The Greek Library Catalogue

Anonymous

Epistula ad synodum de Theodoro Mopsuesteno et reliquis

Edition reference
Epistula ad synodum de Theodoro Mopsuesteno et reliquis, ed. Amelotti and Zingale, op. cit., 150–156.
CTS identifier
urn:cts:greekLit:tlg2734.tlg022.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

150

κρίσιν ἐπ' αὐτῷ γενέσθαι. καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως, κατεδίκασαν Νε-

στόριον καὶ ἀνεθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. τούτων δὲ οὕτω προελθόντων,

ἐπαναστάντες Κυρίλλῳ τῷ ὁσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος ἐσπούδασαν

τό γε ἐπ' αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γενομένην κρίσιν. ἀλλ' οὖν γε Θεο-

δόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶς κατὰ Νεστορίου καὶ τῶν πονηρῶν

αὐτοῦ δογμάτων κριθέντων παρεσκεύασε κρατεῖν βεβαίως τὴν ἐπ' αὐτῷ γενομένην

κρίσιν. καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα

καταφλυαρήσαντες, γράφει πρὸς αὐτὸν Κύριλλος τοιάδε·

ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλοψογεῖν εἰωθότων τινὰς ἀγρίων

σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ' ἐμοῦ λόγους ὡς ἐξ οὐρανοῦ

κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ

μέντοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθημεν

ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως· ὦ ἀνόητοι καὶ μόνον εἰδότες τὸ συκοφαν-

152

τεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μωρίαν. ἔδει γὰρ

ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται

διαβεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία. ἀλλ' ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ

ἐξ αὐτῆς τὸ θεῖον γεγενῆσθαι σῶμα τοῦ κυρίου λέγομεν, ὥς φασιν, πῶς ἂν νοοῖτο

θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μὴ ἔστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν

Ἐμμανουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα κατ' ἐμοῦ πεφλυαρηκότες.

οὐ γὰρ ψεύδεται λέγων ὁ θεσπέσιος Ἡσαΐας· <ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ

ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ

Ἐμμανουήλ>, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός. ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος

Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών· <μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ

χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ

τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς

γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν>.

ὅταν δὲ λέγωμεν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς

ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τοῦτό φαμεν, ἀλλ' ὡς ἑπό-

μενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι· <ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός,

ὁ δεύτερος ἐξ οὐρανοῦ>. μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος·

<οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐ-

ρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου>. καίτοι γεγέννηται κατὰ σάρ-

κα, ὡς εἴρηται, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσας

θεὸς λόγος <κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν> καὶ κεχρη-

μάτικεν υἱὸς ἀνθρώπου μετὰ τοῦ μεῖναι ὃ ἦν, τοῦτ' ἔστι θεός, (ἄτρεπτος γὰρ καὶ ἀναλ-

λοίωτος κατὰ φύσιν ἐστὶν) ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ

λέγεται κατελθεῖν. ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ τέλειος ὢν ἐν θεότητι

καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. εἷς γὰρ κύριος

Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων ἡ διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσίν

φαμεν πεπρᾶχθαι. τοιγαροῦν ὁμολογοῦμεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ λόγον

θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν

ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν

δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπό-

τητα, ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν

ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύ-

ριον ὁμολογοῦμεν. κατὰ ταύτην οὖν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν

τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρω-

πῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. καὶ εἰ

154

δοκεῖ δεξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ' ἥν ἐσμεν ἄνθρω-

ποι. συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ

σώματος, ἑτέραν δὲ τῆς ψυχῆς, ἀλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἕνωσιν ἄνθρωπος. καὶ οὐχὶ

τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ'

ἕνα τὸν ἄνθρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ

ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς ἀδιάσπα-

στος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι' ἐναντίας· εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώ-

πησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ

φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα καταξιωσάτω σου ἡ θεοσέβεια προ-

δήλως ἐπιστομίζειν.

Μετὰ δὲ ταῦτα Κυρίλλου τελευτήσαντος ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης

Εὐτυχὴς ὀνομαζόμενος καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ κυρῶν

τὰ Νεστορίου καὶ τὸ ἑαυτοῦ πονηρὸν δόγμα φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου

ἡμῖν ὁμοούσιον. καὶ δὴ πάλιν μετ' ὀλίγον διὰ βασιλικῆς ἰσχύσαντος χειρὸς ἑτέρα

σύνοδος ἐν Ἐφέσῳ λῃστρική τις καὶ οὐχ ὁσία συνάγεται, παραπεμφθέντος ἐκεῖσε καὶ

Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας ἔχοντος.

καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται

δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν

ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ

Εὐτυχοῦς δημοσιευομένων πονηρῶν δογμάτων, καὶ πολλῆς ταραχῆς γινομένης καὶ ζάλης

μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. τούτων

οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασιλεύς, καὶ συναγαγὼν ἐν Χαλκη-

δόνι τὴν τῶν χλʹ πατέρων σύνοδον, παρόντων Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ' ὧν καὶ

αὐτὸς παρευρεθείς, καταδικάζονται μὲν Διόσκορος καὶ Εὐτυχὴς καὶ Νεστόριος καὶ

πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο

καθυπογραψάντων, καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης εἰς

μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες.

Τούτων δὲ τῶν δʹ συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθέντων καὶ κρατούντων

ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν

αὐτῶν κρατῦναι διὰ τῆς Θεοδώρου τοῦ Μομψουεστίας ἀφορμῆς πολλῷ χείρονα τοῦ

μαθητοῦ αὐτοῦ Νεστορίου βλασφημήσαντος. ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες

τοῖς ἡμετέροις πατράσι καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι

προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντες κατ' αὐτοῦ καὶ τῶν ὁμοφρόνων

αὐτοῦ ἀποφήνασθαι. πρὸς γὰρ ταῖς ἄλλαις αὐτοῦ ἀναριθμήτοις δυσφημίαις εἰς Χριστὸν

τὸν θεὸν ἡμῶν γενομέναις ἄλλον εἶναι τὸν θεὸν λόγον ἔφη καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ

τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων

156

κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι καὶ

τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι πατρὸς καὶ

υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθῆναι καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου

πνεύματος εἰληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι καὶ καθ' ὁμοίωσιν βασιλικῆς εἰκόνος εἰς

πρόσωπον τοῦ θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖσθαι καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπ-

τον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι. καὶ πρὸς τούτοις εἶπε τοιαύτην γε-

νέσθαι τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστόν, ὁποίαν ὁ ἀπόστολος ἔφη περὶ τοῦ

ἀνδρὸς καὶ τῆς γυναικός· <ἔσονται οἱ δύο εἰς σάρκα μίαν>. ἔτι δὲ προ-

τρέπομεν ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς

ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου καὶ ὁμοίως τὰ κατ' αὐτῶν ἀποφήνασθαι.

{Ἐκ τοῦ ἰδίκτου Ἰουστινιανοῦ} Εἴ τις οὐσιώδη ἤγουν φυσικὴν ἕνωσιν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων οὐχοὕτως τοῦτο νοεῖ, ὡς τῆς φρικτῆς οἰκονομίας τὰς δύο οὐσίας ἤτοι φύσεις εἰς μίαν ὑπό-στασιν ἑνωσάσης, ἀλλ' ἐκ τούτου μίαν φύσιν ἤγουν οὐσίαν τοῦ Χριστοῦ γεγενῆσθαιλέγει, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.{Τὸ παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενον χρυσόβουλλον} Τὴν τῆς εἰρήνης χορηγὸν καὶ πάσης εὐταξίας μητέρα δικαιοσύνην, κραταιάν τε τοῖςἀδικοῦσιν ἀντίπαλον καὶ σχεδὸν πάντων αἰτίαν τῶν ἀγαθῶν τῷ ἡμετέρῳ βίῳ καθιστα-μένην, οὐκ ἀπεικός ἐστι κατὰ τῆς ἀναιδοῦς πλεονεξίας ἀνταγωνιζομένην τῇ ἡμετέρᾳ κα-θοπλισθῆναι χειρί, ὡς ἂν τῇ ἰσχύι τῆς ἐκ θεοῦ βασιλείας ἡμῶν ἐν ἀμφοτέροις εὐδοκιμοῦσαφαίνοιτο, πὴ μὲν τοὺς ἐκκλησιαστικοὺς κατευνάζουσα θορύβους καὶ πρὸς εὔδιον λιμένατὸ ἱερατικὸν ῥυθμίζουσα, πὴ δὲ τοὺς κοσμικοὺς καταπραΰνουσα πολέμους καὶ τῶν ἰδίωνἕκαστον ἀπολαύειν νομοθετοῦσα. Ἡ ἐκκλησιαστικοῖς τε καὶ πολιτικοῖς ἄρχουσιν ὑπηρετεῖσθαι κελεύουσα τούτοις,ἵνα μηδὲν ἔξω τῶν ἐκείνῃ δοκούντων τι διαπράττωνται, ὡς ἐν κεφαλαίῳ τὰ καθ' ἕκαστονἐντέλλεται οὕτως· κεφ. α. Δέον ὑμᾶς, εἴ τις ἐλεύθερος δούλωσιν ὑφιστάμενος τῇ ἐκκλησίᾳ προσδρά-μοι, μετακαλέσασθαι δὶς τὸν ἐγκαλούμενον καί, εἰ μὴ πρὸς ὑμᾶς ἥξει, τὴν τρίτην ἀποστο-λὴν διὰ τριῶν ποιεῖσθαι πρεσβυτέρων εἰς μαρτύριον τῶν γινομένων καί, εἰ μὴ δι' αὐτῶνἐλεύσεται, ἐλευθερίας ἀξιοῦν τὸν φυγάδα. κεφ. β. Δέον, εἴ τις τῶν οἰκετῶν λιμῷ καὶ γυμνότητι πιεζόμενος γνώμῃ τοῦ δε-σπότου 〈τῇ ἐκκλησίᾳ προσδράμοι〉 εἰ μὴ κατὰ τὸ δυνατὸν αὐτῷ ἀμφότερα διορθοῦται,πιπράσκεσθαι τὸν δοῦλον ἄλλῳ δεσπότῃ, ἵνα μὴ ὑπεροψίᾳ διαφθείροιτο. κεφ. γ. Δέον, εἴ τις τῶν πρεσβυτέρων ἢ διακόνων ἕξει δίκην μετά τινος προσκα-λεῖσθαι αὐτὸν κατὰ τὸ εἰρημένον καὶ μὴ ὑπείκοντα καταδικάζεσθαι. κεφ. δ. Δέον τὸν δοῦλον μάτην τῇ ἐκκλησίᾳ προσχωρήσαντα παιδεύειν ἀξίως καὶτῷ ἰδίῳ δεσπότῃ παραδιδόναι. κεφ. ε. Δέον, εἴ ποτε δοῦλος φυγὰς αὐτὸν ἐλθεῖν τὸν κύριον ἀπονοίᾳ ἐπιζητεῖ,ὁ δὲ κύριος τῶν θεραπόντων αὐτῷ τὸν πιστότατον δι' αὐτὸ τοῦτο ἀποστείλῃ, μὴ ἀναγκάζε-σθαι αὐτὸν σκύλλεσθαι, μάλιστα τὸν ἀπεσταλμένον παρ' αὐτοῦ ἀντ' αὐτοῦ παραθέμενον,ᾧ καὶ τὸν δοῦλον παρατίθεσθαι ὑμῖν ἔξεστιν. Δέον διὰ παντὸς ἐρευνᾶθαι τοὺς πρόσφυγας καὶ ὧν ἂν ὦσι μηνύεσθαι παρευθὺ τοὺςκυρίους αὐτῶν ἐπανελέσθαι αὐτούς. αὐτοὶ γὰρ ἐπιμένοντες καὶ πληθυνόμενοι καὶ τὰτῆς περιβολῆς ἀναλίσκουσι πάντα καὶ τοῦς παρατυγχάνοντας ἐνεδρεύοντες βλάπτουσικαὶ τῷ πλήθει αὐτῶν τοῖς δεσπόζουσι πολλάκις ἐπανιστάμενοι τὸ χαλεπώτατον ὕβρειςἀφιᾶσιν, ἐφ' ᾧ καὶ κατ' ἀξίαν παιδεύεσθαι ἄμεινον. Καὶ ταῦτα πάντα τηρεῖσθαι παρ' ὑμῶν ἀσφαλῶς, ἵνα μὴ καταφρονηταὶ τούτων ὀφθέν-τες καὶ ὑμεῖς ὑπ' ἄλλων καταφρονηθήσεσθε, οὐκ ἐκτὸς κατακρίματος μένοντες τοῦ τεθεόθεν καὶ τοῦ παρ' ἡμῶν ἐπηρτημένου.{Ἐκ τῆς διατάξεως ἐκτεθείσης ὑπὲρ τῶν προσφύγων τῆς μεγάλης ἐκκλησίαςκαὶ τῶν ἁπανταχοῦ τῆς οἰκουμένης θείων ἐκκλησιῶν} Εἴ τις τῶν ἐκ θεοῦ τετιμημένων τῇ μεγάλῃ τῆς ἀρχιερωσύνης τιμῇ προδῷ τινα τῶνπροσφυγόντων τῇ κατ' αὐτὸν ἐκκλησίᾳ, κἂν τῶν ἀλλοτρίων ἐστίν, ἢ αὐτὸς δι' ἑαυτοῦπροδήλως ἢ τῇ τούτου ὑποβολῇ ἄλλος ἀντ' αὐτοῦ, ὁ τοιοῦτος οἷος ἂν καὶ εἴη κακώσεσινὑποβαλλέσθω αἷς καὶ ὁ πρόσφυξ ὑπεβλήθη παρὰ τοῦ λαβόντος αὐτόν, τῆς ἰδίας πρότερονστερούμενος ἀρχιερωσύνης. καὶ εἴ τις δὲ τῶν μεγάλα δυναμένων καὶ ἀρχικὴν ὑπενδυο-μένων ἐξουσίαν τολμήσειεν ἀποσπάσαι βίᾳ ἀπὸ τῆς ἀρχιερατικῆς χειρὸς τὸν αὐτὸν πρόσφυγακαὶ τῶν ἀδύτων ἐξελκῦσαι τῆς ἐκκλησίας ἐν ᾗ προσέφυγεν ἢ αὐτὸς δι' ἑαυτοῦ ἢ διὰτῶν ὑπὸ χεῖρα, καὶ οὗτος τὴν ζώνην τῆς ἰδίας ἀρχῆς ἀφαιρούμενος καὶ μαστιγούσθω καὶκακούσθω καὶ δημευέσθω πᾶσα ἡ οὐσία αὐτοῦ. οὐ γὰρ ἀνεχόμεθα τοιοῦτόν τι κατα-τολμᾶσθαι τὸ σύνολον ἐν πάσῃ ὑπὸ Ῥωμαίους ἀρχῇ καὶ τῇ χριστιανικωτάτῃ καταστάσει.τοῦτο γὰρ τῶν ἐθνῶν μόνον ἐστὶ καὶ τῶν ἔξω νόμου ὄντων καὶ μηδὲ τὴν οἰκείαν φύσιναἰδουμένων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν αἱμοβόρων θηρίων θηριωδεστέρων πάντως καὶ ἀτι-θασσευτέρων τυγχανόντων καὶ χαιρόντων καταφαγεῖν τὸ ὁμόφυλον σῶμα τῆς θείαςδιαπλάσεως καὶ βεβηλοτέρων ἀποδεικνυμένων καὶ αὐτοῦ δὴ τοῦ μισητοῦ Ἰούδα τοῦπροδότου καὶ βδελυκτοῦ.