The Greek Library Catalogue

Anonymous

Edictum contra Origenem

Edition reference
Edictum contra Origenem, ed. Amelotti and Zingale, op. cit., 68–118.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg020.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

72

αὐτοῦ συγγράμμασιν ἐκ τῶν ὀρθῶν δογμάτων, ταῦτα οὐκ ἴδια ἐκείνου καθέστηκεν, ἀλλὰ

τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπάρχει. καὶ τοῦτο δὲ αὐτὸ κακούργως ἐκεῖνος καὶ πρὸς

ἀπάτην τῶν ἁπλουστέρων ἐμηχανήσατο. ταῖς γὰρ τῶν Ἑλλήνων μυθολογίαις ἐν-

τραφεὶς καὶ ταύτας ἐπεκτεῖναι βουλόμενος ἐσχηματίσατο τὰς θείας δῆθεν ἑρμηνεύειν γρα-

φάς, ἵνα τούτωι τῶι τρόπωι τὰ ἑαυτοῦ μυσαρὰ δόγματα τοῖς τῶν θείων γραφῶν ὑπομνή-

μασιν ἀναμίξας κακοήθως τὴν Ἑλληνικὴν καὶ Μανιχαικὴν αὐτοῦ πλάνην καὶ Ἀρειανικὴν

μανίαν εἰσαγάγηι καὶ τοὺς μὴ ἠκριβωμένους τὰ τῆς θείας γραφῆς δυνηθῆι δελεάσαι. τί

γὰρ ἕτερον παρὰ τὰ Πλάτωνι εἰρημένα τῶι τὴν Ἑλληνικὴν μανίαν πλατύναντι Ὡριγένης

ἐξέθετο; ἢ παρὰ τίνος ἑτέρου Ἄρειος λαβὼν τὴν οἰκείαν συνεγράψατο νόσον ὁ πρὸς ὄλε-

θρον τῆς ἑαυτοῦ ψυχῆς εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βαθμοὺς ἐπινοήσας; ἐν τίνι δὲ

οὗτος τοῦ Μανιχαίου ἀπολιμπάνεται ὁ λέγων τὰς τῶν ἀνθρώπων ψυχὰς διὰ ἁμαρτίας

τοῖς σώμασι τιμωρίας χάριν ἐμβληθῆναι, ὡς δὴ πρῶτον μὲν νόας οὔσας καὶ ἁγίας δυνά-

μεις, ἔπειτα κόρον λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας καὶ διὰ τοῦτο

τῆς τοῦ θεοῦ ἀγάπης ἀποψυγείσας καὶ ἐντεῦθεν ψυχὰς ὀνομασθείσας καὶ τιμωρίας χάριν

τοῖς σώμασιν ἐμβληθείσας; ὅπερ καὶ μόνον ἱκανὸν ἦν εἰς τελείαν αὐτοῦ κατάκρισιν οἵα

τῆς Ἑλληνικῆς ὑπάρχον δυσσεβείας. τοῦ γὰρ θεοῦ εἰπόντος <ποιήσωμεν ἄνθρωπον

κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν> εὑρίσκεται κατὰ τοὺς ἐκείνου ματαίους λόγους

σῶμα μόνον δίχα ψυχῆς κατ' εἰκόνα καὶ ὁμοίωσιν γενόμενον τοῦ θεοῦ, ἐὰν ὅλως προυπῆρχε

ψυχὴ καὶ μετὰ τὸ γενέσθαι τὸ σῶμα ἐνεβλήθη ἢ κατηγγίσθη ἐν αὐτῶι, καὶ ἀνάγκη πᾶσα

τοῦ λέγειν καὶ αὐτὸν τὸν θεὸν τὸν τοῦ ἀνθρώπου δημιουργὸν σῶμα ὑπάρχειν ὡς τὸ

σῶμα κατ' εἰκόνα καὶ ὁμοίωσιν ἰδίαν ποιησάμενον. πῶς δὲ δύναται εἰκὼν εἶναι τοῦ

ἀσωμάτου τὸ σῶμα; δι' ὃ μὴ γένοιτο τούτοις Χριστιανοὺς συνθέσθαι. εἰ δὲ κατὰ τὴν

Ὡριγένους βλασφημίαν προυπῆρχον αἱ ψυχαὶ καὶ διὰ τὸ ἁμαρτῆσαι αὐτὰς τιμωρίας

χάριν εἰς τὰ σώματα κατεπέμφθησαν, ἵνα παιδευθεῖσαι σωφρονήσωσιν, ἐχρῆν αὐτὰς μη-

κέτι ἁμαρτάνειν. εἰ γὰρ πρὸς κόλασιν τῆι ψυχῆι διὰ τὴν ἁμαρτίαν ἐδόθη τὸ σῶμα,

ὥστε αὐτὴν ὀδυνωμένην παιδευθῆναι πρὸς τὸ τιμᾶν τὸν θεόν, πῶς συνεργεῖ καὶ συ-

ναγωνίζεται αὐτῆι τὸ σῶμα πρὸς τὸ ἁμαρτάνειν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ

συντόμως εἰπεῖν τὰ τοιαῦτα ἐφεκτικὰ τοῦ ἀδικεῖν καὶ τοῦ ἁμαρτάνειν τοῖς κολαζομένοις

γίνονται. οὐ γὰρ ὅπως ὁ ἁμαρτήσας πλέον ἁμαρτήσηι, συνεργὸς αὐτῶι πρὸς τὴν ἁμαρ-

τίαν ὁ δεσμὸς δίδοται, ἀλλ' ὅπως παύσηται τοῦ ἁμαρτάνειν διὰ τῶν δεσμῶν βασανιζό-

μενος. πρόδηλον τοίνυν ὅτι οὐ διὰ σωφρονισμὸν προλαβουσῶν ἁμαρτιῶν τοῖς σώ-

μασιν ἐνεβλήθησαν αἱ ψυχαὶ κατὰ τοὺς ἐκείνου λήρους, ἀλλὰ κατὰ ταυτὸν ὁ θεὸς τό τε

σῶμα τήν τε ψυχήν, τουτέστι τέλειον τὸν ἄνθρωπον ἐδημιούργησεν. ὅθεν τῶν διὰ

τοῦ σώματος ἡμῖν πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων τὴν ἀνταπόδοσιν ἀναμένομεν.

74

τοῦτο γὰρ ἡμῖν παραδίδωσιν καὶ ὁ θεῖος ἀπόστολος Παῦλος λέγων ὅτι <πάντας ἡμᾶς φα-

νερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκα-

στος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον>. προ-

σέχειν τοίνυν δεῖ τοῖς τοῦ ἀποστόλου ῥήμασιν ὅτι οὐκ εἶπε κομίζεσθαι δεῖν τὸν κρινόμενον

πρὸς ἃ ἔπραξε πρὸ τοῦ σώματος ἀλλὰ διὰ τοῦ σώματος. εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ

σώματος κολάζεται ἄνθρωπος παρὰ τοῦ κρίνοντος τὴν γῆν ἢ τῆς δεούσης ἀξιοῦται τιμῆς,

μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, δῆλον ὅτι οὐ προυπάρχουσι τῶν σω-

μάτων αἱ ψυχαί· εἰ γὰρ προυπῆρχον, εἶπεν ἂν ὁ ἀπόστολος, ὥσπερ τὰ διὰ τοῦ σώματος,

οὕτως καὶ τὰ πρὸ τοῦ σώματος. ὅτι δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ νοεραί τε καὶ λογικαὶ

τυγχάνουσι, τῶν ὁμολογουμένων ἐστίν, ὅπερ οὐδὲ τοὺς Ὡριγένους ἀντιποιουμένους νο-

μίζομεν ἀπαρνεῖσθαι. εἰπάτωσαν τοίνυν οἱ τὰ Ὡριγένους φρονοῦντες· αἱ ψυχαὶ αἱ

αὐτῶν, εἴγε ἄρα καθὼς λέγουσι, προυπῆρχον τῶν σωμάτων, πρὶν ἢ ἐν τοῖς σώμασιν εἰ-

σέλθωσιν, ἐν ποίαι τάξει ὑπῆρχον ἢ τί διεπράττοντο; ἐχρῆν γὰρ αὐτὰς εἰδέναι ποῦ ἦσαν,

εἰ προῆσαν, καὶ πῶς ἐνταῦθα παρεγένοντο. εἰ δὲ τοῦτο αὐτοῖς ἀμήχανόν ἐστι λέγειν

ὡς τῆς ἀληθείας μὴ οὔσης, δῆλον ὅτι μῦθοι τὰ κατ' αὐτοὺς ὑπάρχουσιν. ἴσως δὲ

ἐροῦσιν ὅτι μετὰ τὸ εἰσελθεῖν τὰς ψυχὰς ἐν τοῖς σώμασι τότε δύνανται διακρίνειν τε καὶ

γινώσκειν τὰ πραττόμενα παρ' αὐτῶν. εἰ δὲ τοῦτο εἴπωσιν, εὑρίσκεται τὸ σῶμα κατὰ

τοὺς αὐτῶν ματαίους λόγους τιμιώτερον τῆς ψυχῆς οἷα χαριζόμενον αὐτῆι τὸ νοεράν τε καὶ

λογικὴν γενέσθαι· ἀλλὰ τὸ λέγειν τοῦτο πάσης ἐστὶν ἀνοίας καὶ ἀτοπίας μεστόν. διὰ

τί δὲ ὅλως, εἴπερ, ὡς λέγουσιν, προυπῆρχεν ἡ ψυχή, μαθήσεώς τινος ἢ διδαχῆς δέεται ἐν

τῶι σώματι γενομένη κατὰ μικρὸν εἰσαγομένη καὶ προκόπτουσα εἰς τὰ μείζονά τε καὶ τε-

λειότερα; εἰ γὰρ προῆν, καὶ ἐγίνωσκεν ἂν τὰ συμφέροντα μηδεμιᾶς μαθήσεως δεομένη

καὶ ὡς ἐν γνώσει τυγχάνουσα διωρθοῦτο ταῖς ἐπιμελείαις καὶ εἰ τὸ πταῖσμα ἐγίνωσκεν,

οὐκ ἐδιδάσκετο ὡς προεπισταμένη. εἰ δὲ διδάσκεται ὡς ἀγνοοῦσα, οὐ προήιδει· εἰ

δὲ οὐ προήιδει, οὐ προῆν. ἀλλὰ δῆλον ὅτι οὐ προῆν. τῆς γὰρ γενέσεως ἡμῶν

αἴτιός ἐστι μόνος ὁ θεός, ὅστις καθὼς οὐκ ὄντας ἡμᾶς ἐποίησεν, οὕτως καὶ γενομένους σώι-

ζει τῆι ἰδίαι χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν. ὁ θεὸς γὰρ εἰπὼν <ποιήσωμεν

ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν> ἀμφότερα κατὰ ταυτὸν ἐδημιούρ-

γησε, τουτέστι σῶμά τε πλάσας καὶ ψυχὴν νοεράν τε καὶ λογικὴν δημιουργήσας. ἅμα

γὰρ σῶμα ἔπλασεν ὁ θεὸς καὶ τὴν ψυχὴν ἐδημιούργησε τέλειον τὸν ἄνθρωπον ἀποτελέσας·

οὐδὲ γὰρ σῶμα χωρὶς ψυχῆς οὐδὲ ψυχὴ χωρὶς σώματος ἄνθρωπος. εἰ δὲ προυπῆρχεν

ἡ ψυχή, καθὼς Ὡριγένης ληρεῖ, τίνος ἕνεκεν ὁ ἁγιώτατος προφήτης Ζαχαρίας εἶπε

<πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι>; εἰ γὰρ προῆν, ἕδει μᾶλλον εἰπεῖν καταγ-

γίζων ἢ καταπέμπων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι· νῦν δὲ λέγων ὁ προφήτης <πλάσσων>

δείκνυσιν ὅτι ὥσπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν οὐ προυπάρχουσαν ἐποίησεν ὁ

θεὸς τῆι ἰδίαι δυνάμει αὐτοῦ καὶ ἀγαθότητι. καθὼς οὖν εἴρηται, τὸ κατ' εἰκόνα καὶ

ὁμοίωσιν τοῦ θεοῦ γενέσθαι τὸν ἄνθρωπον καὶ τοῦ θείου ἐμφυσήματος ἀξιωθῆναι

δηλοῖ μὴ μόνον νοερὰν καὶ λογικήν, ἀλλὰ καὶ ἀθάνατον τὴν ψυχὴν δημιουργηθῆναι

76

πρὸς τὸ ἄρχειν πάντων τῶν ἐπὶ γῆς ποιημάτων. τοῦτο γάρ ἐστι καὶ τὸ εἰρημένον

τῶι θεολόγωι Γρηγορίωι περὶ τῆς ψυχῆς, τὴν ἐκ θεοῦ καὶ θείαν καὶ τῆς ἄνωθεν εὐγενείας

μετέχουσαν, οὐχ ὥς τινες φανταζόμενοι λέγουσι, τῆς θεικῆς οὐσίας ὑπάρχουσαν

τὴν ψυχήν, ἀλλ' ὡς διὰ τοῦ ἐμφυσήματος τοῦ θεοῦ γενομένην καὶ χάρισμα παρ' αὐτοῦ

λαβοῦσαν τοῦ νοερὰν καὶ λογικὴν καὶ ἀθάνατον εἶναι καὶ μὴ συναποθνήισκειν τῶι σώ-

ματι καθ' ὁμοιότητα τῶν ἀλόγων ζώιων, ἀλλὰ κατὰ χάριν μετέχειν τῆς ἄνωθεν εὐγενείας,

τουτέστιν ἀθανασίας. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινου-

πόλεως πατριάρχης ἐν τῶι ἑνδεκάτωι λόγωι τῶι εἰς τὴν κτίσιν· λέγει γὰρ οὕτως

<καὶ ἐνεφύσησε>, φησίν, <εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγέ-

νετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν>. ἐνταῦθα τινὲς τῶν ἀγνωμόνων ἐξ οἰκείων

λογισμῶν κινούμενοι καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες οὔτε τὴν συγκατάβασιν τῶν ῥημά-

των λογιζόμενοι λέγειν ἐπιχειροῦσιν ὅτι ἐκ τῆς τοῦ θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. ὢ τῆς

μανίας, ὢ τῆς παραφροσύνης.

Καὶ ταῦτα μὲν ὁ πατὴρ περὶ τῶν προκειμένων· σκόπει δὲ ὅτιπερ περὶ μὲν τῶν ἄλλων

ἁπάντων τῶν ἐπὶ γῆς ποιημάτων εἶπεν ὁ θεὸς <γενηθήτω> καὶ <ἐξαγαγέτω ἡ γῆ, καὶ

ἐγένετο>· περὶ δὲ τοῦ ἀνθρώπου λέγει <ποιήσωμεν ἄνθρωπον> καὶ οὐ μόνον <ποι-

ήσωμεν>, ἀλλὰ καὶ <κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν> καὶ λαβὼν <χοῦν ἀπὸ τῆς

γῆς> ταῖς ἰδίαις χερσὶν <ἔπλασε> τὸν ἄνθρωπον <καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον

αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν>. ἐντεῦθεν

τοίνυν ἔστιν ἰδεῖν πῶς ὁ θεὸς τὸν ἄνθρωπον τιμιώτερον ἐποίησε τῶν ἄλλων ἁπάντων τῶν

ἐπὶ γῆς κτισμάτων. τὰ μὲν γὰρ ἄλλα πάντα λόγωι εἶπε, καὶ ἐγένετο· τὸν δέ γε

ἄνθρωπον, καθὼς εἴρηται, αὐτὸς ταῖς ἰδίαις χερσὶ κατὰ τὴν θείαν γραφὴν ἐδημιούργησε.

πάντα δὲ τὰ γενόμενα ὑπ' αὐτοῦ ἐπὶ τῆς γῆς ὑπέταξε τῶι ἀνθρώπωι τῶι γενομένωι ἐν

τῆι ἕκτηι ἡμέραι, ἵνα πάντων τῶν ἐπὶ τῆς γῆς κτισμάτων ἤδη προγεγονότων καὶ ἑτοι-

μασθέντων αὐτῶι δεσπόζηι αὐτὸς ὑπὸ τοῦ πλάστου δεσποζόμενος. τοῦτο δὲ ἡμᾶς δι-

δάσκει καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὴν νέαν κυριακήν· λέγει

γὰρ ταῦτα

οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται καὶ δεύτερον καὶ τρίτον καὶ τὰ ἑξῆς ἄχρι τῆς

ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα λόγοις

ἀρρήτοις τασσόμενα καὶ οὐκ ἀθρόως ἀναδιδόμενα τῶι πάντα δυνατῶι λόγωι, οὗ καὶ τὸ

νοῆσαι μόνον καὶ εἰπεῖν ἔργον ἐστὶ παριστάμενον. εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνε-

δείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν· ἔδει γὰρ ὥσπερ

βασιλεῖ προυποστῆναι τὰ βασίλεια καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυ-

φορούμενον.

Εἰ τοίνυν κατὰ τὴν τοῦ θεολόγου Γρηγορίου διδασκαλίαν τελευταῖος ὁ ἄνθρωπος

ἀνεδείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, καὶ πάντα παρὰ τοῦ θεοῦ αὐτῶι

προητοιμάσθη, ὥσπερ βασιλεῖ προυφίσταται τὰ βασίλεια, καὶ οὕτως εἰσήχθη παρὰ θεοῦ

ὡς βασιλεὺς πᾶσιν ἤδη δορυφορούμενος, πῶς λέγουσιν οἱ κατὰ τὸν Ὡριγένην παρα-

φρονοῦντες ὅτι προυπάρχουσαι αἱ ψυχαὶ διὰ ἁμαρτίας ἐν σώμασι καταπέμπονται ὀφεί-

78

λουσαι δίκας ὑποσχεῖν τῶν πρώην ἡμαρτημένων; τὸ ἔμπαλιν γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος

καὶ ὕστερον πάντων λέγει τὸν ἄνθρωπον γεγενῆσθαι καὶ τιμηθῆναι ὑπὸ θεοῦ καὶ βασιλεύειν

τῶν ἐπὶ γῆς πάντων, ὅπερ τιμωρίας μὲν οὐκ ἔστι, πάσης δὲ τὸ ἐναντίον προνοίας καὶ

εὐεργεσίας ἔνδειξις ὑπάρχει. σύμφωνα δὲ τοῖς τοῦ θεολόγου Γρηγορίου καὶ ὁ ἐν

ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἡμᾶς διδάσκει ἐν τῶι ἑνδεκάτωι

λόγωι τῶι εἰς τὴν κτίσιν λέγων οὕτως

ἀλλ' ἴσως εἴποι τις ἄν· καὶ τίνος ἕνεκεν εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ

ἔλαττον πρῶτον δημιουργεῖται καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; οὐχ ὁρᾶις, ἀγαπητέ,

ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; ὥσπερ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ

ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη καὶ μετὰ ταῦτα πάντα ὁ ἄνθρωπος

ὁ τούτων πάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῆι

τῆι διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα πλάττεται καὶ τότε ἡ ψυχὴ ἡ τιμιω-

τέρα. ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα εἶναι χρήσιμα πρὸ

τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχηι τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων

χρείας ἀπολαύειν, οὕτω καὶ τὸ σῶμα πρὸ τῆς ψυχῆς δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ

τὴν ἀπόρρητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῆι, ἔχηι τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι

διὰ τῆς τοῦ σώματος κινήσεως.

Καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι τοῖς ἀκροωμένοις ὅτι τὰ αὐτὰ τοῖς ἁγίοις πατράσι

φθεγγόμεθα πανταχοῦ τὴν τῶν ψυχῶν προύπαρξιν ἀναιροῦσιν· πάλιν δὲ τῆς ἁγίας

λεγούσης γραφῆς περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας <εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν·

αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε

αὐτῆς>, πῶς ἄρα εἰ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἔμελλε κατὰ τὴν θείαν πρό-

σταξιν αὐξάνεσθαι καὶ πληθύνεσθαι τὰ προυπάρχοντα κατὰ τοὺς ἐκείνων μύθους; καὶ

πῶς εἶχεν ὁ θεὸς εὐλογῆσαι τὰς ψυχὰς ταῖς ἁμαρτίαις ἤδη ὑποπεσούσας εἰς τὸ αὐξη-

θῆναί τε καὶ πληθυνθῆναι; ἁμαρτήσασαι γὰρ αἱ ψυχαὶ κατάρας μᾶλλον ἤπερ εὐλογίας

ἔτυχον ἄξιαι. εἰ δὲ προυπῆρχον αἱ ψυχαὶ ἐν ἑτέραι τάξει ὑπάρχουσαι κατὰ τοὺς

Ὡριγένους μύθους, διὰ τί μόνον τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός; ἆρα μόνον ἡ ψυχὴ τοῦ

Ἀδὰμ τότε ἦν ἁμαρτήσασα καὶ διὰ τοῦτο ἓν σῶμα ἔπλασεν ὁ θεός; εἰ γὰρ ἦσαν πρὸ

τούτου καὶ ἄλλαι ψυχαί, ἔδει καὶ ἄλλα σώματα ἅμα πλασθῆναι ὑποδεχόμενα τὰς

ψυχάς. πῶς δὲ ἡ ἁμαρτήσασα κατὰ τοὺς αὐτῶν λόγους ψυχὴ καὶ διὰ τιμωρίαν εἰς

σῶμα βληθεῖσα εἰς τὸν παράδεισον τῆς τρυφῆς παρὰ τοῦ θεοῦ ἐτέθη; εἰ γὰρ διὰ τιμω-

ρίαν σώματι ἐνεβλήθη, οὐκ ἐν παραδείσωι τῆς τρυφῆς, ἀλλ' ἐν κολάσεως ἂν ἀπετίθετο

τόπωι. τοσοῦτον δὲ ὁ θεὸς ἠγάπησε τὸν ἄνθρωπον, ὃν μετὰ πάντα τὰ δημιουρ-

γήματα ἔπλασεν, ὅτι καὶ μετὰ τὸ παραβῆναι αὐτὸν τὴν δοθεῖσαν αὐτῶι παρὰ τοῦ

θεοῦ ἐντολὴν καὶ διὰ τοῦτο ἐκβληθῆναι τοῦ παραδείσου αὐξανομένου τοῦ γένους τῶν

ἀνθρώπων καὶ πληθυνομένης τῆς ἁμαρτίας διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τῶν ἀνθρώ-

πων ἐπιμελῶς ἐπὶ τὰ χείρονα οὐ περιεῖδεν ὁ θεὸς ὡς ἀγαθὸς τὸ ἴδιον πλάσμα, ἀλλὰ δια-

φόροις ἐνουθέτησε τρόποις τοῖς ὑπὸ τῆς ἁγίας δηλουμένοις γραφῆς. ἐπειδὴ δὲ ἐπὶ

δεινοτέροις τοῖς ἀρρωστήμασι μείζονος ἐδεόμεθα καὶ τῆς θεραπείας, αὐτὸς ὁ μονογενὴς

τοῦ θεοῦ λόγος, ὁ εἶς, τουτέστι τὸ ἐν πρόσωπον, τῆς ἁγίας τριάδος, διὰ τὴν ἑαυτοῦ

80

φιλανθρωπίαν ἄνθρωπος γίνεται μένων θεὸς μηδὲ τὴν θεικὴν αὐτοῦ οὐσίαν ἀλλοιώσας

εἰς τὴν ἀνθρωπίνην μηδὲ τὴν ἀνθρωπίνην [αὐτοῦ οὐσίαν] εἰς τὴν θεικὴν μεταβαλὼν

καὶ ἔστιν εἶς καὶ ὁ αὐτὸς ἐν ἑκατέραις ταῖς φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζό-

μενος. μείνας γὰρ ὅπερ ἦν, γέγονεν ὅπερ οὐκ ἦν, καὶ τὸν ὀφειλόμενον παρ' ἡμῶν

θάνατον ἐκ τῆς διὰ τὴν παράβασιν κατακρίσεως ἐν τῆι ἰδίαι σαρκὶ ἀναδεξάμενος ἠλευ-

θέρωσεν ἡμᾶς τοῦ αἰωνίου θανάτου <ἀπαρχὴ τῶν κεκοιμημένων> γενόμενος καὶ <πρωτό-

τοκος> ἀναστὰς <ἐκ νεκρῶν> συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, καθὼς

ἡμᾶς ἐκδιδάσκει ἡ ἀποστολικὴ παράδοσις. εἰ γὰρ καὶ τὴν ἀρχὴν ἡ ἀνθρωπίνη φύσις

διὰ τὴν παρακοὴν ἐστερήθη τοῦ παραδείσου, ἀλλ' ὅμως, ὡς εἴρηται, ὁ μονογενὴς υἱὸς

τοῦ θεοῦ <διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἢν ἠγάπησεν ἡμᾶς>, τὴν ἡμετέραν

φύσιν ἑνώσας ἑαυτῶι ἀδιασπάστως καθ' ὑπόστασιν ἐν τῆι μήτραι τῆς ἁγίας ἐνδόξου

θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μείζονος ἡμᾶς ἠξίωσε χάριτος τὴν ἐν οὐρανοῖς βασι-

λείαν ἡμῖν δωρησάμενος. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταν-

τινουπόλεως πατριάρχης ἐν τῶι λόγωι τῶι εἰς τὴν ἀνάληψιν λέγων οὕτως

ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες σήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν· οἱ μηδὲ

τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω· ὑπερέβημεν τοὺς

οὐρανούς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι' ἣν ἐφύλαττε τὸν

παράδεισον τὰ Χερουβίμ, αὐτὴ ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον.

Ἀποδέδεικται τοίνυν ὅτι οὐχ ὡς Ὡριγένης ληρεῖ, ἐν οὐρανοῖς αἱ ψυχαὶ προυπάρ-

χουσαι ἔπειτα ἁμαρτήσασαι κατεπέμφθησαν τιμωρίας χάριν εἰς τὰ σώματα, ἀλλ' ἐκ

τῶν ἐναντίων ἐπὶ γῆς δημιουργηθεῖσα ὅλη ἡ τοῦ ἀνθρώπου φύσις, τουτέστι σώματος

καὶ ψυχῆς, διὰ τῆς ὑπερβαλλούσης τοῦ θεοῦ ἀγαθότητος τῆς ἐν οὐρανοῖς ἠξίωται βασι-

λείας, ὥστε τοὺς ἀνθρώπους τοὺς τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντάς τε καὶ πληροῦντας

ἀξιοῦσθαι τῆς ἐν οὐρανοῖς τῶν ἀγγέλων διαγωγῆς, οὓς ἐν τῆι γῆι διὰ τῆς πρὸς θεὸν

ὑμνολογίας μιμεῖσθαι προσετάχθημεν. βουλόμενος γὰρ ὁ θεὸς διὰ τὴν ἄφραστον

αὐτοῦ φιλανθρωπίαν, ὃν τρόπον ἐν οὐρανοῖς ὑπὸ τῶν ἁγίων δυνάμεων δοξολογεῖται,

οὕτως καὶ ἐπὶ τῆς γῆς ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐδημιούργησε τὸν ἄνθρωπον

δεύτερον ἄγγελον ἐπὶ τῆς γῆς, ὡς ἂν πληρωθῆι τὰ πάντα δόξης θεοῦ. ὅθεν καὶ

ὁ κύριος παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς ὅπως ὀφείλουσι προσεύχεσθαι, λέγει· <πάτερ

ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία

σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῶι καὶ ἐπὶ τῆς γῆς>. σύμφωνα

δὲ τοῖς παρ' ἡμῶν εἰρημένοις καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς

τὸ ἅγιον πάσχα διδάσκει λέγων οὕτως

τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι λόγος καὶ ζῶιον ἒν ἐξ ἀμφοτέρων,

ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον. καὶ παρὰ μὲν τῆς

ὕλης λαβὼν τὸ σῶμα ἤδη προυποστάσης, παρ' ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ ψυχὴν

νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος, οἷόν τινα κόσμον δεύτερον ἐν μικρῶι μέγαν ἐπὶ

82

τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως,

μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν.

Πρόσχες τοίνυν ὅτι λέγων ὁ πατὴρ ὡς ἐξ ἀμφοτέρων ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,

προσέθηκεν ὅτι τὸ μὲν σῶμα ἐξ ὕλης ἤδη προυποστάσης ἔλαβε, τὴν δὲ ψυχὴν οὐδὲ

προυπάρχειν εἶπεν οὐδὲ ἔκ τινος προυπαρχούσης οὐσίας γεγενῆσθαι, ἀλλ' ὅτι παρ'

ἑαυτοῦ ὁ θεὸς ἐνέθηκε τὴν ζωήν, ὃ δὴ ψυχὴν νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος. καὶ

τὸ εἰπεῖν δὲ τὸν πατέρα ὅτι βασιλέα ἐπὶ τῆς γῆς ἐποίησε τὸν ἄνθρωπον ὁ θεὸς βασι-

λευόμενον ἄνωθεν, ἀναιρεῖ τὸ λέγειν ὡς διὰ κόλασιν ἐνεβλήθησαν αἱ ψυχαὶ τοῖς σώμασιν·

τὸ γὰρ βασιλεύειν ἐπὶ τῆς γῆς καὶ ὑπὸ θεοῦ μόνου βασιλεύεσθαι οὐ τιμωρίας, ἀλλὰ

μεγάλης ἐστὶ τῆς τοῦ θεοῦ δωρεᾶς. πρὸς τούτοις δὲ κἀκεῖνο εἰπεῖν ἀναγκαῖον ἡγού-

μεθα πρὸς τοὺς τὴν προύπαρξιν λέγοντας ὅτι εἴπερ ἀληθὲς ἦν τὸ προυπάρχειν τὰς

ψυχὰς τῶν σωμάτων, ἐγίνωσκον ἂν καὶ ἐμέμνηντο τί ἔπραττον καὶ πρὸ τοῦ εἰσελθεῖν

ἐν τοῖς σώμασιν, ὥσπερ καὶ μετὰ τὴν τελευτὴν ἐπίστανται καὶ γινώσκουσι τὰ πραχθέντα

αὐταῖς ἐν τοῖς σώμασιν. ἀποδείξομεν δὲ τὸ γινώσκειν τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν

ἀποβίωσιν τὰ αὐτῆι πεπραγμένα ἐξ αὐτῶν τῶν τοῦ εὐαγγελίου ῥημάτων· λέγει γὰρ

ὁ δεσπότης ἡμῶν καὶ σωτὴρ Χριστὸς ἐν τῶι κατὰ Λουκᾶν εὐαγγελίωι εἰς τὴν περιοχὴν

τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ταῦτα

<ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον

εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζα-

ρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν

χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ

πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἀπέλειχον ἐρχόμενοι τὰ ἔλκη αὐτοῦ.

ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν

ἀγγέλων εἰς τὸν κόλπον Ἁβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτά-

φη. καὶ ἐν τῶι ἅιδηι ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασά-

νοις ὁρᾶι τὸν Ἁβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐ-

τοῦ. καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμ-

ψον Λάζαρον ἵνα βάψηι τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ κα-

ταψύξηι τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῆι φλογὶ ταύτηι. εἶπε δὲ

Ἁβραάμ· μνήσθητι, τέκνον, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῆι ζωῆι

σου καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οὗτος παρακαλεῖται, σὺ δὲ

ὀδυνᾶσαι. καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν τε καὶ ὑμῶν χάσμα μέγα

ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται

μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ,

ἵνα πέμψηις αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελ-

φούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ εἰσέλθωσιν εἰς τὸν

τόπον τοῦτον τῆς βασάνου>.

Αἰσχυνθήτωσαν τοίνυν οἱ Ὡριγένους ἀντιποιούμενοι καὶ ἐκ τῶν τοῦ ἁγίου

εὐαγγελίου ῥημάτων. εἰ γὰρ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἐγίνωσκον ἂν

84

καὶ τὰ πρὸ τοῦ σώματος αὐταῖς πραχθέντα, καθάπερ καὶ μετὰ τὴν ἀποβίωσιν μέμνηνται

τῶν διὰ τοῦ σώματος αὐταῖς πεπραγμένων. τοῦτο γὰρ ἐκ τῶν ῥήσεων τοῦ ἁγίου εὐαγ-

γελίου ἐδιδάχθημεν.

Ὅτι δὲ ταῖς θεοπνεύστοις γραφαῖς ἀκολουθοῦντες οἱ ἅγιοι πατέρες τὰ τοιαῦτα

κατέκριναν δόγματα σὺν Ὡριγένει τῶι ταῦτα μυθολογησαμένωι, ἐξ αὐτῶν τῶν εἰρη-

μένων τοῖς ἁγίοις πατράσι καὶ ἤδη μὲν σαφῶς ἀπεδείξαμεν, οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν

ἐφεξῆς μαρτυριῶν τῶν ἁγίων πατέρων ἀποδείξομεν. καὶ πρῶτον τὸν ἅγιον Πέτρον

ἐπίσκοπον Ἀλεξανδρείας γενόμενον καὶ μάρτυρα παραθησόμεθα τοῖς τοιούτοις ἡμῶν

μαρτυροῦντα λόγοις

{Τοῦ ἁγίου Πέτρου ἐπισκόπου καὶ μάρτυρος τῆς μεγαλοπόλεως Ἀλεξανδρείας ἐκ τοῦ

πρώτου λόγου περὶ τοῦ μηδὲ προυπάρχειν τὴν ψυχὴν μηδὲ ἁμαρτήσασαν διὰ τοῦτο

εἰς σῶμα βληθῆναι}

Ἡγούμεθα τὰ περὶ τοῦ πρώτου ἐκ γῆς χοικοῦ γεγενημένου ἀνθρώπου παραθέσθαι

πρὸς τὸ δεῖξαι ἕνα καὶ τὸν αὐτὸν ἐν τῶι αὐτῶι καιρῶι γενόμενον, κἂν μερικῶς ποτε ὁ

ἔσω καὶ ἔξω λέγηται ἄνθρωπος. εἰ γὰρ καὶ κατὰ τὸν σωτήριον λόγον ὁ ποιήσας

τὰ ἔξωθεν καὶ τὰ ἔσωθεν ἐποίησεν, ἀλλ' οὖν γε ἐφάπαξ καὶ ἐν ἑνὶ καιρῶι, τουτέστι τῆι

αὐτῆι ἡμέραι ὅτε εἶπεν ὁ θεὸς <ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν

ἡμετέραν>, ὡς ἐκ τούτου εὔδηλον εἶναι ὅτι οὐκ ἀπὸ συνόδου ὡς προόντος τινὸς ἑτέρου

καὶ ἀφ' ἑτέρου τόπου συνεληλυθότος γεγένηται. εἰ γὰρ σύνοδος ἦν, τίνος ἕνεκεν

καὶ πεποιημένον ἀνεγράφη;

Καὶ μεθ' ἕτερα· ὥστε οὐκ ἐνδέχεται πρὸ σωμάτων ἐν οὐρανῶι ἁμαρτάνειν ψυχὰς

μηδὲ ὅλως πρὸ σωμάτων ὑποστάσας. τὸ μάθημα τοῦτο τῆς Ἑλληνικῆς ἐστι φιλο-

σοφίας ξένης καὶ ἀλλοτρίας οὔσης τῶν ἐν Χριστῶι εὐσεβῶς θελόντων ζῆν.

{Τοῦ αὐτοῦ ἐκ τῆς μυσταγωγίας ἧς ἐποιήσατο πρὸς τὴν ἐκκλησίαν μέλλων τὸν τοῦ

μαρτυρίου στέφανον ἀναδέχεσθαι}

Διὰ τοῦτο παρακαλῶ, γρηγορεῖτε, ὅτι εἰς θλῖψιν πάλιν μέλλετε εἰσελθεῖν. οἴδατε

πόσους κινδύνους ὑπέμεινεν ὁ ἀναθρέψας με πατήρ μου καὶ ἐπίσκοπος Θεωνᾶς ἀπὸ τῶν

μαινομένων εἰς τὰ εἴδωλα (οὗ καὶ τὸν θρόνον διεδεξάμην, εἴθε δὲ καὶ τὸν τρόπον)· ὡς δὲ

καὶ ὁ μέγας Διονύσιος κατακρυπτόμενος ἀπὸ τόπων εἰς τόπους, πρὸς τούτωι καὶ Σα-

βελλίου θλίβοντος. τί δὲ εἴπω Ἡρακλᾶν καὶ Δημήτριον τοὺς μακαρίους ἐπισκόπους,

οἵους πειρασμοὺς ὑπέστησαν ὑπὸ τοῦ μανέντος Ὡριγένους καὶ αὐτοῦ σχίσματα βαλόντος

ἐν τῆι ἐκκλησίαι τὰ καὶ ἕως σήμερον ταραχὰς αὐτῆι ἐγείροντα;

86

Πῶς τοίνυν δύναταί τις τῶν εὖ φρονούντων ἐναντιοῦσθαι τοῖς κατὰ Ὡριγένους

εἰρημένοις παρὰ τοῦ ἁγίου μάρτυρος καὶ ἐπισκόπου Ἀλεξανδρείας Πέτρου; ὅστις τὸν

καλὸν ὑπὲρ Χριστοῦ ἀναδεξάμενος ἀγῶνα οὐ μόνον ἀπεκήρυξεν Ὡριγένην καὶ τὰ

μυσαρὰ αὐτοῦ δόγματα, ἀλλὰ καὶ μαρτυρεῖ ὡς οἱ πρὸ αὐτοῦ ἅγιοι πατέρες πολλοὺς

ὑπέμειναν πειρασμοὺς ἀπὸ τῆς ἐκείνου φρενοβλαβείας.

Εἶπε δὲ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐπίσκοπος καὶ αὐτὸς Ἀλεξανδρείας γενόμενος

ἐν τῶι λόγωι τῶι εἰς τὸν βίον τοῦ μακαρίου Ἀντωνίου ταῦτα

Πῶς δὲ χλευάζειν ἡμᾶς τολμᾶτε λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι,

ὅπουγε ὑμεῖς ἐκ τοῦ νοῦ τὴν ψυχὴν ὁρίζοντες φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτω-

κέναι ἀπὸ τῆς ἁψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα;

Δεῖ προσέχειν τοὺς ἀκροωμένους ὅτι ὁ ἐν ἁγίοις Ἀθανάσιος σαφῶς ἐναντιοῦται

τοῖς λέγουσι προυπάρχειν τὸν νοῦν καὶ ἐκ τούτου γεγενῆσθαι τὴν ψυχὴν ἁμαρτήσασαν

καὶ πεπτωκυῖαν ἀπὸ τῆς ἀψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα.

{Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δευτέρου λόγου}

Πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε καὶ τῆι μὲν πρώτηι τὸ φῶς, ὅπερ ἐκά-

λεσεν ἡμέραν, τῆι δὲ δευτέραι τὸ στερέωμα καὶ τῆι τρίτηι συναγαγὼν τὰ ὕδατα ἔδειξε

τὴν ξηρὰν καὶ τοὺς ἐν αὐτῆι ποικίλους προήγαγε καρποὺς καὶ τῆι τετάρτηι πεποίηκε τὸν

ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν τῶν ἀστέρων χορόν, τῆι δὲ πέμπτηι τῶν ἐν τῆι

θαλάττηι ζώιων καὶ τῶν ἐν τῶι ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε, τῆι δὲ ἕκτηι τετράποδα

ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος,

<τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶ-

ται>. καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς

ἄνθρωπός ἐστιν οὔτε ἄγγελοι ὡς οἱ θρόνοι οὔτε οὗτοι ὡς αἱ ἐξουσίαι, ἀλλὰ πάντα μέν

ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων κατὰ γένος τῆι ἰδίαι οὐσίαι ὡς γέγονεν, ἔστι

τε καὶ μένει.

Ἰδοὺ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος παραδίδωσιν ὅτι μετὰ πάντα τὰ κτίσματα ἐποίησεν

ὁ θεὸς τὸν ἄνθρωπον τὸν ἐκ σώματος καὶ ψυχῆς νοερᾶς καὶ λογικῆς. οὐ γὰρ εἶπε τὸ

σῶμα μετὰ πάντα γενέσθαι, ἵνα προυπάρχουσα ψυχὴ εἰσέλθηι ἐν αὐτῶι· ἀλλ' εἶπε

μετὰ πάντα τὰ κτίσματα τὸν ἄνθρωπον γεγενῆσθαι τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος

δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν ἐδημιούργησεν.

Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἵρηται ὅτι ἡ

τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου σαρκώ-

σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι πρὸς

Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε

88

εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίζοντες πρὸ τῆς Μαρίας εἶναι τὴν

ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν θεὸν λόγον καὶ ἐν

αὐτῆι πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι.

Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῶι ἐν ἁγίοις Ἀθανασίωι ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας οὐ προυπῆρχε τῆς

ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν τὰς ἄλλας τῶν ἀνθρώπων ψυχὰς

προυπάρχειν τῶν σωμάτων;

Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῶι λόγωι τῶι εἰς τὸ

<ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν> λέγοντος οὕτως

Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῆι

ἦν ὁ ἀνθρώπινος λόγος τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως;

πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ

πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες ἥλιος σελήνη βοτάναι γῆ θάλαττα οὐρανός.

Ἰδοὺ ὁ πατὴρ σαφῶς ἡμῖν προαγορεύει μὴ συναπαχθῆναι τοῖς τοῦ Ὡριγένους

μύθοις περὶ τῆς τῶν ψυχῶν προυπάρξεως. οὐ διδάσκει γὰρ ἡμᾶς ἐν ἀρχῆι τὸν ἀν-

θρώπινον λόγον, τουτέστι τὴν ψυχήν, ἀλλὰ διαρρήδην βοᾶι ὅτι ἀνθρώπου γένεσις

ὑστέρα ἐστὶ πάντων τῶν τοῦ θεοῦ κτισμάτων. εἰ τοίνυν πάντα τὰ κτίσματα πρὸ

τοῦ ἀνθρώπου, πῶς προυπῆρχον αἱ ψυχαί; ὁ γὰρ πατὴρ οὐ πρὸ τοῦ σώματος, ἀλλὰ

πρὸ τοῦ ἀνθρώπου, ὅπερ ἐστὶ ψυχή τε καὶ σῶμα, εἶπε τὰ πάντα γεγενῆσθαι, καὶ ἐκ

τούτου δείκνυται ἅμα ἑκάτερον δημιουργηθῆναι.

Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης, ἐκ τῆς εἰς τὸν ἄνθρωπον πραγματείας

Τάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγματείας ἐστὶ τὸ διεξετάσαι τὸ ἀμφι-

βαλλόμενον ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. τισὶ μὲν γὰρ δοκεῖ τῶν

πρὸ ἡμῶν, οἷς ὁ περὶ τῶν ἀρχῶν ἐπραγματεύθη λόγος, καθάπερ τινὰ δῆμον ἐν ἰδια-

ζούσηι πόλει τὰς ψυχὰς προυφεστάναι λέγειν, προκεῖσθαι δὲ κἀκεῖ τὰ τῆς κακίας καὶ

τῆς ἀρετῆς ὑποδείγματα, καὶ παραμένουσαν μὲν ἐν τῶι καλῶι τὴν ψυχὴν τῆς πρὸς τὸ

σῶμα συμπλοκῆς μένειν ἀπείρατον, εἰ δὲ ἀπορρυῆι τῆς τοῦ ἀγαθοῦ μετουσίας, πρὸς

τὸν τῆιδε βίον κατολισθαίνειν καὶ οὕτως ἐν σώματι γίνεσθαι. ἕτεροι δὲ τῆι κατὰ τὸν

Μωσέα τάξει τῆς κατασκευῆς τοῦ ἀνθρώπου προσέχοντες δευτέραν εἶναι τὴν ψυχὴν

τοῦ σώματος κατὰ τὸν χρόνον φασίν, ἐπειδὴ πρῶτον λαβὼν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς

τὸν ἄνθρωπον ἔπλασεν, ἔπειτα οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος.

Καὶ μετ' ὀλίγα· οἱ τῶι προτέρωι παριστάμενοι λόγωι καὶ πρεσβυτέραν τῆς ἐν

σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζοντες οὔ μοι δακοῦσι τῶν Ἑλληνικῶν

καθαρεύειν 〈δογμάτων〉 τῶν περὶ τῆς μετεμψυχώσεως μεμυθολογημένων. εἰ γάρ

τις ἀκριβῶς ἐξετάσειε, πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατα-

συρόμενον 〈ὅν〉 φασι τινὰ τῶν παρ' ἐκείνοις σοφῶν εἰρηκέναι ὅτι καὶ ἀνὴρ γέγονε καὶ

90

γυναικὸς σῶμα ἠμφιάσατο καὶ μετ' ὀρνέων ἀνέπτη καὶ θάμνος ἔφυ καὶ τὸν ἔνυδρον

ἔλαχε βίον, οὐ πόρρω τῆς ἀληθείας κατὰ τὴν ἐμὴν κρίσιν φερόμενος ὁ περὶ ἑαυτοῦ

ταῦτα λέγων. ὄντως γὰρ βατράχων τινῶν ἢ κολοιῶν φλυαρίας ἢ ἀλογίας ἰχθύων

ἢ δρυῶν ἀναισθησίας ἄξια τὰ τοιαῦτα δόγματα, τὸ μίαν ψυχὴν λέγειν διὰ τοσούτων

ἐλθεῖν. τῆς δὲ τοιαύτης ἀτοπίας αὕτη ἐστὶν ἡ αἰτία, τὸ προυφεστάναι τὰς ψυχὰς

οἴεσθαι· δι' ἀκολούθου γὰρ ἡ ἀρχὴ τοῦ τοιούτου δόγματος ἐπὶ τὸ προσεχές τε καὶ

παρακείμενον τὸν λόγον προάγουσα μέχρι τούτου τερατευουμένη διέξεισιν. εἰ γὰρ

διά τινος κακίας ἀποσπασθεῖσα τῆς ὑψηλοτέρας ἡ ψυχὴ πολιτείας ἄνθρωπος γίνεται,

ἐμπαθέστερος δὲ πάντως ὁ ἐν σαρκὶ βίος ὡμολόγηται παρὰ τὸν ἀίδιον καὶ ἀσώματον,

ἀνάγκη πᾶσα τὴν ἐν τῶι τοιούτωι γινομένην βίωι ἐν ὧι καὶ πλείους αἱ πρὸς τὸ ἁμαρτάνειν

εἰσὶν ἀφορμαί, ἐν πλείονί τινι τῆι κακίαι γενέσθαι καὶ ἐμπαθέστερον διατεθῆναι. ἀν-

θρωπίνης δὲ ψυχῆς πάθος ἡ πρὸς τὸ ἄλογόν ἐστιν ὁμοίωσις, τούτωι δὲ προσοικει-

ωθεῖσαν αὐτὴν εἰς κτηνώδη φύσιν μεταρρυῆναι· ἅπαξ δὲ διὰ κακίας ὁδεύουσαν μηδὲ

ἐν ἀλόγωι γενομένην τῆς ἐπὶ τὸ κακὸν προόδου λήξειν ποτέ. ἡ γὰρ τοῦ κακοῦ στάσις

ἀρχὴ τῆς κατ' ἀρετήν ἐστιν ὁρμῆς, ἀρετὴ δὲ ἐν ἀλόγοις οὐκ ἔστιν. οὐκοῦν πρὸς τὸ

χεῖρον ἐξ ἀνάγκης ἀλλοιωθήσεται πάντοτε πρὸς τὸ ἀτιμότερον προιοῦσα καὶ ἀεὶ τὸ χεῖρον

τῆς ἐν ἧι ἐστι φύσεως ἐξευρίσκουσα, ὥσπερ δὲ τοῦ λογικοῦ τὸ αἰσθητὸν ὑποβέβηκεν,

οὕτω καὶ ἀπὸ τούτου ἡ μετάπτωσις γίνεται. ἀλλὰ μέχρι τούτου προιὼν ὁ λόγος

αὐτοῖς, εἰ καὶ ἔξω τῆς ἀληθείας φέρεται, ἀλλά γε διά τινος ἀκολουθίας ἄτοπον ἐξ ἀτόπου

μεταλαμβάνει· τὸ δὲ ἐντεῦθεν ἤδη διὰ τῶν ἀσυναρτήτων αὐτοῖς τὸ δόγμα μυθοποιεῖται.

ἡ μὲν γὰρ ἀκολουθία παντελῆ διαφθορὰν τῆς ψυχῆς ὑποδείκνυσιν· ἡ γὰρ ἅπαξ τῆς ὑψηλῆς

πολιτείας ἀπολισθήσασα ἐν οὐδενὶ μέτρωι κακίας στῆναι δυνήσεται, ἀλλὰ διὰ τῆς πρὸς

τὰ πάθη σχέσεως ἀπὸ μὲν τοῦ λογικοῦ πρὸς τὸ ἄλογον μεταβήσεται, ἀπ' ἐκείνου δὲ

πρὸς τὴν τῶν φυτῶν ἀναισθησίαν μετατεθήσεται· τῶι δὲ ἀναισθήτωι πως τὸ ἄψυχον,

τούτωι δὲ τὸ ἀνύπαρκτον ἕπεται, ὥστε διόλου διὰ τῆς ἀκολουθίας πρὸς τὸ μὴ ὂν αὐτοῖς

ἡ ψυχὴ μεταχωρήσει. οὐκοῦν ἀμήχανος αὐτῆι πάλιν ἕσται ἡ πρὸς τὸ κρεῖττον ἐπά-

νοδος. ἀλλὰ μὴν ἐκ θάμνου ἐπὶ τὸν ἄνθρωπον τὴν ψυχὴν ἐπανάγουσιν. οὐκοῦν

προτιμοτέραν τὴν ἐν θάμνωι ζωὴν τῆς ἀσωμάτου διαγωγῆς ἐκ τούτων ἀποδεικνύουσιν.

δέδεικται γὰρ ὅτι πρὸς τὸ χεῖρον γινομένη ἡ πρόοδος τῆς ψυχῆς πρὸς τὸ κατώτερον

κατὰ τὸ εἰκὸς ὑποβήσεται, ὑποβέβηκε δὲ τὴν ἀναίσθητον φύσιν τὸ ἄψυχον, εἰς ὃ δι'

ἀκολουθίας ἡ ἀρχὴ τοῦ δόγματος αὐτῶν τὴν ψυχὴν ἄγει. ἀλλ' ἐπειδὴ τοῦτο οὐ

βούλονται, ἢ τῶι ἀναισθήτωι τὴν ψυχὴν κατακλείουσιν ἢ εἴπερ ἐντεῦθεν ἐπὶ τὸν ἀν-

θρώπινον αὐτὴν ἐπανάγοιεν βίον, προτιμότερον, καθὼς εἴρηται, τὸν ξυλώδη βίον τῆς

πρώτης ἀποδείξουσι καταστάσεως, εἴπερ ἐκεῖθεν μὲν ἡ πρὸς κακίαν κατάπτωσις γέγονεν,

ἐντεῦθεν δὲ ἡ πρὸς ἀρετὴν ἐπάνοδος γίνεται. οὐκοῦν ἀκέφαλός τις καὶ καὶ ἀτελὴς

ὁ τοιοῦτος διελέγχεται λόγος ὁ τὰς ψυχὰς ἐφ' ἑαυτῶν πρὸ τῆς ἐν σαρκὶ ζωῆς βιοτεύειν

κατασκευάζων καὶ διὰ κακίαν ἐνδεδέσθαι τοῖς σώμασι.

92

Προδήλου τοίνυν οὔσης τῆς τοῦ πατρὸς διδασκαλίας καὶ ἀποκηρυττούσης τὸ

λέγειν προυπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἀκούσωμεν καὶ τοῦ ἐν ἁγίοις Θεοφίλου

τοῦ ἐπισκόπου Ἀλεξανδρείας ἀπὸ τοῦ λόγου τοῦ γραφέντος πρός τινας μοναχοὺς τὰ

Ὡριγένους φρονοῦντας λέγοντος τάδε

Οὐκοῦν ἀναθεματίζοντες τὸν Ὡριγένην καὶ τοὺς ἄλλους αἱρετικούς, ὥσπερ ἡμεῖς

καὶ ὁ τῆς Ῥωμαίων ἁγίας ἐκκλησίας ἐπίσκοπος Ἀναστάσιος ἐκ παλαιοτέρων ἀγωνι-

σμάτων ἔνδοξος στρατηγὸς ἐπισήμου λαοῦ χειροτονηθείς, ὧι καὶ πᾶσα ἡ τῶν μακαρίων

κατὰ τὴν Δύσιν ἐπισκόπων ἕπεται σύνοδος, ἀποδεχομένη τῆς τῶν Ἀλεξανδρέων ἐκ-

κλησίας τὴν κατὰ τοῦ ἀσεβοῦς ψῆφον.

{Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν τῆι Σκήτει ἁγίους πατέρας διὰ τοὺς ἐγ-

καλοῦντας τὴν τῶν δογμάτων Ὡριγένους καθαίρεσιν}

Ἐτόλμησαν τινὲς εἰπεῖν διδάσκαλον εἶναι τῆς ἐκκλησίας Ὡριγένην. ἆρα

πρέπον τῶν τοιούτων ἀνέχεσθαι; εἰ διδάσκαλός ἐστι τῆς ἐκκλησίας Ὡριγένης, μεγαλο-

φρονοῦσιν Ἀρειανοί τε καὶ Εὐνομιανοὶ καὶ Ἕλληνες, οἳ μὲν εἰς τὸν υἱὸν καὶ εἰς τὸ πνεῦμα

βλασφημοῦντες, οἳ δὲ μετὰ τοῦ δυσσεβεῖν ὁμοίως αὐτοῖς καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν

χλευάζοντες.

Σαφὲς τοίνυν ἐκ τῶν εἰρημένων γεγένηται ὅτιπερ ὁ τοῖς ἁγίοις πατράσιν ἀκολουθῶν

οὐκ ἀμφιβάλλει ὡς οἱ τὰ Ὡριγένους φρονοῦντες τῆι Ἑλληνικῆι πλάνηι καὶ Ἀρειανικῆι

ἀκολουθοῦσι μανίαι.

Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ἐκ τῆς ἐπιστολῆς τῆς

πρὸς τοὺς ἐν Φουᾶι μοναχοὺς κατὰ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν τῶν σωμάτων τάδε

Φασὶ τοίνυν τῶν ἐν ὑμῖν τινὰς ἀρνεῖσθαι τῶν ἀνθρωπίνων σωμάτων τὴν ἀνάστασιν,

ὅπερ ἐστὶ μέρος τῆς ὁμολογίας ἡμῶν ἧς ποιούμεθα προσιόντες τῶι σωτηρίωι βαπτί-

σματι. ὁμολογοῦντες γὰρ τὴν πίστιν προσεπάγομεν ὅτι πιστεύομεν καὶ τῆς σαρκὸς

ἀνάστασιν. εἰ δ' ἀναιροῦμεν τοῦτο καὶ οὐ πιστεύομεν ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγή-

γερται, ἵνα ἡμᾶς ἑαυτῶι συναναστήσηι, χωλεύουσαν ἔχομεν τὴν πίστιν καὶ τὴν βασιλικὴν

ἀφέντες ὁδὸν βαδίζομεν τὴν διεστραμμένην. ἔστι δὲ ἡ τοιαύτη κακοδοξία τῆς Ὡρι-

γένους φρενοβλαβείας, ὃν καὶ οἱ πατέρες ἡμῶν ὡς διαστρέφοντα τὴν ἀλήθειαν ἀπε-

κήρυξαν καὶ ἀνεθεμάτισαν. οὐ γὰρ ἐφρόνησεν ὡς Χριστιανός, ἀλλὰ ταῖς Ἑλλήνων

ἀκολουθήσας φλυαρίαις πεπλάνηται. ἡ δὲ ἀρχὴ τοῦ νοσήματος ἐντεῦθεν αὐτῶι

συμβέβηκε. φησὶ γὰρ ὅτι προυπάρχουσιν αἱ ψυχαὶ τῶν σωμάτων καὶ ἀπὸ ἁγιασμοῦ

παρηνέχθησαν εἰς ἐπιθυμίας πονηρὰς καὶ ἀπέστησαν θεοῦ καὶ ταύτης ἕνεκα τῆς αἰτίας

κατεδίκασεν αὐτὰς καὶ ἐσωμάτωσεν, καὶ εἰσὶν ὡς ἐν δεσμωτηρίωι ἐν σαρκί. ἡ δὲ ἐκκλησία

ταῖς θεοπνεύστοις ἑπομένη γραφαῖς οὐκ οἶδε τῶν σωμάτων προυπάρχουσαν τὴν ψυχήν,

94

ἀλλ' οὐδὲ προαμαρτήσασαν πρὸ αὐτῶν. πῶς γὰρ ἡ μὴ ὑφεστῶσα καὶ ἁμαρτεῖν ἠδύνατο;

φαμὲν δὲ ὅτι ἔπλασε μὲν ὁ τῶν ὅλων δημιουργὸς τὸ σῶμα ἐκ γῆς, ἐψύχωσε δὲ αὐτὸ ψυχῆι

νοερᾶι. καὶ αὕτη ἐστὶν ἡ τοῦ ἀνθρώπου κατασκευή.

Καὶ μεθ' ἕτερα· ὅτι οὐκ ἐκ προγενεστέρων, ὥσ φασιν, ἁμαρτημάτων καταδεδίκασται

ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ εἰς τοῦτον κατεπέμφθη τὸν κόσμον, πιστώσεται γράφων καὶ

ὁ πάνσοφος Παῦλος· <τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ

βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς

ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον>. διὰ τί γὰρ μόνα τὰ διὰ τοῦ σώματος φανερω-

θήσεσθαί φησι καὶ οὐχὶ δὴ μᾶλλον καὶ τὰ πρὸ τοῦ σώματος, εἴπερ ἤιδει προοῦσαν καὶ

προαμαρτήσασαν τὴν ψυχήν; εἰ δὲ ἐπὶ μόνοις κρινόμεθα τοῖς διὰ τοῦ σώματος, οὐκ

ἔχομεν δῆλον ὅτι προγενεστέραν τοῦ σώματος ἁμαρτίαν. οὐ γὰρ ὑφέστηκεν ὅλως

ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸ αὐτοῦ. πληροφορεῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ ἡ τοῦ νομικοῦ

γράμματος δύναμις. εἰ γάρ, ὥς φησιν ὁ πεπλανημένος Ὡριγένης, ἐκ τῶν προ-

γενεστέρων ἁμαρτιῶν λόγωι κολάσεως ἤτοι τιμωρίας ἐδέξατο τὸ σῶμα ἡ ψυχή, διὰ

ποίαν αἰτίαν ἠπείλησε θάνατον τοῖς ἁμαρτάνουσιν; ἔδει γὰρ μᾶλλον τοὺς δικαίους

ἀποθνήισκειν, ἵνα ἀπαλλάττωνται τῶν δεσμῶν καὶ τῆς τιμωρίας, ζῆν δὲ τοὺς ἀλιτη-

ρίους, ἵνα κολάζωνται μὴ ἀπαλλασσόμενοι τῶν δεσμῶν.

{Ἐκ τῆς ἐκτεθείσης ὑπὸ τῶν κατ' Αἴγυπτον καὶ Ἀλεξάνδρειαν ἐπισκόπων συνοδικῆς

ἐπιστολῆς κατὰ τῶν Ὡριγένους δογμάτων}

Οὖτος τοίνυν ὁ προκείμενος Ὡριγένης καθάπερ τὸ τῆς ἐρημώσεως βδέλυγμα ἐν

μέσωι τῆς ἀληθοῦς ἐκκλησίας γεγένηται καὶ πρεσβύτερος χειροτονηθεὶς ὑπὸ τῆς κανονικῆς

τε καὶ μιᾶς χειρὸς ἀληθινῆς εἶχε τὸ ἀξίωμα τοῦ πρεσβυτέρου ψιλόν τε καὶ μόνον καθάπερ

καὶ τὸ τῆς ἀποστολῆς εἶχεν ὁ κλέπτης καὶ προδότης Ἰούδας. ἀρξαμένου γὰρ αὐτοῦ

βλασφήμους ὁμιλίας ὁμιλεῖν ὁ κατ' ἐκεῖνο καιροῦ μακαρίτης Ἡρακλᾶς ἐπίσκοπος ὡς

ἀροτὴρ καὶ ἀμπελουργὸς φιλαλήθης τοῦ τῆς ἐκκλησίας χωρίου τυγχάνων ἐκ μέσου τοῦ

καλοῦ σίτου τοῦτον ἐξέτιλεν ὡς τοῦ πονηροῦ ζιζανίου ὄντα ἀληθῶς.

Καὶ μετ' ὀλίγα· ἐκπεσὼν οὖν οὖτος ἐπὶ τὴν γῆν οὐρανόθεν ὡς ἀστραπή, καθάπερ

ὁ τούτου πατὴρ ὁ διάβολος, θυμοῦ πνέων πολλοῦ καὶ δεινοῦ κατὰ τῆς ἀληθείας ἐπὶ

τὴν καλουμένην Παλαιστίνην χώραν ἔπλευσε καὶ καθίσας ἐν τῆι Καισαρέων μητρο-

πόλει κἀκεῖσε τὸ πρόσωπον ἀποκαλύψας ὅλον ἐξ ὅλου τοῦ καλύμματος, καθάπερ ὁ

ἰχθὺς ἡ σηπία παρά τισι καλουμένη, ὅσπερ αὐτῶι καθ' ἡδονὴν ἐτύγχανε, σκοτεινόν τε

καὶ μέλανα ἰὸν ἐξεμέσας ἐγγράφως ἀπετυπώσατο καὶ καθάπερ Ἰουδαικὸς κάπηλος

προσχήματι ἀγαθοῦ πικρῶι γλυκὺ κατέμιξε. τί γὰρ ὁ κακομήχανος καὶ μανιώδης

λέγει; ἦν, φησί, πρὸ σώματος ἡ ψυχὴ ἐν οὐρανοῖς προοῦσα, κἀκεῖσε, φησίν, ἁμαρτή-

σασαν ἐν φυλακῆι κατήγγισε, τουτέστιν ἐν τῶι σώματι κατέπεμψεν, εἰς καθαρισμόν,

96

φησί, καὶ σωφρονισμὸν τῶν ἐν οὐρανοῖς αὐτῆι γεγενημένων ἁμαρτιῶν. πρῶτον

ἔνθεν εὐθὺς ὁ ἀσεβέστατος μυθολογεῖ καὶ μάχεσθαι τῆι ἀληθείαι θέλει.

Καὶ μετ' ὀλίγα· εἰ δὲ προῆν ἡ ψυχὴ ἐν τοῖς οὐρανοῖς καὶ προημάρτηκεν ἐκεῖσε,

καθὼς Ὡριγένης ὁ μανιώδης καὶ θεομάχος ἔφησεν, ἔδει μὴ λέγειν τὸν ἁγιώτατον προ-

φήτην <καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι>, ἀλλὰ μᾶλλον καταγγίζων

πνεῦμα ἀνθρώπου ἐν αὐτῶι ἢ τάχα καταπέμπων. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ

<πλάσσων ἐν αὐτῶι> δείκνυσι τοῦτον λύκον ὅντα βαρύτατον ἐνδεδυμένον ἔξωθεν πρὸς

ἀπάτην ἀπωλείας τὰ κώιδια. ὡς οὐρανόθεν γὰρ ὁ ἐπίληπτος καὶ τὰ ἐκεῖσε δια-

τετυπωμένα ἐπιστάμενος προφανῶς οὐ μόνον προοῦσαν, ἀλλὰ καὶ προημαρτηκέναι

τὴν ψυχὴν λέγει.

Ἀποδέδεικται τοίνυν διά τε τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ὅτι οὐδὲ

τῆι τῶν Χριστιανῶν ἀληθινῆι πίστει οὐδὲ τῶι ὀρθῶι λόγωι συμβαίνουσιν αἱ τῶν αἱ-

ρετικῶν περὶ προυπάρξεως ψυχῶν φαντασίαι.

Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις τὴν Ὡριγένους παρίστησιν ἄνοιαν, τὸ λέγειν τὸν

οὐρανὸν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν

οὐρανῶν ἔμψυχα καὶ λογικάς τινας εἶναι δυνάμεις. ταῦτα δὲ σαφῶς ἀπαγορεύει

καὶ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῶι τρίτωι λόγωι τοῦ ὑπομνήματος τῆς ἑξαημέρου λέγων

κατὰ τῶν Ὡριγένους δογμάτων οὕτως

Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδά-

των, οἳ προφάσει ἀναγωγῆς καὶ νοημάτων δῆθεν ὑφηλοτέρων εἰς ἀλληγορίαν κατέφυγον

δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι καὶ

ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττους, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλι-

κοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. διὰ τοῦτο δέ φασι καὶ τὰ ἐπάνω τῶν οὐρα-

νῶν ὕδατα αἰνεῖν τὸν κύριον, τουτέστι τὰς ἀγαθὰς δυνάμεις…

το…

The complete text is available when the reading interface loads.