The Greek Library Catalogue

Anonymous

Apophthegmata patrum

Edition reference
Apophthegmata patrum (collectio alphabetica), MPG 65: 72–440.
CTS identifier
urn:cts:greekLit:tlg2742.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

72

{APOPHTHEGMATA PATRUM}

{................

... ἀσκήσεως τῶν μακαρίων Πατέρων.}

Ἐν τῇδε τῇ βίβλῳ ἀναγέγραπται ἐνάρετος ἄσκησις

καὶ θαυμαστὴ βίου διαγωγὴ, καὶ ῥήσεις ἁγίων καὶ

μακαρίων Πατέρων, πρὸς ζῆλον καὶ παιδείαν καὶ μί-

μησιν τῶν τὴν οὐράνιον πολιτείαν ἐθελόντων κατορ-

θῶσαι, καὶ τὴν εἰς βασιλείαν οὐρανῶν ἄγουσαν

βουλομένων ὁδεύειν ὁδόν. Δεῖ οὖν εἰδέναι ὅτι οἱ ἅγιοι

Πατέρες, οἱ τοῦδε τοῦ μακαρίου τῶν μοναχῶν βίου

ζηλωταὶ γεγονότες καὶ διδάσκαλοι, ἅπαξ τῷ θείῳ καὶ

73

ἐπουρανίῳ πυρωθέντες ἔρωτι, καὶ πάντα τὰ ἐν ἀν-

θρώποις καλά τε καὶ τίμια ὡς οὐδὲν λογισάμενοι,

πάντων μάλιστα τὸ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν ἐπ-

ετήδευσαν· λανθάνοντες δὲ καὶ τὰ πλεῖστα τῶν κατ-

ορθωμάτων δι' ὑπερβολὴν ταπεινοφροσύνης συγκα-

λύπτοντες, οὕτω τὴν κατὰ Θεὸν διήνυσαν ὁδόν. Ὅθεν

οὐδεὶς ἀκριβῶς δεδύνηται τοῦτον ἡμῖν ὑπογράψαι

τὸν ἐνάρετον βίον· βραχέα δέ τινα τῶν αὐτοῖς κατωρ-

θωμένων λόγων ἢ ἔργων, οἱ σφόδρα περὶ τούτων φιλο-

πονήσαντες, γραφῇ παραδεδώκασιν· οὐχ ὡς ἐκείνοις

χαριζόμενοι. τοὺς μετέπειτα δὲ διεγεῖραι πρὸς ζῆλον

ἐσπουδακότες. Πλεῖστοι οὖν κατὰ διαφόρους καιροὺς

ταῦτα τὰ τῶν ἁγίων γερόντων ῥήματά τε καὶ

κατορθώματα ἐν διηγήματος εἴδει ἐξέθεντο, ἁπλῷ

τινι καὶ ἀκατασκευάστῳ λόγῳ· εἰς ἒν γὰρ τοῦτο μόνον

ἑώρων, ὠφελῆσαι τοὺς πολλούς. Ἐπειδὴ δὲ συγκεχυ-

μένη καὶ ἀσύντακτος οὖσα τῶν πολλῶν ἡ διήγησις

δυσκολίαν τινὰ ἐμποιεῖ τῇ διανοίᾳ τοῦ ἀναγινώσκον-

τος, μὴ ἐξαρκούσῃ περιλαβεῖν τῇ μνήμῃ τὸν πολυ-

σχιδῶς κατεσπαρμένον τῷ βιβλίῳ νοῦν, τούτου χάριν

ἐπὶ τήνδε τὴν ἔκθεσιν κεκινήμεθα τῶν στοιχείων,

δυναμένην διὰ τὴν τάξιν [καὶ] περίληψιν ἐναργεστά-

την τε καὶ ἑτοίμην τοῖς βουλομένοις τὴν ὠφέλειαν

παρέχειν. Ἐπειδὴ τὰ περὶ τοῦ ἀββᾶ Ἀντωνίου,

Ἀρσενίου τε καὶ Ἀγάθωνος, καὶ τῶν ἀπὸ τοῦ ἄλφα

[ἀρχομένων] ..... [Βασιλείου, Βισα-]

ρίωνος καὶ Βενιαμὶν εἰς τὸ βῆτα στοιχεῖον, καὶ οὕτως

καθεξῆς ἕως τοῦ ω. Ἐπειδὴ δέ εἰσι καὶ ἕτεροι

λόγοι γερόντων ἁγίων καὶ πράξεις, μὴ ἐμφαίνοντες

τὰ ὀνόματα τῶν τε εἰρηκότων αὐτοὺς καὶ πραξάντων,

τούτους μετὰ τὴν συμπλήρωσιν τῶν κατὰ στοιχεῖον

ἐν κεφαλαίοις ἐξεθέμεθα. Πολλὰ δὲ ἐρευνήσαντες

βιβλία καὶ ζητήσαντες, ὅσα εὑρεῖν ἠδυνήθημεν, ἐνετά-

ξαμεν εἰς τὰ τέλη τῶν κεφαλαίων, ἵνα ἐκ πάντων

ἐρανιζόμενοι τὴν τῆς ψυχῆς ὠφέλειαν, καὶ τὰ

76

ὑπὲρ μέλι καὶ κηρίον γλυκέα τῶν Πατέρων λόγια

ἐντρυφῶντες, ἀξίως τῆς κλήσεως ἧς ἐκλήθημεν ὑπὸ

Κυρίου πολιτευσάμενοι, τύχωμεν τῆς αὐτοῦ βασι-

λείας. Ἀμήν.

{ΑΠΟΦΘΕΓΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ ΓΕΡΟΝΤΩΝ.

Ἀρχὴ τοῦ Α στοιχείου.

Περὶ τοῦ ἀββᾶ Ἀντωνίου.}

αʹ. Ὁ ἅγιος ἀββᾶς Ἀντώνιος, καθεζόμενός

ποτε ἐν τῇ ἐρήμῳ, ἐν ἀκηδίᾳ γέγονε καὶ πολλῇ σκο-

τώσει λογισμῶν· καὶ ἕλεγε πρὸς τὸν Θεόν· Κύριε,

θέλω σωθῆναι, καὶ οὐκ ἐῶσί με οἱ λογισμοί· τί ποιή-

σω ἐν τῇ θλίψει μου; πῶς σωθῶ; Καὶ μικρὸν διανα-

στὰς ἐπὶ τὰ ἔξω, θεωρεῖ τινα ὁ Ἀντώνιος ὡς ἑαυτὸν,

καθεζόμενον καὶ ἐργαζόμενον, εἶτα ἀνιστάμενον ἀπὸ

τοῦ ἔργου καὶ προσευχόμενον, καὶ πάλιν καθεζόμενον

καὶ τὴν σειρὰν πλέκοντα, εἶτα πάλιν εἰς προσευχὴν

ἀνιστάμενον· ἦν δὲ ἄγγελος Κυρίου, ἀποσταλεὶς πρὸς

διόρθωσιν καὶ ἀσφάλειαν Ἀντωνίου. Καὶ ἤκουσε τοῦ

ἀγγέλου λέγοντος· Οὕτως ποίει, καὶ σώζῃ. Ὁ δὲ τοῦτο

ἀκούσας, πολλὴν χαρὰν ἔσχε καὶ θάρσος, καὶ οὔτως

ποιῶν ἐσώζετο.

βʹ. Ὁ αὐτὸς ἀββᾶς Ἀντώνιος, ἀτενίσας πρὸς

τὸ βάθος τῶν τοῦ Θεοῦ κριμάτων, ᾔτησε λέγων·

Κύριε, πῶς τινες ὀλιγόβιοι ἀποθνήσκουσι, τινὲς δὲ

ὑπεργηρῶσι; καὶ διατί τινὲς μὲν πένονται, ἄλλοι

δὲ πλουτοῦσι; καὶ πῶς ἄδικοι μὲν πλουτοῦσι, δίκαιοι

δὲ πένονται; Ἦλθε δὲ αὐτῷ φωνὴ λέγουσα· Ἀντώ-

νιε, σεαυτῷ πρόσεχε· ταῦτα γὰρ κρίματα Θεοῦ εἰσι,

καὶ οὐ συμφέρει σοι αὐτὰ μαθεῖν.

γʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Ἀντώνιον, λέγων· Τί

φυλάξας τῷ Θεῷ εὐαρεστήσω; καὶ ἀποκριθεὶς ὁ γέ-

ρων εἶπεν· ἃ ἐντέλλομαί σοι φύλαξον· ὅπου δὲ ἂν

ἀπέρχῃ, τὸν Θεὸν ἔχε πρὸ ὀφθαλμῶν σου πάντοτε·

καὶ ὅπερ ἂν πράττεις, ἔχε ἐκ τῶν ἁγίων Γραφῶν

τὴν μαρτυρίαν· καὶ ἐν οἵῳ δ' ἂν καθέζῃ τόπῳ, μὴ

ταχέως κινοῦ. Τὰ τρία ταῦτα φύλαξον, καὶ σώζῃ.

77

δʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ Ποιμένι, ὅτι

Αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ ἀνθρώπου, ἵνα τὸ

σφάλμα ἑαυτοῦ ἐπάνω ἑαυτοῦ βάλῃ ἐνώπιον τοῦ

Θεοῦ, καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης

ἀναπνοῆς.

εʹ. Ὁ αὐτὸς εἶπεν· Οὐδεὶς ἀπείραστος δυνήσεται

εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον

γὰρ, φησὶ, τοὺς πειρασμοὺς, καὶ οὐδεὶς ὁ σωζό-

μενος.

Ϛʹ. Ἠρώτησεν ὁ ἀββᾶς Παμβὼ τὸν ἀββᾶν Ἀντώ-

νιον· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Μὴ ἔσο πε-

ποιθὼς τῇ δικαιοσύνῃ σου, μηδὲ μεταμελοῦ ἐπὶ

πράγματι παρελθόντι, καὶ ἐγκρατὴς γενοῦ γλώσσης

καὶ κοιλίας.

ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Εἶδον πάσας τὰς

παγίδας τοῦ ἐχθροῦ ἡπλωμένας ἐπὶ τῆς γῆς· καὶ

στενάξας εἶπον· Τίς ἄρα παρέρχεται ταύτας; Καὶ

ἤκουσα φωνῆς λεγούσης μοι· Ἡ ταπεινοφροσύνη.

ηʹ. Εἶπε πάλιν, ὅτι Εἰσί τινες κατατρίψαντες τὰ

ἐαυτῶν σώματα ἐν ἀσκήσει, καὶ διὰ τὸ μὴ ἐσχηκέ-

ναι αὐτοὺς διάκρισιν, μακρὰν τοῦ Θεοῦ γεγόνασιν.

θʹ. Εἶπεν πάλιν, ὅτι Ἐκ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ

καὶ ὁ θάνατος. Ἐὰν γὰρ κερδήσωμεν τὸν ἀδελφὸν,

τὸν Θεὸν κερδαίνομεν· ἐὰν δὲ σκανδαλίσωμεν τὸν

ἀδελφὸν, εἰς Χριστὸν ἁμαρτάνομεν.

ιʹ. Εἶπε πάλιν· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζον-

τες τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ, βρα-

δύνοντες ἔξω τοῦ κελλίου, ἢ μετὰ κοσμικῶν διατρί-

βοντες, πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται. Δεῖ

οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως καὶ

ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι, μήποτε βραδύνοντες

ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς.

ιαʹ. Εἶπε πάλιν, ὅτι Ὁ καθήμενος ἐν τῇ ἐρήμῳ καὶ

ἡσυχάζων, τριῶν ἀπαλλάττεται πολέμων, τῆς ἀκοῆς,

καὶ τῆς λαλιᾶς, καὶ τοῦ βλέπειν· πρὸς ἕνα μόνον ἔχει,

τὸν τῆς πορνείας.

ιβʹ. Ἀδελφοί τινες παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ,

ἀναγγεῖλαι αὐτῷ φαντασίας ἃς ἔβλεπον, καὶ μαθεῖν

παρ' αὐτοῦ εἰ ἀληθιναί εἰσιν, ἢ ἀπὸ δαιμόνων. Εἶχον

δὲ ὄνον, καὶ ἀπέθανεν ἐν τῇ ὁδῷ. Ὡς οὖν ἦλθον πρὸς

τὸν γέροντα, προλαβὼν εἶπεν αὐτοῖς· Πῶς ἀπέθανεν

ὁ μικρὸς ὄνος ἐν τῇ ὁδῷ; Λέγουσιν αὐτῷ· Πόθεν

οἶδας, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ δαίμονες ἔδειξάν

μοι. Καὶ λέγουσιν αὐτῷ· Ἡμεῖς διὰ τοῦτο ἤλθομεν ἐρω-

τῆσαί σε, ὅτι βλέπομεν φαντασίας, καὶ πολλάκις γίνον-

ται ἀληθιναὶ, μήπως πλανώμεθα. Καὶ ἐπληροφόρη-

σεν αὐτοὺς ὁ γέρων ἐκ τοῦ κατὰ τὸν ὄνον ἀποδείγμα-

τος, ὅτι ἀπὸ δαιμόνων εἰσίν.

ιγʹ. Ἦν δέ τις κατὰ τὴν ἔρημον θηρεύων ἄγρια

ζῶα, καὶ εἶδε τὸν ἀββᾶν Ἀντώνιον χαριεντιζόμενον

80

μετὰ τῶν ἀδελφῶν. Θέλων δὲ αὐτὸν πληροφορῆσαι

ὁ γέρων, ὅτι χρὴ μίαν συγκαταβαίνειν τοῖς ἀδελ-

φοῖς, λέγει αὐτῷ· Βάλε βέλος εἰς τὸ τόξον σου, καὶ

τεῖνον· καὶ ἐποίησεν οὕτως. Λέγει αὐτῷ· Πάλιν τεῖ-

νον· καὶ ἔτεινεν. Καὶ πάλιν φησί· Τεῖνον. Λέγει αὐτῷ

ὁ θηρευτής· Ἐὰν ὑπὲρ τὸ μέτρον τείνω, κλᾶται τὸ

τόξον. Λέγει αὐτῷ ὁ γέρων· Οὕτως καὶ εἰς τὸ ἔργον

τοῦ Θεοῦ· ἐὰν πλεῖον τοῦ μέτρου τείνωμεν κατὰ τῶν

ἀδελφῶν, ταχὺ προσρήσσουσι. Χρὴ οὖν μίαν μίαν

συγκαταβαίνειν τοῖς ἀδελφοῖς. Ταῦτα ἀκούσας ὁ θη-

ρευτὴς, κατενύγη, καὶ πολλὰ ὠφεληθεὶς παρὰ τοῦ

γέροντος, ἀπῆλθε· καὶ οἱ ἀδελφοὶ στηριχθέντες ἀν-

εχώρησαν εἰς τὸν τόπον αὐτῶν.

ιδʹ. Ἤκουσεν ὁ ἀββᾶς Ἀντώνιος περί τινος νεωτέ-

ρου μοναχοῦ, ποιήσαντος σημεῖον ἐν τῇ ὁδῷ· ὡς

τούτου ἑωρακότος γέροντάς τινας ὁδεύοντας καὶ κά-

μνοντας ἐν τῇ ὁδῷ, καὶ ὀνάγρους ἐπιτάξαντος ἐλθεῖν

καὶ βαστάσαι τοὺς γέροντας, ἕως οὗ φθάσωσι πρὸς

Ἀντώνιον. Οἱ οὖν γέροντες ἀνήγγειλαν τῷ ἀββᾷ

Ἀντωνίῳ ταῦτα. Καὶ λέγει αὐτοῖς· Ἔοικέ μοι ὁ μο-

ναχὸς οὗτος πλοῖον εἶναι μεστὸν ἀγαθῶν, οὐκ οἶδα δὲ

εἰ ἥξει εἰς τὸν λιμένα. Καὶ μετὰ χρόνον ἄρχεται

ἐξαίφνης ὁ ἀββᾶς Ἀντώνιος κλαίειν καὶ τίλλειν τὰς

τρίχας αὐτοῦ καὶ ὀδύρεσθαι. Λέγουσιν αὐτῷ οἱ μαθη-

ταὶ αὐτοῦ· Τί κλαίεις, ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων·

Μέγας στύλος τῆς Ἐκκλησίας ἄρτι ἔπεσεν (ἔλεγε δὲ

περὶ τοῦ νεωτέρου μοναχοῦ)· ἀλλὰ ἀπέλθετε, φησὶν,

ἕως αὐτοῦ, καὶ βλέπετε τὸ γεγονός. Ἀπέρχονται

οὖν οἱ μαθηταὶ, καὶ εὑρίσκουσι τὸν μοναχὸν ἐπὶ ψια-

θίου καθήμενον, καὶ κλαίοντα τὴν ἁμαρτίαν ἣν εἰρ-

γάσατο. Ἑωρακὼς δὲ τοὺς μαθητὰς τοῦ γέροντος,

λέγει· Εἴπατε τῷ γέροντι ἵνα παρακαλέσῃ τὸν Θεὸν,

δέκα μόνας ἡμέρας ἐνδοῦναί μοι, καὶ ἐλπίζω ἀπολο-

γήσασθαι. Καὶ ἐντὸς ἡμερῶν πέντε ἐτελεύτησεν.

ιεʹ. Ἐπῃνέθη τις μοναχὸς ὑπὸ τῶν ἀδελφῶν πρὸς

τὸν ἀββᾶν Ἀντώνιον. Ὁ δὲ παραβαλόντα αὐτὸν ἐπεί-

ρασεν, εἰ φέρει ἀτιμίαν· καὶ εὑρὼν ὅτι οὐ βαστάζει,

εἶπεν αὐτῷ· Ἔοικας κώμῃ, τὰ ἔμπροσθεν κεκαλλω-

πισμένῃ, τὰ δὲ ὄπισθεν ὑπὸ λῃστῶν συλουμένῃ.

ιϚʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ἀντωνίῳ· Εὖξαι ὑπὲρ

ἐμοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐδὲ ἐγώ σε ἐλεῶ, οὐδὲ

ὁ Θεὸς, ἐὰν μὴ σὺ αὐτὸς σπουδάσῃς, καὶ αἰτήσῃς τὸν

Θεόν.

ιζʹ. Παρέβαλόν ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ,

καὶ ἦν ὁ ἀββᾶς Ἰωσὴφ μετ' αὐτῶν. Καὶ θέλων ὁ γέ-

ρων δοκιμάσαι αὐτοὺς, προεβάλετο ῥῆμα ἐκ τῆς Γρα-

φῆς, καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων, τί ἐστι

τὸ ῥῆμα τοῦτο. Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν

δύναμιν. Ὁ δὲ γέρων ἑκάστῳ ἔλεγεν· Οὔπω εὗρες.

Ὕστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ· Σὺ πῶς λέ-

γεις εἶναι τὸν λόγον τοῦτον; Ἀποκρίνεται· Οὐκ οἶδα.

Λέγει οὖν ὁ ἀββᾶς Ἀντώνιος· Πάντως ἀββᾶς Ἰωσὴφ

εὗρε τὴν ὁδὸν, ὅτι εἶπεν, Οὐκ οἶδα.

81

ιηʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ ἀπὸ

Σκήτεως, καὶ ἐμβάντες εἰς πλοῖον ἀπελθεῖν πρὸς αὐ-

τὸν, εὗρον γέροντα θέλοντα καὶ αὐτὸν ἀπελθεῖν ἐκεῖ.

Ἠγνόουν δὲ αὐτὸν οἱ ἀδελφοί. Καὶ καθήμενοι ἐν τῷ

πλοίῳ ἐλάλουν λόγους Πατέρων, καὶ ἐκ τῆς Γραφῆς,

καὶ πάλιν περὶ ἐργοχείρων ἑαυτῶν. Ὁ δὲ γέρων

ἐσιώπα. Ἐλθόντων δὲ αὐτῶν ἐπὶ τοῦ ὅρμου, εὑρέθη

καὶ ὁ γέρων ὑπάγων πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὡς

δὲ ἦλθον πρὸς αὐτὸν, λέγει αὐτοῖς· Καλὴν συνοδίαν

εὕρετε, τὸν γέροντα τοῦτον. Εἶπε δὲ καὶ τῷ γέροντι·

Καλοὺς ἀδελφοὺς εὗρες μετὰ σοῦ, ἀββᾶ. Λέγει ὁ γέ-

ρων· Καλοὶ μέν εἰσιν, ἀλλ' ἡ αὐλὴ αὐτῶν οὐκ ἔχει

θύραν, καὶ ὁ θέλων εἰσέρχεται εἰς τὸν σταῦλον, καὶ

λύει τὸν ὄνον. Τοῦτο δὲ ἔλεγεν, ὅτι τὰ ἐρχόμενα εἰς τὸ

στόμα αὐτῶν λαλοῦσιν.

ιθʹ. Παρέβαλον ἀδελφοὶ τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέ-

γουσιν αὐτῷ· Εἰπὲ ἡμῖν λόγον, πῶς σωθῶμεν; Λέ-

γει αὐτοῖς ὁ γέρων· Ἠκούσατε τὴν Γραφήν; καλῶς

ὑμῖν ἔχει. Οἱ δὲ εἶπον· Καὶ παρὰ σοῦ θέλομεν ἀκοῦ-

σαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Λέγει τὸ Εὐαγ-

γέλιον· Ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σια-

γόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Λέγουσιν

αὐτῷ· Οὐ δυνάμεθα τοῦτο ποιῆσαι. Λέγει αὐτοῖς ὁ

γέρων· Εἰ μὴ δύνασθε στρέψαι καὶ τὴν ἄλλην, κἂν

τὴν μίαν ὑπομείνατε. Λέγουσιν αὐτῷ· Οὐδὲ τοῦτο

δυνάμεθα. Λέγει ὁ γέρων· Εἰ οὐδὲ τοῦτο δύνασθε, μὴ

δότε ἀνθ' οὗ ἐλάβετε. Καὶ εἶπον· Οὐδὲ τοῦτο δυνά-

μεθα. Λέγει οὖν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ποίη-

σον αὐτοῖς μικρὰν ἀθήραν· ἀσθενοῦσι γάρ. Εἰ τοῦ-

το οὐ δύνασθε, κἀκεῖνο οὐ θέλετε, τί ὑμῖν ποιήσω;

Εὐχῶν χρεία.

κʹ. Ἀδελφὸς ἀποταξάμενος τῷ κόσμῳ καὶ διαδοὺς

τὰ ὑπάρχοντα αὐτοῦ πτωχοῖς, παρακατασχὼν δὲ ὀλί-

γα εἰς λόγον ἑαυτοῦ, παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ.

Καὶ τοῦτο μαθὼν, λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις

μοναχὸς γενέσθαι, ἄπελθε εἰς τήνδε τὴν κώμην, καὶ

ἀγόρασον κρέας, καὶ περίθες τῷ σώματί σου γυμνῷ,

καὶ οὕτως ἐλθὲ ἐνταῦθα. Καὶ ποιήσαντος οὕτως τοῦ

ἀδελφοῦ, οἱ κύνες καὶ τὰ ὄρνεα τὸ σῶμα αὐτοῦ κατ-

έτεμνον. Ἀπαντήσαντος δὲ αὐτοῦ πρὸς τὸν γέροντα,

ἐπύθετο εἰ γέγονεν ὡς συνεβούλευσεν. Ἐκείνου δὲ ἐπι-

δεικνυμένου τὸ σῶμα διεσπαραγμένον, λέγει ὁ ἅγιος

Ἀντώνιος· Οἱ ἀποταξάμενοι τῷ κόσμῳ, καὶ θέλοντες

ἔχει χρήματα, οὕτως ἀπὸ τῶν δαιμόνων κατακό-

πτονται πολεμούμενοι.

καʹ. Ἀδελφῷ ποτε συνέβη πειρασμὸς εἰς τὸ κοινό-

βιον τοῦ ἀββᾶ Ἠλίτ· καὶ διωχθεὶς ἐκεῖθεν ἀπῆλθεν

εἰς ὄρος πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Καὶ μείναντος

τοῦ ἀδελφοῦ χρόνον πρὸς αὐτὸν, ἀπέστειλεν αὐτὸν, εἰς

τὸ κοινόβιον ὅθεν ἐξέβη. Οἱ δὲ ἰδόντες αὐτὸν, πάλιν

ἐδίωξαν· ὁ δὲ ἀνέκαμψε πρὸς τὸν ἀββᾶν Ἀντώνιον,

λέγων· Οὐκ ἠθέλησάν με δέξασθαι, Πάτερ. Ἀπέστει-

λεν οὖν ὁ γέρων λέγων· Πλοῖον ἐναυάγησεν ἐν τῷ

πελάγει, καὶ ἀπώλεσε τὸν γόμον, καὶ μετὰ καμάτου

84

ἐσώθη ἐπὶ τὴν γῆν· ὑμεῖς δὲ τὰ σωθέντα ἐπὶ τὴν γῆν

θέλετε καταποντίσαι. Οἱ δὲ ἀκούσαντες ὅτι ὁ ἀββᾶς

Ἀντώνιος αὐτὸν ἀπέστειλεν, εὐθέως ἐδέξαντο αὐ-

τόν.

κβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Λογίζομαι ὅτι ἔχει

τὸ σῶμα κίνησιν φυσικὴν συναναφυρεῖσαν αὐτῷ· ἀλλ'

οὐκ ἐνεργεῖ, μὴ θελούσης τῆς ψυχῆς· μόνον δὲ ση-

μαίνει ἐν τῷ σώματι ἀπαθῆ κίνησιν. Ἔστι δὲ καὶ ἄλ-

λη κίνησις, ἐκ τοῦ τρέφειν καὶ θάλπειν τὸ σῶμα βρώ-

μασι καὶ πόμασιν· ἐξ ὧν ἡ θέρμη τοῦ αἵματος διεγεί-

ρει τὸ σῶμα πρὸς ἐνέργειαν. Διὸ καὶ ἔλεγεν ὁ Ἀπό-

στολος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.

Καὶ πάλιν ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς μαθηταῖς

ἐντελλόμενος εἶπε· Βλέπετε μήποτε βαρηθῶσιν

ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Ἔστι δέ

τις καὶ ἑτέρα κίνησις τοῖς ἀγωνιζομένοις, ἐξ ἐπιβου-

λῆς καὶ φθόνου δαιμόνων ἐπιγινομένη, ὥστε εἰδέναι

δεῖ, ὅτι τρεῖς εἰσι σωματικαὶ κινήσεις, μία μὲν φυ-

σικὴ, ἑτέρα δὲ ἐξ ἀδιαφορίας τροφῶν, ἡ δὲ τρίτη

ἀπὸ δαιμόνων.

κγʹ. Εἶπε πάλιν, ὅτι ὁ Θεὸς οὐκ ἀφίει τοὺς πολέ-

μους ἐπὶ τὴν γενεὰν ταύτην, ὥσπερ ἐπὶ τῶν ἀρ-

χαίων. Οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζου-

σιν.

κδʹ. Τῷ ἀββᾷ Ἀντωνίῳ ἀπεκαλύφθη ἐν τῇ ἐρήμῳ,

ὅτι Ἐν τῇ πόλει ἐστί τις ὅμοιός σοι, ἰατρὸς τὴν ἐπι-

στήμην, τὴν περισσείαν αὐτοῦ διδοὺς τοῖς χρείαν

ἔχουσι, καὶ πᾶσαν τὴν ἡμέραν τὸ Τρισάγιον ψάλλων

μετὰ τῶν ἀγγέλων.

κεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔρχεται και-

ρὸς, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπὰν ἴδωσί τινα μὴ

μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι Σὺ

μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς.

κϚʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ

εἶπον αὐτῷ ῥῆμα τοῦ Λευϊτικοῦ. Ἐξῆλθεν οὖν ὁ γέ-

ρων εἰς τὴν ἔρημον, καὶ ἠκολούθησεν αὐτῷ ἀββᾶς

Ἀμμωνᾶς κρυφῆ, εἰδὼς τὴν συνήθειαν αὐτοῦ. Καὶ

μακρύνας πολὺ ὁ γέρων, στὰς εἰς προσευχὴν ἔκραξε

φωνῇ μεγάλῃ· Ὁ Θεὸς, ἀπόστειλον τὸν Μωϋσῆν, καὶ

διδάξει με τὸ ῥῆμα τοῦτο. Καὶ ἦλθεν αὐτῷ φωνὴ λα-

λοῦσα μετ' αὐτοῦ. Εἶπεν οὖν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι

Τὴν μὲν φωνὴν ἤκουσα τὴν λαλοῦσαν μετ' αὐτοῦ, τὴν

δὲ δύναμιν τοῦ λόγου οὐκ ἔμαθον.

κζʹ. Τρεῖς τῶν Πατέρων εἶχον ἔθος κατ' ἐνιαυτὸν

ὑπάγειν πρὸς τὸν μακάριον Ἀντώνιον· καὶ οἱ μὲν

δύο ἠρώτων αὐτὸν περὶ λογισμῶν καὶ σωτηρίας ψυ-

χῆς· ὁ δὲ εἷς πάντα ἐσιώπα μηδὲν ἐρωτῶν. Μετὰ

δὲ πολὺν χρόνον λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἰδοὺ

τοσοῦτον χρόνον ἔχεις ἐρχόμενος ὧδε, καὶ οὐδὲν ἐρω-

τᾷς με. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἀρκεῖ μοι μό-

νον τοῦ βλέπειν σε, Πάτερ.

κηʹ. Ἔλεγον, ὅτι τις τῶν γερόντων ἠρώτησε τὸν

Θεὸν ἰδεῖν τοὺς Πατέρας· καὶ εἶδεν αὐτοὺς χωρὶς τοῦ

85

ἀββᾶ Ἀντωνίου. Λέγει οὖν τῷ δεικνύοντι αὐτῷ· Ποῦ

ἐστιν ὁ ἀββᾶς Ἀντώνιος; Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι εἰς

τὸν τόπον ὅπου ὁ Θεὸς, ἐκεῖ ἐστιν.

κθʹ. Ἐσυκοφαντήθη ἀδελφὸς εἰς κοινόβιον περὶ

πορνείας, καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀντώ-

νιον· καὶ ἦλθον οἱ ἀδελφοὶ ἀπὸ τοῦ κοινοβίου θερα-

πεῦσαι αὐτὸν καὶ λαβεῖν· καὶ ἤρξαντο ἐλέγχειν ὅτι

Οὕτως ἐποίησας. Ὁ δὲ ἀπελογεῖτο ὅτι Οὐδὲν τοιοῦτον

ἐποίησα. Εὐκαίρησε δὲ ἐκεῖ ὁ ἀββᾶς Παφνούτιος ὁ

Κεφαλᾶς, καὶ εἶπε παραβολὴν τοιαύτην· Εἶδον εἰς

τὴν ὄχθαν τοῦ ποταμοῦ ἄνθρωπον βληθέντα εἰς βόρ-

βορον ἕως τῶν γονάτων αὐτοῦ, καὶ ἐλθόντες τινὲς

δοῦναι αὐτῷ χεῖρα κατεπόντισαν αὐτὸν ἕως τοῦ τρα-

χήλου. Καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Ἀντώνιος περὶ τοῦ

ἀββᾶ Παφνουτίου· Ἰδοὺ ἄνθρωπος ἀληθινὸς, δυνά-

μενος θεραπεῦσαι καὶ σῶσαι ψυχάς. Κατανυγέντες

οὖν τῷ λόγῳ τῶν γερόντων, ἔβαλον μετάνοιαν τῷ

ἀδελφῷ. Καὶ παρακληθέντες ὑπὸ τῶν Πατέρων ἔλα-

βον τὸν ἀδελφὸν εἰς τὸ κοινόβιον.

λʹ. Ἔλεγόν τινες περὶ τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι

γέγονε Πνευματοφόρος, ἀλλ' οὐκ ἤθελε λαλεῖν διὰ τοὺς

ἀνθρώπους· καὶ γὰρ τὰ γινόμενα ἐν τῷ κόσμῳ καὶ

τὰ μέλλοντα ἐλθεῖν ἐμήνυεν.

λαʹ. Ποτὲ ὁ ἀββᾶς Ἀντώνιος ἐδέξατο Κωνσταντίου

τοῦ βασιλέως γράμματα, ἵνα ἔλθῃ εἰς Κωνσταντι-

νούπολιν· καὶ ἐσκόπει τί ποιῆσαι. Λέγει οὖν τῷ ἀββᾷ

Παύλῳ τῷ μαθητῇ αὐτοῦ· Ὤφειλον ἀπελθεῖν; Καὶ

λέγει αὐτῷ· Ἐὰν ἀπέλθῃς, Ἀντώνιος λέγῃ· εἰ δὲ μὴ

ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος.

λβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ἐγὼ οὐκέτι φοβοῦ-

μαι τὸν Θεὸν, ἀλλ' ἀγαπῶ αὐτόν. Ἡ γὰρ ἀγάπη

ἔξω βάλλει τὸν φόβον.

λγʹ. Ὁ αὐτὸς εἶπε· Πρὸ ὀφθαλμῶν ἔχε πάντοτε

τὸν φόβον τοῦ Θεοῦ. Μνημόνευε τοῦ θανατοῦντος

καὶ ζωογονοῦντος. Μισήσατε τὸν κόσμον καὶ πάντα

τὰ ἐν αὐτῷ. Μισήσατε πᾶσαν σαρκικὴν ἀνάπαυσιν.

Ἀποτάξασθε τῇ ζωῇ ταύτῃ, ἵνα ζήσητε τῷ Θεῷ.

Μνημονεύετε τί ἐπηγγείλασθε τῷ Θεῷ· ζητεῖ γὰρ

αὐτὸ παρ' ὑμῶν ἐν ἡμέρᾳ κρίσεως. Πεινάσατε, διψή-

σατε, γυμνητεύσατε, ἀγρυπνήσατε, πενθήσατε, κλαύ-

σατε, στενάξατε τῇ καρδίᾳ ὑμῶν· δοκιμάσατε εἰ

ἄξιοί ἐστε τοῦ Θεοῦ· καταφρονήσατε τῆς σαρκὸς, ἵνα

σώσητε ὑμῶν τὰς ψυχάς.

λδʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ

Ἀμοῦν εἰς τὸ ὄρος τῆς Νιτρίας, καὶ μετὰ τὸ συντυ-

χεῖν ἀλλήλοις, λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμοῦν· Ἐπειδὴ

διὰ τῶν εὐχῶν σου ἐπληνθύθησαν οἱ ἀδελφοὶ, καὶ

θέλουσί τινες αὐτῶν οἰκοδομῆσαι κελλία μακρὰν ἵνα

ἡσυχάσωσι, πόσον κελεύεις ἵνα ἀπέχῃ διάστημα τὰ

κτιζόμενα κελλία τῶν ἐνταῦθα; Ὁ δὲ εἶπε· Γευσώ-

μεθα ὥραν ἐνάτην, καὶ ἐξέλθωμεν, καὶ διακινήσωμεν

τὴν ἔρημον, καὶ σκοποῦμεν τὸν τόπον. Ὡς δὲ ὥδευ-

88

σαν τὴν ἔρημον ἕως οὗ ἐλθεῖν δῦναι τὸν ἤλιον, λέγει

αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ποιήσωμεν εὐχὴν καὶ στή-

σωμεν ὧδε σταυρὸν, ἵνα ὧδε κτίσωσιν οἱ θέλον-

τες κτίσαι, ἵνα καὶ οἱ ἐκεῖθεν, ὅταν παραβάλωσι τού-

τοις, γευσάμενοι τὸ μικρὸν βουκὶν αὐτῶν ὥραν

ἐνάτην, οὕτως παραβάλωσι, καὶ οἱ ἔνθεν ἀπερχόμε-

νοι, τὸ αὐτὸ ποιοῦντες, ἀπερίσπαστοι μένωσιν ἐν τῷ

παραβάλλειν ἀλλήλοις. Ἔστι δὲ τὸ διάστημα σημεῖα

δεκαδύο.

λεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ὁ τύπτων τὸ μα-

ζὶν τοῦ σιδήρου, πρῶτον σκοπεῖ τὸν λογισμὸν τί

μέλλει ποιεῖν, δρέπανον, μάχαιραν, πέλυκα. Οὕτως

καὶ ἡμεῖς ὀφείλομεν λογίζεσθαι ποίαν ἀρετὴν μετερ-

χόμεθα, ἵνα μὴ εἰς κενὸν κοπιάσωμεν.

λϚʹ. Εἶπε πάλιν, ὅτι ἡ ὑποταγὴ μετὰ ἐγκρατείας

ὑποτάσσει θηρία.

λζʹ. Εἶπε πάλιν· Οἶδα μοναχοὺς μετὰ πολλοὺς κό-

πους πεσόντας, καὶ εἰς ἔκστασιν φρενῶν ἐλθόντας,

διὰ τὸ ἠλπικέναι ἐπὶ τὸ ἔργον αὐτῶν, καὶ παραλογι-

σαμένους τὴν ἐντολὴν τοῦ εἰπόντος· Ἐπερώτησον

τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι.

ληʹ. Εἶπε πάλιν· Εἰ δυνατὸν, ὅσα βήματα βάλλει

ὁ μοναχὸς, ἢ ὅσας σταγόνας πίνει εἰς τὸ κελλίον

αὐτοῦ, ὀφείλει θαῤῥεῖν τοῖς γέρουσιν, εἰ ἄρα οὐ πταίει

ἐν αὐτοῖς.

{Περὶ τοῦ ἀββᾶ Ἀρσενίου.}

αʹ. Ὁ ἀββᾶς Ἀρσένιος, ἔτι ὢν ἐν τῷ παλα-

τίῳ, εὔξατο τῷ Θεῷ λέγων· Κύριε, ὁδήγησόν με πῶς

σωθῶ. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε

τοὺς ἀνθρώπους, καὶ σώζῃ.

βʹ. Ὁ αὐτὸς ἀναχωρήσας ἐν τῷ μονήρει βίῳ, πά-

λιν εὔξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ἤκουσε φωνῆς

λεγούσης αὐτῷ· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε·

αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας.

γʹ. Ἐπέστησάν ποτε τῷ ἀββᾷ Ἀρσενίῳ οἱ δαίμονες

ἐν τῷ κελλίῳ θλίβοντες αὐτόν. Παραβαλόντες δὲ οἱ δια-

κονοῦντες αὐτῷ, καὶ στάντες ἔξω τῆς κέλλης, ἤκου-

σαν αὐτοῦ βοῶντος πρὸς τὸν Θεὸν καὶ λέγοντος· Ὁ

Θεὸς, μὴ ἐγκαταλίπῃς με· οὐδὲν ἐποίησα ἐνώπιόν σου

ἀγαθόν· ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου βα-

λεῖν ἀρχήν.

δʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ὥσπερ οὐδεὶς τοῦ πα-

λατίου ἐφόρει βελτίονα αὐτοῦ ἐσθῆτα· οὕτως οὐδὲ

εἰς τὴν Ἐκκλησίαν εὐτελεστέραν τις αὐτοῦ ἐφόρει.

εʹ. Εἶπέ τις τῷ μακαρίῳ Ἀρσενίῳ· Πῶς ἡμεῖς ἀπὸ

τοσαύτης παιδεύσεως καὶ σοφίας οὐδὲν ἔχομεν, οὗτοι

89

δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι τοσαύτας ἀρετὰς κέ-

κτηνται; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἡμεῖς

ἀπὸ τῆς τοῦ κόσμου παιδεύσεως οὐδὲν ἔχομεν· οὗτοι

δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι ἀπὸ τῶν ἰδίων πόνων

ἐκτήσαντο τὰς ἀρετάς.

Ϛʹ. Ἐρωτῶντός ποτε τοῦ ἀββᾶ Ἀρσενίου τινὰ γέ-

ροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν

αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευ-

σιν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον

τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; Ὁ δὲ

εἶπε πρὸς αὐτόν· Τὴν μὲν Ῥωμαϊκὴν καὶ Ἑλληνι-

κὴν ἐπίσταμαι παίδευσιν· τὸν δὲ ἀλφάβητον τοῦ

ἀγροίκου τούτου οὔπω μεμάθηκα.

ζʹ. Παρέβαλέ ποτε ὁ μακάριος Θεόφιλος ἀρχιεπί-

σκοπος τῷ ἀββᾷ Ἀρσενίῳ, μετὰ ἄρχοντός τινος·

ἠρώτα δὲ τὸν γέροντα, ἀκοῦσαι παρ' αὐτοῦ λόγον.

Μικρὸν δὲ σιωπήσας ὁ γέρων, ἀπεκρίνατο πρὸς αὐ-

τόν· Καὶ ἐὰν ὑμῖν εἴπω, φυλάσσετε; Οἱ δὲ συνέθεντο

φυλάττειν. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Ὅπου ἐὰν

ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε.

ηʹ. Ἄλλοτε πάλιν βουληθεὶς ὁ ἀρχιεπίσκοπος πα-

ραβαλεῖν αὐτῷ, ἀπέστειλε πρῶτον εἰδέναι εἰ ἀνοίγει

ὁ γέρων. Καὶ ἐδήλωσεν αὐτῷ λέγων· Ἐὰν ἔλθῃς,

ἀνοίγω σοι· καὶ ἐάν σοι ἀνοίξω, πᾶσιν ἀνοίγω· καὶ

τότε οὐκέτι καθέζομαι ὧδε. Ταῦτα ἀκούσας ὁ ἀρχι-

επίσκοπος εἶπεν· Εἰ διῶξαι αὐτὸν ἀπέρχομαι, οὐκ ἔτι

ἀπέρχομαι πρὸς αὐτόν.

θʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀρσένιον ἀκοῦσαι

παρ' αὐτοῦ λόγον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ὅση δύ-

ναμίς σοί ἐστιν, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία

κατὰ Θεὸν ᾗ, καὶ νικήσῃ τὰ ἔξω πάθη.

ιʹ. Εἶπε πάλιν· Ἐὰν τὸν Θεὸν ζητήσωμεν, φανή-

σεται ἡμῖν· καὶ ἐὰν αὐτὸν κατάσχωμεν, παραμενεῖ

ἡμῖν.

ιαʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἀρσενίῳ· Οἱ λογισμοί μου

θλίβουσί με λέγοντες· Οὐ δύνασαι νηστεύειν οὐδὲ

ἐργάσασθαι· κἂν ἐπισκέπτου τοὺς ἀσθενοῦντας· καὶ

τοῦτο γὰρ ἀγάπη ἐστίν. Ὁ δὲ γέρων εἰδὼς τὰς σπο-

ρὰς τῶν δαιμόνων, λέγει αὐτῷ· Ὕπαγε, φάγε, πίε,

κοιμῶ, καὶ μὴ ἐργάσῃ· μόνον τοῦ κελλίου μὴ ἀπο-

στῇς. Ἤ|δει γὰρ ὅτι ἡ ὑπομονὴ τοῦ κελλίου φέρει τὸν

μοναχὸν εἰς τὴν τάξιν αὐτοῦ.

ιβʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ξένος μοναχὸς

εἰς ἀλλοτρίαν χώραν μηδὲν μεσαζέτω. καὶ ἀνα-

παύεται.

92

ιγʹ. Εἶπεν ὁ ἀββᾶς Μάρκος τῷ ἀββᾷ Ἀρσενίῳ·

Διατί φεύγεις ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς

οἶδεν, ὅτι ἀγαπῶ ὑμᾶς· ἀλλ' οὐ δύναμαι εἶναι μετὰ

τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες

καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ

θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν,

καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων.

ιδʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου,

ὅτι ὅλην τὴν νύκτα διετέλει ἀγρυπνῶν· καὶ ὅτε ἦλθε

περὶ τὸ πρωῒ διὰ τὴν φύσιν καθευδῆσαι, ἔλεγε τῷ

ὕπνῳ· Δεῦρο, κακὲ δοῦλε· καὶ ἥρπαζε μικρὸν καθεζό-

μενος, καὶ εὐθέως ἠγείρετο.

ιεʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ἀρκετὸν τῷ

μοναχῷ, ἵνα κοιμᾶται μίαν ὥραν, ἐὰν ᾖ ἀγωνιστής.

ιϚʹ. Ἔλεγον οἱ γέροντες, ὅτι ἐδόθη ποτὲ εἰς Σκῆτιν

πρὸς ὀλίγα ἰσχάδια, καὶ ὡς μηδὲν ὄντα, οὐκ ἀπέστει-

λαν τῷ ἀββᾷ Ἀρσενίῳ, ὡς ἵνα μὴ ὕβριν πάθῃ. Ὁ

δὲ γέρων ἀκούσας οὐκ ἦλθεν εἰς τὴν σύναξιν. λέ-

γων· Ἀφορίσατέ με τοῦ μὴ δοῦναί μοι τὴν εὐλογίαν

ἣν ἔπεμψεν ὁ Θεὸς τοῖς ἀδελφοῖς, ἣν οὐκ ἤμην

ἄξιος λαβεῖν. Καὶ ἤκουσαν πάντες καὶ ὠφελήθησαν

εἰς τὴν ταπείνωσιν τοῦ γέροντος. Καὶ ἀπελθὼν ὁ

πρεσβύτερος ἀπήνεγκεν αὐτῷ τὰ ἰσχάδια, καὶ ἤνεγκεν

αὐτὸν εἰς τὴν σύναξιν μετὰ χαρᾶς.

ιζʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Τοσαῦτα ἔτη

ἔμεινε μεθ' ἡμῶν, καὶ μόνον θαλλὶν σίτου ἐποιοῦ-

μεν αὐτῷ τοῦ ἐνιαυτοῦ· καὶ ὅτε παρεβάλομεν αὐτῷ,

ἐξ αὐτοῦ ἠσθίομεν.

ιηʹ. Ἔλεγε πάλιν περὶ τοῦ αὐτοῦ ἀββᾶ Ἀρσενίου,

ὅτι εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ οὐκ ἤλλασσε τὸ ὕδωρ

τῶν βαΐων, ἀλλὰ μόνον προσετίθει· ἔπλεκε γὰρ σει-

ρὰν καὶ ἔῤῥαπτεν ἕως ὥρας ἕκτης. Καὶ παρεκάλεσαν

αὐτὸν οἱ γέροντες λέγοντες· Διατί οὐκ ἀλλάσσεις τὸ

ὕδωρ τῶν βαΐων, ὅτι ὄζει; Καὶ εἶπεν αὐτοῖς· Ὅτι

ἀντὶ τῶν θυμιαμάτων καὶ τῶν ἀρωμάτων ὧν ἀπ-

έλαυσα ἐν τῷ κόσμῳ, χρὴ ἀπολαβεῖν με τὴν ὀσμὴν

ταύτην.

ιθʹ. Εἶπε πάλιν, ὅτι ὡς ἤκουεν ὅτι ἐτελέσθη πᾶν

γένος ὀπώρας, ἔλεγεν ἀφ' ἑαυτοῦ· Φέρετέ μοι. Καὶ

ἐγεύετο ἅπαξ μόνον ἀπὸ πάντων μικρὸν, εὐχαριστῶν

τῷ Θεῷ.

κʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς Σκῆτιν,

καὶ ἔχρῃζεν εἰς πρᾶγμα ἕως λίνου ἑνός· καὶ μὴ

ἔχων ὅθεν ἀγοράσαι, ἔλαβε παρά τινος ἀγάπην, καὶ

93

εἶπεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἠξίωσάς με λαβεῖν

ἀγάπην διὰ τὸ ὄνομά σου.

καʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι εἶχε τὸ διάστημα τοῦ

κελλίου αὐτοῦ μίλια τριακονταδύο· οὐκ ἐξήρχετο δὲ

ταχέως· ἄλλοι γὰρ ἐποίουν αὐτῷ τὸ διακόνημα. Ὅτε

δὲ ἠρημώθη ἡ Σκῆτις, ἐξῆλθε κλαίων, καὶ ἔλεγεν·

Ἀπώλεσεν ὁ κόσμος τὴν Ῥώμην, καὶ οἱ μοναχοὶ τὴν

Σκῆτιν.

κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μάρκος τὸν ἀββᾶν Ἀρσέ-

νιον λέγων· Καλὸν τὸν μὴ ἔχειν τινὰ ἐν τῷ κελλίῳ αὐ-

τοῦ παράκλησιν; εἶδον γὰρ ἀδελφόν τινα ἔχοντα μι-

κρὰ λάχανα, καὶ ἐκριζοῦντα αὐτά. Καὶ εἶπεν ὁ ἀβ-

βᾶς Ἀρσένιος· Καλὸν μέν ἐστιν, ἀλλὰ πρὸς τὴν ἕξιν

τοῦ ἀνθρώπου· ἐὰν γὰρ μὴ ἔχῃ ἰσχὺν ἐν τῷ τοιού-

τῳ τρόπῳ, πάλιν φυτεύει ἄλλα.

κγʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ ὁ μαθητὴς τοῦ

ἀββᾶ Ἀρσενίου λέγων, ὅτι Εὑρέθην ποτὲ ἐγγὺς τοῦ

ἀββᾶ Ἀλεξάνδρου· καὶ ἐκράτησεν αὐτὸν πόνος, καὶ

ἥπλωσεν αὐτὸν ἄνω βλέπων διὰ τὸν πόνον. Συνέβη δὲ

τὸν μακάριον Ἀρσένιον ἐλθεῖν τοῦ λαλῆσαι αὐτῷ· καὶ

εἶδεν αὐτὸν ἡπλωμένον. Ὡς οὖν ἐλάλησε, λέγει αὐτῷ·

Καὶ τίς ἦν κοσμικὸς ὃν εἶδον ὧδε; Λέγει αὐτῷ ὁ ἀβ-

βᾶς Ἀλέξανδρος· Ποῦ ἑώρακας αὐτόν; Καὶ εἶπεν·

Ὡς κατηρχόμην ἀπὸ τοῦ ὄρους, προσέσχον ὧδε ἐπὶ

τὸ σπήλαιον, καὶ εἶδόν τινα ἡπλωμένον ἄνω βλέποντα.

Καὶ ἔβαλεν αὐτῷ μετάνοιαν λέγων· Συγχώρησόν

μοι, ἐγὼ ἤμην· πόνος γάρ με κατέσχε. Καὶ

λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν σὺ ἦς; καλῶς. Ἐγὼ

ὑπενόησα ὅτι κοσμικός ἐστι, καὶ διὰ τοῦτο ἠρώτησα.

κδʹ. Ἄλλοτε εἶπεν ὁ ἀββᾶς Ἀρσένιος τῷ ἀββᾷ Ἀλε-

ξάνδρῳ, ὅτι Ἂν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθὲ γεῦσαι

μετ' ἐμοῦ· ἐὰν δὲ ἔλθωσι ξένοι, φάγε μετ' αὐτῶν. Ὁ

οὖν ἀββᾶς Ἀλέξανδρος ὁμαλῶς εἰργάζετο καὶ ἐπι-

εικῶς. Καὶ ὡς γέγονεν ἡ ὥρα, ἀκμὴν εἶχε θαλλία·

καὶ θέλων τηρῆσαι τὸν λόγον τοῦ γέροντος, ἀνέμεινε

πληρῶσαι τὰ θαλλία. Ὁ οὖν ἀββᾶς Ἀρσένιος, ὡς

εἶδεν ὅτι ἐχρόνισεν, ἐγεύσατο, λογισάμενος μήποτε

ξένους ἔσχεν. Ὁ δὲ ἀββᾶς Ἀλέξανδρος ὡς ἐτέλεσεν

ὀψὲ, ἀπῆλθε. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ξένους ἔσχες;

Λέγει· Οὐχί. Εἶπε δὲ αὐτῷ· Πῶς οὖν οὐκ ἦλθες;

96

Ὁ δὲ λέγει· Ὅτι εἶπές μοι, ὅταν ἀποσχίσῃς τὰ θαλ-

λία σου, ἐλθέ· καὶ τηρῶν τὸν λόγον σου, οὐκ ἦλθον,

ὅτι ἄρτι ἐπλήρωσα. Καὶ ἐθαύμασεν ὁ γέρων τὴν

ἀκρίβειαν αὐτοῦ, καὶ λέγει αὐτῷ· Ταχύτερον κατά-

λυε, ἵνα καὶ τὴν σύναξίν σου βάλῃς, καὶ τοῦ

ὕδατός σου μεταλάβῃς· εἰ δὲ μήγε, ταχέως ἔχει τὸ

σῶμά σου ἀσθενῆσαι.

κεʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς τόπον,

καὶ ἦσαν ἐκεῖ κάλαμοι, καὶ ἐκινήθησαν ὑπὸ τοῦ ἀνέ-

μου. Καὶ λέγει ὁ γέρων τοῖς ἀδελφοῖς· Τί ἐστιν ὁ

σεισμὸς οὗτος; Καὶ λέγουσι· Κάλαμοί εἰσι. Λέγει

οὖν αὐτοῖς ὁ γέρων· Φύσει ἐὰν κάθηταί τις ἐν ἡσυ-

χίᾳ, ἀκούσει δὲ φωνὴν στρουθίου, οὐκ ἔχει ἡ καρδία

τὴν αὐτὴν ἡσυχίαν· πόσῳ μᾶλλον ὑμεῖς ἔχοντες τὸν

σεισμὸν τῶν καλάμων τούτων

κϚʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι τινὲς ἀδελφοὶ μέλ-

λοντες ὑπάγειν εἰς Θηβαΐδα διὰ λινάρια, λέγουσι· Δι'

ἀφορμῆς ἴδωμεν καὶ τὸν ἀββᾶν Ἀρσένιον. Καὶ εἰσ-

ῆλθεν ὁ ἀββᾶς Ἀλέξανδρος, καὶ εἶπε τῷ γέροντι·

Ἀδελφοὶ ἐλθόντες ἀπὸ Ἀλεξανδρείας θέλουσί σε ἰδεῖν.

Λέγει ὁ γέρων· Μάθε παρ' αὐτῶν δι' ἣν αἰτίαν παρα-

γεγόνασι. Καὶ μαθὼν ὅτι εἰς Θηβαΐδα διὰ λινάρια

ὑπάγουσιν, ἀπήγγειλε τῷ γέροντι. Λέγει καὶ αὐτός·

Φύσει οὐ βλέπουσι τὸ πρόσωπον Ἀρσενίου, ὅτι δι' ἐμὲ

οὐκ ἦλθον, ἀλλὰ διὰ τὸ ἔργον αὐτῶν. Ἀνάπαυσον αὐ-

τοὺς, καὶ ἀπόλυσον ἐν εἰρήνῃ, εἰπὼν αὐτοῖς, ὅτι Ὁ γέ-

ρων οὐ δύναται ἀπαντῆσαι.

κζʹ. Ἀδελφός τις ἀπῆλθεν εἰς τὸ κελλίον τοῦ ἀββᾶ

Ἀρσενίου ἐν Σκήτει, καὶ προσέσχε διὰ τῆς θυρίδος,

καὶ θεωρεῖ τὸν γέροντα ὅλον ὡς πῦρ· ἦν δὲ ἄξιος ὁ

ἀδελφὸς τοῦ ἰδεῖν. Καὶ ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων,

καὶ θεωρεῖ τὸν ἀδελφὸν ὡς ἔκθαμβον. Καὶ λέγει αὐ-

τῷ· Ἔχεις πολλὴν ὥραν κρούων; μή τί ποτε εἶδες

ὧδε; Καὶ εἶπε· Οὐχί. Καὶ λαλήσας αὐτὸν ἀπ-

έλυσεν.

κηʹ. Καθημένου ποτε τοῦ ἀββᾶ Ἀρσενίου εἰς τὸν

Κάνωπον, ἦλθε μία συγκλητικὴ παρθένος πλουσία

σφόδρα καὶ φοβουμένη τὸν Θεὸν, ἀπὸ Ῥώμης ἰδεῖν

αὐτόν· καὶ ὑπεδέξατο αὐτὴν Θεόφιλος ὁ ἀρχιεπίσκο-

πος· καὶ παρεκάλεσεν αὐτὸν, ἵνα πείσῃ τὸν γέροντα

δέξασθαι αὐτήν. Καὶ ἐλθὼν πρὸς αὐτὸν παρεκάλεσε

λέγων· Ἡ δεῖνα ἡ συγκλητικὴ ἦλθεν ἀπὸ Ῥώμης, καὶ

θέλει σε ἰδεῖν. Ὁ δὲ γέρων οὐ κατεδέξατο ἀπαντῆσαι

αὐτῇ. Ὡς οὖν ἀνηγγέλη αὐτῇ ταῦτα, κελεύει στρω-

θῆναι κτήνη, λέγουσα· Πιστεύω τῷ Θεῷ ἰδεῖν αὐτόν.

Οὐ γὰρ ἄνθρωπον ἦλθον ἰδεῖν· εἰσὶ γὰρ καὶ ἐν τῇ

πόλει ἡμῶν πολλοὶ ἄνθρωποι· ἀλλὰ προφήτην ἦλθον

ἰδεῖν. Καὶ ὡς ἔφθασε περὶ τὴν κέλλαν τοῦ γέροντος,

κατ' οἰκονομίαν Θεοῦ εὐκαίρησεν ὁ γέρων ἔξω τῆς

κέλλης· καὶ ἰδοῦσα αὐτὸν προσέπεσε τοῖς ποσὶν αὐ-

τοῦ. Ὁ δὲ ἤγειρεν αὐτὴν μετ' ὀργῆς· καὶ προσ-

έσχεν αὐτῇ λέγων· Εἰ τὸ πρόσωπόν μου θέλεις ἰδεῖν,

97

ἰδοὺ βλέπε. Ἡ δὲ ἀπὸ αἰσχύνης οὐ κατενόησε τὸ

πρόσωπον αὐτοῦ. Καὶ λέγει αὐτῇ ὁ γέρων· Οὐκ ἤκου-

σας τὰ ἔργα μου; ταῦτα βλέπειν ἀναγκαῖόν ἐστι. Πῶς

δὲ ἐτόλμησας τοσοῦτον ποιῆσαι πλοῦν; οὐκ οἶδας ὅτι

γυνὴ εἶ; οὐκ ὀφείλεις ἐξέρχεσθαί πού ποτε; Ἢ ἵνα

ἀπέλθῃς εἰς Ῥώμην, καὶ εἴπῃς ταῖς ἄλλαις γυναιξὶν,

ὅτι Ἑώρακα Ἀρσένιον, καὶ ποιήσωσι τὴν θάλασσαν

ὁδὸν γυναικῶν ἐρχομένων πρὸς μέ; Ἡ δὲ εἶπεν· Ἐὰν

θέλῃ ὁ Κύριος, οὐκ ἀφῶ τινα ἐλθεῖν ὧδε· ἀλλ' εὔ-

χου ὑπὲρ ἐμοῦ, καὶ μνημόνευέ μου διαπαντός. Ὁ

δὲ ἀποκριθεὶς εἶπεν αὐτῇ· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξ-

αλείψῃ τὸ μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ

ταῦτα ἀκούσασα, ἐξῆλθε τεταραγμένη. Καὶ ὡς ἦλθεν

εἰς τὴν πόλιν, ἀπὸ τῆς λύπης ἔβαλε πυρέσσειν· καὶ

ἀνηγγέλη τῷ μακαρίῳ Θεοφίλῳ τῷ ἀρχιεπισκόπῳ

ὅτι ἀσθενεῖ. Καὶ ἐλθὼν πρὸς αὐτὴν, παρεκάλει μα-

θεῖν τί ἐστιν ὃ ἔχει. Ἡ δὲ εἶπεν αὐτῷ· Εἴθε μὴ ἀπήν-

τησα ὧδε· εἶπον γὰρ τῷ γέροντι· Μνημόνευέ μου·

καὶ εἶπέ μοι· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλειφθῇ τὸ μνη-

μόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ἰδοὺ ἐγὼ ἀπο-

θνήσκω ἐκ τῆς λύπης. Καὶ λέγει αὐτῇ ὁ ἀρχιεπίσκο-

πος· Οὐκ οἶδας ὅτι γυνὴ εἶ, καὶ διὰ τῶν γυναικῶν ὁ

ἐχθρὸς πολεμεῖ τοὺς ἁγίους; διὰ τοῦτο εἶπεν ὁ γέρων·

περὶ γὰρ τῆς ψυχῆς σου εὔχεται διαπαντός. Καὶ

οὕτως ἐθεραπεύθη ὁ λογισμὸς αὐτῆς, καὶ ἀπῆλθε

μετὰ χαρᾶς εἰς τὰ ἴδια.

κθʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρ-

σενίου, ὅτι ἦλθέ ποτε μαγιστριανὸς, φέρων αὐτῷ δια-

θήκην τινὸς συγκλητικοῦ συγγενοῦς αὐτοῦ, ὃς κατ-

έλιπεν αὐτῷ κληρονομίαν πολλὴν σφόδρα· καὶ λαβὼν

αὐτὴν, ἤθελε σχίσαι. Καὶ ἔπεσεν ὁ μαγιστριανὸς

εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Δέομαί σου, μὴ σχί-

σῃς αὐτὴν, ἐπεὶ αἴρεταί μου ἡ κεφαλή. Καὶ λέγει

αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἐγὼ πρὸ ἐκείνου ἀπέθα-

νον· αὐτὸς δὲ ἄρτι ἀπέθανε. Καὶ ἀντέπεμψεν αὐτὴν,

μηδὲν δεξάμενος.

λʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ, ὅτι ὀψὲ σαββάτων

ἐπιφωσκούσης Κυριακῆς, ἤφιε τὸν ἥλιον ὀπίσω αὐ-

τοῦ, καὶ ἔτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εὐ-

χόμενος, ἕως πάλιν ἔλαμψεν ὁ ἥλιος εἰς τὸ πρόσωπον

αὐτοῦ· καὶ οὕτως ἐκαθέζετο.

λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου καὶ τοῦ ἀββᾶ

Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι ὑπὲρ πάντας ἐμί-

σουν τὴν τῶν ἀνθρώπων δόξαν. Ὁ μὲν οὖν ἀββᾶς

Ἀρσένιος οὐχ ὑπήντα ταχέως τινί· ὁ δὲ ἀββᾶς Θεόδω-

ρος ὑπήντα μὲν, ἀλλὰ ὡς ῥομφαία ἦν.

λβʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Ἀρσενίου ἐν

τοῖς κάτω μέρεσι, καὶ ὀχλουμένου ἐκεῖσε, ἔδοξεν αὐτῷ

100

καταλιπεῖν τὸ κελλίον. Μηδὲ δὲ ἐξ αὐτοῦ λαβὼν, οὕ-

τως ἐπορεύθη μαθητὰς τοὺς Φαρανίτας Ἀλέξαν-

δρον καὶ Ζώϊλον. Εἶπεν οὖν τῷ Ἀλεξάνδρῳ· Ἀναστὰς

ἀνάπλευσον. Καὶ ἐποίησεν οὕτως. Καὶ τῷ Ζωΐλῳ

εἶπε· Δεῦρο μετ' ἐμοῦ ἕως τοῦ ποταμοῦ, καὶ ζήτησόν

μοι πλοῖον ἐπὶ τὴν Ἀλεξάνδρειαν καταπλέον, κα οὕ-

τως ἀνάπλευσον καὶ σὺ πρὸς τὸν ἀδελφόν σου. Ὁ δὲ

Ζώϊλος, ἐπὶ τῷ λόγῳ ταραχθεὶς, ἐσιώπησε. Καὶ οὕτως

ἐχωρίσθησαν ἀπ' ἀλλήλων. Κατῆλθεν οὖν ὁ γέρων ἐπὶ

τὰ μέρη Ἀλεξανδρείας, καὶ ἠσθένησεν ἀῤῥωστίαν

μεγάλην. Οἱ δὲ τούτου διακονηταὶ εἶπον πρὸς ἀλλή-

λους· Μὴ ἄρα τις ἡμῶν ἐλύπησε τὸν γέροντα, καὶ διὰ

τοῦτο ἐχωρίσθη ἀφ' ἡμῶν; Καὶ οὐχ εὗρον ἐν ἑαυτοῖς

οὐδὲν, οὔτε ὅτι παρήκουσαν αὐτοῦ ποτε. Ὑγιάνας δὲ

ὁ γέρων εἶπε· Πορεύσομαι πρὸς τοὺς ἐμοὺς Πατέρας.

Καὶ οὕτως ἀναπλεύσας ἦλθεν εἰς τὴν Πέτραν ὅπου

ἦσαν οἱ διακονηταὶ αὐτοῦ. Ὄντος δὲ αὐτοῦ πλησίον

τοῦ ποταμοῦ, παιδίσκη τις Αἰθιόπισσα ἐλθοῦσα, ἥψατο

τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ γέρων ἐπετίμησεν αὐτῇ.

Ἡ οὖν παιδίσκη εἶπεν αὐτῷ· Εἰ μοναχὸς εἶ, πορεύου

εἰς τὸ ὄρος. Ὁ δὲ γέρων ἐπὶ τῷ λόγῳ κατανυγεὶς

ἔλεγεν ἐν ἑαυτῷ· Ἀρσένιε, εἰ μοναχὸς εἶ, πορεύου εἰς

τὸ ὄρος. Καὶ ἐπὶ τούτῳ ἀπήντησαν αὐτῷ ὅ τε Ἀλέ-

ξανδρος καὶ Ζώϊλος· καὶ ἐπιπεσόντων αὐτῶν τοῖς πο-

σὶν αὐτοῦ, ἔῤῥιψεν ἑαυτὸν καὶ ὁ γέρων· καὶ ἔκλαυσαν

ἀμφότεροι. Εἶπε δὲ ὁ γέρων· Οὐκ ἠκούσατε ὅτι ἠσθέ-

νησα; Καὶ εἶπον αὐτῷ· Ναί. Καὶ λέγει ὁ γέρων· Καὶ

διατί οὐκ ἤλθετε ἰδεῖν με; Καὶ λέγει ὁ ἀββᾶς Ἀλέξαν-

δρος ὅτι Ὁ χωρισμός σου ἀφ' ἡμῶν οὐ γέγονε πιθανὸς,

καὶ πολλοὶ οὐκ ὠφελήθησαν, λέγοντες, ὅτι Εἰ μὴ παρ-

ήκουσαν τοῦ γέροντος, οὐκ ἂν ἐχωρίσθη ἐξ αὐτῶν. Λέγει

αὐτοῖς· Πάλιν οὖν μέλλουσι λέγειν οἱ ἄνθρωποι, ὅτι Οὐχ

εὗρεν ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, καὶ

ἀνέστρεψε πρὸς τὸν Νῶε, εἰς τὴν κιβωτόν. Καὶ οὕτως

ἐθεραπεύθησαν· καὶ ἔμεινε μετ' αὐτῶν ἕως τῆς τε-

λευτῆς αὐτοῦ.

λγʹ. Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Διηγήσατο ἡμῖν ὁ

ἀββᾶς Ἀρσένιος ὡς περὶ ἄλλου τινός· τάχα δὲ αὐτὸς

ἦν· ὅτι καθημένου τινὸς γέροντος εἰς τὸ κελλίον αὐ-

τοῦ, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Δεῦρο, καὶ δείξω σοι

τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ ἀναστὰς ἐξῆλθε· καὶ

ἀπήνεγκεν αὐτὸν εἰς τόπον τινὰ, καὶ ἔδειξεν Αἰθίοπα

κόπτοντα ξύλα, καὶ ποιήσαντα φορτίον μέγα· ἐπει-

ρᾶτο δὲ αὐτὸ βαστάσαι, καὶ οὐκ ἠδύνατο· καὶ ἀντὶ τοῦ

ἆραι ἐξ αὐτοῦ, πάλιν ἔκοπτε ξύλα, καὶ προσετίθει

τῷ φορτίῳ. Τοῦτο δὲ ἐπὶ πολὺ ἐποίει. Καὶ προβὰς

ὀλίγον πάλιν ἔδειξεν αὐτῷ ἄνθρωπον ἱστάμενον ἐπὶ

λάκκου, καὶ ἀντλοῦντα ὕδωρ ἐξ αὐτοῦ, καὶ μεταβάλ-

λοντα εἰς δεξαμενὴν τετρημμένην, καὶ τὸ αὐτὸ ὕδωρ

ἐκχέουσαν εἰς τὸν λάκκον. Καὶ λέγει αὐτῷ πάλιν·

Δεῦρο, δείξω σοι ἄλλο. Καὶ θεωρεῖ ἱερὸν, καὶ δύο ἄν-

δρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλα-

γίως, ἕνα κατέναντι τοῦ ἑνός· ἤθελον δὲ διὰ τῆς πύλης

εἰσελθεῖν, καὶ οὐκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον

πλάγιον. Οὐκ ἐταπείνωσεν δὲ ὁ εἷς ἑαυτὸν ὀπίσω τοῦ

101

ἑτέρου ἐνέγκαι τὸ ξύλον ἐπ' εὐθείας· καὶ διὰ τοῦτο

ἔμειναν ἔξω τῆς πύλης. Οὗτοί εἰσι, φησὶν, οἱ βαστά-

ζοντες ὡς δικαιοσύνης ζυγὸν μετὰ ὑπερηφανίας, καὶ

οὐκ ἐταπεινώθησαν τοῦ διορθώσασθαι ἑαυτοὺς, καὶ

πορευθῆναι τῇ ταπεινῇ ὁδῷ τοῦ Χριστοῦ· διὸ καὶ μέ-

νουσιν ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ὁ δὲ κόπτων τὰ

ξύλα ἄνθρωπός ἐστιν ἐν ἁμαρτίαις πολλαῖς· καὶ ἀντὶ

τοῦ μετανοῆσαι, ἄλλας ἀνομίας προστιθεῖ ἐπάνω τῶν

ἁμαρτιῶν αὐτοῦ. Καὶ ὁ τὸ ὕδωρ ἀντλῶν ἄνθρωπός

ἐστι καλὰ μὲν ἔργα ποιῶν, ἀλλ' ἐπειδὴ εἶχεν ἐν αὐ-

τοῖς πονηρὰν συμμιγὴν, ἐν τούτῳ ἀπώλεσε καὶ τὰ

καλὰ αὐτοῦ ἔργα. Χρὴ οὖν νήφειν πάντα ἄνθρωπον

εἰς τὰ ἕργα αὐτοῦ, ἵνα μὴ εἰς κενὸν κοπιάσῃ.

λδʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ποτὲ ἦλθόν τινες τῶν

Πατέρων ἀπὸ Ἀλεξανδρείας, ἰδεῖν τὸν ἀββᾶν Ἀρσέ-

νιον· καὶ ἦν εἷς ἐξ αὐτῶν θεῖος τοῦ παλαιοῦ Τιμοθέου

ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ λεγομένου ἀκτήμο-

νος, καὶ εἶχεν ἕνα ἐκ τῶν τεκναδέλφων αὐτοῦ. Εἶχε δὲ

τότε ὁ γέρων ἀσθένειαν, καὶ οὐκ ἠθέλησεν ἀπαντῆσαι

αὐτοῖς, ἵνα μὴ καὶ ἄλλοι ἔλθωσι καὶ παρενοχλήσωσιν

αὐτόν. Ἦν δὲ τότε εἰς τὴν Πέτραν τῆς Τρώης. Καὶ

ἀνέκαμψαν λυπούμενοι. Συνέβη δὲ ἐπίστασιν βαρβάρων

γενέσθαι, καὶ θέλων ἔμεινεν ἐν τοῖς κάτω μέρεσι. Καὶ

ἀκούσαντες πάλιν ἦλθον ἰδεῖν αὐτόν. Καὶ μετὰ χαρᾶς

προσελάβετο αὐτούς. Καὶ λέγει αὐτῷ ὁ ἀδελφὸς ὃς ἦν

μετ' αὐτῶν· Οὐκ οἶδας, ἀββᾶ, ὅτι ἤλθομεν παραβαλεῖν

σοι εἰς Τρώην, καὶ οὐκ ἐδέξω ἡμᾶς; Καὶ λέγει αὐτῷ

ὁ γέρων· Ὑμεῖς ἐγεύσασθε ἄρτου καὶ ἐπίετε ὕδωρ·

φύσει δὲ ἐγὼ, τέκνον, οὔτε ἄρτου οὔτε ὕδατος ἐγευ-

σάμην, οὔτε μὴν ἐκάθισα, κολάζων ἐμαυτὸν, ἕως οὗ

ἐδοκίμασα ὅτι ἐφθάσατε εἰς τὸν τόπον ὑμῶν. ὅτι δι'

ἐμὲ καὶ ὑμεῖς ἐσκύλητε· ἀλλὰ συγχωρήσατέ μοι,

ἀδελφοί. Καὶ παρακληθέντες ἀνεχώρησαν.

λεʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Ἐκάλεσέ με μίαν ὁ ἀββᾶς

Ἀρσένιος, καὶ λέγει μοι· Ἀνάπαυσον τὸν πατέρα σου,

ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον, παρακαλέσῃ ὑπὲρ σοῦ,

καὶ εὖ σοι γένηται.

λϚʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι, ἀσθενή-

σαντος αὐτοῦ ποτε εἰς Σκῆτιν, ἀπῆλθεν ὁ πρεσβύ-

τερος, καὶ ἤνεγκεν αὐτὸν εἰς τὴν ἐκκλησίαν, καὶ

ἔθηκεν αὐτὸν εἰς χαλάδριον, μικρὸν προσκεφάλαιον

πρὸς τῇ κεφαλῇ αὐτοῦ. Καὶ ἰδοὺ εἷς τῶν γερόντων

ἐλθὼν ἐπισκέψασθαι αὐτὸν, καὶ ἰδὼν αὐτὸν εἰς

τὸ χαλάδριον, καὶ τὸ προσκεφάλαιον ὑποκάτω

αὐτοῦ, ἐσκανδαλίσθη, λέγων· Οὗτός ἐστιν ὁ ἀββᾶς

Ἀρσένιος; καὶ εἰς ταῦτα ἀνάκειται; Λαβὼν δὲ αὐτὸν

πρεσβύτερος κατ' ἰδίαν, λέγει αὐτῷ· Τί ἦν τὸ ἔργον

σου ἐν τῇ κώμῃ σου; Ὁ δὲ εἶπε· Ποιμὴν ἤμην. Πῶς

οὖν, φησὶ, διῆγες τὸν βίον σου; Ὁ δὲ ἔφη· Ἐν πολλῷ

κόπῳ διῆγον. Καὶ λέγει αὐτῷ· Νῦν οὖν πῶς διάγεις ἐν

τῷ κελλίῳ; Ὁ δὲ ἔφη· Μᾶλλον ἀναπαύομαι. Καὶ λέ-

γει αὐτῷ· Βλέπεις τοῦτον τὸν ἀββᾶν Ἀρσένιον; πα-

104

τὴρ βασιλέων ὑπῆρχεν ὢν ἐν τῷ κόσμῳ, καὶ χί-

λιοι δοῦλοι χρυσόζωνοι καὶ ὅλοι μανιάκια καὶ

ὁλοσήρικα φοροῦντες παρειστήκεισαν αὐτῷ· πολύτιμα

δὲ στρώματα ὑποκάτω αὐτοῦ ἦν· σὺ δὲ ποιμὴν ὢν, οὐκ

εἶχες ἐν τῷ κόσμῳ ἣν νῦν ἔχεις ἀνάπαυσιν· καὶ οὗτος

τὴν τρυφὴν ἣν εἶχεν ἐν τῷ κόσμῳ, ὧδε οὐκ ἔχει.

Ἰδοὺ οὖν σὺ ἀναπαύῃ, κἀκεῖνος θλίβεται. Ὁ δὲ ἀκού-

σας ταῦτα, κατενύγη, καὶ ἔβαλε μετάνοιαν, λέγων·

Συγχώρησόν μοι, ἀββᾶ, ἡμάρτηκα· ἀληθῶς γὰρ αὕτη

ἐστὶν ἡ ἀληθινὴ ὁδὸς, ὅτι οὗτος ἦλθεν εἰς ταπείνωσιν,

ἐγὼ δὲ εἰς ἀνάπαυσιν. Καὶ ὠφεληθεὶς ὁ γέρων ἀν-

εχώρησεν.

λζʹ. Ἦλθέ τις τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἀρσένιον·

καὶ ὡς ἔκρουσε τὴν θύραν, ἀνέῳξεν ὁ γέρων, νομίζων

ὅτι διακονητὴς αὐτοῦ ἐστι. Καὶ ὡς εἶδεν αὐτὸν ἄλλον,

ἔπεσεν ἐπὶ πρόσωπον. Ὁ δὲ λέγει αὐτῷ· Ἀνάστα,

ἀββᾶ, ἵνα σε ἀσπάσωμαι. Καὶ ἔφη αὐτῷ ὁ γέρων· Οὐκ

ἐγείρομαι ἐὰν μὴ ἀναχωρήσῃς. Καὶ ἐπὶ πολὺ παρα-

κληθεὶς οὐκ ἀνέστη ἕως οὗ ἀνεχώρησεν.

ληʹ. Ἔλεγον περί τινος ἀδελφοῦ ἐλθόντος ἰδεῖν εἰς

Σκῆτιν τὸν ἀββᾶν Ἀρσένιον, ὅτι ἐλθὼν εἰς τὴν ἐκκλη-

σίαν, παρεκάλει τοὺς κληρικοὺς συντυχεῖν τῷ ἀββᾷ

Ἀρσενίῳ. Ἔλεγον οὖν αὐτῷ· Ἀναπαύου μικρὸν,

ἀδελφὲ, καὶ βλέπεις αὐτόν. Ὁ δὲ ἔφη· Οὐ γεύομαί

τινος, ἐὰν μὴ αὐτῷ ἀπαντήσω. Ἔπεμψαν οὖν ἀδελφὸν

105

καταστῆσαι αὐτὸν, ὅτι μακρὰν ἦν ἡ κέλλα…

κρ…

The complete text is available when the reading interface loads.