἐστι τῶι πατρί, πῶς οὐκ ἐρυθριῶσιν οἱ τὸν τοιοῦτον αἱρετικὸν ἐκδικοῦντες;

ὅστις τοῦτο μὲν ταῖς θείαις γραφαῖς, τοῦτο δὲ καὶ τοῖς ἁγίοις πατράσιν ἐναντία μυσαρῶς ἐξέθετο,

ὁπότε δῆλον πᾶσι καθέστηκεν ὡς ἀπ' ἀρχῆς ἐξ οὗπερ ὁ θεὸς τὴν ἐκκλησίαν ἐθεμελίωσεν ἐν τῆι

ὀρθῆι ὁμολογίαι, πάντες οἱ τοῦ θεοῦ ἱερεῖς ἐκήρυξαν τὸν θεὸν λόγον τὸν ἐκ θεοῦ σαρκωθῆναι ἐκ

τῆς ἁγίας καὶ ἐνδόξου παρθένου Μαρίας σαρκὶ ἐψυχωμένηι ψυχῆι λογικῆι καὶ νοερᾶι καὶ ἐνανθρω-

πῆσαι καὶ ἐξ αὐτῆς τεχθῆναι. καὶ οὕτω διδάσκοντες οὐδὲ τροπὴν τῆς θεότητος εἰς σάρκα

εἰσήγαγον οὐδὲ διὰ τὴν σάρκα ὁμοούσιον αὐτὸν εἶναι τῶι πατρὶ ἀπηρνήσαντο, καθὼς Θεό-

δωρος ληρεῖ, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μὲν τὴν

θεότητα ὁμοούσιον εἶναι τῶι πατρί, κατὰ δὲ τὴν ἀνθρωπότητα τὸν αὐτὸν ὁμοούσιον ἡμῖν εἶναι

ἐδίδαξαν.

21

Πάλιν δὲ ἐν τῶι προλεχθέντι λόγωι ὁ δυσσεβὴς Θεόδωρος βλασφημῶν καὶ ταῦτα λέγει

Ἀλλ' οὐχ ἡ θεία φύσις ἐκ παρθένου γεγέννηται, γεγέννηται δὲ ἐκ τῆς παρθένου ὁ ἐκ τῆς οὐσίας

τῆς παρθένου συστάς· οὐχ ὁ θεὸς λόγος ἐκ τῆς Μαρίας γεγέννηται, γεγέννηται δὲ ἐκ Μαρίας ὁ ἐκ

σπέρματος Δαβίδ· οὐχ ὁ θεὸς λόγος ἐκ γυναικὸς γεγέννηται, γεγέννηται δὲ ἐκ γυναικὸς ὁ τῆι

τοῦ ἁγίου πνεύματος δυνάμει διαπλασθεὶς ἐν αὐτῆι· οὐκ ἐκ μήτρας τέτεκται ὁ ὁμοούσιος τῶι

πατρί, <ἀμήτωρ> γὰρ οὗτος κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν, ἀλλ' ὁ ἐν ὑστέροις καιροῖς ἐν

τῆι μητρώιαι γαστρὶ τῆι τοῦ ἁγίου πνεύματος δυνάμει διαπλασθεὶς ἅτε καὶ <ἀπάτωρ> διὰ τοῦτο

λεγόμενος.

22

Καὶ ταῦτα μὲν ὁ ἀσεβὴς Θεόδωρος παραλογιζόμενος τὴν περὶ τούτου διδασκαλίαν τοῦ ἀπο-

στόλου λέγοντος ἐν τῆι πρὸς Ἑβραίους ἐπιστολῆι περὶ τοῦ κυρίου οὕτως· <πρῶτον μὲν ἑρμηνευ-

όμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς

εἰρήνης, ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος

ἔχων>. τοῦ γὰρ ἀποστόλου περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ εἰπόντος <ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος,

μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων>, ὁ δυσσεβὴς Θεόδωρος ἄλλον λέγει ἀπάτορα

καὶ ἄλλον ἀμήτορα.

23

Ἀλλὰ διελέγξομεν τὴν τῶν οὕτω φρονούντων ἀσέβειαν καὶ ἐκ τῆς τῶν ἁγίων πατέρων διδασκα-

λίας. λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Ναζιανζοῦ ἐπίσκοπος ἐν τῶι περὶ τῶν θεοφανίων

λόγωι οὕτως

24

Τίς οὐ προσκυνεῖ τὸν ἀπ' ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον; πάλιν τὸ σκότος λύεται, πάλιν

τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότωι κολάζεται, πάλιν Ἰσραὴλ στύλωι φωτίζεται. ὁ λαὸς

ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. τὰ ἀρχαῖα παρῆλθε

καὶ γέγονε τὰ πάντα καινά, τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα παρρησιάζεται· αἱ σκιαὶ παρατρέ-

χουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται· ὁ Μελχισεδὲκ συνάγεται, ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, ἀμήτωρ

τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. νόμοι φύσεως καταλύονται, πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον·

Χριστὸς κελεύει, μὴ ἀντιτείνωμεν.

25

Πρὸς τούτοις δὲ καὶ ὁ ἐν ἁγίοις Πρόκλος ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως ἐν τῶι λόγωι τῶι

εἰς τὴν θεοτόκον οὕτω λέγει· Ὁ ὢν κατὰ φύσιν ἀπαθὴς γέγονε δι' οἶκτον πολυπαθής· οὐκ ἐκ

προκοπῆς γέγονε θεὸς ὁ Χριστός, μὴ γένοιτο, ἀλλὰ δι' οἶκτον γέγονεν ἄνθρωπος ὁ θεὸς ὧι

πιστεύομεν· οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ θεὸν σαρκωθέντα ὁμολογοῦμεν. τὴν

οἰκείαν δούλην ἐπεγράψατο μητέρα ὁ κατ' οὐσίαν ἀμήτωρ καὶ κατ' οἰκονομίαν ἀπάτωρ· ἐπεὶ πῶς

ὁ αὐτὸς κατὰ Παῦλον ἀμήτωρ καὶ ἀπάτωρ; εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀμήτωρ, ἔχει γὰρ μητέρα·

εἰ γυμνὸς θεός, οὐκ ἀπάτωρ, ἔχει γὰρ πατέρα· νῦν δὲ ὁ αὐτὸς ἀμήτωρ ὡς πλάστης, ἀπάτωρ ὡς

πλάσμα.

26

Καὶ ὁ ἐν ἁγίοις δὲ Αὐγουστῖνος ἐν τῶι περὶ τῆς ἐκθέσεως τοῦ συμβόλου λόγωι οὕτως λέγει

Πιστεύομεν εἰς τὸν υἱὸν αὐτοῦ Ἰησοῦν τὸν Χριστὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς

παρθένου Μαρίας. διὰ τί ταύτην τὴν γέννησιν, ὦ ἄπιστε, ἐκπλήττηι; μὴ πίστευε εἰ μόνον

ἄνθρωπος ἦν ὁ γεννηθείς· εἰ δὲ θεὸς ἄνθρωπος ἦν, ἐξ ἧς ἠθέλησεν,

ἐγεννήθη. ἐκεῖνο θαύμασον μᾶλλον ὅτι ὁ λόγος ἔλαβεν σάρκα καὶ οὐκ ἐτράπη εἰς σάρκα, ὅτι

μένων θεὸς γέγονεν ἄνθρωπος. πλὴν τί θαυμάζεις ὅτι ἡ γεννήσασα τὸν ἴδιον ἐγέννησεν κτί-

στην, ὅτι τὸ ποίημα τὸν ποιητὴν ἐγέννησεν; οὕτως ἠβουλήθη ὁ ὕψιστος γεννηθῆναι ταπεινός,

ἵνα ἐν αὐτῆι τῆι ταπεινώσει ἐπιδείξηται τὴν μεγαλειότητα.

27

Καὶ ταῦτα μὲν οἱ ἅγιοι πατέρες· ὅτι δὲ καὶ αἱ θεῖαι γραφαί, αἷς ἠκολούθησαν οἱ ἅγιοι πατέρες,

αὐτὸν τὸν θεὸν λόγον σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ ἐνανθρωπῆσαι

διδάσκουσι, δῆλον ὑπάρχει. λέγει γὰρ πρῶτον ὁ προφήτης Ἡσαίας

28

<Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ

Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός>.

29

Εἶτα καὶ Δαβὶδ ὁ προφήτης λέγει ἐν τῶι ἑκατοστῶι ἕκτωι ψαλμῶι

<Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν

διαφθορῶν αὐτῶν>.

30

Ἀλλὰ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος οὕτω λέγει

<Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ

γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσηι,

ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν>.

31

Τούτων τοίνυν οὕτως ἐχόντων τίς οὕτω μαίνεται ὥστε τολμῆσαι εἰπεῖν ὅτι ἄνθρωπος ἦν ἐν

τοῖς οὐρανοῖς κἀκεῖνος ἀπεστάλη, ἵνα γένηται ἐκ γυναικὸς καὶ ὑπὸ νόμον; οἱ ἄνθρωποι γὰρ πρὸ

τῆς τοῦ λόγου σαρκώσεως ὑπὸ νόμον ἦσαν, ἀλλ' αὐτὸς ὁ θεὸς λόγος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ

μὴ ὢν ὑπὸ νόμον, ἀλλ' αὐτὸς δεδωκὼς τὸν νόμον ἀπεστάλη παρὰ τοῦ πατρὸς καὶ ἐκ γυναικὸς

γενόμενος γέγονεν ὑπὸ νόμον, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον ἐξαγοράσηι καὶ τὴν υἱοθεσίαν ἀπολάβωμεν.

εἰ τοίνυν, ὡς ὁ γράψας τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν καὶ ὁ αἱρετικὸς Θεόδωρος μαίνονται, οὐκ ἦν

ἀληθῶς καὶ κυρίως υἱὸς τοῦ θεοῦ ὁ τεχθεὶς ἐκ γυναικός, πῶς ἠδύνατο ἡμῖν υἱοθεσίαν δωρή-

σασθαι;

32

Πρὸς τούτοις περιέχεται ἐν τῆι αὐτῆι ἀσεβεῖ ἐπιστολῆι ὅτι τὸ <ἠλάττωσας αὐτὸν βραχύ τι

παρ' ἀγγέλους> οὐκ ἔστι δυνατὸν περὶ τῆς θεότητος τοῦ μονογενοῦς ῥηθῆναι, ὅπερ καὶ ὑμεῖς ὡς

ὀρθῶς ῥηθὲν προτεθήκατε λέγοντες ὅτι περὶ τοῦ ἀνθρώπου καὶ οὐχὶ περὶ τοῦ θεοῦ λόγου τοῦ

σαρκωθέντος τοῦτο δύναται λέγεσθαι. ὅτι δὲ καὶ ταύτην τὴν ἀσέβειαν παρὰ Θεοδώρου τοῦ

αἱρετικοῦ διδαχθεὶς ὁ τὴν ἐπιστολὴν γράψας τὰ τοιαῦτα ἐβλασφήμησεν, φανερὸν ποιήσωμεν ἐκ τῶν

τῶι αὐτῶι Θεοδώρωι εἰρημένων ἐν τῶι τετάρτωι λόγωι τῶν κατὰ Ἀπολιναρίου· ἔχει δὲ

οὕτως

33

Τὸν δὲ ἄνθρωπον περὶ οὗ ταῦτά φησιν ὁ προφήτης, σαφῶς ὁ μακάριος δηλοῖ Παῦλος τὸν ὑπὸ τοῦ

μονογενοῦς εἰλημμένον ἄνθρωπον εἶναι. εἰρηκὼς γὰρ ὅτι <διεμαρτύρατο δέ πού τις λέγων·

τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκηι αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτηι αὐτόν;

ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξηι καὶ τιμῆι ἐστεφάνωσας αὐτὸν

καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω

τῶν ποδῶν αὐτοῦ>, ἐπάγει <τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν

Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον>, σαφῶς δεικνὺς

ὅτι Ἰησοῦς ἄνθρωπος, περὶ οὗ ὁ μακάριός φησι Δαβίδ, ἐκπληττόμενος ὅτι ἡ θεία φύσις ἠνέσχετό

τε αὐτοῦ ποιήσασθαι μνήμην καὶ δὴ καὶ ἐπισκέψεως ἀξιώσασα οἰκείας βραχὺ μέν τι παρὰ τοὺς

ἀγγέλους αὐτὸν ἐλαττῶσαι τῶι γεύσασθαι ποιῆσαι θανάτου, δόξηι δὲ αὐτὸν καὶ τιμῆι πάσηι

περιβαλεῖν, ὥστε καὶ κύριον ἀποφῆναι τῶν ἁπάντων διὰ τῆς πρὸς ἑαυτὸν συναφείας.

34

Καὶ πάλιν ἐν τῆι ἑρμηνείαι τοῦ ὀγδόου ψαλμοῦ περὶ τοῦ αὐτοῦ ῥητοῦ ὁ αὐτὸς ἀσεβὴς Θεόδωρος

οὕτως λέγει

Διὰ τοῦτο τοίνυν τὴν μὲν διαφορὰν τοῦ τε θεοῦ λόγου καὶ τοῦ ἀναληφθέντος ἀνθρώπου τοσαύ-

την ἡμῖν δείκνυσιν ὁ ψαλμός, διηιρημένα δὲ ταῦτα ἐν τῆι καινῆι διαθήκηι εὑρίσκεται, τοῦ μὲν

κυρίου ἐφ' ἑαυτὸν λαμβάνοντος τὰ πρότερα τοῦ ψαλμοῦ, ἐν οἷς ποιητήν τε αὐτὸν εἶναί φησι τῆς

κτίσεως καὶ ἐπηρμένην ἔχειν ὑπεράνω τῶν οὐρανῶν τὴν μεγαλοπρέπειαν καὶ τεθαυμαστῶσθαι ἐν

πάσηι τῆι γῆι, τοῦ δὲ ἀποστόλου τὰ δεύτερα τὰ περὶ τοῦ ἀνθρώπου 〈τοῦ〉 τῆς τοσαύτης εὐεργεσίας

καταξιωθέντος ἐπὶ τοῦ Ἰησοῦ λαμβάνοντος. πῶς οὐ πρόδηλον ὅτι ἕτερον μὲν ἡμᾶς ἡ θεία

γραφὴ διδάσκει σαφῶς εἶναι τὸν θεὸν λόγον, ἕτερον δὲ τὸν ἄνθρωπον πολλήν τε αὐτῶν οὖσαν

δείκνυσιν ἡμῖν τὴν διαφοράν; ὃ μὲν γὰρ μνημονεύει, ὃ δὲ τῆς μνήμης καταξιοῦται· καὶ ὃ μὲν ἐπι-

σκέπτεται, ὃ δὲ καὶ ταύτης καταξιούμενος μακαρίζεται· καὶ ὃ μὲν εὐεργετῶν ἐλαττοῖ βραχύ τι

παρ' ἀγγέλους, ὃ δὲ εὐεργετεῖται καὶ ἐπὶ τῆι τοιαύτηι ἐλαττώσει· καὶ ὃ μὲν δόξηι καὶ τιμῆι

στεφανοῖ, ὃ δὲ στεφανοῦται καὶ ἐπὶ τούτοις μακαρίζεται· καὶ ὃ μὲν κατέστησεν αὐτὸν ἐπὶ πάντα

τὰ ἔργα τῶν χειρῶν αὐτοῦ καὶ πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ὃ δὲ κατηξιώθη τοῦ

δεσπόζειν τούτων ὧν πρότερον οὐκ εἶχεν τὴν ἐξουσίαν.

35

Καὶ ταῦτα μὲν ὁ ἀσεβὴς Θεόδωρος καὶ ἡ μυσαρὰ ἐκείνη ἐπιστολὴ βλασφημοῦσι φανερῶς λέγον-

τες ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, οἷς καὶ ὑμεῖς ἀκολουθοῦντες γεγραφήκατε ὅτι

τὸ <ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους> περὶ ἀνθρώπου καὶ οὐ περὶ τοῦ σαρκωθέντος

θεοῦ λόγου εἴρηται. καίτοι ἐχρῆν ὑμᾶς νοεῖν ὅτι πᾶς ἄνθρωπος ἐλάττων ἐστὶν τῶν ἀγγέλων,

ἀλλὰ τοῦτο εἴρηται διὰ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ. θεὸς γὰρ ὢν ἠξίωσεν ἄνθρωπος γενέσθαι

τῆι ἡμετέραι συγκαταβαίνων ἀσθενείαι, ὅπερ καὶ ὁ ἀπόστολος ἡμᾶς διδάσκει λέγων <τὸν δὲ βραχύ

τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι

καὶ τιμῆι ἐστεφανωμένον>. εἰ τοίνυν ὡς ὑμεῖς λέγετε, ἄλλος ἐστὶν Ἰησοῦς ὁ βραχύ τι παρ'

ἀγγέλους ἠλαττωμένος καὶ ἄλλος ὁ τοῦ θεοῦ λόγος ὁ μὴ ἐλαττωθείς, ἀναμφιβόλως ὁ Χριστὸς

ψιλός ἐστιν ἄνθρωπος ὁ τὸ πάθος ὑπομείνας, ὥστε καθ' ὑμᾶς καὶ τὸν ἀπόστολον ψεύδεσθαι λέ-

γοντα <εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν>. τίς γάρ ἐστιν ὁ κύριος

τῆς δόξης, εἰ μὴ ὁ θεὸς λόγος ὁ σαρκωθείς, ὃν οἱ Ἰουδαῖοι θεὸν εἶναι ἀγνοοῦντες ἔλεγον διὰ τί

<σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν>; ὅπερ καὶ ὁ ὑμέτερος διδάσκαλος διὰ τῆς πονηρᾶς

ταύτης ἑρμηνείας τοῖς Ἰουδαίοις μᾶλλον ἀκολουθήσας κατέναντι τοῦ θεοῦ ἡμῶν ἐλάλησεν.

36

Πρὸς δὲ βεβαίωσιν τῶν ὑμετέρων λόγων προσεθήκατε τοῖς κεφαλαίοις ὑμῶν λέγοντες τὸ

εἰρημένον παρὰ τοῦ ἀποστόλου <ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν

δούλου λαβὼν> συνάιδειν τῆι ὑμετέραι ἑρμηνείαι καὶ μὴ περὶ τοῦ θεοῦ λόγου σαρκωθέντος,

ἀλλὰ περὶ ἀνθρώπου μόνον εἰρῆσθαι. ἀλλ' εἰ καὶ ὑμεῖς τῆι τῶν αἱρετικῶν καὶ ἐν τούτωι ἀκολου-

θοῦντες πλάνηι περὶ ἀνθρώπου τὸν ἀπόστολον εἰρηκέναι διαβεβαιοῦσθε ὅτι <ἐκένωσεν ἑαυτόν>,

ὅμως πᾶσι τοῖς ὀρθοδόξοις δῆλόν ἐστιν ὅτι ὁ ἀπόστολος αὐτὸν τὸν θεὸν λόγον ἑαυτὸν κενῶσαί φησιν,

ἐπειδὴ ἐν μορφῆι θεοῦ ὑπάρχων, τουτέστιν ἐν τῆι θείαι φύσει, ἠξίωσεν μορφὴν δούλου λαβεῖν·

ἡ δὲ μορφὴ τοῦ δούλου τὴν ἀνθρωπίνην φύσιν σημαίνει, ἣν ἐν τῆι γαστρὶ τῆς παρθένου καὶ ἐξ

αὐτῆς τῆι ἰδίαι ὑποστάσει ὁ θεὸς λόγος ἥνωσεν καὶ οὐ προδιαπλασθέντι ἀνθρώπωι ἡνώθη, καθάπερ

ἡ Νεστορίου καὶ Θεοδώρου παραδέδωκεν ἀσέβεια τοῖς ἀκολουθοῦσιν αὐτοῖς. Νεστόριος μὲν

γὰρ λέγει ὅτι ὁ θεὸς λόγος συνῆν τῶι ἀνθρώπωι τῶι ἐκ Μαρίας τεχθέντι, Θεόδωρος δὲ λέγει·

ἐνῆν ὡς εἰκὸς τῶι τεχθέντι.

37

Ὅτι δὲ περὶ τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος εἴρηται τὸ <ἠλάττωσας αὐτὸν βραχύ τι

παρ' ἀγγέλους>, καὶ <ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών>, καὶ ἐξ ἄλλων ῥημάτων τοῦ

ἀποστόλου διδασκόμεθα οὕτω λέγοντος· <γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰη-

σοῦ Χριστοῦ ὅτι δι' ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχείαι

πλουτήσωμεν>. τίς τοίνυν τολμήσει λέγειν ὅτι ἄνθρωπος πλούσιος ἦν καὶ ἐπτώχευσεν, ἵνα ἡμᾶς

πλουτήσηι; ἐπειδὴ δὲ λέγετε ὅτι εἴτις εἴπηι περὶ τοῦ σαρκωθέντος θεοῦ λόγου τοῦ μονογενοῦς

υἱοῦ τοῦ θεοῦ ὅτι αὐτὸς ἠλαττώθη ἢ ἐκενώθη, τροπὴν τῆς θείας φύσεως ποιεῖ κατὰ τὴν Ἀπολι-

ναρίου ἀσέβειαν ἢ παθητὴν εἰσάγει τὴν θεότητα κατὰ τὴν Ἀρείου μανίαν, ἁρμόζει πρὸς ὑμᾶς τὸν

εὐαγγελικὸν ἐκεῖνον λόγον εἰπεῖν <πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν

τοῦ θεοῦ ἐπιστάμενοι>. τί γὰρ εἰπεῖν ἔχετε περὶ τοῦ ῥηθέντος ὑπὸ τοῦ κυρίου ὅτι <οὐδεὶς

ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου

ὁ ὢν ἐν τῶι οὐρανῶι>; μὴ ἄνθρωπον λέγετε καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ; ἀλλὰ πρόδηλον ὅτι

αὐτὸς ὁ θεὸς λόγος ἐκένωσεν ἑαυτὸν ἐκ τῶν οὐρανῶν κατελθὼν καὶ σαρκωθεὶς ἀπὸ τῆς ἁγίας

θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἐνανθρωπήσας καὶ τεχθεὶς ἐξ αὐτῆς καὶ ὁ καταβὰς αὐτός

ἐστιν καὶ ὁ ἀναβὰς καὶ αὐτοῦ λέγεται ἡ ἐλάττωσις καὶ ἡ κένωσις διὰ τὴν κατάβασιν.

38

Ἐπειδὴ δὲ καὶ ἐν ἄλλωι τόπωι εἶπεν ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ὅτι <ὁ πατήρ μου μείζων

μού ἐστιν>, μὴ ἄρα ἄνθρωπόν τινα περὶ αὐτοῦ ταῦτα εἰρηκέναι νομίζετε καὶ οὐχὶ τὸν θεὸν

λόγον τὸν ἐνανθρωπήσαντα; ἀλλὰ φανερόν ἐστιν ὅτι ὁ εἰπὼν <ὁ πατήρ μου μείζων μού ἐστιν>

εἶπεν <ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν>. ἀλλ' ἐν μὲν τῶι εἰπεῖν <ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν> τὴν

ἰσότητα ἣν αὐτὸς ἔχει πρὸς τὸν πατέρα κατὰ τὴν θείαν φύσιν δηλοῖ, ἐν δὲ τῶι λέγειν τὸν αὐτὸν

<ὁ πατήρ μου μείζων μού ἐστιν> τὴν δι' ἡμᾶς οἰκονομικῶς γενομένην ἐλάττωσιν δηλοῖ. ἑκά-

τερον δὲ καὶ ἡ ἰσότης καὶ ἡ ἐλάττωσις περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ

Χριστοῦ, τουτέστιν τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος λέγεται. καὶ Ἀρειανοὶ μὲν πονηρᾶι δια-

νοίαι ἐκ τῶν ταπεινῶν ῥημάτων ὁμοούσιον εἶναι τῶι πατρὶ τὸν υἱὸν ἀρνοῦνται καὶ διὰ τοῦτο ἐλάτ-

τονα αὐτὸν εἶναι διαβεβαιοῦνται, ὑμεῖς δὲ μὴ θέλοντες περὶ τοῦ σαρκωθέντος θεοῦ λόγου τὰ

ταπεινὰ δέξασθαι, ἄλλο πρόσωπον τῆι τριάδι εἰσάγετε κατὰ τὴν Θεοδώρου καὶ Νεστορίου δυσ-

σέβειαν. ἀλλ' ἡμεῖς καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ λόγου τοῦ

σαρκωθέντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντες οὔτε σύγχυσιν οὔτε διαίρεσιν τῶν φύσεων

εἰσάγομεν, ἐξ ὧν τὴν μίαν σύνθετον ὑπόστασιν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμο-

λογοῦμεν, οὔτε δὲ τέταρτον πρόσωπον ἐπεισάγομεν τῆι ἁγίαι τριάδι.

39

Ὅτι δὲ περὶ τοῦ μονογενοῦς θεοῦ λόγου σαρκωθέντος καθ' ἃ προείρηται, τὸ <ἠλάττωσας

αὐτὸν βραχύ τι παρ' ἀγγέλους> γέγραπται, καὶ οἱ ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας

οἱ τὰς ἁγίας γραφὰς ἑρμηνεύσαντες ἐδίδαξαν ἡμᾶς. καὶ ὁ ἐν ἁγίοις μὲν Κύριλλος ἐν τῆι πρὸς

τὰς βασιλίδας ἐπιστολῆι οὕτως εἶπεν

40

Πῶς οὖν ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ' αὐτῶν προσκυνούμενος; ἀλλὰ ἐστὶ σαφὴς ἡ

πρόφασις. καθίκετο γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καὶ τὸ ἀποθνήισκειν πεφυκὸς

σῶμα λαβὼν ἴδιόν τε αὐτὸ ποιησάμενος ἐν αὐτῶι πέπονθεν ἑκὼν καὶ ταῖς ἀνωτάτω δόξαις στεφα-

νοῦται διὰ τὸ πάθος ὡς δι' αὐτοῦ καταργήσας τὸν θάνατον καὶ ἄπρακτον ἀποφήνας τὴν φθοράν,

ἅτε δὴ καὶ ὑπάρχων ἀφθαρσία καὶ ζωή. ὅταν οὖν Ἰησοῦν ὀνομάζηι καὶ ἠλαττῶσθαι λέγοι

παρὰ τοὺς ἀγγέλους αὐτόν, οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς, ἀλλ' αὐτὸν νοοῦμεν τὸν μονογενῆ

παραχωροῦντα τὸ προύχειν οἰκονομικῶς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι κατὰ ἀλήθειαν γέγονεν ἄνθρω-

πος ὁ τῆς ἐκείνων ὑπεροχῆς ἡττώμενος, τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι καὶ ἔξω

σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσίν, γεγονότος ἐν τούτοις τοῦ υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν.

ἀλλ' ὁ βραχὺ παρ' ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἐν ὑπεροχῆι θεότητος

ὢν προσκυνεῖται παρ' αὐτῶν καὶ ἐνίδρυται θάκοις οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ καὶ

τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον.

41

Ὅτι δὲ καὶ ἡ κένωσις αὐτοῦ τοῦ θεοῦ λόγου σαρκωθέντος ἐστίν, ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος

ἐν τοῖς πρὸς τὰς ἀντιρρήσεις Θεοδωρήτου γραφεῖσιν, ἃς ἐποιήσατο ὁ αὐτὸς Θεοδώρητος κατὰ τοῦ

τετάρτου αὐτοῦ κεφαλαίου, οὕτως λέγει

Ὅτι μὲν σμικρὰ τῶι ἐκ τοῦ θεοῦ φύντι λόγωι πάντα ἐστὶ τὰ ἀνθρώπινα, φαίην ἂν ὄκνου δίχα

παντός· ζητῶ δὲ τὴν κένωσιν τίνος ἂν γενέσθαι νοοῖτο καὶ τίς ὁ τοῦτο παθὼν ἑκουσίως. εἰ

μὲν γάρ, ὡς αὐτοί φασιν, ἡ τοῦ δούλου μορφὴ ἤτοι τὸ ἐκ σπέρματος Δαβίδ, πῶς ἢ τίνα κεκένωται

τρόπον, εἰ προσελήφθη παρὰ θεοῦ; εἰ δὲ αὐτὸς ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς

ὑπάρχων λόγος ἑαυτὸν κενῶσαι λέγεται, πῶς δὴ πάλιν ἢ τίνα τρόπον κεκένωται, εἰ παραιτοῖτο

τὴν κένωσιν; κένωσις δὲ τῶι θεῶι λόγωι παθεῖν οὐκ εἰδότι τὴν τροπὴν τὸ δρᾶσαί τι καὶ εἰπεῖν

τῶν ἀνθρωπίνων διὰ τὴν πρὸς σάρκα σύνοδον οἰκονομικήν.

42

Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι αὐτῶι βιβλίωι κατὰ Νεστοριανῶν οὕτω λέγει

Ἆρ' οὖν ὁ θεσπέσιος Παῦλος πεφενάκικε τοὺς ἡγιασμένους διὰ τῆς πίστεως, ἐναργέστατα

λέγων περὶ τοῦ μονογενοῦς ὅτι <πλούσιος ὢν ἐπτώχευσεν δι' ἡμᾶς>; μὴ γένοιτο· ἀληθεύει γὰρ

πάντως τῆς ἀληθείας ὁ κῆρυξ. ἀλλὰ γὰρ τίς ὁ πλούσιός ἐστιν καὶ τίνα τρόπον ἐπτώχευσεν,

βασανιζέτω καὶ νῦν ὁ λόγος ἡμῖν. εἰ μὲν γὰρ καθ' ἃ καὶ…

The complete text is available when the reading interface loads.