Contra Nestorianos et Acephalos
- Edition reference
- Contra Nestorianos et Acephalos (ap. acta concilii oecumenici vi), ed. Amelotti and Zingale, op. cit., 38.
- CTS identifier
urn:cts:greekLit:tlg2734.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν· μήτε μὴν τῆς θείας φύσεως τὸἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν τετάρτῳ λόγῳ γράφει τάδε· ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώ-ματος θεϊκῶς τι πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶπάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκαφορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ. ἑκάστου γὰρ τὸ ἔργον γινώσκοντες καὶἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες, ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανησόμεθα. Ἰδοὺ καὶ διὰ τῶν νῦν παρατεθειμένων ἡμῖν ἐκ τῶν ἁγίων πατέρων σαφῶς ἀποδέ-δεικται, διαφόρους ἐνεργείας εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ ἑνὸς κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ τοῦτο συμφώνως ἅπασι τοῖς πρὸ αὐτοῦ τὸν ἐν ἁγίοις διδάξαιΛέοντα.Ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀθάνατος ὑπάρχων,καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ θεὸς, θανάτῳ θάνατον πατήσας,εἷς ὢν τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, σῶσον ἡμᾶς.{Ἡ διάταξις Ἰουστινιανοῦ βασιλέως κατὰ Ἀνθίμου Σεβήρου Πέτρου καὶ Ζωόρα} Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ ΚαῖσαρΦλ' Ἰουστινιανὸς Ἀλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς ἈλανικὸςΟὐανδαλικὸς Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος αὔ-γουστος Μηνᾶι πατριάρχηι. Πρᾶγμα οὐκ ἄηθες βασιλείαι καὶ ἡμεῖς πράττοντες ἐπὶτὸν παρόντα ἐληλύθαμεν νόμον. ὁσάκις γὰρ ἡ τῶν ἱερέων ψῆφος τινὰς τῶν οὐκ ἀξίωντῆς ἱερωσύνης τῶν ἱερατικῶν κατεβίβασε θρόνων, ὁποῖον δὴ Νεστόριόν τε καὶ ΕὐτυχῆἈρειόν τε καὶ Μακεδόνιον καὶ Εὐνόμιον καὶ ἄλλους δή τινας εἰς κακίαν οὐκ ἐλάττουςἐκείνων, τοσαυτάκις ἡ βασιλεία σύμψηφος γέγονε τῆι τῶν ἱερέων αὐθεντίαι, ὥστε τὰθειότερά τε καὶ ἀνθρώπινα συνδραμόντα μίαν συμφωνίαν ταῖς ὀρθαῖς ποιήσασθαι ψήφοις.ὁποῖον δή τι καὶ ἔναγχος γενόμενον περὶ Ἄνθιμον ἴσμεν ἀπελαθέντα μὲν τοῦ τῆς βασιλίδοςταύτης πόλεως θρόνου παρὰ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ ἀοιδίμου μνήμης προέδρουγεγονότος τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ἁγιωτάτης ἐκκλησίας οἷα τῶι κατὰ μη-δένα τρόπον αὐτῶι προσήκοντι παρὰ πάντας τοὺς εὐαγεῖς κανόνας ἐπεισπηδήσανταθρόνωι, κοινῆι δὲ ψήφωι τοῦ τε αὐτοῦ τῆς ἁγίας μνήμης ἀνδρὸς πρότερον καὶ μὴν καὶτῆς ἐνταῦθα γενομένης ἱερᾶς συνόδου καταδεδικασμένον τε καὶ καθηιρημένον, διότι τῶνὀρθῶν ἀπεφοίτα δογμάτων καὶ οἷς πρότερον πολλαχόθεν ἐφαίνετο στέργων, ταῦταὕστερον διαφόροις ἀπέφευγε περινοίαις, προσποιούμενος μὲν ταῖς τέσσαρσιν ἁγίαιςσυνόδοις ἀκολουθεῖν, τῆι τε τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων τῶν ἐν Νικαίαιτῆι τε τῶν πεντήκοντα καὶ ἑκατὸν τῶν ἐν ταύτηι τῆι εὐδαίμονι πόλει τῆι τε τῶν ἐν Ἐφέσωιτὸ πρῶτον συναχθέντων διακοσίων τῆι τε τῶν θεοφιλῶν πατέρων τῶν ἐν Χαλκηδόνιχλʹ, οὐ μὴν τοῖς τούτων δόγμασι κατακολουθῶν οὔτε τὴν ἡμετέραν φιλανθρωπίαν καὶτὴν συγκατάβασιν ἣν διὰ τὴν αὐτοῦ σωτηρίαν ἔσχομεν, προσδέξασθαι βουληθεὶς οὐδὲἀποκηρῦξαι καὶ αὐτὸς τοὺς τῶν ἀσεβῶν δογμάτων ἀρχηγοὺς τοὺς ὑπὸ τῶν προτέρωνἁγίων ἐκβεβλημένους συνόδων, ἀλλ' οἰόμενος χρῆναι κατὰ ταὐτὸν καὶ ἐν ἴσωι τοὺςκαταδεδικασμένους τούς τε καταδικάσαντας ἄγειν. ἅπαξ γὰρ ταῖς ἀλλοτρίαις τῆςἁγιωτάτης ἐκκλησίας ἐννοίαις κατανδραποδισθεὶς καὶ τῶν ὀρθῶν ἠλλοτριωμένος δογ-μάτων εἰκότως ἐπανελθεῖν εἰς τὴν αὐτῶν οὐκ ἴσχυσεν ὀρθότητα, καὶ ταῦτα παρ' ἡμῶνκαὶ προτραπεὶς καὶ ὁδηγηθεὶς πάσηι χρησαμένων σπουδῆι πρὸς τὴν σωτηρίαν τὴναὐτοῦ. Διὰ ταῦτα τοίνυν ἅπαντα τὴν γενομένην ἐπ' αὐτῶι τῆς καθαιρέσεως ψῆφον παρὰτῆς ἁγίας συνόδου προφάσει τῆς τε οὐ θεμιτῆς οὐδὲ ὑπὸ τῶν ἁγίων κανόνων μαρτυρου-μένης τῶν τῆς βασιλίδος ταύτης ἱερατικῶν θρόνων ἁρπαγῆς καὶ τῆς ἀπὸ τῶν ὀρθῶντε καὶ ἀληθῶν δογμάτων ἐκτροπῆς κυρίαν ἡ ἡμετέρα τίθεται βασιλεία καὶ ἐπὶ τούτοιςτὸν παρόντα γράφει νόμον. ἀπαγορεύομεν δὲ αὐτῶι καὶ τῆς κατὰ τὴν εὐδαίμοναταύτην πόλιν καὶ τῆς περιοικίδος αὐτῆς διατριβῆς καὶ πάσης ἑτέρας τῶν ἐπισήμωνπόλεων, θεσπίζοντες ἐφ' ἡσυχίας εἶναι καὶ τούτοις στέργειν οἷς ἑαυτὸν ἀξίως ὑπέθηκε,καὶ μήτε τισὶν ἐπικοινωνεῖν μήτε ἐμβιβάζειν αὐτοὺς εἰς τὴν τῶν ἀπηγορευμένων δογμάτωνἀπώλειαν. οὐ μὴν οὐδὲ τὴν δικαίως ἐξενεχθεῖσαν κατὰ Σεβήρου ψῆφον τὴν ἐκ πάντωνὡς εἰπεῖν τῶν ἀρχιερατικῶν τε καὶ πατριαρχικῶν μετὰ τῆς μοναχικῆς συναινέσεως προ-ελθοῦσαν θρόνων τὴν τὸν ἀναθεματισμὸν ἐπάγουσαν αὐτῶι βασιλικῆς ἕξω καταλιμ-πάνομεν ἐπικυρώσεως. ὃς πρότερον παρὰ τοὺς ἱεροὺς θεσμοὺς καταλαβὼν τὸν θρόνοντῆς Θεουπολιτῶν ἁγιωτάτης ἐκκλησίας οὕτω συνετάραξεν ἅπαντα, οὕτω μεστὰ πε-ποίηκε ταραχῆς, ὡς κοινόν τινα καὶ ἀκήρυκτον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐμβαλεῖνπρὸς ἀλλήλας πόλεμον καὶ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν σκήπτροις πρὸς αὐτὸν γεγράφθαιποικίλαις μὲν δογμάτων καὶ ἀπηλλοτριωμέναις τῆς ὀρθότητος περινοίαις τε καὶ βλασ-φημίαις χρησάμενον, ἅπαντα δὲ συνταράξαντα καὶ μόνον τῶν τῆς ἑκατέρου τῶν αἱρε-σιαρχῶν πλάνης βδελυρῶν τε καὶ ἀνοσίων δογμάτων ἀντεχόμενον, Νεστορίου τε φαμὲνκαὶ Εὐτυχοῦς καὶ τῶν ἑκατέρου τούτων καθηγεμόνων ἐξ ἐναντίας μέν πως εἶναι δοκούντωνἀλλήλοις, πρὸς ἓν δὲ τέλος τῆς ἀσεβείας ἐπειγομένων, καὶ τοὺς ἐκείνων χαρακτηριστικοὺςἐντυπωσάμενον λόγους. δύο γὰρ ὄντων ἐναντίων ἀλλήλοις δογμάτων, ὧν ἑκάτερονὁμοίως εἰς ψυχικὴν ἀπώλειαν ἄγει, τοῦ τε Νεστορίου τοῦ τε Εὐτυχοῦς, καθάπερ εἰπόντεςἔφθημεν, ἅπερ ἐκ τῶν Ἀρειανικῶν καὶ Ἀπολιναρίου συνέστη μιασμάτων, αὐτός τι παρά-δοξον παθὼν ὁμοίως εἰς ἑκάτερον ἐμπέπτωκε καὶ πῆι μὲν τοῦτο, πῆι δὲ ἐκεῖνο πρεσβεύωνκοινὸν ἔδοξε δοχεῖον ἑαυτόν τε καὶ τοὺς ἑαυτοῦ λόγους τῶν τηλικούτων πλημμελημάτωνκαταστῆσαι. ἔστω τοίνυν καὶ αὐτὸς ὑπὸ τὸν εἰρημένον ἀναθεματισμόν, ὃν ἅπαν τὸ πα-τριαρχικόν τε καὶ ἱερατικὸν καὶ μοναχικὸν τῆς ἡμετέρας πολιτείας ὡς εἰπεῖν σχῆμα δικαίωςἐπήγαγεν αὐτῶι, τῆς μὲν Θεουπολιτῶν ἐκβεβλημένος, διότιπερ αὐτὸν ὁ κατ' ἐκείνην ἀπε-σείσατο θρόνος οἷα μηδὲ τὴν ἀρχὴν ὀρθῶς αὐτῆς ἐπειλημμένον, ἀλλ' ἔτι ζῶντός τε καὶ ἐνταῖς ἁγιωτάταις ἐκκλησίαις ἀνακηρυττομένου τοῦ πρὸ αὐτοῦ τὴν ἱερωσύνην ἐσχηκότος,παρὰ δὲ τοῦ μετ' αὐτὸν τῆς ἱερωσύνης ἐκπεπτωκότος, οὐ στάντα δὲ μέχρι τούτου μόνον,ἀλλ' ἤδη καὶ ὑπὸ κοινὸν ἀναθεματισμὸν τῆς ὀρθοδόξου καὶ καθολικῆς ἐκκλησίας γενόμενονκαὶ πολλῶν ἡμῖν βιβλίων βλασφήμων τε καὶ ἀπηγορευμένων ἐμπλήσαντα τὸ πολίτευμα.ὥστε καὶ ἀπαγορεύομεν ἅπασι τῶν αὐτοῦ τι κεκτῆσθαι βιβλίων καὶ ὥσπερ οὐκ ἔξεστι τὰΝεστορίου γράφειν ἢ κεκτῆσθαι βιβλία, διότι τοῖς πρὸ ἡμῶν αὐτοκράτορσιν ἐν ταῖς ἑαυ-τῶν διατάξεσιν ἔδοξε τοῖς παρὰ Πορφυρίου κατὰ Χριστιανῶν εἰρημένοις ὅμοια καθεστάναι,οὕτω μήτε τὰ Σεβήρωι ῥηθέντα τε καὶ γραφέντα μενέτω παρά τινι Χριστιανῶι, ἀλλ' ἔστωβέβηλα καὶ ἀλλότρια τῆς καθολικῆς ἐκκλησίας πυρί τε φλεγέσθω παρὰ τῶν κεκτημένων,εἰ μὴ βούλονται κινδυνεύειν οἱ ταῦτα ἔχοντες, γραφέσθω τε παρὰ μηδενὸς τὸ λοιπὸν μηδὲ