Apophthegma patrum
- Edition reference
- Apophthegma patrum (e collectione anonyma) (e codd. Vat. gr. 1599, 1632), ed. M. Jugie, "Un apophthegme des pères inédit sur le purgatoire," Mémorial Louis Petit. Mélanges d'histoire et d'archéologie byzantines (1948) 249–250.
- CTS identifier
urn:cts:greekLit:tlg2742.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
249
ἔχοντα μήτε ψυχικὴν, μήτε σωματικήν, μήτε λαλοῦντα ὅλως, ἀλλ' ὥσπερ
ἀπολιθωθέντα. Ἐγὼ δὲ λίαν ἀγωνιῶν, καὶ ὥσπερ ἔνθους γενόμενος, ἐμνήσθην
τοῦ ῥήματος τοῦ Κυρίου εἰρηκότος· τὸν οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,
δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον·
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τὸ γὰρ δεδέσθαι χεῖρας
καὶ πόδας οὐδὲν ἕτερον ἡμῖν αἰνίττεται ἀλλ' ἢ τὸ σβέννυσθαι καὶ ἀνενέργητον
μένειν πᾶσαν ἔννοιαν καὶ προαίρεσιν πονηρὰν, τὴν μὴ κατὰ τὸ θέλημα τοῦ
Θεοῦ πορευθεῖσαν ἐν τῷ αἰῶνι τούτῳ.
Ὡς δὲ ἐπανῆλθον, φησίν, ἀπὸ τῆς ἐκτάσεως, ἠρξάμην σφόδρα λυπεῖσθαι
καὶ ἀδημονεῖν ἐλεημοσύνας τε κατὰ δύναμιν ποιεῖν ὑπὲρ αὐτοῦ καὶ προσφο-
ρὰς καὶ παρακαλεῖν τὴν ἁγίαν Θεοτόκον ἐλεηθῆναι αὐτόν, καὶ παρακαλέσαι
τὸν φιλάνθρωπον Θεὸν ὑπὲρ αὐτοῦ. Ἠρξάμην οὖν μοχθεῖν ἐν τῇ σκήτει
καὶ ξηροφαγεῖν, εἰς τοιοῦτον γῆρας λοιπὸν ἐληλακώς.
Μετὰ οὖν τινὰς ἡμέρας, ὁρῶ τὴν παναγίαν Θεοτόκον λέγουσάν μοι·
250
Τὶ λυπεῖ καὶ ἀδημονεῖς, παπία; Καὶ εἶπον· Διὰ τὸν ἀδελφόν, Δέσποινά
μου, ὅτι εἶδον αὐτὸν ἐν κακοῖς. Καὶ ἀπεκρίθη καὶ εἶπεν· Οὐχὶ σὺ παρεκά-
λεσας, ἰδεῖν αὐτὸν βουλόμενος; καὶ ἰδοὺ εἶδες καὶ ἐπληροφορήθης. Ἐγὼ
δὲ εἶπον· Ναί, δέομαί σου, ἐγὼ παρεκάλεσα, ἀλλ' οὐκ ἤθελον οὕτως ἰδεῖν
αὐτόν. Τί γάρ μοι χρήσιμον τὸ ἰδεῖν αὐτὸν καὶ κλαίειν καὶ ὀδυνᾶσθαι; Καὶ
λέγει μοι ἡ ἁγία Θεοτόκος· Ὕπαγε· διὰ τὸν μόχθον καὶ τὴν ταπείνωσιν
καὶ ἀγάπην σου, ἐγώ σοι αὐτὸν δείκνυμι, ἵνα μὴ λυπῇ. Καὶ τῇ ἐπαύριον
εἶδον πάλιν τὸν ἀδελφὸν ἐρχόμενον πρός με περιχαρῆ, καὶ δι' ἑαυτοῦ
περιπατοῦντα καὶ γελῶντα· καὶ λέγει μοι· Αἱ πρεσβεῖαί σου, πάτερ,
ἐδυσώπησαν τὴν παναγίαν Θεοτόκον, διότι πάνυ φιλεῖ σε, καὶ παρεκάλεσε
τὸν σωτῆρα καὶ ἔλυσέ με τῶν δεσμῶν, ὅτι σειραῖς τῶν ἁμαρτιῶν ἤμην
περιεσφιγμένος.
Ταῦτα τοῦ ἀδελφοῦ εἰρηκότος, ἐγὼ χαρᾶς ἐπληρώθην, καὶ εὐθέως εἶδον
τὴν παναγίαν Θεοτόκον, καὶ λέγει μοι· Ἐπληροφορήθης, πρεσβύτα, κἂν
ἄρτι; Ἐγὼ δὲ εἶπον· Ναί, Δέσποινά μου, καὶ πάνυ ἐχάρην, ὅτι εἶδον
αὐτὸν ἐν ἀνέσει. Ἣ δὲ εἶπεν πρός με. Ἄπιθι τοιγαροῦν καὶ μέμνησο τοῦ
ἀδελφοῦ διὰ παντὸς ἐν προσευχαῖς καὶ ἐλεημοσύναις καὶ προσφοραῖς·
σφόδρα γὰρ ἐλεεῖ τὸν κοιμηθέντα ἡ ἐλεημοσύνη καὶ αὐτὴ ἡ προσφορά.
{Πρόλογος τῆς βίβλου τῶν γερόντων ὁ λεγόμενοςΠαράδεισος} Ἐν τῇδε τῇ βίβλῳ ἀναγέγραπται ἐνάρετος ἄσκησις καὶθαυμαστὴ βίου διαγωγὴ καὶ ῥήσεις ἁγίων καὶ μακαρίωνπατέρων πρὸς ζῆλον καὶ παιδείαν καὶ μίμησιν τῶν τὴνοὐράνιον πολιτείαν ἐθελόντων κατορθοῦν καὶ τὴν εἰς βασι-λείαν οὐρανῶν βουλομένων ὁδεύειν ὁδόν. Δεῖ οὖν εἰδέναι ὅτι οἱ ἅγιοι πατέρες οἱ τοῦδε τοῦμακαρίου τῶν μοναχῶν βίου ζηλωταὶ γεγονότες καὶδιδάσκαλοι, ἅπαξ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρωθέντες ἔρωτικαὶ πάντα τὰ ἐν ἀνθρώποις καλά τε καὶ τίμια ὡς οὐδὲνλογισάμενοι, πάντων μάλιστα τὸ μηδὲν πρὸς ἐπίδειξινποιεῖν ἐπετήδευσαν· λανθάνοντες δὲ καὶ τὰ πλεῖστατῶν κατορθωμάτων δι' ὑπερβολὴν ταπεινοφροσύνης συγκα-λύπτοντες, οὕτω τὴν κατὰ Χριστὸν διήνυσαν ὁδόν. Ὅθεν οὐδεὶς ἀκριβῶς δεδύνηται τούτων ἡμῖν ὑπογράψαιτὸν ἐνάρετον βίον· βραχέα δέ τινα τῶν αὐτοῖς κατωρθω-μένων λόγῳ ἢ ἔργῳ οἱ σφόδρα περὶ τοῦτο φιλοπονήσαντεςγραφῇ παραδεδώκασιν, οὐχ ὡς ἐκείνοις τι χαριζόμενοι,τοὺς μετέπειτα δὲ διεγεῖραι πρὸς ζῆλον ἐσπουδακότες.Πλεῖστα οὖν κατὰ διαφόρους καιροὺς ταῦτα τὰ τῶν ἁγίωνγερόντων ῥήματα καὶ κατορθώματα ἐν διηγήματος εἴδειἐξέθεντο ἁπλῷ τινι καὶ ἀκατασκευάστῳ λόγῳ· εἰς ἓν γὰρμόνον τοῦτο ἑώρων, ὠφελῆσαι τοὺς πολλούς. Ἐπειδὴ δὲ συγκεχυμένη καὶ ἀσύντακτος οὖσα τῶνπολλῶν ἡ διήγησις δυσκολίαν τινὰ ἐνεποίει τῇ διανοίᾳ τοῦἀναγινώσκοντος, μὴ ἐξαρκούσῃ περιλαβεῖν τῇ μνήμῃ τὸνπολυσχιδῶς κατεσπαρμένον τῷ βιβλίῳ νοῦν, τούτου χάρινἐπὶ τήνδε τῶν κεφαλαίων τὴν ἔκθεσιν κεκινήμεθα, δυνα-μένην διά τε τὴν τάξιν καὶ τὴν τῶν ἰσοδυναμούντωνλόγων περίληψιν ἐναργεστάτην τε καὶ ἑτοίμην τοῖς βου-λομένοις τὴν ὠφέλειαν παρέχειν. Οὐ μικρὸν γὰρ εἰς ἀρετῆςπροτροπὴν λόγος ἐκ πολλῶν ἐναρέτων προσώπων ὁμοδόξωςπροσφερόμενος. Ὅταν γὰρ ἀββᾶ μὲν Ἀντώνιος λέγει ὅτι ἡ ταπεινοφρο-σύνη πάσας τοῦ διαβόλου τὰς παγίδας παρέρχεται, ἄλλοςδὲ πάλιν ὅτι δένδρον ζωῆς εἰς ὕψος ἐγειρόμενόν ἐστιν ἡταπεινοφροσύνη, ἕτερος δὲ ὅτι ἡ ταπείνωσις οὐκ ὀργίζεταιοὐδὲ παροργίζει τινά, καὶ πάλιν ἄλλος φησὶν ὅτι ἐάν τιςεἴπῃ τινὶ συγχώρησον μετὰ ταπεινοφροσύνης καίει τοὺςδαίμονας, ἐκ πάντων τούτων πληροφορίαν λαμβάνει ἡ τοῦἀναγινώσκοντος διάνοια πάσῃ σπουδῇ μεταδιώκειν τὴνταπεινοφροσύνην. Καὶ ἐν τοῖς ἄλλοις δὲ κεφαλαίοις τὸ αὐτὸεὑρήσεις. Ἡ γὰρ τάξις ὅλων ὁμοῦ τῶν κεφαλαίων καὶκαθὲν αὐτῶν ἑνὸς ἑκάστου τὰ μέγιστα λυσιτελεῖ τῷ μετα-χειριζομένῳ τὴν τοῦ βιβλίου ἀνάγνωσιν. Ἐπεὶ δὲ ἕκαστον κεφάλαιον περιέχει πατέρων διαφόρουςλόγους ὡρισμένων τε καὶ ἀορίστων, εἰδέναι δεῖ ὅτι ὅσωνμὲν δεδυνήμεθα εὑρεῖν ὀνόματα ταῦτα πρῶτα κατ' ἀκολου-θίαν τὴν ἐν τοῖς στοιχείοις ἐτάξαμεν, εἰ μή που διὰ τὴντοῦ ὀνόματος ἔκλειψιν συμβέβηκε καὶ τὸ τοῦ ὀνόματοςστοιχεῖον ἐκλιπεῖν. Ἀλλὰ καὶ ὁ σύμπας τῶν κεφαλαίων εἱρμὸς οὐκ εἰκῇοὐδὲ ὡς ἔτυχε κείμενος, ὁμοίως χρησιμώτατος τυγχάνει τῷβουλομένῳ προσέχειν τὸν νοῦν. Ἄρχεται μὲν γὰρ μετὰ τὰς παραινέσεις τῶν μερικω-τέρων καὶ πρώτως τοῖς μοναχοῖς ἐπιτηδευομένων, ἡσυχίας,κατανύξεώς τε καὶ ἐγκρατείας, ἔπειτα βαθμῷ τινι προβαίνεικατὰ μικρὸν ὑπογράφων τὰ ἐντελέστερα, πρόεισι δὲ λοιπὸνἐπὶ τὰ κοινωφελῆ καὶ τῶν κατειλεγμένων περιληπτικά τεκαὶ τελειωτικὰ καὶ τοῦ κοινωνικοῦ βίου συστατικά, ἅτινάἐστιν ἡ ὑπακοή, ταπεινοφροσύνη, ἀγάπη. Τί γὰρ ὑπακοῆςμεῖζον ἢ ἐπωφελέστερον; Τί δὲ ἀγάπης τελειότερον; Τί δὲταπεινοφροσύνης ὑψηλότερον; Τούτοις προσεπάγεται ἕτερά τινα μεγάλα χαρίσματαμᾶλλον ὄντα ἢ κατορθώματα. Ἀποκαλύψεις γὰρ καὶ θείωνλογίων λύσεις, σημείων τε καὶ δυνάμεων ἐνέργειαι Θεοῦδωρεαὶ ἂν εἶεν ἤπερ ἀνθρώπων σπουδάσματα. Τάχα δέ τιςκαὶ τὸ πάντη ἀποξενωθῆναι ἀνθρώπων καὶ ἤτοι γυμνὸνεἶναι διὰ παντὸς ἢ βοτάναις τρέφεσθαι τοῖς τοιούτοιςσυναριθμῶν τοῦ πρέποντος οὐχ ἁμαρτήσεται· πρόκειταιγὰρ τὰ τοιαῦτα ἐνταῦθα ἵνα αὐτὰ παντὶ τρόπῳ μεταδιώ-ξωμεν καὶ ἵνα γνῶμεν ὁποίαν περὶ τὸν Θεὸν ἔσχον οἱ ἅγιοιἡμῶν πατέρες διάθεσιν, ὁποίαις τε τιμαῖς καὶ αὐτὸς τοὺςαὐτῷ προσκειμένους γνησίως ἐδόξασεν. Τελευτᾷ δὲ τὸ πᾶν βιβλίον εἰς τὰ τῶν πατέρωνἀποφθέγματα κόσμον τε ἐμποιοῦντα τῷ τέλει καὶ ἐνἐπιτομῇ τὸ τῶν μοναχῶν ἔργον ἐκδιδάσκοντα. Τὰ δὲ κεφάλαιά ἐστι τὰ ὑποτεταγμένα·—Παραίνεσις ἁγίων πατέρων εἰς προκοπὴν τελειότητος·—Ὅτι δεῖ τὴν ἡσυχίαν πάσῃ σπουδῇ μεταδιώκειν·—Περὶ κατανύξεως·—Περὶ ἐγκρατείας, καὶ οὐ μόνον ἐπὶ βρωμάτων ταύτην παραληπτέον, ἀλλὰ καὶ τῶν λοιπῶν τῆς ψυχῆς κινη- μάτων·—Διηγήματα διάφορα πρὸς ἀσφάλειαν τῶν ἐκ τῆς πορνείας ἐπανισταμένων ἡμῖν πολέμων.—Περὶ ἀκτημοσύνης, ἐν ᾧ ὅτι δεῖ καὶ τὴν πλεονεξίαν φυλάττεσθαι·—Διηγήματα διάφορα πρὸς ὑπομονὴν καὶ ἀνδρείαν ἡμᾶς ἀλείφοντα·—Περὶ τοῦ μηδὲν ποιεῖν πρὸς ἐπίδειξιν·—Ὅτι φυλάττεσθαι χρὴ τοῦ μηδένα κρίνειν·—Περὶ διακρίσεως·—Περὶ τοῦ δεῖν πάντοτε νήφειν·