The Greek Library Catalogue

Anonymous

Constitutio contra Anthimum, Severum, Petrum et Zooram

Edition reference
Constitutio contra Anthimum, Severum, Petrum et Zooram, ed. Amelotti and Zingale, op. cit., 46–54.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

50

τῶν εἰς κάλλος μηδὲ τῶν εἰς τάχος γραφόντων μηδὲ ἄλλου τινὸς τῶν πάντων, εἰδότος ὡς

ἀποκοπὴ χειρὸς ἔσται τοῖς τὰ ἐκείνου γράφουσιν ἡ ποινή. οὐδὲ γὰρ βουλόμεθα καὶ τῶι

λειπομένωι χρόνωι τὴν ἐξ ἐκείνων ἐπισύρεσθαι βλασφημίαν. ὁμοίως δὲ δὴ καὶ τοῦτον

παντοίως ἀπαγορεύομεν τῆς βασιλίδος ἐπιβαίνειν πόλεως ἢ τῆς περιοικίδος αὐτῆς ἄλλης

τε τῶν ἐπισημοτέρων τινός, ἀλλ' ἐν ἐρημίαι τινὶ καὶ ἡσυχίαι καθῆσθαι καὶ μὴ διαφθείρειν

ἑτέρους μηδὲ εἰς βλασφημίαν αὐτοὺς προάγειν μηδὲ ἀεί τι καινὸν ἐξευρίσκειν κατὰ τῶν

ἀληθῶν δογμάτων, δι' οὗ πάλιν ἡμῖν συνταράξαι τὰς ἁγιωτάτας ἐκκλησίας σπεύσειεν.

Οὐ μὴν οὐδὲ Πέτρον τὸν Ἀπαμείας γενόμενον ἐπίσκοπον καὶ ἅμα μὲν καθηιρημένον,

ἅμα δὲ ἐπὶ τοῖς αὐτοῖς ἐφ' οἷς Σεβῆρος ὑπὸ τὸ εἰρημένον ἀνάθεμα γενόμενον ἡ βασιλεία προ-

σίεται, ἀλλ' ἔστω κύρια καὶ τὰ κατ' αὐτοῦ ψηφισθέντα καὶ ὑπὸ τὸν κοινὸν ἀχθεὶς ἀναθεμα-

τισμὸν ὑπ' αὐτὸν τετάχθω, τῆς τῶν ἁγιωτάτων ἀρχιερέων προελθούσης ἐπ' αὐτοῖς

52

ψήφου κυρίας διαμενούσης. οὐκ ἐφίεμεν δὲ οὐδὲ ἐκείνωι ταύτην οἰκεῖν τὴν βασιλίδα

πόλιν ἢ τὴν αὐτῆς περιοικίδα ἤ τινα τῶν σεμνοτέρων, ἀλλ' ὧν ἠκολούθησε τῆι πλάνηι,

τούτων μιμείσθω καὶ τὴν δίαιταν ἀπωικισμένος ὅτι πορρωτάτω καὶ κατακρύπτων ἑαυτόν,

ὡς τοῖς γε τοιούτοις τὸ κρύπτεσθαι μᾶλλον τοῦ φαίνεσθαι λυσιτελέστερον. ἀφανεῖς μὲν

γὰρ ὄντες ἑαυτοὺς καταβλάψουσι μόνους, δημοσιεύοντες δὲ τὰ ἑαυτῶν δόγματα πολλοῖς

τῶν ἀφελεστέρων ἀφορμὴν ἀπωλείας παρέχουσιν, ὅπερ κατ' οὐδένα γίνεσθαι τρόπον ἐν

τῆι Χριστιανικῆι τοῦ θεοῦ ποίμνηι καὶ τῶι ὀρθοδόξωι λαῶι δίκαιόν ἐστιν οὐδὲ παρὰ τῆς

βασιλείας συγχωρούμενον.

Ἐπειδὴ δὲ καὶ Ζωόραν ἠξίωσαν ὅλως ὑπὸ ἀναθεματισμὸν οἱ σεβασμιώτατοι καὶ τὰ

δίκαια κρίνοντες ἐπίσκοποι ποιήσασθαι μικράν τινα παρενθήκην τῶν τοιούτων ὄντα κα-

κῶν καὶ ἐν οἷς ἠτίμασται, τὸ γοῦν ὅλως τυχεῖν τινος εὐπορήσαντα μνήμης, ἔστω καὶ Ζω-

όρας τῆς πονηρᾶς ταύτης μερίδος, Ἀνθίμου τε καὶ Σεβήρου καὶ Πέτρου φαμέν, παρενθήκη

τις εὐτελὴς καὶ ἐν τοῖς ἀνατεθεματισμένοις καὶ αὐτὸς τετάχθω, τῆς ἱερατικῆς αὐτὸν κατενεγ-

κούσης ψήφου, ἣν κυρίαν καὶ αὐτὴν ἐφ' ἑαυτῆς οὖσαν κυριωτέραν ἔτι μᾶλλον ἡ βασιλεία

ποιεῖ, καὶ τοῦτον ἐξελαύνουσα τῆς βασιλίδος ταύτης πόλεως καὶ τῆς ταύτης περιοικίδος καὶ

τὴν ἐπὶ τῶν πόλεων οἴκησιν αὐτῶι παντοίως ἀπαγορεύουσα, ὥστε μετ' ἐκείνων μόνων οἰ-

κεῖν τε καὶ βουλεύεσθαι τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, ὅμοια μὲν βλασφημούντων, ὁμοίως

δὲ περιωρισμένων. εἰ δέ τι καὶ ἕτερον τῆι τῶν ἁγιωτάτων ἐπισκόπων περιέχεται ψή-

φωι τῆι τοὺς προειρημένους καθαιρούσηι τε καὶ ἀναθεματιζούσηι, κύριον δὴ καὶ τοῦτο τί-

θεμεν καὶ τοῖς βασιλικοῖς ἡμῶν αὐτὸ νόμοις ἐπικυροῦμεν, ὡς ἂν εἰ παρὰ τῆς βασιλείας αὐτῆς

προελθὸν ἐτύγχανεν. εἰ δέ τις αὐτῶν ἁλοίη τὸ λοιπὸν πράττων τι παρὰ τὰ διατετυ-

πωμένα, ἴστω καὶ τοῖς πολιτικοῖς ὑποπεσούμενος νόμοις, οἳ τοὺς τὰς ἐλάττους τῶν ποινῶν

ἐκκλίνοντας εἰς μείζους ἐμβάλλουσι τὰς ἀγανακτήσεις. ἀπαγορεύομεν δὲ καὶ παντὶ τῶι

τὴν καθολικὴν ἐκκλησίαν τοῦ θεοῦ διασπᾶν ἐπιχειροῦντι εἴτε κατὰ τὴν Νεστορίου τοῦ φρε-

νοβλαβοῦς ὑφήγησιν εἴτε κατὰ τὴν ἀνόητον Εὐτυχοῦς παράδοσιν εἴτε κατὰ τὴν Σεβήρου

βλασφημίαν τοῦ ταὐτὰ ἐκείνοις νοσήσαντος εἴτε τῶν ἐκείνοις ἀκολουθούντων ταῖς ἁγιωτά-

ταις ἐκκλησίαις ταραχὰς ἐμβάλλειν καὶ φθέγγεσθαί τι περὶ πίστεως, ἀλλὰ θεσπίζομεν ἕκα-

στον τῶν τοιούτων τὴν ἡσυχίαν ἄγειν καὶ μηδὲ συγκαλεῖν εἰς ἑαυτόν τινας μήτε προσιόντας

δέχεσθαι ἢ παραβαπτίζειν θαρρεῖν ἢ τὴν ἱερὰν κοινωνίαν ῥυπαίνειν καὶ ταύτης μεταδιδόναι

τισὶν ἢ τὰς ἀπηγορευμένας διδασκαλίας ὑφηγεῖσθαι ἢ ἐπὶ ταύτης τῆς βασιλίδος ἡμῶν πό-

λεως ἢ ἐφ' ἑτέρας, ἀλλ' ὑφορᾶσθαι πάντα κίνδυνον, εἴ τι τοιοῦτον πράξαιεν. ἀπαγο-

ρεύομεν δὲ καὶ πᾶσι τούτους ὑποδέχεσθαι. ἀπελαύνειν μὲν οὖν θεσπίζομεν αὐτοὺς τῶν

ὑπ' αὐτῶν ταραττομένων πόλεων, εἰδότας τὰς ποινὰς τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχο-

μένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς ἐν αἷς τοιοῦτόν τι πράττεται, καὶ τὰ χωρία ἐξ

ὧν τὰς ἀποτροφὰς χορηγοῦνται, ταῖς ἁγιωτάταις ἐκκλησίαις προσκυροῦσι, τῶν μὲν κεκτη-

μένων ἀφαιρούμεναι, διότι βλάβης αἴτια τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτάτας

καὶ ὀρθοδόξους ἐκκλησίας ταῦτα δικαίως ἄγουσαι.

54

Ταῦτα ὑπὲρ τῆς κοινῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν νομοθετοῦμεν, ταῦτα

ψηφιζόμεθα τοῖς τῶν ἁγίων πατέρων κατακολουθοῦντες δόγμασιν, ὅπως ἂν τὸ ἱερατικὸν

ἅπαν ἀτάραχον ἡμῖν τοῦ λοιποῦ διαμένοι. οὗπερ ἐν εἰρήνηι φυλαττομένου καὶ τὸ λοι-

πὸν ἡμῖν εὐθηνήσει πολίτευμα τὴν ἄνωθεν ἔχον εἰρήνην, ἣν πᾶσιν ὁ μέγας θεὸς καὶ σωτὴρ

ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τῆς τριάδος εἶς ὁ μονογενὴς τοῦ θεοῦ λόγος κηρύττει τε καὶ χορη-

γεῖ τοῖς γνησίως αὐτὸν καὶ ἀληθῶς δοξάζειν τε καὶ προσκυνεῖν ἠξιωμένοις. ἡ τοίνυν

σὴ μακαριότης τὰ ὀρθῶς ἡμῖν παραστάντα φυλαττέτω καταπέμπουσα ταῦτα διὰ θεο-

φιλῶν αὐτῆς γραμμάτων πᾶσι τοῖς ὑπ' αὐτὴν τεταγμένοις ὁσιωτάτοις μητροπολίταις, ὧν

ἑκάστωι γενήσεται φροντὶς ταῖς ὑπ' αὐτοὺς τεταγμέναις ἁγιωτάταις ἐκκλησίαις ταῦτα ποι-

ῆσαι φανερά, ὥστε μηδένα τῶν πάντων διαλαθεῖν τά τε τῆι ἀρχιερωσύνηι δόξαντα τά τε

ὑπὸ τῆς βασιλείας κεκυρωμένα.

Ἡ θεία ὑπογραφή· DIVINITAS TE SERVET PER MVLTOS ANNOS SANCTE AC RELIGIO-

SISSIME PATER.

DATA OCTAVO IDVS AVGVSTAS CONSTANTINOPOLI POST CONSVLAT' BELISSARI VIRI CLA-

RISSIMI

{Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐν ἁγίοις Ἰουστινιανοῦ,ἐκ τῆς πρὸς Ζώϊλον τὸν ἁγιώτατον πατριάρχην Ἀλεξανδρείας δογματικῆς ἐπιστολῆς·ἧς ἡ ἀρχή· <τοῖς γράμμασιν ἐντυχόντες>· ἔχουσα οὕτως} Εἷς οὖν ἐστιν ὁ Χριστός, οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς διὰ τὴν ἄφραστονἕνωσιν· λόγος νοούμενος καὶ ἄνθρωπος θεωρούμενος. οὔτε γὰρ ἡ ἕνωσις σύγχυσιν ἀπειρ-γάσατο, οὔτε ἡ διαφορὰ τῶν ἐν αὐτῷ οὐσιῶν τομὴν εἴτουν διαίρεσιν ἐπιδέχεται. βλέ-ποντες γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, κηρύττομεν αὐτοῦ τὴν θεότητα· ὁρῶντες αὐτοῦτὰ πάθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν ἀνθρωπότητα· οὔτε δὲ τὰ θαύματα χωρὶς σαρκός,οὔτε τὰ πάθη χωρὶς τῆς θεότητος. καὶ ἔστι παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴπάσχων· πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα, καὶ ἐν αὐτῷ τῷ σώματι ἦν·μὴ πάσχων δέ, ὅτι φύσει θεὸς ὢν ὁ λόγος ἀπαθὴς ἦν· καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦνἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰςἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦμὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντοςἅπερ ἐστὶ τοῦ σώματος. Τοῦτο γὰρ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦδιδάσκει, τὴν πρὸς Ῥωμαίους ἑρμηνεύων ἐπιστολήν· οὐ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος· ἵνα μὴτό τε ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαί-ρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. Ὁ αὐτὸς δὲ ἅγιος πατὴρ καὶ ἐν τοῖς πρὸς Θεοδόσιον τὰ αὐτὰ ἡμᾶς ἐκδιδάσκειλέγων· ὅλον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ' ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον. οὐγάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι τὴν ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δω-