The Greek Library Catalogue

Anonymous

Epistula dogmatica ad Zoilum

Edition reference
Epistula dogmatica ad Zoilum, ed. Amelotti and Zingale, op. cit., 58–60.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg019.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

58

ρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. ἐπράττετο δὲ δι' ἀμφοῖν καλῶς τῆς

οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ ἰδίᾳ σαρκὶ πρὸς τὰ

τῆς σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν· ψυχῇ δ' αὐτῇ

ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπε-

νεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβον καὶ λύπην καὶ ἀγωνίαν καὶ

τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς ἔθηκεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν

ψυχὴν ὑπὲρ ἡμῶν, <ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ>· σάρκα

μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀποτιννὺς ἀληθῶς δῶρον ἀντάξιον· ψυχὴν δ' αὖ

60

ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος· εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρ-

χων ὡς θεός· οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνω-

θεῖσαν τῷ λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς τοῦ ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν.

<οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου>, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.

οὐ γάρ ἐστιν εἰπεῖν, ὡς τήν τε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν,

τουτέστι τὴν θεότητα τοῦ μονογενοῦς τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φήσομεν.

οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μεμένηκεν εἰς τὸν ᾅδην ὁ ἐκ θεοῦ λόγος, τῇ

τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως τε καὶ ὑπὲρ λόγον πληρῶν τὰ πάντα καὶ

τοῖς πᾶσιν ἐπιδημῶν.

Εἶτα προϊὼν τῷ λόγῳ ταῦτα πάλιν φησί·

ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι, δεικνὺς ἃ

δι' ἀμφοῖν γνωρίζεται καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς θέος.

Ὁρᾶς ὅπως ὁ σεβάσμιος οὗτος πατὴρ τὰς τῶν δύο φύσεων ἐνεργείας ἐπὶ τῆς μιᾶς

ὑποστάσεως, ἤτοι τοῦ ἑνὸς προσώπου Χριστοῦ τοῦ 〈θεοῦ〉 ἡμῶν παραδίδωσι; καὶ

μετ' ὀλίγα·

εἶτα δι' ἡμᾶς ἄνθρωπος γενόμενος ὁρατὸς καὶ ψηλαφητὸς γέγονε, καὶ διὰ τῶν θείων

τε καὶ ἀνθρωπίνων ἐνεργειῶν φανερωθεὶς ὑπάρχειν ἐν θεότητι καὶ ἀνθρωπότητι δέδω-

κεν ἡμῖν γινώσκειν ὅτι ἐν οἷς ἐγνώσθη, ἐξ αὐτῶν καὶ συνίσταται. οὕτω γὰρ καὶ οἱ

ἅγιοι πατέρες ἀμφοτέρας τὰς φωνὰς ὁμολογοῦντες, τουτέστιν ἐν θεότητι καὶ ἀνθρω-

πότητι, καὶ τὴν ἐκ θεότητος καὶ ἀνθρωπότητος, δι' ἑκατέρας αὐτῶν τὸ ἀσύγχυτόν τε

καὶ ἀδιαίρετον τῆς οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

παραδιδόασιν.

{Λόγος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ καταπεμφθεὶς πρὸς Μηνᾶν τὸνἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον τῆς εὐδαίμονος πόλεως καὶ πατριάρχηνκατὰ Ὡριγένους τοῦ δυσσεβοῦς καὶ τῶν ἀνοσίων αὐτοῦ δογμάτων} Ἡμῖν μὲν ἀεὶ σπουδὴ γέγονέ τε καὶ ἐστὶ τὸ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν τῶνΧριστιανῶν καὶ τὴν κατάστασιν τῆς ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆςἐκκλησίας ἀτάραχον διὰ πάντων φυλάττεσθαι καὶ ταύτην πρώτην τῶν ἄλλων τὴν φρον-τίδα τιθέμεθα. δι' ἦς καὶ τὴν ἐν τῶι παρόντι κόσμωι βασιλείαν ἡμῖν ὑπὸ θεοῦ παρα-δεδόσθαι καὶ φυλάττεσθαι πεπιστεύκαμεν καὶ τοὺς ἐχθροὺς τῆς ἡμετέρας πολιτείας ὑπο-τάττεσθαι· δι' ἧς καὶ ἐν τῶι μέλλοντι αἰῶνι ἔλεος ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος εὑρεῖνἐλπίζομεν. εἰ καὶ τὰ μάλιστα γὰρ ὁ τοῦ ἀνθρωπίνου γένους πολέμιος διαφόρους ἐφευ-ρίσκει προφάσεις, δι' ὧν σπουδάζει λωβᾶσθαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλ' οὖν ἡ τοῦθεοῦ φιλανθρωπία τὴν ἐκείνου καταργοῦσα πονηρίαν καὶ τοὺς ἐναντίους διελέγχουσα οὐσυγχωρεῖ τὴν ἰδίαν καταβλάπτεσθαι ἢ σκορπίζεσθαι ποίμνην. ταῦτα δὲ ἡμῖν εἴρηται,ἐπείπερ ἦλθεν εἰς ἡμᾶς ὥς τινες μὴ ἔχοντες κατὰ νοῦν τὸν τοῦ θεοῦ φόβον μηδὲ τὴν τῶνὀρθῶν δογμάτων διάκρισιν ἐπιστάμενοι, δι' ἧς πᾶς ὁ γινώσκων τὴν ἀλήθειαν σώιζεται,καταλείψαντες τὰς θείας γραφὰς καὶ τοὺς ἁγίους πατέρας, οὓς ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησίαδιδασκάλους ἔχει καὶ δι' ὧν πᾶσα μὲν πανταχοῦ αἵρεσις ἀπελήλαται, ἡ δὲ ὀρθόδοξος πίστιςσεσαφήνισται, Ὡριγένους τε καὶ τῶν Ἑλληνικῶν καὶ Ἀρειανικῶν καὶ Μανιχαικῶν αὐτοῦδογμάτων ἀντιποιοῦνται, δι' ὧν ἐκεῖνος εἰς βόθρον ἐνέπεσεν. οἱ δὲ τοιοῦτοι πῶς δύναν-ται Χριστιανοῖς συναριθμεῖσθαι προσώπου ἀντιποιούμενοι τὰ Ἑλλήνων καὶ Μανιχαίωνκαὶ Ἀρειανῶν καὶ τῶν ἄλλων αἱρετικῶν σπουδάσαντος παραδοῦναι; ὅστις πρὸ πάντωνεἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βλασφημήσας ἐτόλμησεν εἰπεῖν τὸν μὲν πατέραμείζονα εἶναι τοῦ υἱοῦ, τὸν δὲ υἱὸν τοῦ ἁγίου πνεύματος, τὸ δὲ ἅγιον πνεῦμα τῶν ἄλλωνπνευμάτων. προστέθεικε δὲ καὶ τοῦτο τῆι ἑαυτοῦ ἀσεβείαι εἰπὼν μηδὲ τὸν υἱὸν δύ-νασθαι τὸν πατέρα ἰδεῖν μηδὲ τὸ ἅγιον πνεῦμα τὸν υἱόν, καὶ ὅτι ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμακτίσματά εἰσι, καὶ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς τὸν υἱόν, τοῦτο ὁ υἱός ἐστι πρὸς τὸν πατέρα.προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῶι Περὶ ἀρχῶν αὐτοῦ [πρώτωι]λόγωι ἐπ' αὐτῆς λέξεως εἰπὼν οὕτως ἐν τῆι ἐπινοουμένηι ἀρχῆι τοσοῦτον ἀριθμὸν τῶιβουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι· πεπε-ρασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ μὴ προφάσει εὐφημίας τὴν περι-γραφὴν αὐτῆς περιαιρετέον. ἐὰν γὰρ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴννοεῖν· τῆι γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον. πεποίηκε τοίνυν τοσαῦτα ὧν ἠδύνατοπεριδράξασθαι καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν, ὥσπερκαὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι. ποίαν ταύτης μείζοναβλασφημίαν κατὰ τοῦ θεοῦ προενεγκεῖν Ὡριγένης ἠδύνατο ὁ καὶ ἐπὶ τῆς ἁγίας τριάδοςβαθμοὺς ἐπινοήσας πολυθείαν καὶ ἐντεῦθεν εἰσάγειν βουλόμενος, καὶ αὐτὴν δὲ τοῦ θεοῦτὴν δύναμιν περιγραπτὴν εἶναι τερατευόμενος; κἀκεῖνο δὲ τὸ πάσης δυσσεβείας ἀνά-μεστον τῆς αὐτοῦ ἐστι μυθολογίας τὸ λέγειν ὅτι πάντα τὰ γένη καὶ τὰ εἴδη συναίδιά ἐστιτῶι θεῶι, καὶ ὅτι τῶν λογικῶν τὰ ἁμαρτήσαντα καὶ διὰ τοῦτο ἐκπεσόντα τῆς ἐν οἷς ἦσανκαταστάσεως κατὰ τὴν ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων τιμωρίας χάριν σώμασινἐνεβλήθη καὶ καθαιρόμενα πάλιν ἀνάγονται ἐν ἧι πρότερον ἦσαν καταστάσει παντελῶςἀποτιθέμενα τὰ σώματα καὶ πάλιν ἐκ δευτέρου καὶ τρίτου καὶ πλεονάκις διαφόροιςἐμβάλλονται σώμασι πρὸς τιμωρίας. ὑποτίθεται δὲ καὶ διαφόρους κόσμους συστῆναί τεκαὶ συνίστασθαι τοῦτο μὲν παρελθόντας, τοῦτο δὲ μέλλοντας. καὶ τίς οὕτως ἐστὶν ἠλί-θιος ὅστις τῶν τοιούτων ἀκούων οὐ φρίξει τὴν διάνοιαν διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν;τίς δὲ οὐκ ἂν βδελύξηται τὸν μανέντα Ὡριγένην τοιαύτας πλασάμενόν τε καὶ ἐγγράφωςἐκθέμενον κατὰ θεοῦ βλασφημίας; ἅστινας ὡς πᾶσι Χριστιανοῖς ἀπηγορευμένας καὶ προ-φανῆ τῆς δυσσεβείας ἐχούσας τὸν ἔλεγχον περισσὸν ἐνομίσαμεν ἀντιρρήσεως ἀξιῶσαι.εἰ τοίνυν ἄπαντες αἱρετικοὶ ἐπὶ ἑνὸς τυχὸν ἢ δευτέρου δόγματος παρατροπῆι ἐκβέβληνταιτῆς ἁγιωτάτης ἐκκλησίας ὑποβληθέντες ἀναθέματι μετὰ τῶν ἰδίων δογμάτων, τίς ὅλωςΧριστιανῶν ἀνέξεται Ὡριγένους τε καὶ τῶν πονηρῶν αὐτοῦ συγγραμμάτων ἀντιποι-εῖσθαι τοῦ τοσαύτας μὲν εἰρηκότος βλασφημίας, πᾶσι δὲ σχεδὸν αἱρετικοῖς τοσαύτην ὕληνἀπωλείας παρασχομένου καὶ διὰ τοῦτο καὶ παρὰ τῶν ἁγίων πατέρων ἔκπαλαι ὑπὸ ἀνά-θεμα γενομένου μετὰ τῶν μυσαρῶν αὐτοῦ δογμάτων; εἰ γὰρ καὶ δοίη τις τὸν θεομάχονὩριγένην, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις αἱρετικοῖς εὑρίσκεται, ἀναμῖξαι τινὰ τοῖς πονηροῖς