Appendix constitutionum dispersarum
- Edition reference
- Appendix constitutionum dispersarum, ed. R. Schöll and W. Kroll, op. cit., 797–798.
- CTS identifier
urn:cts:greekLit:tlg2734.tlg014.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{Ϝ.ΠΕΡΙ ΜΕΤΑΞΗΣ}Χρὴ τὴν μέταξον τοὺς κομμερκιαρίους πρὸς τοὺς βαρβάρους πραγματεύεσθαι ιεʹ νομίσμασι τὴν λίτρανκαὶ μεταπωλεῖν τοῖς μεταξαρίοις ἢ τοῖς ἄλλοις οὐ πλέον καθαρὰν δίχα σφηκώματος ἢ ἄλληςπροσθήκης ἢ ῥύπου. Εἰ δέ τις πρὸς βαρβάρους μὴ ὢν κομμερκιάριος πραγματεύσηταί τι καὶμέταξον ἐκεῖθεν ἀγάγῃ, δύναται αὐτὴν ἀφαιρεῖσθαι ὁ κομμερκιάριος, καὶ ὁ πραγματευσάμενοςδημεύεται καὶ διηνεκῶς ἐξορίζεται. Εἰ δὲ ὁ κομμερκιάριος ἢ ὁ μεταξάριος ὑπὲρ τὸ ῥηθὲν ποσὸνπωλήσῃ ἢ ἀγοράσῃ, ὁμοίως τιμωρεῖται.Χρὴ δὲ τοὺς πραγματευτὰς τῶν τοιούτων ἐγγύας διδόναι τῇ πολιαρχίᾳ, ὡς οὐ πωλοῦσι κρύφα ἀλλὰδημοσίᾳ πᾶσαν ἣν ἔχουσι πραγματείαν· ἐπεὶ τιμωροῦνται. Χρὴ δὲ κατὰ ταῦτα λογίζεσθαι τῷδημοσίῳ τὴν τιμὴν παντὸς τοῦ ὁλοσηρίκου παρὰ τοῦ κόμητος τῶν λαργιτιόνων τοῦ διδομένουπαρ' αὐτοῦ τῷ δημοσίῳ. Ὁ δὲ ἀγοράσας ὑπὲρ τὸ ταχθὲν ἀναγκαζόμενος δοῦναι προσαγγέλλειτῷ πράτῃ καὶ τὸ διπλοῦν ἀναπράττει· λοιπὸν γὰρ ὁ πράτης τὰ λεχθέντα πείσεται. Καὶ τῇ κʹ τοῦ αὐτοῦ Δίου μηνός, τῆς ιβʹ ἰνδικτιῶνος, προέθηκεν θεῖον αὐτοῦ γράμμαὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν Κωνσταντινουπόλει, καταπέμψας καὶ ἐν τῇ πόλειῬώμῃ καὶ ἐν Ἱεροσολύμοις καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀντιοχέων Θεουπόλει τῆς Συρίαςκαὶ ἐν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει τῇ πρὸς Αἴγυπτον καὶ ἐν Θεσσαλονίκῃ τῇπόλει τοῦ Ἰλλυριῶν ἔθνους καὶ ἐν Ἐφέσῳ πόλει τῆς Ἀσίας τὸ αὐτὸ θεῖον αὐτοῦγράμμα, ὅπερ εἶχεν οὕτως{Αὐτοκράτωρ Καῖσαρ Ἰουστινιανός, εὐσεβής, νικητής, τροπαιοῦχος,μέγιστος, ἀεισέβαστος, Αὔγουστος, πολίταις ἡμετέροις.} Τὸν σωτῆρα καὶ δεσπότην τῶν ἁπάντων Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν θεὸνθεραπεύειν διὰ πάντων σπουδάζομεν ὅσον ἐνδέχεται νοῦν καταλαμβάνειν ἀνθρώπινονμιμεῖσθαι τὴν αὐτοῦ συγκατάβασιν. καὶ εὑρόντες τινὰς τῇ νόσῳ καὶ μανίᾳ κρατουμένουςΝεστορίου καὶ Εὐτυχοῦς τῶν ἐχθρῶν τοῦ θεοῦ καὶ τῆς ἁγιωτάτης καθολικῆς καὶἀποστολικῆς ἐκκλησίας ἀρνουμένους τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκονεἰπεῖν κυρίως καὶ κατ' ἀλήθειαν, ἐσπουδάσαμεν τούτους τὴν ὀρθὴν τῶν χριστιανῶνδιδαχθῆναι πίστιν. οἱ δὲ ἀνιάτως ἔχοντες καὶ κρύπτοντες τὴν ἑαυτῶν πλάνην, περιέρχον-ται, καθὰ μεμαθήκαμεν, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐκταράττοντες καὶ σκανδαλίζοντεςκαὶ ἐναντία τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγοντες. ἀναγκαῖον τοίνυνἐνομίσαμεν καταλῦσαι μὲν τὰς τῶν αἱρετικῶν ψευδολογίας, σαφηνίσαι δὲ πᾶσιν ὅπωςδοξάζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. κηρύττουσι δὲ οἱ αὐτῆςὁσιώτατοι ἱερεῖς, οἷς καὶ ἡμεῖς ἑπόμενοι φανερὰ καθιστῶμεν τὰ περὶ τῆς ἐν ἡμῖνἐλπίδος, οὐ καινίζοντες πίστιν, μὴ γένοιτο, ἀλλ' ἐλέγχοντες τὴν μανίαν τῶν φρονούντωντὰ τῶν ἀσεβῶν αἱρετικῶν, ὅπερ καὶ ἤδη ἐν τοῖς προοιμίοις τῆς ἡμετέρας βασιλείαςπράξαντες πᾶσι κατάδηλον ἐποιήσαμεν. Πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον ἸησοῦνΧριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσιπροσκυνοῦντες, μίαν θεότητα, μίαν δύναμιν, τριάδα ὁμοούσιον. ἐπ' ἐσχάτου δὲ τῶνἡμερῶν ὁμολογοῦμεν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ θεοῦ ἀληθινοῦ,τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντακαὶ δι' οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίουκαὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσαντα σταυρόντε ὑπομεῖναι ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ ταφῆναι καὶ ἀναστῆναι τῇ τρίτῃἡμέρᾳ, ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί,γινώσκοντες. οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, τὸνἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸναὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τὴν δὲ καθ' ὑπόστασιν ἑνότητα δεχόμεθα καὶ ὁμολο-γοῦμεν. ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου·οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριάς. τούτων τοίνυνοὕτως ἐχόντων, ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀνθρωπο-λάτρην καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς διαιροῦντας τὸν ἕνα κύριονἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ μὴ ὁμολογοῦντας κυρίωςκαὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον, τουτέστι μητέραθεοῦ, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ πατρὸς θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκτῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, χάριτι δὲ καὶ σχέσει καὶ οἰκειώσει τῇπρὸς τὸν θεὸν λόγον καὶ θεὸν αὐτὸν γεγενῆσθαι ἀρνουμένους, καὶ μὴ ὁμολογοῦνταςτὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν τὸν σαρκω-θέντα καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ὁμοουσίου τριάδος. οὗτοςγὰρ μόνος ἐστὶν ὁ συμπροσκυνούμενος καὶ συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳπνεύματι. Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσανταςἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγοντας, ἀρνουμένους δὲ τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένουκαὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,τουτέστιν τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶκατὰ τὴν θεότητα. τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀπολλινάριον τὸν ψυχοφθόρον καὶ τοὺςτὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας τοὺς ἄνθρωπον μόνον λέγοντας τὸν κύριον ἡμῶνἸησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ σύγχυσιν ἤτοι φυρμὸν εἰσάγονταςτῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ πάντας τοὺς τὰ αὐτῶν φρονή-σαντας ἢ φρονοῦντας. Τὸ ἴσον δὲ τούτου οἱ ἐπίσκοποι πάντες ἔλαβον ἐν ταῖς ἰδίαις πόλεσι καὶ προέθηκανἐν ταῖς ἐκκλησίαις. Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Ἰουστινιανοῦ τοῦ εὐσεβεστάτουβασιλέως ἐκ τοῦ κατὰ Νεστοριανῶν καὶ Ἀκεφάλων λόγου· οὗ ἡ ἀρχή· <τεκμήριονἀκριβὲς τῆς εὐθείας καὶ μὴ τετραμμένης ὁδοῦ>· ἔχουσαοὕτως Ἀλλὰ δεῖ καὶ τὰ ἐφεξῆς εἰρημένα τῷ ἐν ἁγίοις εἰπεῖν Λέοντι καὶ τὰ παρὰ τούτωνσυκοφαντούμενα. εἰπόντος γὰρ αὐτοῦ ὅτι ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲνλόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερἐστὶ τοῦ σώματος. καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσινὑποπέπτωκεν· εὐθέως ἀναπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, μὴ δεῖν διαφόρους λέγειν ἐνεργείας τῆςθεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ἀλλὰ μίαν εἶναι τὴν ἐνέργειαν, πάλιν καὶτοῦτο κατὰ τὴν Ἀπολιναρίου βλασφημοῦντες μανίαν· πάντες γὰρ οἱ ἅγιοι πατέρες,ὥσπερ τὸ πάθος καὶ τὴν ἀπάθειαν ἑνὸς καὶ τοῦ αὐτοῦ πιστεύειν ἡμᾶς ἐδίδαξαν, οὕτωκαὶ διαφόρους ἐνεργείας ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖνἡμᾶς ἐξεπαίδευσαν. Ἀμέλει τοι ὁ ἐν ἁγίοις Κύριλλος ἀπαγορεύων τοῖς μίαν εἶναι τὴν ἐνέργειαν λέγουσιθεότητος καὶ ἀνθρωπότητος, γράφει τάδε ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦ· οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος, ἵνα