The Greek Library Catalogue

Anonymous

Apophthegmata

Edition reference
Apophthegmata (collectio anonyma) (e cod. Coislin. 126), ed. F. Nau, "Histoires des solitaires égyptiens," Revue de l'Orient Chrétien 12–14, 17–18 (12:1907; 13:1908; 14:1909; 17:1912; 18:1913) 12:48–68, 171–181, 393–404; 13:47–57, 266–283; 14:357–379; 17:204–211, 294–301; 18:137–146.
CTS identifier
urn:cts:greekLit:tlg2742.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Ἀποφθέγματα τῶν ἁγίων γερόντων.

Εὐλόγησον πάτερ.}

1

Ἠρωτήθη ὁ ἅγιος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος Ἀλε-

ξανδρείας πῶς ἴσος ὁ υἱὸς τῷ πατρί; Καὶ ἀπεκρίθη· ὡς ἐν δυσὶν ὀφθαλ-

μοῖς τὸ ὁρᾷ.

2

Ἠρωτήθη ὁ ἅγιος πατὴρ ἡμῶν Γρηγόριος ὁ θεολόγος· πῶς

ἴσος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα τῷ πατρί; Καὶ ἀπεκρίθη· οἷον ἐν

ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις

ἡ θεότης.

3

Ὁ αὐτὸς εἶπεν· ὅτι τὰ τρία ταῦτα ἀπαιτεῖ ὁ θεὸς ἀπὸ παντὸς

ἀνθρώπου ἔχοντος τὸ βάπτισμα· Πίστιν ὀρθὴν ἀπὸ τῆς ψυχῆς, καὶ

ἀλήθειαν ἀπὸ τῆς γλώσσης, καὶ σωφροσύνην ἀπὸ τοῦ σώματος.

4

Δύο ἀδελφοὶ ἦσαν γνήσιοι ἐν Σκήτει καθεζόμενοι, καὶ συνέβη

τὸν ἕνα ἀσθενῆσαι. Ἐλθόντος οὖν τοῦ ἀδελφοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ

αἰτησαμένου αὐτοῦ παρὰ τοῦ πρεσβυτέρου προσφορὰν, ἀκούσας ὁ πρεσ-

βύτερος λέγει τοῖς ἀδελφοῖς· Ἄγωμεν ἐπισκεψώμεθα τὸν ἀδελφόν.

Ἐλθόντων οὖν καὶ εὐξαμένων ἀνεχώρησαν. Πάλιν οὖν τὴν ἄλλην

κυριακὴν, ἐρωτᾷ αὐτὸν ὁ πρεσβύτερος πῶς ἔσχεν ὁ ἀδελφός. Ὁ δέ

φησιν· Εὔξαι ὑπὲρ αὐτοῦ. Πάλιν οὖν ὁ πρεσβύτερος τοὺς

ἀδελφοὺς λαβὼν ἐπορεύθη σὺν αὐτοῖς πρὸς τὸν κάμνοντα ἀδελφόν.

Ἐλθόντων οὖν αὐτῶν, καὶ ὡς ἦσαν καθήμενοι, ἐκεῖνος ἤμελλεν κοιμᾶ-

σθαι. Τῶν δὲ ἀδελφῶν φιλονεικούντων καί τινων λεγόντων ὅτι ἠξιώθη

τοῦ παρακλήτου, ἄλλων δὲ περὶ τούτου ἀμφιβαλλόντων, καὶ βλέπων

αὐτοὺς ὁ ἀδελφὸς αὐτοῦ, ἔφη πρὸς αὐτούς· Τί φιλονεικῆτε πρὸς ἀλ-

λήλους; θέλετε γνῶναι τίς ἔχει τὴν δύναμιν; Καὶ στραφεὶς πρὸς τὸν

ἀδελφὸν αὐτοῦ, ἔφη πρὸς αὐτόν· Ὑπάγεις ἄδελφέ μου· Ὁ δὲ ἀσθενῶν

ἔφη· Ναὶ, ἀλλ' εὖξαι ὑπὲρ ἐμοῦ. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Φύσει ἄδελ-

φέ μου, οὐκ ἀφῶ σε ἀπελθεῖν πρὸ ἐμοῦ. Καὶ στραφεὶς πρὸς τοὺς καθη-

μένους ἀδελφοὺς ἔφη· Δότε μοι ψιάθιν καὶ ἐμβρίμιν. Καὶ

λαβὼν καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκε πρῶτος τὴν ψυχὴν, ἔπειτα

ὁ ἀσθενῶν. Καὶ εὐθέως ἀμφοτέρους κηδεύσαντες οἱ πατέρες, ἀπήνεγκαν

καὶ ἔθαψαν μετὰ χαρᾶς, ὅτι ἀπειλήφασι τὸ φῶς τὸ νοητόν.

5

Δύο ἦσαν ἀδελφοὶ ἅμα οἰκοῦντες ἐν τῇ ἐρήμῳ. Ὁ δὲ εἷς

ἐξ αὐτῶν ἡνίκα ἀνεμνήσθη τοῦ κρίματος τοῦ θεοῦ πολλοστὸν ἀπέδρα

εἰς τὴν ἔρημον πλαζόμενος. Ὁ δὲ ἕτερος ἐξήρχετο ὀπίσω αὐτοῦ ζητῶν

αὐτόν. Καὶ πολλὰ καμῶν ἕως οὗ εὕρῃ αὐτὸν, λέγει αὐτῷ· Διατί

οὕτως ἀποδιδράσκεις ἔξω, σὺ μόνος ἐποίησας τὰς ἁμαρτίας τοῦ

κόσμου; Λέγει αὐτῷ ὁ ἀδελφός· Νομίζεις οὐκ οἶδα εἰ ἀφέθησαν αἱ

ἁμαρτίαι μου; Ναὶ οἶδα ὅτι ὁ θεὸς συνεχώρησε τὰς ἁμαρτίας

μου, ἀλλὰ τὸν μόχθον τοῦτον ποιῶ, ἵνα ἐν ἡμέρᾳ κρίσεως γένωμαι

θεωρῶν τοὺς κρινομένους.

6

Ἦσαν δύο ἀδελφοὶ γειτνιῶντες ἀλλήλοις, καὶ ὁ εἷς ἐξ αὐτῶν

ἔκρυπτεν εἴτι εἶχεν, εἴτε κέρμα εἴτε ψωμία, καὶ ἐνέβαλεν εἰς τὰ τοῦ

πλησίον αὐτοῦ· καὶ οὐκ ἤδει ὁ ἄλλος, ἀλλ' ἐθαύμαζεν ὅτι ἐπλη-

θύνοντο τὰ αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν, ἔφθασεν αὐτὸν αἰφνιδίως

τοῦτο ποιοῦντα, καὶ ἔβαλε μάχεσθαι μετ' αὐτοῦ λέγων· Ὅτι διὰ

τῶν σαρκικῶν σου ἐστύλησάς μου τὰ πνευματικά. Καὶ ἀπήντησεν

αὐτῷ λόγον, ἵνα μηκέτι τοῦτο ποιήσῃ, καὶ οὕτως αὐτῷ συνεχώρησεν.

7

Ἀδελφός τις ἐποίησεν ἀντίκλειδον, καὶ ἤνοιγεν ἕνος

τῶν γερόντων τὸ κελλίον καὶ ἐλάμβανε τὸ κέρμα αὐτοῦ. Ὁ δὲ γέρων

ἔγραψε χάρτην λέγων· Κύρι ἄδελφε, εἴ τις ἐὰν ᾖ, ποίησον ἀγάπην,

ἄφες μοι τὸ ἥμισυ εἰς τὴν ἐμὴν χρείαν. Καὶ ποιήσας τὸ κέρμα δύο

μέρη, ἔθηκε τὸ χαρτίον. Ὁ δὲ πάλιν εἰσελθὼν, σχίσας τὸ χαρτίον

ἔλαβεν ὅλον. Εἶτα μετὰ δύο ἔτη τελευτᾷ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐξήρ-

χετο. Τότε καλέσας τὸν γέροντα λέγει· Εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ. Ἐγὼ

γὰρ ἤμην ὁ κλέπτων σου τὸ κέρμα. Καὶ εἶπεν ὁ γέρων· Διατί τάχιον

οὐκ εἶπες; Ὅμως εὐξαμένου αὐτοῦ παρέδωκεν.

8

Ἀδελφὸς εἶχε γέροντα καὶ ἰδὼν αὐτὸν ὅτι θαυμαστῶς τοὺς

νεκροὺς κηδεύει, εἶπεν πρὸς αὐτόν· Εἰ καμὲ τεθνηκότα οὕτως

κηδεύσεις; Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· Οὕτως κηδεύσω σε, ἄχρις ἂν εἴπῃς·

ἀρχεῖ. Μετ' οὐ πολὺ δὲ τέθνηκεν ὁ μαθητὴς, καὶ ὁ λόγος εἰς ἔργον

γέγονεν. Κηδεύσας γὰρ αὐτὸν εὐσεβῶς, ἔφη πρὸς αὐτὸν ἐπὶ πάντων·

Καλῶς ἐκηδεύθης, ὦ τέκνον, ἢ ἔτι μικρὸν λείπεται; Καὶ φωνὴν

ἀφῆκεν ὁ νεανίσκος· Καλῶς ἔχει, ὦ πάτερ, τὴν γὰρ ἐπαγγελίαν ἐπλή-

ρωσας.

9

Ἔλεγεν ὁ ἀββᾶς Βισαρίων ὅτι ἦν τις ἀποταξάμενος ἀπὸ

κόσμου, γυναῖκα ἔχων ὁμοίως καὶ θυγατέρα κατηχουμένην, πλὴν χρι-

στιανήν. Ἐμέρισεν οὖν τὰ πράγματα αὐτοῦ εἰς τρία μέρη. Τελευτη-

σάσης δὲ ἐν τῷ μεταξὺ τῆς θυγατρὸς κατηχουμένης, ἀντίλυτρον ἔδωκε

τοῖς πτωχοῖς τὸ μέρος αὐτῆς ὁ πατὴρ ἔτι δὲ καὶ τὸ τῆς

γυναικὸς αὐτοῦ, καὶ τὸ ἑαυτοῦ. Οὐκ ἐπαύετο δὲ παρακαλῶν τὸν θεὸν

περὶ αὐτῆς. Ἦλθεν οὖν αὐτῷ φωνὴ προσευχομένῳ, ὅτι ἐβαπτίσθη ἡ

θυγάτηρ σου, μὴ ἀθύμει. Ὁ δὲ ἠπίστησεν. Λέγει οὖν αὐτῷ πάλιν ἡ

ἀόρατος φωνή· Ὄρυξον εἰς τὸ μνημεῖον αὐτῆς ἐὰν εὕρῃς αὐτήν. Ὁ δὲ

πορευθεὶς ἐπὶ τὸν τάφον, ὤρυξε καὶ οὐκ εὗρεν αὐτὴν, μετετέθη γὰρ

μετὰ τῶν πιστῶν.

10

Εἶπεν γέρων· Αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως

ἐσχάτης ἀναπνοῆς ὅτι σήμερον ἐπίστρεψον.

11

Εἶπεν ὁ ἀββᾶς Θεόδοτος· μὴ κρίνῃς τὸν πόρνον ἐὰν ὑπάρχῃς

σώφρων, ὡσαύτως γὰρ τὸν νόμον παραβαίνεις. Ὁ γὰρ εἰπὼν μὴ πορ-

νεύσῃς, εἶπεν καὶ μὴ κρίνῃς.

12

Ἦλθέ τις ποτὲ δαιμονιζόμενος εἰς Σκῆτιν, καὶ πολλῷ τῷ

χρόνῳ οὐκ ἐθεραπεύθη. Σπλαγχνισθεὶς δὲ εἷς τῶν γερόντων,

ἐσφράγισε τὸ δαιμονιζόμενον καὶ ἐθεράπευσεν αὐτόν. Διαπονηθεὶς δὲ ὁ

δαίμων εἶπεν τῷ γέροντι· Ἰδοὺ ἐξέβαλές με, ἐπάνω σου ἔρχομαι. Λέγει

αὐτῷ ὁ γέρων· Δεῦ, ἡδέως ἔχω. Ἐποίησεν οὖν ὁ γέρων δώδεκα ἔτη,

ἔχων τὸν δαίμονα καὶ συντρίβων αὐτὸν, ἐσθίων καθημέραν ὀστέα φοι-

νίκων δώδεκα. Ἐκπηδήσας δὲ ὁ δαίμων, ἐξῆλθεν ἀπ' αὐτοῦ· Καὶ ἰδὼν

ὁ γέρων ἐξελθόντα αὐτὸν ἀπ' αὐτοῦ, εἶπεν αὐτῷ· τί φεύγεις; ἔτι παρά-

μεινον. Ἀποκριθεὶς δὲ ὁ δαίμων εἶπεν αὐτῷ· Καταργήσει σε ὁ θεὸς

ὅτι εἰ μὴ αὐτὸς μόνος δύναται πρὸς σέ.

13

Ἔλεγον περί τινος ὅτι ἐκάθητο ἐν Αἰγύπτῳ ἐν μονοκελλίῳ,

εἶχε δὲ ἔθος παραβάλλειν αὐτῷ εἷς ἀδελφὸς καὶ μία παρθένος.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ὑπήντησαν οἱ δύο ὁμοῦ πρὸς τὸν γέροντα. Καὶ

ὀψίας γενομένης, ἔθηκε τὸ ψιάθιον καὶ ἐκοιμήθη εἰς τὴν μέσην αὐτῶν.

Πολεμηθεὶς δὲ ὁ ἀδελφὸς, ἐπανέστη τῇ παρθένῳ καὶ ἐτέλεσαν τὴν

ἁμαρτίαν. Ὁ δὲ γέρων αἰσθηθεὶς, οὐδὲν αὐτοῖς ἐλάλησεν. Πρωίας δὲ

γενομένης, προέπεμψεν αὐτοὺς ὁ γέρων μηδεμίαν στυγνότητα δείξας

αὐτοῖς. Πορευομένων δὲ αὐτῶν κατὰ τὴν ὁδὸν ἔλεγον πρὸς ἀλλήλους,

εἰ ἐνόησεν ὁ γέρων ἢ οὔ. Καὶ ὑπέστρεψαν πρὸς τὸν γέροντα μετανοοῦν-

τες αὐτῷ καὶ λέγοντες· Ἀββᾶ, οὐκ ἐνόησας πῶς ἐχλεύασεν ἡμᾶς ὁ

Σατανᾶς; Καὶ λέγει αὐτοῖς· Ναί. Καὶ λέγουσιν αὐτῷ· Ποῦ

ἦν ὁ λογισμός σου ἐκείνην τὴν ὥραν. Καὶ λέγει αὐτοῖς· Ὁ ἐμὸς λογι-

σμὸς, ὅπου ἐσταυρώθη ὁ Χριστὸς, ἐκεῖ ἦν τὴν ὥραν ἐκείνην στήκων

καὶ κλαίων. Καὶ λαβόντες μετάνοιαν ἀπὸ τοῦ γέροντος, ἀπῆλθον καὶ

ἐγένοντο σκεύη ἐκλογῆς.

14

Εἶπεν ὁ ἀββᾶς Ζωίλος ὁ πρεσβύτερος ὁ Ταμιαθέως, ἀκηκοέ-

ναι τοῦ πατρὸς αὐτοῦ ἀββᾶ Ναθαὴλ εἰπόντος ἑτέρους ἑπτὰ συγκλητι-

κοὺς ζηλῶσαι τὸν ἀββᾶν Ἀρσένιον καὶ μονάσαι ἐν τῇ Σκήτει, οἱ τοῖς

οἰκείοις πᾶσιν ἀποταξάμενοι ἀνὰ ἑπτὰ τρία (sic) ἔλαβον, καὶ τοῖς

εὐτελέσιν ὀστρακίνοις ἔχρωντο λέγοντες· Ὅπως ἴδῃ ὁ μέγας θεὸς, καὶ

σπλαγχνισθεὶς ἀφήσῃ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν.

15

Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου ὅτι οὐκ ἠδυνήθη τις κατα-

λαβεῖν τὴν διαγωγὴν τῆς πολιτείας αὐτοῦ.

16

Εἶπον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι ἐποίησεν

ἓν τετράμηνον ποτὲ, ἡμερούσιον παραβάλλων ἀδελφῷ ἐν τῇ Σκήτει

καὶ οὔτε ἅπαξ εὗρεν αὐτὸν σχολάζοντα. Παραβαλλὼν οὖν αὖθις, καὶ

σταθεὶς πρὸς τῇ θύρᾳ ἔξω, ἤκουσεν αὐτοῦ μετὰ κλαυθμοῦ λέγοντος·

Κύριε, εἰ οὐκ ἠχεῖ τὰ ὦτά σου κράζοντός μου πρὸς σὲ, ἐλέησόν με διὰ

τὰς ἁμαρτίας μου, οὔτε ἐγὼ κάμνω παρακαλῶν σε.

17

Ἦν τις ἀρχάριος ἀποτάξασθαι θέλων, καὶ λέγει τῷ γέροντι·

Θέλω μοναχὸς γένεσθαι. Λέγει ὁ γέρων· Οὐ δύνῃ. Λέγει ἐκεῖνος· Δυνά-

μαι. Λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις ὕπαγε ἀπόταξαι, καὶ ἐλθὼν καθέ-

ζου εἰς τὸ κελλίον σου. Καὶ ἀπελθὼν ἔδωκεν ἃ εἶχεν κατασχὼν ἑαυτῷ

ἑκατὸν νομίσματα, καὶ ἦλθε πρὸς τὸν γέροντα. Ὁ δὲ γέρων

πρὸς αὐτόν· Ὕπαγε κάθου εἰς τὸ κελλίον σου. Ὁ δὲ ἀπελθὼν, ἐκαθέσθη.

Καθεζομένου δὲ αὐτοῦ, εἶπον οἱ λογισμοί· Ἡ θύρα παλαιά ἐστι, θέλει

γενέσθαι. Καὶ ἐλθὼν, λέγει τῷ γέροντι· Οἱ λογισμοὶ λέγουσιν· Ἡ θύρα

παλαιά ἐστιν ἤθελε γενέσθαι. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἀπετάξω,

ἀλλ' ὕπαγε ἀπόταξαι, καὶ κάθου ὧδε· Ὁ δὲ ἀπελθὼν, ἔδωκε τὰ ἐνενή-

κοντα νομίσματα, κρύψας ἑαυτῷ δέκα νομίσματα, καὶ ἐλθὼν λέγει τῷ

γέροντι· Ἰδοὺ ἀπεταξάμην· Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε κάθου εἰς

τὸ κελλίον σου. Ὁ δὲ ἀπελθὼν ἐκάθισεν. Καθημένου δὲ αὐτοῦ, λέγου-

σιν οἱ λογισμοί· Ἡ στέγη παλαιά ἐστι, ἤθελε γενέσθαι. Καὶ

ἀπελθὼν λέγει τῷ γέροντι· Οἱ λογισμοί μου λέγουσιν· Ἡ στέγη παλαιά

ἐστιν ἤθελε γενέσθαι. Λέγει ὁ γέρων· Ὕπαγε ἀπόταξαι. Ὁ δὲ ἀπελ-

θὼν ἔδωκε καὶ τὰ δέκα νομίσματα, καὶ ἐλθὼν λέγει τῷ γέροντι· Ἰδοὺ

ἀπεταξάμην. Καὶ καθίσαντος αὐτοῦ, λέγουσιν αὐτῷ οἱ λογισμοί· Ὅλα

παλαιά εἰσι τὰ ὧδε, καὶ ὁ λέων ἔρχεται καὶ τρώγει με. Καὶ λέγει τῷ

γέροντι τοὺς λογισμοὺς, καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ προσδοκῶ ὅλα

ἐλθεῖν ἐπάνω μου καὶ τὸν λέοντα ἐλθεῖν καὶ φαγεῖν με ἵνα ἀπαλλαγῶ.

Ὕπαγε κάθου εἰς τὸ κελλίον σου καὶ εὔχου τῷ θεῷ.

18

Εἶπεν γέρων ἑτέρῳ γέροντι ἔχοντι ἀγάπην, καὶ συμβαλ-

λομένῳ μοναχοῖς καὶ κοσμικοῖς· ὅτι ὁ λύχνος πολλοὺς φαίνει

τὸ δὲ ἑαυτοῦ στόμα καίει.

19

Ἔλεγον περὶ τινὸς γέροντος ὅτι περιεπάτει ἐν τῇ ἐρήμῳ,

καὶ ἰδοὺ δύο ἄγγελοι συνώδευον αὐτῷ, εἷς ἐκ δεξίων καὶ εἷς ἐξ εὐωνύ-

μων, καὶ ἐλθόντες, εὗρον θνησιμαῖον κατὰ τὴν ὁδὸν, καὶ ἐσκέπασεν ὁ

γέρων τὴν ῥῖνα αὑτοῦ ἀπὸ τῆς ὀσμῆς, ἐποίησαν δὲ καὶ οἱ ἄγγελοι οὕτως.

Καὶ ὁδεύσαντες μικρὸν, εἶπεν αὐτοῖς ὁ γέρων· Καὶ ὑμεῖς ὀσφραίνεσθε

ταῦτα; Οἱ δὲ εἶπον· οὐχὶ, ἀλλὰ διὰ σὲ ἐσκεπάσαμεν καὶ ἡμεῖς, ἐπὶ τὴν

ἀκαθαρσίαν τοῦ κόσμου τούτου οὐκ ὀσφραινόμεθα, οὐδὲ προσεγγίζει

ἡμῖν, ἀλλ' αἱ ψυχαὶ αἱ ὄζουσαι ἐν ἁμαρτίαις, ταῦτας ὀσφραινόμεθα.

20

Ἦν τις γέρων καθ' ἑκάστην ἐσθίων τρεῖς παξαμάδας, παρ-

έβαλε δὲ αὐτῷ ἀδελφὸς καὶ καθεσθέντων αὐτῶν γεύσασθαι,

ἔθηκε τῷ ἀδελφῷ τρεῖς παξαμάδας. Καὶ ἑωρακὼς ὁ γέρων ὅτι ἔχρηζεν,

ἤνεγκεν αὐτῷ καὶ ἄλλας τρεῖς. Ὡς δὲ ἐκορέσθησαν καὶ ἀνέστησαν,

κατέκρινεν ὁ γέρων τὸν ἀδελφὸν καὶ λέγει αὐτῷ· Οὐ χρὴ, ἄδελφε, ὑπουρ-

γεῖν τὸ σαρκίον. Ὁ δὲ ἀδελφὸς μετενόησε τῷ γέροντι καὶ ἐξῆλθεν. Τῇ

οὖν ἑξῆς, ὡς ἐγένετο καιρὸς τοῦ γεύσασθαι τὸν γέροντα, ἔθηκεν αὐτῷ

κατὰ τὸ ἔθος τὰς τρεῖς παξαμάδας, καὶ φαγὼν αὐτὰς, πάλιν ἐπείνασε

καὶ ἐπέσχεν ἑαυτόν. Καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ τὸ αὐτὸ ὑπέστη. Ἤρ-

ξατο οὖν ἀδυναμοῦσθαι, καὶ ἔγνω ὁ γέρων ὅτι ἐγκατάλειψις τοῦ θεοῦ

ἐγένετο αὐτῷ. Καὶ ῥίψας ἑαυτὸν ἐνώπιον τοῦ θεοῦ μετὰ δακρύων,

ἐδέετο περὶ τῆς γενομένης ἐγκαταλείψεως, καὶ ὁρᾷ ἄγγελον

λέγοντα αὐτῷ· Διότι κατέκρινας τὸν ἀδελφὸν, τοῦτό σοι συνέβη. Γίνωσκε

οὖν ὅτι ὁ δυνάμενος ἐγκρατεύεσθαι, ἢ ἄλλοτι ἀγαθὸν ποιῆσαι, οὐκ ἐξ

ἰδίας δυνάμεως ποιεῖ, ἀλλ' ἡ ἀγαθότης τοῦ θεοῦ ἐστιν ἡ ἐνισχύουσα

τὸν ἄνθρωπον.

21

Ἔλεγον περὶ τινὸς γέροντος εἰς τὰ κελλία ὅτι περικεκλεισ-

μένος ἦν μήδε εἰς τὴν ἐκκλησίαν ἐρχόμενος. Εἶχε δὲ σαρκικὸν ἀδελφὸν

εἰς ἀλλὸ κελλίον καθήμενον, καὶ ἠσθένησεν καὶ ἔπεμψε πρὸς αὐτὸν ἵνα

ἴδῃ αὐτὸν πρὸ τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος, καὶ εἶπεν· Οὐ δύναμαι

ἐλθεῖν ὅτι σαρκικός μου ἀδελφός ἐστιν. Πάλιν ἔπεμψε λέγων· Κἂν τὴν

νύκτα δεῦρο ἵνα σε ἴδω. Ὁ δὲ εἶπεν· Οὐ δύναμαι, εἰ δὲ μὴ οὐχ

εὑρίσκεται ἡ καρδία μου καθαρὰ πρὸς τὸν θεόν. Καὶ ἐκοιμήθη

καὶ οὐκ εἶδον ἀλλήλους.

22

Διηγήσαντο πατέρες ὅτι ἦν τις κοινοβίου πατὴρ, καὶ συνέβη

τὸν τοῦτον διακονητὴν ὀλιγωρήσαντα ἐξελθεῖν ἐκ τῆς μονῆς, καὶ ἀπελ-

θεῖν εἰς ἄλλον τόπον. Ὁ δὲ γέρων διόλου σχεδὸν ἀπήει πρὸς αὐτὸν

δυσωπῶν αὐτὸν ἵνα ἐπιστρέψῃ. Ὁ δὲ οὐκ ἠβούλετο. Τοῦτο δὲ ἐποίη-

σεν ὁ γέρων ἐπὶ τρία ἔτη, καὶ οὕτως πεισθεὶς ὁ διακονητὴς, ὑπέστρε-

ψεν. Ἐπιτάσσει οὖν αὐτῷ ὁ γέρων ἐξελθεῖν καὶ συναγαγεῖν στοιβήν. Καὶ

δὴ τοῦτο ποιήσας ὁ διακονητὴς, κατ' ἐνέργειαν τοῦ Σατανᾶ τὸν ὀφθαλ-

μὸν ἀπώλεσεν. Ὁ δὲ γέρων ἐλυπήθη σφόδρα, καὶ ἄρχεται νουθετεῖν

αὐτὸν ὀδυνώμενον, καὶ λέγει ὁ διακονητής· Ἐγώ εἰμι ὁ αἴτιος, διὰ

γὰρ τοὺς κόπους οὓς παρέσχον σοι τοῦτο ὑπέμεινα. Μετὰ

χρόνον ἀπαλλάσσεται τῆς ὀδύνης, τοῦ πάθους μείναντος, καὶ πάλιν

ἐπιτάσσει αὐτὸν ὁ γέρων ἐξελθεῖν καὶ τεῖλαι βαΐα. Ἐργαζόμενος οὖν

κατ' ἐνέργειαν τοῦ ἐχθροῦ πάλιν ῥαβδίου πηδήσαντος, ἀπόλλει καὶ

τὸν ἄλλον ὀφθαλμόν. Ἔρχεται οὖν εἰς τὴν μονὴν καὶ ἡσυχάζει, μηδὲν

ἔτι ποιῶν. Ὁ δὲ ἀββᾶς πάλιν ἐδυσφόρει, καὶ ὡς ἦλθεν αὐτοῦ ἡ κλῆσις,

προγινώσκει καὶ μεταστέλλεται πάντας τοὺς ἀδελφοὺς, καὶ λέγει αὐ-

τοῖς· Ἐγγύς ἐστιν ἡ κλῆσίς μου, βλέπετε ἑαυτούς. Ἄρχεται ἕκαστος

λέγειν· Τίνι ἐᾷς ἡμᾶς ἀββᾶ; Ὁ δὲ γέρων ἐσιώπα, καὶ μεταστέλλεται

τὸν τυφλὸν μόνον, καὶ λέγει αὐτῷ περὶ τῆς κλήσεως. Ὁ δὲ ἐδάκρυσε

λέγων· Τίνι με ἐᾷς τὸν τυφλόν; Ὁ δὲ γέρων λέγει· Εὖξαι

ἵνα σχῶ παῤῥησίαν ἐνώπιον τοῦ θεοῦ, καὶ ἐλπίζω ὅτι τῇ κυριακῇ ποιεῖς

τὴν σύναξιν. Καὶ κοιμηθέντος αὐτοῦ, μετ' ὀλίγας ἡμέρας ἀνέβλεψεν

καὶ γίνεται τοῦ κοινοβίου πατήρ.

23

Οἰκέτης τις γενόμενος μοναχὸς ἐπὶ τεσσαρακονταπέντε ἔτη

ἔμεινεν, ἅλατι καὶ ἄρτῳ ἀρκούμενος καὶ ὕδατι. Κατανυγεὶς δὲ ὁ τούτου

δεσπότης μετὰ φανερὸν χρόνον ἀναχωρεῖ καὶ αὐτὸς, καὶ γίνεται τοῦ ἰδίου

δούλου μαθητῆς ἐν ὑπακοῇ μεγάλῃ. Ἔρχεται οὖν ὁ χρόνος τῆς αὐτοῦ

κλήσεως, καὶ λέγει τῷ γέροντι· Ἀββᾶ, ὁρῶ τὰς ἐξουσίας ἐρχομένας

πρός με, καὶ διὰ τὰς δεήσεις σου πάλιν ὑποστρεφοῦσας. Ὅτε δὲ ἦλθεν

καὶ ἡ τοῦ γέροντος κλῆσις ὁρᾷ ἕνα ἄγγελον ἐκ δεξιῶν καὶ

ἕνα ἐξ ἀριστερῶν λέγοντας αὐτῷ· Θέλεις ἐλθεῖν ἀββᾶ ἢ ἀπέλθωμεν;

Καὶ λέγει αὐτοῖς ὁ γέρων· Θέλω, μείνατε, λάβετέ μου τὴν ψυχήν. Καὶ

οὕτως ἐτελειώθη.

24

Εἶπεν γέρων· Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας ἔλαβε τὸ σῶμα

τοῦ Ἰησοῦ καὶ ἔθηκεν αὐτὸ ἐν σινδόνι καθαρᾷ ἐν μνημείῳ καινῷ τουτ-

έστιν ἐν ἀνθρώπῳ νέῳ. Σπουδάσει οὖν ἕκαστος ἐπιμελῶς μὴ ἁμαρτάνειν

ἵνα μὴ τὸν συνοικοῦντα αὐτῷ θεὸν ὑβρίσῃ καὶ διώξῃ ἀπὸ τῆς ψυχῆς

αὑτοῦ, τῷ μὲν Ἰσραὴλ τὸ μάννα ἐδόθη φαγεῖν ἐν τῇ ἐρήμῳ, τῷ δὲ

ἀληθινῷ Ἰσραὴλ ἐδόθη τὸ σῶμα τοῦ Χριστοῦ.

25

Εἶπεν γέρων· Γύμνωσον τὴν ῥομφαῖάν σου. Καὶ εἶπεν ὁ ἀδελ-

φός· Ἀλλ' οὐκ ἐῶσί με τὰ πάθη. Καὶ λέγει ὁ γέρων· Ἐπικάλεσαί με

ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.

Ἐπικαλοῦ οὖν αὐτὸν, καὶ ἐξελεῖταί σε ἀπὸ πάντος πειρασμοῦ.

26

Ἀδελφὸς ξενητεύσας, ἠρώτησε γερόντα λέγων· Θέλω ἀπελθεῖν

εἰς τὰ ἴδια. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τοῦτο γίνωσκε ἀδελφέ· ὅτι ἐρ-

χόμενος ἀπὸ τῆς χώρας ἐπὶ τὰ ὧδε, τὸν κύριον εἶχες ὁδηγοῦντά σε, εἰ

δὲ ὑποστρέψεις, οὐκέτι αὐτὸν ἔχεις.

27

Ἀπέστειλέ τις τῶν γερόντων τὸν μαθητὴν αὐτοῦ ἀντλῆσαι

ὕδωρ. Ἦν δὲ μακρὰν τὸ φρέαρ ἀπὸ τοῦ κελλίου αὐτῶν. Ὁ δὲ ἐπελά-

θετο τὸ σχοινίον ἆραι, καὶ ἐλθὼν ἐπὶ τὸ φρέαρ ἔγνω ὅτι οὐκ ἤνεγκεν

καὶ, ποιήσας εὐχὴν, ἐφώνησε λέγων· Λάκκε, Λάκκε, εἶπεν ὁ ἀββᾶς μου·

γέμισον τὸ κεράμιον ὕδωρ. Καὶ παραχρῆμα, ἀνῆλθε τὸ ὕδωρ

ἄνω, καὶ γεμίσαντος τοῦ ἀδελφοῦ, πάλιν ἀπεκατεστάθη τὸ ὕδωρ εἰς

τὸν τόπον αὐτοῦ.

28

Παρέβαλέ τις τῶν ἐπισκόπων κατ' ἐνιαυτὸν εἰς Σκῆτιν

πρὸς τοὺς πατέρας, καὶ ἀπαντήσας αὐτῷ ἀδελφὸς ἤνεγκεν αὐτὸν εἰς

τὸ κελλίον ἑαυτοῦ, καὶ παραθεὶς αὐτῷ ἄρτον καὶ ἅλας, ἔλεγεν· Συγ-

χώρησόν μοι, κύρι, ὅτι οὐδὲν ἄλλο ἔχω παραθεῖναί σοι. Λέγει αὐτῷ

ὁ ἐπίσκοπος· Θέλω ἵνα καὶ εἰς τὸ ἐρχόμενον ἔτος εἰσελθὼν, μήτε ἅλας

εὕρω.

29

Ἔλεγέ τις τῶν ἀδελφῶν· ὅτι ἐγένετο ζήτησις ἐν τῇ λαύρᾳ

τῆς Αἰγύπτου, καὶ ἐλάλησαν πάντες, οἱ μεγάλοι καὶ οἱ μικροὶ, εἷς

δὲ μόνος οὐκ ἐλάλησεν. Καὶ ἐξελθόντων αὐτῶν, ἠρώτησεν αὐτὸν εἷς

ἀδελφὸς λέγων· Πῶς σὺ οὐκ ἐλάλησας. Ὁ δὲ βιασθεὶς ὑπὸ

τοῦ ἀδελφοῦ εἶπεν· Συγχώρησόν μοι, ὅτι εἶπον τῷ λογισμῷ μου· ὅτι

ἐὰν μὴ λαλήσῃ τὸ ἐμβρίμιον τὸ ὑποκάτω μου, μὴ λαλήσῃς. Καὶ οὕτως

ἔμεινα σιωπῶν καὶ μὴ φθεγγόμενος.

30

Ἦν τις γέρων ἀσθενῶν καὶ ὡς μὴ ἔχοντα τὰς χρείας, προσε-

λάβετο αὐτὸν πατὴρ κοινοβίου καὶ ἀνέπαυσεν αὐτόν. Καὶ ἔλεγε τοῖς

ἀδελφοῖς· Βιάσασθε ἑαυτοὺς ὀλίγον, ἵνα ἀναπαύσωμεν τὸν ἀσθενῆ. Ὁ

δὲ ἀσθενῶν, εἶχε χύτραν χρυσίου, καὶ ὀρύξας ὑποκάτωθεν αὐτοῦ, ἔκρυ-

ψεν αὐτήν. Συνέβη δὲ αὐτὸν ἀποθανεῖν καὶ οὐχ ὡμολόγησεν. Μετὰ

οὖν τὸ ταφῆναι αὐτὸν εἶπεν ὁ ἀββᾶς τοῖς ἀδελφοῖς· Ἄρατε τὴν στίβαδα

ταυτὴν ἔνθεν. Καὶ ὡς καταστρέφουσιν αὐτὴν, εὗρον τὸ χρυσίον.

Καὶ εἶπεν ὁ ἀββᾶς· εἰ ζῶντος αὐτοῦ οὐχ ὡμολόγησεν, οὐδὲ εἰς τὸν

θάνατον αὐτοῦ εἶπεν, ἀλλ' εἰς αὐτὸν εἶχε τὴν ἐλπίδα οὐχ ἅπτομαι

αὐτοῦ, ἀλλ' ὑπάγετε θάψατε αὐτὸ μετ' αὐτοῦ. Καὶ κατῆλθε πῦρ ἀπ'

οὐρανοῦ καὶ ἐπὶ πολλὰς ἡμέρας ἔκειτο ἐπάνω τοῦ μνημείου αὐτοῦ

ἐνώπιον πάντων καὶ πάντες ὁρῶντες ἐθαύμαζον.

31

Ἦν τις ἐπίσκοπος εἴς τινα πόλιν, καὶ κατ' ἐνέργειαν τοῦ

διαβόλου ἔπεσεν εἰς πορνείαν. Μιᾶς οὖν τῶν ἡμερῶν γενομένης συνα-

ξέως ἐν τῇ ἐκκλησίᾳ, καὶ μηδενὸς γινώσκοντος περὶ τῆς ἁμαρτίας αὐ-

τοῦ, ἀφ' ἑαυτοῦ ὡμολόγησεν ἔμπροσθεν παντὸς τοῦ λαοῦ λέγων·

Ἐγὼ εἰς πορνείαν πέπτωκα. Καὶ ἀπέθετο τὸ ὠμοφόριον αὐτοῦ

ἐπὶ τὸ θυσιαστήριον εἰπών· Ὅτι οὐκέτι ὑμῶν δύναμαι εἶναι ἐπίσκοπος.

Καὶ ἀνέκραξε πᾶς ὁ λαὸς μετὰ κλαυθμοῦ λέγοντες· Ἡ ἁμαρτία αὕτη

ἐφ' ἡμᾶς, μόνον μεῖνον ἐν τῇ ἐπισκοπῇ. Καὶ ἀποκριθεὶς εἶπεν· Εἰ θέ-

λετε ἵνα μείνω ἐν τῇ ἐπισκοπῇ, ὂ λέγω ὑμῖν ποιήσατε. Καὶ κελεύσας

κλεισθῆναι τὰς θύρας τῆς ἐκκλησίας, ἔῤῥιψεν ἑαυτὸν εἰς μίαν παρά-

θυρον ἑπὶ πρόσωπον καὶ εἶπεν· Οὐχ ἔχει μέρος μετὰ τοῦ θεοῦ ὅστις

ἐξερχόμενος μὴ πατήσῃ με. Καὶ ποιήσαντες κατὰ τὸν λόγον αὐτοῦ,

καὶ ἐξερχομένου τοῦ ὑστέρου, ἦλθε φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα·

Διὰ τὴν πολλὴν ταπείνωσιν αὐτοῦ, συνεχώρησα αὐτῷ τὴν

ἁμαρτίαν.

32

Ἄλλος τις ἦν ἐπίσκοπος εἴς τινα πόλιν, καὶ ἐγένετο αὐτὸν

περιπεσεῖν εἰς ἀῤῥωστίαν, ὥστε πάντας ἀπογνῶναι αὐτόν. Ἦν δὲ ἐκεῖ

μοναστήριον γυναικῶν, καὶ μαθοῦσα ἡ ἡγουμένη ὅτι ἀπεγνώσθη ὁ ἐπί-

σκοπος, λαβοῦσα μεθ' ἑαυτῆς δύο ἀδελφὰς ἀπῆλθε τοῦ ἐπισκέψασθαι

αὐτόν. Καὶ ὡς ἐλάλει μετ' αὐτῆς ὁ ἐπίσκοπος, μία τῶν μαθητριῶν

αὑτῆς ἱσταμένη πρὸς πόδα, ἥψατο τοῦ ποδὸς αὐτοῦ θέλουσα μαθεῖν

πῶς ἔχει. Ὁ δὲ ἀπὸ τῆς ἀφῆς πολεμηθεὶς, παρεκάλεσε τὴν ἡγουμένην

λέγων· Ὅτι οὐκ ἔχω ὑπηρεσίαν ἀπὸ τῶν ἔγγιστά μου, θέλησον οὖν κα-

ταλεῖψαί μοι τὴν ἀδελφὴν ταύτην, ἵνα ὑπηρετῇ μοι. Ἡ δὲ

μηδὲν πονηρὸν ὑπολαβοῦσα, ἀφῆκεν αὐτήν. Ἐνδυναμωθεὶς οὖν ὑπὸ τοῦ

διαβόλου, λέγει αὐτῇ· Ποίησόν μοι μικρὸν ἑψητὸν ἵνα γεύσωμαι. Καὶ

ἐποίησε καθὼς εἶπεν αὐτῇ. Καὶ μετὰ τὸ γεύσασθαι αὐτὸν, λέγει αὐτῇ·

Κοιμήθητι μετ' ἐμοῦ, καὶ ἔτεκε τὴν ἁμαρτίαν. Λαβοῦσα οὖν κατὰ

γαστρὸς, ἐκράτησεν αὐτὴν ὁ κλῆρος λέγοντες· Εἰπὲ ἡμῖν τίς σε ἐποίησεν

ἔγκυον. Ἡ δὲ οὐκ ἤθελεν ὁμολογῆσαι. Τότε ὁ ἐπίσκοπος λέγει· Ἄφετε

αὐτὴν, ἐγὼ γὰρ ἐποίησα τὴν ἁμαρτίαν ταύτην. Καὶ ἐγερθεὶς ἐκ τῆς

ἀῤῥωστίας, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν καὶ ἀπέθετο τὸ ὠμοφόριον αὐτοῦ

ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξελθὼν ἔλαβε ῥάβδον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ

ὤρμησεν εἰς μοναστήριον ὅπου οὐκ ἐγνωρίζετο. Ὁ δὲ ἀββᾶς

τοῦ κοινοβίου, διορατικὸς ὢν, ἔγνω ὅτι ὁ ἐπίσκοπος ἔχει ἐλθεῖν εἰς τὴν

μονὴν, καὶ παρήγγειλε τῷ θυρωρῷ λέγων· Βλέπε, ἄδελφε, ὅτι σήμερον

ἐπίσκοπος ἔχει παραγενέσθαι. Προσδοκῶν οὖν ὁ θυρωρὸς, ὅτι μετὰ λε-

κτικίου ἔρχεται ἢ μετὰ τινὸς φαντασίας ὡς ἐπισκόπου οὐκ ἐνόησε τὸ

πρᾶγμα. Ἐξελθὼν οὖν ὁ ἀββᾶς εἰς ἀπάντησιν αὐτοῦ, ἠσπάσατο αὐτὸν

λέγων· Καλῶς ἦλθες, κύρι ὁ ἐπίσκοπος. Ὁ δὲ ἐνεὸς γενόμενος ὡς ἐγνώ-

σθη, ἠθέλησε φυγεῖν εἰς ἕτερον μοναστήριον. Λέγει οὖν αὐτῷ ὁ ἀββᾶς·

Ὅτι ὅπου ἐὰν ἀπέλθῃς μετὰ σοῦ ἔρχομαι. Καὶ παρακαλέσας αὐτὸν

πολλὰ, εἰσήνεγκεν αὐτὸν εἰς τὴν μονήν. Μετανοήσας οὖν ἐν ἀληθείᾳ,

ἐτελεύτησεν ἐν εἰρήνῃ, ὥστε σημεῖα γενέσθαι ἐν τῇ ἐξόδῳ

αὐτοῦ.

33

Ἦν τις γέρων καλούμενος Ἱέραξ εἰς τὰ μέρη Θηβαΐδος

ἐλάσας περὶ τὰ ἐνενήκοντα ἔτη. Καὶ θέλοντες οἱ δαίμονες εἰς ἀκηδίαν

αὐτὸν ἐμβαλεῖν τῷ μήκει τοῦ χρόνου ἐπέστησαν αὐτῷ ἐν ἡμέρᾳ λέγον-

τες· Τί ποιήσεις, γέρων, ὅτι ἄλλα πεντήκοντα ἔχεις ζῆσαι; Ὁ δὲ

ἀποκριθεὶς λέγει αὐτοῖς· Ἐλυπήσατέ με πάνυ. Διακοσίων γὰρ ἐτῶν

παρασκευὴν ἔθηκα. Οἱ δὲ ἀπήρχοντο ὀλολύζοντες ἀπ' αὐτοῦ.

34

Ἦν τις ἀναχωρητὴς ἐν τοῖς μέρεσι τοῦ Ἰορδάνου, ἀγωνι-

ζόμενος ἐπὶ ἔτη ἱκανά. Οὗτος χαρίσματος ἦν ἠξιώμενος, μὴ δέχεσθαι

αὐτὸν προσβολὰς ἐκ τοῦ ἐχθροῦ, ὥστε αὐτὸν πᾶσι τοῖς παραγινομένοις

πρὸς αὐτὸν ὠφελείας χάριν λοιδορίαις βάλλειν τὸν διάβολον,

καὶ λέγειν ὅτι οὐδέν ἐστιν, καὶ οὐ δύναταί τι πρὸς τοὺς ἀγωνιστὰς εἰ

μὴ ὁμοίους αὐτοῦ εὕρῃ, ῥυπαροὺς δεδουλωμένους πάντοτε τῇ ἁμαρτίᾳ

ἐκείνους ἐκνευρίζει, μὴ αἰσθόμενος ὅτι ἐκ τῆς τοῦ θεοῦ βοηθείας σκέ-

πεται, καὶ ἐκ τούτου οὐ δέχεται πολέμους ἐκ τοῦ ἐναντίου. Ἐν μιᾷ

οὖν κατὰ συγχώρησιν θεοῦ φαίνεται αὐτῷ ὁ διάβολος ὄψιν πρὸς ὄψιν,

καὶ φησὶ πρὸς αὐτόν· Τί ἔχω πρὸς σὲ, ἀββᾶ, τί με λοιδορίαις πλύνεις;

μή σοι τί ποτε παρηνώχλησα; ὁ δὲ πάλιν ἐμπτύσας αὐτὸν, τοῖς αὐτοῖς

ἐκέχρητο ῥήμασιν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, οὐδὲν γὰρ δύνῃ πρὸς

τοὺς δούλους τοῦ Χριστοῦ. Ὁ δὲ φωνὴν τοιαύτην ἐπαφῆκεν· Ναὶ,

ναὶ, ἀλλὰ τεσσαράκοντα ἔτη ἔχεις ζῆσαι, μίαν ὥραν οὐκ ἔχω

εὑρεῖν εἰς τὰ τοσαῦτα ἔτη σκελίσαι σε; καὶ ῥίψας τὸ δέλεαρ ἀφανὴς

ἐγένετο. Ὁ δὲ εὐθὺς εἰς λογισμοὺς βληθεὶς ἔλεγεν· ἔχω τοσαῦτα ἔτη

ὧδε τρυχόμενος, καὶ ἀκμὴν ἄλλα τεσσαράκοντα ἔτη θέλει με ζῆσαι ὁ

θεός; ἐξέρχομαι καὶ ἀπέρχομαι εἰς τὸν κόσμον, βλέπω καὶ τοὺς διαφέ-

ροντάς μοι, συγγίνομαι αὐτοῖς ἔτη τινὰ, καὶ πάλιν ἔρχομαι καὶ ἔχομαι

τῆς ἀσκήσεώς μου. Καὶ μόνον ἐνεθυμήθη ταῦτα, ἔργῳ ἐπλήρου. Καὶ

ὁρμήσας ἐξήρχετο τῆς κέλλης αὑτοῦ, καὶ εἴχετο τῆς ὁδοῦ. Οὐ μακρὰν

δὲ αὐτοῦ γενομένου, ἀπεστάλη ἄγγελος κυρίου πρὸς βοήθειαν αὐτοῦ

καὶ φησὶ πρὸς αὐτόν· Ποῦ πορεύῃ, ἀββᾶ; Ὁ δὲ ἔφη· Ἐπὶ τὴν πόλιν.

Καὶ λέγει αὐτῷ· Ὑπόστρεψον εἰς τὴν κέλλαν σου, καὶ μηδέν σοι

καὶ τῷ Σατανᾷ, ἔχε δὲ ἑαυτὸν χλευασθέντα ὑπ' αὐτοῦ· ὁ δὲ

εἰς ἑαυτὸν ἐλθὼν, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὑτοῦ. Καὶ ποιήσας τρεῖς

ἡμέρας ἐτελειώθη.

35

Ἀναχωρητῇ τινὶ μεγάλῳ εἰπόντι· τί οὕτως με πολεμεῖς

Σατανᾶ; ἐπήκουσεν ὁ Σατανᾶς λέγων· Σὺ εἶ ὁ μεγάλως με πολεμῶν.

36

Ἀναχωρητής τις εἶδεν δαίμονα προτρεπόμενον ἕτερον δαί-

μονα, ἐλθεῖν καὶ διυπνίσαι καθεύδοντα μοναχόν. Καὶ ἀκούει τοῦ ἄλλου

λέγοντος· Οὐ δύναμαι τοῦτο ποιῆσαι, ποτὲ γὰρ αὐτὸν ἐξύπνισα, καὶ

ἀναστὰς ἔκαυσέ με ψάλλων καὶ εὐχόμενος.

T37-54

{Περὶ τῶν Μαγιστριανῶν.}

37

Διηγήσατό τις ὅτι μαγιστριανός τις πράκτωρ νεώτερος καλὸς

πάνυ τῷ εἴδει, ὑπηρετεῖ βασιλικαῖς ἀποκρίσεσιν. Εἶχε δὲ

φίλον τινὰ τῶν λαμπρῶν ἐν μιᾷ τῶν πόλεων ἔχοντα γυναῖκα νεωτέραν.

Ὅτε οὖν ἤρχετο ἐκεῖ ἐδέχετο αὐτὸν καὶ κατέμεινεν εἰς τὸν οἶκον αὐτοῦ,

καὶ συνήσθιε μετὰ τῆς γυναικὸς αὐτοῦ ἀγάπῃ φερόμενος πρὸς αὐτόν.

Ἐν τῷ οὖν πολλάκις πυκνάζειν πρὸς αὐτοὺς, ἔλαβε λογισμοὺς ἡ γυνὴ

εἰς αὐτὸν, μὴ γινώσκοντος αὐτοῦ. Καὶ σώφρων οὖσα οὐκ ἐνέφαινέ τι

τοιοῦτον πρὸς αὐτὸν, ἀλλ' ἐκαρτέρει πάσχουσα. Συνέβη δὲ αὐτὸν κατὰ

τὸ σύνηθες ὁδεῦσαι, ἐκείνη δὲ ἀπὸ τῶν λογισμῶν ἠσθένει καὶ κατέκειτο.

Ἀνέφερε δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ αὐτῆς ἰατροὺς, καὶ ψηλαφῶντες αὐτὴν,

λέγουσι τῷ ἀνδρὶ αὐτῆς· Εἰ μή τί γε ψυχικὸν πάθος ἔχῃ,

ἐπεὶ σωματικῶς οὐδὲν κακὸν ἔχει. Παρακάθεται δὲ ὁ ἀνὴρ αὐτῆς

ἐπιπλεῖον παρακαλῶν αὐτὴν καὶ λέγων· Εἰπέ μοι τί ἔχεις. Ἐκείνη

εὐλαβουμένη καὶ ἐρυθριῶσα τὴν ἀρχὴν οὐχ ὡμολόγει. Ὕστερον δὲ

ὡμολόγησε λέγουσα· Οἶδας, κύρι, εἴτε ἀπὸ ἀγάπης εἴτε ἁπλότητι φερό-

μενος, ἀναφέρεις ὧδε πρόσωπα νεώτερα, καὶ ἐγὼ ὡς γυνὴ ἔπαθον εἰς

τὸν μαγιστριανόν. Ἀκούσας δὲ ὁ ἀνὴρ αὐτῆς ἡσύχασεν, καὶ ὡς συνέβη

μεθ' ἡμέρας ἐλθεῖν τὸν μαγιστριανὸν, καὶ ἀπελθὼν προσυπήντησεν αὐτοῦ

καὶ λέγει αὐτῷ· Οἶδας, ἄδελφέ μου, πῶς ἠγάπησά σε, καὶ ἀπὸ ἀγά-

πης ἐδεχόμην σε καὶ συνήσθιες τῇ γυναικί μου; Λέγει ἐκεῖνος· Οὕτως

ἐστὶ δέσποτα. Καὶ λέγει αὐτῷ· Ἰδοὺ ἔλαβε λογισμοὺς εἰς

σὲ ἡ γύνη μου. Ὁ δὲ ἀκούσας, οὐ μόνον οὐκ ἔλαβε λογισμοὺς εἰς αὐτὴν,

ἀλλὰ καὶ πάνυ ἐλυπήθη ἀγάπῃ φερόμενος καὶ λέγει αὐτῷ· Μηδὲν λυπη-

θῇς, ἔχει ὁ θεὸς βοηθῆσαι. Ἀπελθὼν οὖν, ἐπῆρε τὰς τρίχας ἑαυτοῦ,

καὶ λαβὼν λαμνὶν ἔχρεισε τὴν κεφαλὴν καὶ τὴν ὄψιν, ἕως οὗ ἐξέκαυσεν

αὐτὰ μέχρι καὶ αὐτῶν τῶν ὀφρύων. Καὶ ἐπῆρεν ὅλην τὴν ὡραιότητα

ἐκείνην, καὶ ἐφαίνετο ὡς παλαιὸς λελωβημένος. Ἐνδύεται οὖν φακιό-

λιον, καὶ ἀνέρχεται καὶ εὑρίσκει αὐτὴν ἀνακειμένην, καὶ τὸν ἄνδρα

αὐτῆς παρακαθήμενον αὐτῇ, καὶ ἀποκάμψας, δείκνυσιν αὐτοῖς τὴν κε-

φαλὴν καὶ τὸ πρόσωπον, καὶ ἤρξατο λέγειν ὅτι οὕτως ἐποίησέ

μοι ὁ κύριος. Ἐκείνη δὲ ὡς εἶδεν αὐτὸν, ἐκ τοιαύτης μορφῆς εἰς τοιαύ-

την ἀμορφίαν, ἐθαύμασεν. Καὶ ἰδὼν ὁ θεὸς τὴν ἐργασίαν αὐτοῦ ἐπῆρεν

ἀπ' αὐτῆς τὸν πόλεμον, καὶ εὐθέως ἀνέστη ἀποῤῥιψαμένη ὅλους τοὺς

λογισμοὺς ἐκείνους. Τότε ὁ μαγιστριανὸς λαμβάνει τὸν ἄνδρα αὐτῆς

κατιδίαν, καὶ λέγει αὐτῷ· Ἰδοὺ διὰ θεοῦ ἡ γυνή σου οὐδὲν κακὸν ἔχει,

οὐκέτι δὲ βλέπει τὸ πρόσωπόν μου. Ἰδοὺ τοῦτό ἐστι τὸ θεῖναι τὴν

ψυχὴν αὑτοῦ ὑπὲρ ἀγάπης, καὶ ἀποδοῦναι ἀγαθὸν ἀντὶ ἀγαθοῦ.

38

Ἔλεγέ τις τῶν πατέρων, ὅτι ἦν τις μαγιστριανὸς πεμφθεὶς

εἰς ἀπόκρισιν βασιλικήν. Καὶ ἐν τῇ ὁδῷ εὗρε τινὰ πτωχὸν νεκρὸν κεί-

μενον γυμνόν. Καὶ σπλαγχνισθεὶς λέγει τῷ παιδὶ αὑτοῦ·

Λαβὲ τὸν ἵππον καὶ πρόελθε μικρόν. Καὶ κατελθὼν, ἀπεδύσατο ἓν τῶν

λινουδίων αὑτοῦ, καὶ ἐπέθηκε τῷ κειμένῳ νεκρῷ καὶ ἀπῆλθεν.

Πάλιν μεθ' ἡμέρας, ἀπεστάλη ὁ αὐτὸς μαγιστριανὸς εἰς ἀπόκρισιν.

Συνέβη δὲ ἐξελθόντος αὐτοῦ τὴν πόλιν, καὶ ἔπεσεν ἀπὸ τοῦ ἵππου καὶ

ἐκλάσθη ὁ ποῦς αὑτοῦ. Καὶ ἀποστρέφει ὁ παῖς αὐτὸν εἰς τὸν οἶκον

αὑτοῦ, καὶ οἱ ἰατροὶ ἐπεμελοῦντο αὐτοῦ. Μετὰ δὲ πέντε ἡμέρας, ἐμε-

λανίασεν ὁ ποῦς αὑτοῦ. Καὶ ἰδόντες οἱ ἰατροὶ μελανωθέντα τὸν πόδα

αὐτοῦ, ἔνευσαν πρὸς ἀλλήλους, ὅτι κοπῆναι ὀφείλει ὁ ποῦς, ἐπεὶ σήπει

ὅλον τὸ σῶμα καὶ ἀποθνήσκει ὁ ἄνθρωπος. Καὶ λέγουσιν αὐ-

τῷ· Ἐρχόμεθα πρωΐ, καὶ θεραπεύομέν σε. Ὁ δὲ ἀσθενῶν νεύει τῷ

παιδὶ αὑτοῦ ἐξελθεῖν ὀπίσω τῶν ἰατρῶν καὶ μαθεῖν παρ' αὐτῶν τί βού-

λονται. Καὶ λέγουσιν αὐτῷ· Ὁ ποῦς τοῦ κυρίου σου ἐμελανίασεν, καὶ

ἐὰν μὴ κοπῇ, ἀπόλλεται ὁ ἄνθρωπος, ἐρχόμεθα πρωῒ, καὶ ὃ θέλει ὁ

θεὸς ποιοῦμεν. Καὶ εἰσέρχεται ὁ δοῦλος κλαίων πρὸς τὸν δεσπότην

αὐτοῦ λέγων· Ὅτι τάδε βουλεύονται περὶ σοῦ· ὁ δὲ ἀκούσας ἐλυπήθη,

καὶ ἀπὸ πολλῆς ἀθυμίας οὐκ ἐκοιμήθη. Ἦν δὲ κανδίλα φαίνουσα. Περὶ

δὲ τὰς μέσας νύκτας, ὁρᾷ ἄνθρωπον διὰ τῆς θυρίδος κατερχόμενον

καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγοντα αὐτῷ· Τί κλαίεις, τί λυπῆσαι;

Ὁ δὲ λέγει· Κύριε, οὐ θέλεις ἵνα κλαύσω καὶ λυπηθῶ, ὅτι

ἐκλάσθην, καὶ τάδε βουλεύονται περὶ ἐμοῦ οἱ ἰατροί; καὶ λέγει αὐτῷ

ὁ φανείς· Δεῖξόν μοι τὸν πόδα σου. Καὶ ἀλείφει αὐτὸν καὶ λέγει·

Ἀνάστα ἄρτι καὶ περιπάτει. Καὶ λέγει ὁ ἀσθενῶν· Κέκλασται καὶ οὐ

δύναμαι. Καὶ λέγει αὐτῷ· Ἐπιστηρίχθητι ἐπ' ἐμέ. Καὶ ἐπιστηριχθεὶς,

περιεπάτει χωλεύων. Καὶ λέγει αὐτῷ ὁ φανείς· Ἀκμὴν χωλαίνεις, θὲς

ἑαυτὸν πάλιν. Καὶ δῆθεν πάλιν ἀλείφει αὐτὸν ἐξ ἴσων τοὺς πόδας αὐ-

τοῦ. Καὶ λέγει αὐτῷ· Ἔγειρε ἄρτι περιπάτει. Καὶ ἀναστὰς περιε-

πάτησεν ὑγιῶς. Καὶ λέγει αὐτῷ· Θὲς ἑαυτὸν ἀναπαύθητι. Καὶ εἶπεν

αὐτῷ τινὰς λόγους περὶ ἐλεημοσύνης, ὅτι εἶπεν ὁ κύριος· Μα-

κάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται, καὶ ἀνήλεος ἡ κρίσις τῷ

μὴ ποιήσαντι ἔλεος, καὶ ὅσα τοιαῦτα. Καὶ λέγει αὐτῷ· Σώζου. Λέγει

ὁ μαγιστριανός· Ὑπάγεις; Λέγει αὐτῷ· Τί γὰρ θέλεις ἐξότε ὑγίανας;

Λέγει αὐτῷ ὁ μαγιστριανός· Τὸν θεὸν τὸν πέμψαντά σε, εἰπέ μοι τίς

εἶ. Λέγει αὐτῷ· Βλέψον εἰς ἐμέ. Ἐπιγινώσκεις τοῦτο τὸ ὀθόνιον ἀκρι-

βῶς; Λέγει αὐτῷ· Ναὶ, κύριε, ἐμὸν ἐστίν. Καὶ λέγει αὐτῷ ἐκεῖνος·

Ἐγώ εἰμι ὃν εἶδες νεκρὸν ἐῤῥιμένον ἐν τῇ ὁδῷ, καὶ ἔῤῥιψάς μοι τὸ

λινούδιν. Καὶ ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί σε. Εὐχαρίστει οὖν διαπαν-

τὸς τῷ θεῷ. Καὶ ἀνῆλθε πάλιν δι' ἧς κατῆλθε θυρίδος. Καὶ ὑγιάνας

τὸν αἴτιον παντὸς ἀγαθοῦ θεὸν ἐδόξασεν.

39

Ἄλλος τις μαγιστριανὸς ὑποστρέφων ἐπὶ Κων-

σταντινούπολιν ἀπὸ Παλαιστίνης, εἰς τὰ μέρη Τύρου ἀπαντᾷ τινὰ

πολυβλέποντα κατὰ τὴν ὁδὸν μηδένα ἔχοντα ὁδηγόν. Ὅστις τῆς φωνο-

βολίας τῶν ἱπποκόμων ἀκούσας, ἐπλαγίασε παρὰ τὴν ὁδὸν μικρὸν, καὶ

ἐκτείνας τὰς χεῖρας, ἐλεεινὰ καὶ πτωχὰ ἐλάλει ἐῤῥανιζόμενος παρ' αὐτοῦ

ἐλεημοσύνην. Ὁ δὲ περιφρονήσας, ἀντιπαρῆλθεν αὐτὸν, καὶ ἀπὸ

ὀλίγου διαστήματος μεταμεληθεὶς, ἔστησε τὸν ἵππον, καὶ λαβὼν τὸ

κερμοθυλάκιον αὐτοῦ ἐξήνεγκεν ἓν τριμίσιν, καὶ ἐπανέλυσε πρὸς τὸν

πτωχὸν δι' ἑαυτοῦ, καὶ παρέσχεν αὐτῷ τὸ τριμίσιον. Δεξάμενος δὲ

ἐκεῖνος εὔξατο αὐτῷ λέγων· Πιστεύω εἰς τὸν θεὸν ὅτι ῥύσε-

ταί σε ἡ ἐντολὴ αὕτη ἀπὸ πειρασμοῦ. Ἐδέξατο δὲ ὁ μαγιστριανὸς τὴν

εὐχὴν μετὰ πληροφορίας, καὶ ἀπελθὼν ἐν τῇ πόλει, εὗρε τὸν ἄρχοντα

ἐκεῖ, καί τινας παμμαχαρίους παρακαλοῦντας πλοϊσθῆναι ὑπ' αὐτοῦ

καὶ ἀκοντιζομένους. Οἱ οὖν παμμαχάριοι ἴδοντες τὸν μαγιστριανὸν,

παρεκάλεσαν αὐτὸν αἰτῆσαι τὸν ἄρχοντα δοῦναι αὐτοῖς πλοῖον ἐφ' ᾧ

ἐκδημῆσαι τῆς πόλεως. Καὶ πεισθεὶς τῇ αὐτῶν παρακλήσει, γέγονε

πρὸς τὸν ἄρχοντα καὶ εἰπὼν αὐτῷ περὶ ῥεβέδων ἵνα αὐτῷ δώσῃ,

ἤτισε καὶ περὶ τῶν παμμαχαρίων. Λέγει οὖν τοῖς παμμαχαρίοις ὁ

ἄρχων χαριέντως· Ἐὰν θέλητε ἵνα ὑμᾶς ἀπολύσω, πείσατε

τὸν μαγιστριανὸν συμπλεῦσαι ὑμῖν, καὶ εὐθέως ἀπολύεσθε. Οἱ δὲ

τοῦτο ἀκούσαντες, ἔμειναν ἐπιπολὺ παρακαλοῦντες τὸν μαγιστριανὸν

ἀνασχέσθαι συμπλεῦσαι αὐτοῖς. Καὶ δὴ συνθεμένου αὐτοῦ ἔδωκεν αὐ-

τοῖς τὸ πλοῖον ὁ ἄρχων. Ἔπλευσαν οὖν ἅμα ὅ τε μαγιστριανὸς καὶ

οἱ παμμαχάριοι, ἐπιτήδειον ἄνεμον λαβόντες. Συνέβη δὲ τὴν νύκτα

τὸν μαγιστριανὸν, ὀχληθέντα ὑπὸ τῆς αὐτοῦ γαστρὸς, ἀναστῆναι

πρὸς χρείας, καὶ γενόμενος εἰς τὸ πλάγιον τοῦ πλοίου, ῥαπισθεὶς ὑπὸ

τοῦ ἀρμένου ἔπεσεν εἰς τὴν θάλασσαν. Ἤκουσαν οὖν οἱ ναῦται τοῦ

πτώματος αὐτοῦ, καὶ ἐπειδὴ νὺξ ἦν καὶ ἄνεμος ἐπιτήδειος

οὐκ ἠδυνήθησαν αὐτὸν ἀνασπᾶσαι. Ἐφέρετο οὖν ὁ μαγιστριανὸς ἐπὶ

τοῦ ὕδατος ἐλπίζων ἀποθνήσκειν, ἀλλὰ τῇ ἑξῆς, θελήσει τοῦ θεοῦ, εὑρέθη

πλοῖον ἐρχόμενον καὶ ἰδόντες αὐτὸν οἱ τοῦ πλοίου, ἀνήγαγον αὐτὸν, καὶ

εἰσῆλθον ἐν τῇ πόλει ἐν ᾗ καὶ οἱ παμμαχάριοι ἀπῆλθον. Οἱ δὲ ναῦται

ἑκατέρων τῶν πλοίων, ἐξελθόντες εἰς τὴν γῆν, γεγόνασιν ἐν καπηλείῳ

τινί. Καὶ συμβαίνει τινὰ τῶν ναυτῶν τοῦ πλοίου, ἐξ οὗ ἔπεσεν ὁ μαγι-

στριανὸς, ἐπιμνησθέντα αὐτοῦ στενάξαι καὶ εἰπεῖν· Ἆρα τί γέγονε τῷ

μαγιστριανῷ ἐκείνῳ. Καὶ τοῦτο ἀκούσαντες οἱ τοῦ ἑτέρου πλοίου ναῦται,

ἐπηρώτων περὶ ποίου μαγιστριανοῦ ἐστέναξεν, καὶ μαθόντες

τὸ πρᾶγμα, εἶπον αὐτοῖς ὅτι ἡμεῖς ἐσώσαμεν αὐτὸν, καὶ ἔχομεν μεθ'

ἑαυτῶν. Καὶ γνόντες ἐκεῖνοι ἐχάρησαν καὶ ἐλθόντες ἔλαβον αὐτόν. Καὶ

διηγήσατο αὐτοῖς ὁ μαγιστριανὸς, ὅτι ὁ πολυβλέπων, ᾧτινι ἔδωκα κατὰ

τὴν ὅδον τὸ τριμίσιον, αὐτός με ἐβάστασε περιπατῶν ἐπὶ τοῦ ὕδατος.

Καὶ τοῦτο ἀκούσαντες ἐδόξασαν τὸν σωτῆρα καὶ θεόν.

Ἐκ τούτου οὖν μανθάνομεν, ὅτι ἡ ἐκ διαθέσεως ἐλεημοσύνη οὐκ

ἀπόλλυται, ἀλλ' ὁ θεὸς ἀμείβεται ἐν καιρῷ ἀνάγκης τὸν ἐλεήμονα.

Κατὰ τὴν θείαν οὖν γραφὴν μὴ ἀποσχώμεθα εὐποιεῖν ἐνδεεῖ, ἡνίκα

ἔχει ἡ χεῖρ ἡμῶν βοηθεῖν.

40

Ἔλεγε δέ τις τῶν φιλοχρίστων ἔχων τὸ χάρισμα τῆς

ἐλεημοσύνης, ὅτι ὀφείλει ὁ παρέχων ἐλεημοσύνην, ὡσαύτως

ἐκεῖνος λαμβάνων οὕτως παρέχειν· ἡ τοιαύτη ἐλεημοσύνη πλησιάζει πρὸς

θεόν.

41

Δύο τινὲς ἀδελφοὶ εἱλκύσθησαν εἰς τὸ μαρτυρῆσαι, καὶ

βασανισθέντες ἅπαξ ἐβλήθησαν εἰς φυλακήν· ἐλυποῦντο δὲ πρὸς ἀλλή-

λους. Ὁ εἷς οὖν βάλλει μετάνοιαν τῷ ἀδελφῷ λέγων· Συμβαίνει ἡμᾶς

αὔριον τελειωθῆναι, λύσωμεν οὖν τὴν κατ' ἀλλήλων ἔχθραν, καὶ ποιή-

σωμεν ἀγάπην· ὁ δὲ ἄλλος οὐκ ἐπείθετο. Τῇ οὖν ἑξῆς, φέρονται πάλιν

καὶ βασανίζονται, καὶ ὁ μὴ δεξάμενος τὴν μετάνοιαν, ἀπὸ πρώτης

προσβολῆς ἠττήθη, καὶ λέγει αὐτῷ ὁ ἄρχων· Διατί χθὲς τοσαῦτα βασα-

νισθεὶς οὐκ ἐπείσθης μοι; Ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι τῷ

ἀδελφῷ μου ἐμνησικάκησα, καὶ οὐκ ἔσχον μετ' αὐτοῦ ἀγάπην, διὰ τοῦτο

ἐστερήθην τῆς τοῦ θεοῦ μου παρακλήσεως.

42

Ἄλλος δέ τις παραδοθεὶς εἰς μαρτύριον ὑπὸ τῆς ἑαυτοῦ

δούλης ἀπίων ἐπὶ τὸ τελειωθῆναι εἶδε τὴν δούλην αὑτοῦ τὴν παρα-

δοῦσαν αὐτόν. Καὶ λαβὼν ὃν ἐφόρει δακτύλιον χρυσοῦν, ἔδωκεν αὐτῇ

λέγων· Εὐχαριστῶ σοι ὅτι τοιούτων ἀγαθῶν πρόξενός μοι γέ-

γονας.

43

Ἀδελφός τις ἐκάθητο εἰς κελλίον τῆς Αἰγύπτου ἐν πολλῇ

ταπεινώσει διαλάμπων. Ὑπῆρχε δὲ αὐτῷ ἀδελφὴ πορνεύουσα ἐν τῇ

πόλει, καὶ πολλαῖς ψυχαῖς προξενοῦσα ἀπώλειαν. Πολλάκις οὖν παρενο-

χλήσαντες οἱ γέροντες τὸν ἀδελφὸν ἠδυνήθησαν πεῖσαι καταντῆσαι

πρὸς αὐτὴν εἴπως νουθετήσας καταργήσει τὴν ἁμαρτίαν τὴν

δι' αὐτῆς γινομένην. Ὡς δὲ ἔφθασεν ἐπὶ τὸν τόπον· ἰδὼν αὐτόν τις

τῶν γνωρίμων, προλαβὼν ἀπήγγειλεν αὐτῇ λέγων· Ἰδοὺ ὁ ἀδελφός σου

ἐπὶ τὴν θύραν. Ἡ δὲ, συνεχθεῖσα τοῖς σπλάγχνοις, καταλείψασα τοὺς

ἐραστὰς οἷς διηκόνει, γυμνὴ τῇ κεφαλῇ ἐπὶ τὴν θέαν τοῦ ἀδελφοῦ ἐξεπή-

δησεν. Πειρωμένης δὲ αὐτῆς περιπλέκεσθαι αὐτῷ, λέγει αὐτῇ· Γνησία

μου ἀδελφὴ, φεῖσαι τῆς ψυχῆς σου, ὅτι διὰ σοῦ πολλοὶ ἀπώλοντο. Καὶ

πῶς δυνήσῃ ὑπενεγκεῖν τὴν αἰώνιον καὶ πικρὰν βάσανον. Ἡ δὲ σύν-

τρομος γενομένη λέγει αὐτῷ· Οἶδας ὅτι ἔστι μοι σωτηρία ἀπὸ τοῦ νῦν;

Ὁ δὲ λέγει αὐτῇ· Ἐὰν θέλῃς, ἔστι σωτηρία. Ἡ δὲ ῥίψασα

ἑαυτὴν εἰς τοὺς πόδας τοῦ ἀδελφοῦ, παρεκάλει αὐτὸν ἵνα λάβῃ αὐτὴν

εἰς τὴν ἔρημον μετ' αὐτοῦ. Ὁ δὲ λέγει αὐτῇ· Θὲς τὸ ἱμάτιόν σου ἐπὶ

τὴν κεφαλήν σου καὶ ἀκολούθει μοι. Λέγει αὐτῷ ἐκείνη· Ἄγωμεν, συμ-

φέρει γάρ μοι ἀσχημονεῖν γυμνῇ τῇ κεφαλῇ, ἢ εἰσελθεῖν ἔτι εἰς τὸ

ἐργαστήριον τῆς ἀνομίας. Ὡς δὲ εἴχοντο τῆς ὁδοῦ, ἐνουθέτει αὐτὴν

πρὸς μετάνοιαν. Βλέπουσι δέ τινας ἐρχομένους εἰς ἀπάντησιν αὐτῶν,

καὶ λέγει αὐτῇ· Ἐπειδὴ οὐ πάντες οἴδασιν ὅτι ἀδελφή μου εἶ, ὑποχώ-

ρησον μικρὸν τῆς ὁδοῦ ἕως οὗ παρέλθωσιν. Μετὰ δὲ ταῦτα, λέγει αὐτῇ·

Ἀπέλθωμεν τὴν ὁδὸν ἡμῶν, ἀδελφή. Ὡς δὲ οὐκ ἀπεκρίθη αὐτῷ,

ἐκνεύσας εὗρεν αὐτὴν νεκράν· θεωρεῖ δὲ καὶ τὰ ἴχνη τῶν

ποδῶν αὐτῆς ᾑμαγμένα, ἦν γὰρ ἀνυπόδετος.

Ὡς δὲ ἀπήγγειλε τοῖς γέρουσιν ὁ ἀδελφὸς τὸ συμβᾶν, ἀντέβαλον

εἰς ἀλλήλους. Ἀπεκάλυψε δὲ ὁ θεὸς ἑνὶ γέροντι περὶ αὐτῆς· ὅτι ἐπειδὴ

ὅλως οὐδενὸς ἐμερίμνησε σαρκικοῦ, ἀλλὰ καὶ τοῦ ἰδίου σώματος κατε-

φρόνησε μὴ στενάξασα ἐν τῇ τοσαύτῃ πληγῇ, τούτου χάριν προσεδε-

ξάμην αὐτῆς τὴν μετάνοιαν.

44

Ἦν τις γέρων ἔχων μαθητὴν, καὶ ἐπολεμεῖτο ὁ ἀδελφὸς

εἰς πορνείαν, καὶ παρεκάλει αὐτὸν ὁ γέρων λέγων· Ὑπόμεινον, τέκνον,

ὅτι πόλεμος τοῦ ἐχθροῦ ἐστιν. Ὁ δὲ λέγει αὐτῷ· Οὐκέτι ὑπομένω ἀββᾶ,

ἐὰν μὴ ποιήσω τὸ πρᾶγμα. Καὶ προσεποιήσατο ὁ γέρων, καὶ λέγει

αὐτῷ· Καγὼ πολεμοῦμαι, τέκνον, ἀλλ' ἄγωμεν ὁμοῦ καὶ

ποιοῦμεν τὸ πρᾶγμα, καὶ ἐρχόμεθα εἰς τὸ κελλίον ἡμῶν. Εἶχε δὲ ὁ

γέρων νόμισμα ἓν, καὶ ἐβάστασεν αὐτὸ μεθ' ἑαυτοῦ, καὶ ὡς ἀπῆλθον

ἐπὶ τὸν τόπον, λέγει ὁ γέρων τῷ μαθητῇ αὑτοῦ· Μεῖνον ἔξω, ἄφες

πρῶτον εἰσέλθω ἐγὼ, καὶ πάλιν ὕστερον σύ. Καὶ εἰσέλθων ὁ γέρων,

ἔδωκε τῇ πόρνῃ τὸ νόμισμα, καὶ παρεκάλεσεν αὐτὴν, μὴ μιάνῃς, λέγων,

τὸν ἀδελφὸν τοῦτον. Καὶ ἔδωκε λόγον ἡ πόρνη τῷ γέροντι μὴ μιᾶναι

τὸν ἀδελφόν. Ἐξῆλθεν οὖν ὁ γέρων, καὶ λέγει τῷ ἀδελφῷ εἰσελθεῖν.

Καὶ ἅμα τὸ εἰσελθεῖν αὐτὸν, λέγει αὐτῷ ἡ πόρνη· Μεῖνον ἄδελφε, ὅτι

εἰ καὶ ἁμαρτωλή εἰμι, ἀλλὰ νόμον ἔχομεν καὶ χρὴ αὐτὸν πρῶτον ποιῆ-

σαι ἡμᾶς. Ἐκέλευσεν οὖν αὐτὸν στῆναι παραμέρος καὶ

βάλλειν πεντήκοντα μετανοίας, καὶ αὐτὴ παραμέρος ὡσαύτως. Μετὰ

οὖν τὸ βαλεῖν τὸν ἀδελφὸν εἴκοσι ἢ καὶ τριάκοντα μετανοίας, κατενύγη

καὶ λέγει ἐν ἑαυτῷ· Πῶς τῷ θεῷ προσεύχομαι, τοῦτο τὸ μύσος προσ-

δοκῶν ποιῆσαι. Καὶ εὐθέως ἐξῆλθε μὴ μιανθεὶς, καὶ ἰδὼν ὁ θεὸς τὸν

κόπον τοῦ γέροντος, ἦρε τὸν πόλεμον τοῦ ἀδελφοῦ, καὶ ὑπέστρεψαν εἰς

τὸ κελλίον δοξάζοντες τὸν θεόν.

45

Γέρων τις ἀπήει πωλῆσαι τὰ μαλάκια αὑτοῦ. Τούτῳ δαίμων

ἀπαντήσας, ἄφαντα αὐτὰ πεποίηκεν. Ὁ δὲ γέρων ἐτράπη εἰς εὐχὴν

καὶ ἔλεγεν· Εὐχαριστῶ σοι, ὁ θεὸς, ὅτι ἀπήλλαξάς με πειρασμοῦ. Ὁ

δὲ δαίμων μὴ ὑπομείνας τὴν φιλοσοφίαν τοῦ γέροντος·

ἔκραξε λέγων· Ἰδοὺ τὰ μαλάκιά σου κακόγηρε. Ὁ δὲ γέρων λαβὼν

ἐπώλησεν αὐτά.

46

Διηγήσατό τις τῶν πατέρων ὅτι σχολαστικός τις ἀπὸ Θεου-

πόλεως εὐλαβὴς παρήδρευέν τινι ἐγκλειστῷ, καὶ παρεκάλει αὐτὸν ἵνα

δέξηται αὐτὸν καὶ ποιήσῃ μοναχόν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν θέλῃς

ἵνα δέξωμαί σε, ὕπαγε πώλησον τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς

κατὰ τὴν ἐντολὴν τοῦ κυρίου, καὶ δέχομαί σε. Ἀπελθὼν οὖν ἐποίη-

σεν οὕτως. Μετὰ ταῦτα πάλιν λέγει αὐτῷ· Ἀλλὴν ἐντολὴν ἔχεις φυλά-

ξαι, ἵνα μὴ λαλῇς. Ὁ δὲ συνέθετο, καὶ ἐποίησε πέντε ἔτη καὶ οὐκ

ἐλάλησεν. Ἤρξαντο οὖν τινὲς δοξάζειν αὐτὸν, καὶ λέγει αὐτῷ ὁ

ἀββᾶς αὐτοῦ οὐκ ὠφελῇ ὥδε, ἀλλὰ πέμπω σε εἰς κοινόβιον

εἰς Αἴγυπτον, καὶ ἔπεμψεν αὐτόν. Οὐκ εἶπεν δὲ αὐτῷ πέμπων αὐτὸν

λαλῆσαι ἢ μὴ λαλῆσαι· αὐτὸς δὲ τηρῶν τὴν ἐντολὴν, ἔμεινε μὴ λαλῶν.

Θέλων δὲ πεῖρᾳ δοκιμάσαι αὐτὸν ὁ ἀββᾶς δεξάμενος αὐτὸν εἰ ἄλαλός

ἐστιν ἢ οὒ, πέμπει αὐτὸν εἰς ἀπόκρισιν ἐν τῇ πλημμύρᾳ τοῦ ποταμοῦ,

ἵνα ἀναγκασθῇ εἰπεῖν ὅτι οὐκ ἠδυνήθην περᾶσαι, καὶ πέμπει ἀδελφὸν

ὀπίσω αὐτοῦ, ἵνα ἴδῃ τί ποιεῖ. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν ποταμὸν, μὴ

δυνάμενος περᾶσαι ἔκλινε γόνυ, καὶ ἰδοὺ ἔρχεται κροκόδειλος, καὶ βα-

στάζει ἑαυτὸν καὶ ἀποφέρει εἰς τὸ πέραν, καὶ ὡς ἐποίησε τὴν ἀπόκρισιν

καὶ ἦλθεν ἐπὶ τὸν ποταμὸν, πάλιν βαστάζει αὐτὸν ὁ κροκό-

δειλος εἰς τὸ πέραν. Ἐλθὼν δὲ ὁ ἀδελφὸς ὁ πεμφθεὶς ὀπίσω αὐτοῦ καὶ

ἰδὼν τοῦτο, ἀνήγγειλε τῷ ἀββᾷ καὶ τοῖς ἀδελφοῖς καὶ ἐξεπλάγησαν.

Συνέβη δὲ αὐτὸν μετὰ χρόνον κοιμηθῆναι, καὶ ἔπεμψεν ὁ ἀββᾶς

λέγων τῷ πέμψαντι αὐτόν· Εἰ καὶ ἄλαλον ἔπεμψας ἡμῖν, ἀλλ' ὁμῶς

ἄγγελον θεοῦ. Τότε πέμπει ὁ ἐγκλειστὸς λέγων· Ὅτι οὐκ ἦν ἄλαλος,

ἀλλὰ τηρῶν τὴν ἐντολὴν ἣν ἐξ ἀρχῆς ἔδωκα αὐτῷ, ἔμεινεν ἄλαλος.

Καὶ ἐθαύμασαν πάντες καὶ ἐδόξασαν τὸν θεόν.

47

Ἔλεγέ τις ὅτι ἐν Ἀλεξανδρείᾳ ἦν τις πλούσιος καὶ ἠσθένη-

σεν καὶ δειλιάσας τὸν θάνατον λαμβάνει τριάκοντα λίτρας χρυσίου καὶ

παρέχει αὐτὰ τοῖς πτωχοῖς. Ἐγένετο δὲ αὐτὸν ὑγιᾶναι,

καὶ…

εὐ…

The complete text is available when the reading interface loads.