Apophthegmata patrum
- Edition reference
- Apophthegmata patrum (collectio systematica) (cap. 1–9), ed. J.-C. Guy, Les apophtegmes des pères. Collection systématiques, chapitres i–ix [Sources chrétiennes 387. Paris: Éditions du Cerf, 1993]: 92–448.
- CTS identifier
urn:cts:greekLit:tlg2742.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
PRO
11
—Περὶ τοῦ ἀδιαλείπτως προσεύχεσθαι·
—Ὅτι φιλοξενεῖν χρὴ καὶ ἐλεεῖν ἐν ἱλαρότητι·
—Περὶ ὑπακοῆς·
—Περὶ ταπεινοφροσύνης·
—Περὶ ἀνεξικακίας.
—Περὶ ἀγάπης·
—Περὶ διορατικῶν·
—Περὶ σημειοφόρων.
—Περὶ πολιτείας ἐναρέτου·
—Ἀποφθέγματα τῶν ἐν ἀσκήσει γηρασάντων, ἐν ἐπιτομῇ
τὴν εἰς ἄκρον αὐτῶν ἀρετὴν δηλοῦντα.
1
T
{Παραίνεσις ἁγίων πατέρων εἰς προκοπὴν
τελειότητος}
1
Ἠρώτησέ τις τὸν ἀββᾶ Ἀντώνιον λέγων· Τί φυλάξας
τῷ Θεῷ εὐαρεστήσω; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἃ
ἐντέλλομαί σοι φύλαξον· Ὅπου δ' ἂν ἀπέρχῃ, τὸν Θεὸν
ἔχε πρὸ ὀφθαλμῶν σου πάντοτε· καὶ ὅπερ ἂν πράττεις, ἔχε
ἐκ τῶν θείων γραφῶν τὴν μαρτυρίαν· καὶ ἐν οἵῳ δ' ἂν
καθέζῃ τόπῳ, μὴ ταχέως κινοῦ. Τὰ τρία ταῦτα φύλαξον
καὶ σώζῃ.
2
Ἠρώτησεν ἀββᾶ Παμβὼ τὸν ἀββᾶ Ἀντώνιον λέγων· Τί
ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· μὴ ἔσο πεποιθὼς τῇ
δικαιοσύνῃ σου, μηδὲ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι.
καὶ ἐγκρατὴς γενοῦ γλώσσης καὶ κοιλίας.
3
Εἶπεν ὁ μακάριος Γρηγόριος ὅτι τὰ τρία ταῦτα ἀπαιτεῖ
ὁ Θεὸς παρὰ παντὸς ἀνθρώπου ἔχοντος τὸ βάπτισμα·
πίστιν ὀρθὴν ἀπὸ τῆς ψυχῆς, καὶ ἀλήθειαν ἀπὸ τῆς
γλώσσης, καὶ σωφροσύνην ἀπὸ τοῦ σώματος.
4
Ἔλεγεν ἄλλος ὅτι ἔλεγέ τις τῶν πατέρων τὴν ξηροτέραν
καὶ μὴ ἀνώμαλον δίαιταν ἀγάπῃ συζευχθεῖσαν θᾶττον
εἰσάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα.
5
Εἶπε πάλιν· Ἐμηνύθη τινὶ τῶν μοναχῶν ὁ θάνατος τοῦ
πατρὸς αὐτοῦ. Ὁ δὲ πρὸς ἀπαγγείλοντα· Παῦσαι, φησί.
βλασφημῶν, ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν.
6
Εἶπεν ἀββᾶ Μακάριος τῷ ἀββᾶ Ζαχαρίᾳ· Εἰπέ μοι, τί
ἐστι τὸ ἔργον τοῦ μοναχοῦ; Λέγει αὐτῷ· Ἐμὲ ἐρωτᾷς
πάτερ; Καὶ εἶπεν ἀββᾶ Μακάριος· Πληροφοροῦμαι εἰς σέ.
τέκνον Ζαχαρία· ἔστι γὰρ ὁ νύσσων με τοῦ ἐρωτῆσαί σε
Λέγει αὐτῷ ὁ Ζαχαρίας· Τὸ κατ' ἐμέ, πάτερ, τὸ ἑαυτὸν
βιάζεσθαι εἰς πάντα, οὗτός ἐστιν ὁ μοναχός.
7
Εἶπεν ἀββᾶ Ἡσαίας ὁ πρεσβύτερος ὅτι ἔλεγέ τις τῶν
πατέρων ὅτι ὀφείλει κτήσασθαι ὁ ἄνθρωπος πρὸ πάντων τὸ
εἰς Θεὸν πιστεύειν, καὶ τὸ ἐπιποθεῖν τὸν Θεὸν ἀδιαλείπτως,
καὶ τὴν ἀκακίαν, καὶ τὸ μὴ ἀνταποδοῦναι κακὸν ἀντὶ
κακοῦ, καὶ τὴν κακοπάθειαν, καὶ τὴν ταπεινοφροσύνην
καὶ τὴν ἁγνείαν, καὶ τὴν φιλανθρωπίαν, καὶ τὴν ἀγάπην εἰς
πάντας, καὶ τὴν ὑποταγήν, καὶ τὴν πραότητα, καὶ τὴν
μακροθυμίαν, καὶ τὴν ὑπομονήν, καὶ τὴν ἐπιθυμίαν εἰς
Θεόν, καὶ τὸ συνεχῶς παρακαλεῖν τὸν Θεὸν μετὰ πόνου
καρδίας καὶ ἀγάπης ἀληθινῆς πρὸς τὸ μὴ ἀτενίσαι εἰς τὰ
ὀπίσω, καὶ τὸ προσέχειν εἰς τὰ ἐπερχόμενα, καὶ τὸ μὴ
πεποιθέναι ἐπὶ τῇ ἀγαθοεργίᾳ ἑαυτοῦ ἤτοι λειτουργίᾳ, καὶ
τὸ παρακαλεῖν τὴν βοήθειαν τοῦ Θεοῦ διὰ τὰ ἐπερχόμενα
αὐτῷ καθ' ἑκάστην ἀδιαλείπτως.
8
Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἡσαίαν λόγον. Καὶ
ἀποκριθεὶς ὁ γέρων λέγει αὐτῷ· Εἰ θέλεις ἐξακολουθῆσαι
τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ, φύλαττε τὸν λόγον αὐτοῦ, καὶ τὸν
παλαιόν σου ἄνθρωπον εἰ θέλεις συνεκκρεμασθῆναι αὐτῷ,
τοὺς καταφέροντάς σε ἀπὸ τοῦ σταυροῦ ἐκκόψαι ὀφείλεις
ἕως οὗ ἀποθάνῃς· καὶ ὀφείλεις ἑτοιμάσαι ἑαυτὸν εἰς τὸ
φέρειν ἐξουδένωσιν, καὶ εἰς τὸ ἀναπαῦσαι τὴν καρδίαν τῶν
κακοποιούντων σε, καὶ ταπεινῶσαι σεαυτὸν τοῖς θέλουσί σε
καταδυναστεῦσαι, καὶ τὸ σιωπὴν ἔχειν τοῦ στόματος, καὶ
τὸ μὴ κρίνειν τινὰ ἐν τῇ καρδίᾳ σου.
9
Εἶπε πάλιν ὅτι ὁ κόπος καὶ ἡ πτωχεία καὶ ἡ ξενιτεία
καὶ τὸ ἀνδρίζεσθαι καὶ ἡ σιωπὴ τίκτουσι τὴν ταπεινοφρο-
σύνην, ἡ δὲ ταπεινοφροσύνη ἀφίησι πολλὰς ἁμαρτίας· τοῦ
δὲ μὴ φυλάσσοντος ταῦτα μάταια ἡ ἀποταγή.
10
Εἶπε πάλιν· Μίσησον πάντα τὰ ἐν τῷ κόσμῳ καὶ τὴν
ἀνάπαυσιν τοῦ σώματος ὅτι ταῦτά σε ἐποίησαν ἐχθρὸν τοῦ
Θεοῦ. Ὥσπερ γὰρ ἄνθρωπος ἐχθρὸν ἔχων πολεμεῖ μετ'
αὐτοῦ, οὕτως ὀφείλομεν καὶ τῷ σώματι πολεμῆσαι εἰς τὸ
μὴ ἀναπαῦσαι αὐτό.
11
Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἡσαίαν περὶ τοῦ λόγου τῆς
προσευχῆς τοῦ Εὐαγγελίου· Τί ἐστι τὸ· «Ἁγιασθήτω τὸ
ὄνομά σου»; Καὶ ἀποκριθεὶς εἶπεν· Τοῦτο τῶν τελείων
ἐστίν· ἀδύνατον γὰρ ἁγιασθῆναι τὸ ὄνομα τοῦ Θεοῦ ἐν
ἡμῖν κατακυριευομένοις ὑπὸ πάθους.
12
Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης ὅτι τὰ
τρία ταῦτα κεφάλαια εἶχεν ὑπὲρ πολλούς· τὴν ἀκτημο-
σύνην, καὶ τὴν ἄσκησιν, καὶ τὸ φεύγειν τοὺς ἀνθρώπους.
13
Εἶπεν ἀββᾶ Ἰωάννης ὁ Κολοβός· Ἐγὼ θέλω μεταλαβεῖν
τὸν ἄνθρωπον ἐκ πασῶν τῶν ἀρετῶν. Τοίνυν ἐφ' ἑκάστης
ἡμέρας διανιστάμενος τῷ πρωῒ ἐπιλαβοῦ ἀρχῆς εἰς πᾶσαν
ἀρετὴν καὶ ἐντολὴν Θεοῦ ἐν μεγίστῃ ὑπομονῇ μετὰ φόβου
καὶ μακροθυμίας, ἐν ἀγάπῃ Θεοῦ μετὰ πάσης προθυμίας
ψυχῆς καὶ σώματος καὶ ταπεινώσεως πολλῆς, ἐν ὑπομονῇ
θλίψεως καρδίας καὶ φυλακῆς, ἐν προσευχῇ πολλῇ καὶ
πρεσβείαις μετὰ στεναγμῶν, ἐν ἁγνείᾳ γλώσσης καὶ
φυλακῇ ὀφθαλμῶν, ἀτιμαζόμενος καὶ μὴ ὀργιζόμενος, εἰρη-
νεύων καὶ μὴ ἀνταποδιδοὺς κακὸν ἀντὶ κακοῦ, μὴ προ-
σέχων πταίσμασιν ἑτέρων· μὴ ἑαυτὸν μετρεῖν, ἀλλ' εἶναί
σε ὑποκάτω πάσης τῆς κτίσεως, ἐν ἀποταξίᾳ ὕλης καὶ τῶν
κατὰ σάρκα, ἐν σταυρῷ, ἐν ἀγῶνι, ἐν πτωχείᾳ πνεύματος,
ἐν προαιρέσει καὶ ἀσκήσει πνευματικῇ, ἐν νηστείᾳ, ἐν
μετανοίᾳ καὶ κλαυθμῷ, ἐν ἀγῶνι πολέμου, ἐν διακρίσει, ἐν
ἁγνείᾳ ψυχῆς, ἐν μεταλήψει χρηστῇ, ἐν ἡσυχίᾳ τὸ ἐργό-
χειρόν σου, ἐν ταῖς νυκτεριναῖς ἀγρυπνίαις, ἐν πείνῃ καὶ
δίψῃ, ἐν ψύχει καὶ γυμνότητι, ἐν πόνοις, ἀποκλείων σου
τὸν τάφον ὡς ἤδη τελευτήσας, ὡς δοκεῖν εἶναι ἐγγύς σου
τὸν θάνατον κατὰ πᾶσαν ἡμέραν.
14
Εἶπεν ἀββᾶ Ἰωσὴφ ὁ Θηβαῖος ὅτι τρία πράγματά ἐστιν
ἔντιμα ἐνώπιον τοῦ Κυρίου· ὅταν ἄνθρωπος ἀσθενῇ καὶ
προστίθενται αὐτῷ πειρασμοὶ καὶ μετ' εὐχαριστίας προσδέ-
χεται αὐτούς· τὸ δὲ δεύτερόν ἐστιν ὅταν τις ποιῇ πάντα τὰ
ἔργα αὐτοῦ καθαρὰ ἐνώπιον τοῦ Κυρίου, μηδὲν ἔχοντα
ἀνθρώπινον· τὸ δὲ τρίτον ὅταν τις ἐν ὑποταγῇ καθέζηται
πατρὸς πνευματικοῦ καὶ πᾶσιν ἀποτάσσηται τοῖς ἰδίοις
θελήμασιν.
15
Διηγήσατο ἀββᾶ Κασιανὸς περί τινος ἀββᾶ Ἰωάννου
κοινοβιάρχου ὅτι μέγας ἦν τῷ βίῳ. Τοῦτον, φησί, τελευτᾶν
μέλλοντα καὶ ἐκδημοῦντα ἱλαρῶς καὶ προθύμως πρὸς τὸν
Θεὸν ἐκύκλωσαν οἱ ἀδελφοὶ ἀξιοῦντες λόγον τινὰ σύντομον
καὶ σωτήριον ἐν κλήρου τάξει καταλιπεῖν αὐτοῖς, δι' οὗ
δυνήσονται ἐπιβῆναι τῆς ἐν Χριστῷ τελειότητος. Ὁ δὲ
στενάξας φησί· Οὐδέποτε ἐποίησα τὸ ἴδιον θέλημα, οὐδέ
τινα ἐδίδαξα ὅπερ πρότερον οὐκ ἐποίησα ἐγώ.
16
Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Μακάριον τὸν μέγαν περὶ
τελειότητος. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἐὰν μὴ
κτήσηται ἄνθρωπος ταπείνωσιν μεγάλην ἐν τῇ καρδίᾳ
αὐτοῦ καὶ ἐν τῷ σώματι, καὶ τὸ μὴ μετρεῖν ἑαυτὸν ἐν
μηδενὶ πράγματι ἀλλὰ μᾶλλον τιθέναι ἑαυτὸν ἐν ταπεινώσει
ὑποκάτω πάσης κτίσεως, καὶ τὸ μὴ κρίνειν ὅλως τινὰ εἰ
μὴ ἑαυτὸν μόνον, καὶ τὸ ὑποφέρειν ὕβριν, καὶ τὸ ἀπορ-
ρίπτειν ἀπὸ τῆς καρδίας πᾶσαν κακίαν, καὶ τὸ βιάζεσθαι
ἑαυτὸν εἶναι μακρόθυμον, χρηστόν, φιλάδελφον, σώφρονα,
ἐγκρατῆ—γέγραπται γάρ· «Βιαστῶν ἐστιν ἡ βασιλεία
τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· —καὶ τὰ
ὀρθὰ βλέπειν τοῖς ὀφθαλμοῖς, καὶ φυλακὴν ἔχειν τῆς
γλώσσης καὶ ἀποστροφὴν πάσης ἀκοῆς ματαίας καὶ
ψυχοφθόρου καὶ τὴν τῶν χειρῶν δικαιοσύνην καὶ τὸ τῆς
καρδίας καθαρὸν πρὸς τὸν Θεὸν καὶ τὸ τοῦ σώματος
ἄσπιλον, καὶ τὸ ἔχειν τὴν μνήμην τοῦ θανάτου πρὸ
ὀφθαλμῶν καθημέραν, καὶ ἀποταγὴν τῆς κατὰ πνεῦμα
ὀργῆς καὶ κακίας, καὶ ἀποταγὴν τῆς ὕλης καὶ τῶν κατὰ
σάρκα ἡδονῶν, καὶ ἀποταγὴν τῷ διαβόλῳ καὶ πᾶσι τοῖς
ἔργοις αὐτοῦ, συνταγὴν δὲ βεβαίαν τῷ παμβασιλεῖ Θεῷ
καὶ πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ τὸ ἀδιαλείπτως
ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ πράγματι καὶ ἐν παντὶ
ἔργῳ παρεδρεύειν Θεῷ, οὐ δύναται τέλειος εἶναι.
17
Εἶπεν ἀββᾶ Μάρκος· Ὁ νόμος τῆς ἐλευθερίας διδάσκει
πᾶσαν ἀλήθειαν. Καὶ οἱ μὲν πολλοὶ τοῦτον κατὰ γνῶσιν
ἀναγινώσκουσιν, ὀλίγοι δὲ νοοῦσιν αὐτὸν κατὰ ἀναλογίαν
τῆς ἐργασίας τῶν ἐντολῶν. Μὴ ζήτει αὐτοῦ τὴν τελειότητα
ἐν ἀρεταῖς ἀνθρωπίναις· τέλειος γὰρ ἐν αὐταῖς οὐχ
εὑρίσκεται. Ἡ γὰρ τελειότης αὐτοῦ ἐν τῷ σταυρῷ τοῦ
Χριστοῦ ἐγκέκρυπται.
18
Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ποῖον καλὸν πρᾶγμά
ἐστιν, ἵνα ποιήσω καὶ ζήσω ἐν αὐτῷ; Καὶ εἶπεν ὁ γέρων·
Ὁ Θεὸς οἶδε τὸ καλόν. Ἀλλ' ἤκουσα ὅτι ἠρώτησέ τις τῶν
πατέρων τὸν ἀββᾶ Νισθερῶ τὸν μέγαν, τὸν φίλον τοῦ ἀββᾶ
Ἀντωνίου, καὶ εἶπεν αὐτῷ· Ποῖον καλὸν ἔργον ἐστίν, ἵνα
ποιήσω; Καὶ εἶπεν αὐτῷ· Οὐκ εἴσι πᾶσαι αἱ ἐργασίαι ἴσαι;
Ἡ γραφὴ λέγει ὅτι «Ἀβραὰμ φιλόξενος ἦν καὶ ὁ Θεὸς ἦν
μετ' αὐτοῦ», καὶ Ἠλίας ἠγάπα τὴν ἡσυχίαν καὶ ὁ Θεὸς
ἦν μετ' αὐτοῦ, καὶ ὁ Δαυὶδ ταπεινὸς ἦν καὶ ὁ Θεὸς ἦν μετ'
αὐτοῦ. Ὃ οὖν θεωρεῖς τὴν ψυχήν σου θέλουσαν κατὰ Θεόν,
τοῦτο ποίησον καὶ τήρει τὴν καρδίαν σου.
19
Ἔλεγεν ἀββᾶ Ποιμὴν περὶ τοῦ ἀββᾶ Νισθερώου ὅτι
ὥσπερ τὸν ὄφιν τὸν χαλκοῦν τὸν ἐν τῇ ἐρήμῳ εἴ τις ἔβλεπε
ἐκ τοῦ λαοῦ ἐθεραπεύετο, οὕτως ἦν ὁ γέρων· πᾶσαν
ἀρετὴν ἔχων καὶ σιωπῶν πάντας ἐθεράπευεν.
20
Εἶπεν ἀββᾶ Ποιμὴν ὅτι· Τὸ φυλάσσειν καὶ ἑαυτῷ
προσέχειν καὶ ἡ διάκρισις, αἱ τρεῖς αὗται ἀρεταὶ ἐργαλεῖά
εἰσι τῆς ψυχῆς.
21
Εἶπε πάλιν· Ταύτην τὴν πολιτείαν ὁ Θεὸς ἔδωκε τῷ
Ἰσραήλ· τὸ ἀπέχεσθαι τῶν παρὰ φύσιν τουτέστιν ὀργῆς,
θυμοῦ, ζήλου, μίσους, καταλαλιᾶς κατὰ τοῦ ἀδελφοῦ καὶ τὰ
λοιπὰ τῆς παλαιότητος.
22
Ἀδελφὸς ἠρώτησεν αὐτὸν λέγων· Πῶς ὀφείλει
ἄνθρωπος πολιτεύσασθαι; Λέγει αὐτῷ ὁ γέρων· Ὁρῶμεν
τὸν Δανιὴλ ὅτι οὐχ ηὕρηται κατ' αὐτοῦ κατηγορία εἰ μὴ ἐν
ταῖς λειτουργίαις τοῦ Θεοῦ αὐτοῦ.
23
Εἶπε πάλιν· Ἡ πενία καὶ ἡ θλῖψις καὶ ἡ διάκρισις,
ταῦτά εἰσι τὰ ἐργαλεῖα τοῦ μονήρους βίου. Γέγραπται γὰρ
ὅτι· «Ἐὰν ὦσιν οἱ τρεῖς οὗτοι ἄνδρες Νῶε, Ἰὼβ καὶ
Δανιήλ». Νῶε πρόσωπόν ἐστι τῆς ἀκτημοσύνης, Ἰὼβ δὲ
τοῦ πόνου καὶ Δανιὴλ τῆς διακρίσεως. Ἐὰν οὖν ὦσιν αἱ
τρεῖς αὖται πράξεις ἐν τῷ ἀνθρώπῳ, ὁ Θεὸς οἰκεῖ ἐν αὐτῷ.
24
Εἶπε πάλιν ἀββᾶ Ποιμὴν ὅτι· Ἐὰν δύο πράγματα μισῇ
ὁ μοναχός, δύναται ἐλεύθερος γενέσθαι ἀπὸ τοῦ κόσμου.
Καὶ εἶπεν αὐτῷ ὁ ἀδελφός· Ποῖα ταῦτα; Καὶ εἶπεν ὁ
γέρων· Τὴν σαρκικὴν ἀνάπαυσιν καὶ τὴν κενοδοξίαν.
25
Διηγήσαντο περὶ τοῦ ἀββᾶ Παμβὼ ὅτι τελευτῶν κατ'
αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν εἶπεν τοῖς παρεστῶσιν
αὐτῷ ἁγίοις πατράσιν ὅτι· Ἀφ' οὖ ἦλθον εἰς τὸν τόπον
τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ
οἴκησα ἐν αὐτῇ, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι ἄρτον
φαγών, οὐδὲ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς
ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν Θεὸν ὡς μηδὲ
ἀρξάμενος θεοσεβεῖν.
26
Εἶπεν ἀββᾶ Σισόης· Γενοῦ ἐξουδενωμένος, καὶ τὸ
θέλημά σου ὀπίσω σου βάλε, καὶ γενοῦ ἀμέριμνος τῶν τοῦ
κόσμου φροντίδων καὶ ἕξεις ἀνάπαυσιν.
27
Ἀββᾶ Χομαὶ μέλλων τελευτᾶν εἶπε τοῖς υἱοῖς αὐτοῦ·
Μὴ οἰκήσητε μετὰ αἱρετικῶν μηδὲ σχῆτε γνῶσιν μετὰ
ἀρχόντων μηδὲ ἔστωσαν αἱ χεῖρες ὑμῶν ἡπλωμέναι εἰς τὸ
συνάγειν, ἀλλ' ἔστωσαν μᾶλλον ἡπλωμέναι εἰς τὸ διδόναι.
28
Ἀδελφὸς ἠρώτησε γέροντα λέγων περὶ ζωῆς, καὶ εἶπεν
ὁ γέρων· Χόρτον φάγε, χόρτον φόρεσον, 〈εἰς〉 χόρτον
κοιμοῦ, τουτέστιν πάντων καταφρόνει, τὴν δὲ καρδίαν
〈κέ〉κτησο σιδηρᾶν.
29
Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Πῶς ἔρχεται ὁ
φόβος τοῦ Θεοῦ εἰς τὴν ψυχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐὰν
ἔχῃ ἄνθρωπος τὴν ταπείνωσιν καὶ τὴν ἀκτημοσύνην καὶ τὸ
μὴ κρίνειν, οὕτως ἔρχεται αὐτῷ ὁ φόβος τοῦ Θεοῦ.
30
Εἶπε γέρων· Φόβος καὶ ταπείνωσις καὶ ἔνδεια τροφῶν
καὶ πένθος διαμενέτω σοι.
31
Ἔλεγέ τις τῶν γερόντων· Εἴ τι μισεῖς ἑτέρῳ μὴ
ποιήσῃς. Μισεῖς ἐάν τις σοῦ καταλαλήσῃ; Μηδὲ σὺ κατα-
λαλήσῃς τινός. Μισεῖς ἐάν τις σὲ συκοφαντήσῃ; Μηδὲ σὺ
συκοφαντήσῃς τινά. Μισεῖς ἐάν τις σὲ ἐξουδενώσῃ ἢ ὑβρίσῃ
ἢ ἁρπάσῃ τι τῶν σῶν, ἢ ὅσα ἐστὶ τοιαῦτα; Καὶ σὺ ἓν
τούτων μὴ ποιήσῃς τινί. Ὁ τοῦτον τὸν λόγον δυνάμενος
φυλάξαι, ἀρκεῖ αὐτῷ εἰς σωτηρίαν.
32
Εἶπε γέρων· Ἡ ζωὴ τοῦ μοναχοῦ αὕτη ἐστίν· ἔργον,
ὑπακοή, μελέτη, μὴ κρίνειν, μὴ καταλαλεῖν, μὴ γογγύζειν.
Γέγραπται γάρ· «Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε
πονηρά». Τοῦ μοναχοῦ ὁ βίος ἐστὶ μὴ ἐπιβαίνειν ἐπ'
ἀδίκῳ, μηδὲ βλέπειν τοῖς ὀφθαλμοῖς κακά, μηδὲ περιεργά-
ζεσθαι, μηδὲ ἀκούειν ἀλλότρια, μηδὲ ταῖς χερσὶν ἁρπάζειν
ἀλλὰ μᾶλλον διδόναι, μηδὲ τῇ καρδίᾳ ὑπερηφανεύεσθαι,
μηδὲ τῷ λογισμῷ πονηρεύεσθαι, μηδὲ τὴν κοιλίαν πληροῖν,
ἐν διακρίσει δὲ πάντα πράττειν. Ἐν τούτοις ὁ μοναχός.
33
Εἶπε γέρων· Ὁ μὴ δεχόμενος πάντας ὡς ἀδελφοὺς ἀλλὰ
διακρίνων, ὁ τοιοῦτος οὐκ ἔστι τέλειος.
34
Εἶπε γέρων· Παρακάλεσον τὸν Θεὸν ἵνα δώσῃ πένθος
εἰς τὴν καρδίαν σου καὶ ταπείνωσιν, καὶ πρόσεχε πάντοτε
ταῖς ἁμαρτίαις σου, καὶ μὴ κρίνῃς ἄλλους, ἀλλὰ γενοῦ
ὑποκάτω πάντων, καὶ μὴ ἔχε φιλίαν μετὰ γυναικὸς μηδὲ
μετὰ παιδίου μηδὲ μετὰ αἱρετικῶν, καὶ κόψον τὴν παρρη-
σίαν ἀπὸ σοῦ, καὶ κράτει τῆς γλώσσης σου καὶ τῆς
κοιλίας καὶ ἀπὸ οἴνου, καὶ ἐάν τις λαλήσῃ μετὰ σοῦ
περὶ πράγματος οἱουδήποτε μὴ φιλονείκει μετ' αὐτοῦ, ἀλλ'
ἐὰν καλῶς λέγει, εἰπέ· Ναί, ἐὰν δὲ κακῶς, εἰπέ· Σὺ οἶδας
πῶς λαλεῖς, καὶ μὴ ἔριζε μετ' αὐτοῦ περὶ ὧν ἐλάλησεν.
Καὶ τότε εἰρηνεύσει σου ὁ λογισμός.
35
Ἀδελφὸς ἠρώτησέ τινα τῶν πατέρων· Τί ἐστιν ἡ ζωή;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Στόμα ἀληθινόν, σῶμα ἅγιον,
καρδία καθαρά, τοὺς λογισμοὺς μὴ 〈ἔχειν〉 ῥεμβομένους
εἰς τὸν κόσμον, ψαλμῳδία μετὰ κατανύξεως, ἐν ἡσυχίᾳ
διάγειν καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν τοῦ
Κυρίου.
36
Εἶπε γέρων· Μελετήσωμεν τὴν πραότητα καὶ τὴν ἀνεξι-
κακίαν καὶ τὴν μακροθυμίαν καὶ τὴν ἀγάπην· ἐν τούτοις
γὰρ ὁ μοναχός.
37
Εἶπε πάλιν· Ὅρος χριστιανοῦ μίμησις Χριστοῦ.
2
T
{Ὅτι δεῖ τὴν ἡσυχίαν πάσῃ σπουδῇ μεταδιώκειν}
1
Εἶπεν ἀββᾶ Ἀντώνιος· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες
τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ βραδύνοντες ἔξω
τοῦ κελλίου ἢ μετὰ κοσμικῶν διατρίβοντες πρὸς τὸν τῆς
ἡσυχίας τόνον ἐκλύονται. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν
θάλασσαν, οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι
μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς.
2
Εἶπε πάλιν ὅτι· Ὁ καθήμενος ἐν τῇ ἐρήμῳ καὶ ἡσυχάζων
τριῶν πολέμων ἀπαλλάττεται, τῆς ἀκοῆς καὶ τῆς λαλιᾶς
καὶ τοῦ βλέπειν· πρὸς ἕνα δὲ μόνον ἔχει, τὸν τῆς καρδίας.
3
Ὁ ἀββᾶ Ἀρσένιος ἔτι ὢν ἐν τῷ παλατίῳ εὔξατο πρὸς
τὸν Θεὸν λέγων· Κύριε, ὁδήγησόν με πῶς σωθῶ. Καὶ
ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώ-
πους καὶ σώζῃ.
4
Ὁ αὐτὸς ἀναχωρήσας ἐν τῷ μονήρει βίῳ πάλιν εὔξατο
τὸν αὐτὸν λόγον εἰπών. Ἤκουσε δὲ φωνῆς λεγούσης αὐτῷ·
Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, αὗται γάρ εἰσιν αἱ ῥίζαι
τῆς ἀναμαρτησίας.
5
Εἶπεν ἀββᾶ Μάρκος τῷ ἀββᾷ Ἀρσενίῳ· Ἵνα τί φεύγεις
ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς οἶδεν ὅτι ἀγαπῶ
ὑμᾶς· ἀλλ' οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ
τῶν ἀνθρώπων. Αἱ ἄνω μυριάδες καὶ χιλιάδες ἓν θέλημα
ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ
δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν καὶ ἐλθεῖν μετὰ τῶν
ἀνθρώπων.
6
Παρέβαλέ ποτε ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος
τῷ ἀββᾶ Ἀρσενίῳ μετὰ ἄρχοντός τινος. Ἠρώτα οὖν ὁ
ἀρχιεπίσκοπος ἀκοῦσαι παρ' αὐτοῦ λόγον. Μικρὸν δὲ σιω-
πήσας ὁ γέρων ἀπεκρίνατο πρὸς αὐτούς· Καὶ ἐὰν ὑμῖν
εἴπω, φυλάσσετε; Οἱ δὲ συνέθεντο φυλάσσειν. Καὶ εἶπεν
αὐτοῖς ὁ γέρων· Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ
πλησιάσητε.
7
Ἄλλοτε πάλιν βουληθεὶς ὁ ἀρχιεπίσκοπος παραβαλεῖν
αὐτῷ ἀπέστειλε πρῶτον ἰδεῖν εἰ ἀνοίγει ὁ γέρων. Καὶ
ἐδήλωσεν αὐτῷ λέγων· Ἐὰν ἔλθῃς, ἀνοίγω σοι, καὶ ἐάν
σοι ἀνοίξω, πᾶσιν ἀνοίγω, καὶ τότε οὐκέτι καθέζομαι ὧδε.
Ταῦτα οὖν ἀκούσας ὁ ἀρχιεπίσκοπος εἶπεν· Εἰ διῶξαι
αὐτὸν ἀπέρχομαι, οὐκέτι πορεύομαι πρὸς τὸν ἅγιον.
8
Παρέβαλέ ποτε ἀββᾶ Ἀρσένιος εἰς τόπον, καὶ ἦσαν ἐκεῖ
κάλαμοι καὶ ἐκινήθησαν ὑπὸ τοῦ ἀνέμου. Καὶ εἶπεν ὁ
γέρων τοῖς ἀδελφοῖς· Τί ἐστιν ὁ σεισμὸς οὗτος; Καὶ
λέγουσιν αὐτῷ· Κάλαμοί εἰσιν. Καὶ λέγει αὐτοῖς ὁ γέρων·
Φύσει, ἐὰν κάθηταί τις ἐν ἡσυχίᾳ, ἀκούσῃ δὲ φωνῆς
στρουθίου, οὐκ ἔχει ἡ καρδία τὴν αὐτὴν ἡσυχίαν· πόσῳ γε
μᾶλλον ὑμεῖς ἔχοντες τὸν σεισμὸν τῶν καλάμων τούτων.
9
Ἔλεγον δὲ περὶ αὐτοῦ ὅτι εἶχε τὸ διάστημα τοῦ κελλίου
αὐτοῦ μίλια δύο. Οὐκ ἐξήρχετο δὲ ταχέως· ἄλλοι γὰρ
ἐποίουν αὐτῷ τὸ διακόνημα. Ὅτε δὲ ἠρημώθη ἡ Σκῆτις
ἐξῆλθε κλαίων καὶ λέγων· Ἀπώλεσεν ὁ κόσμος τὴν
Ῥώμην, καὶ οἱ μοναχοὶ τὴν Σκῆτιν.
10
Καθημένου ποτὲ αὐτοῦ τοῦ ἀββᾶ Ἀρσενίου εἰς τὸν
Κάνωπον ἦλθε μία συγκλητικὴ παρθένος πλουσία σφόδρα
καὶ φοβουμένη τὸν Θεὸν ἀπὸ Ῥώμης ἰδεῖν αὐτόν. Καὶ
ὑπεδέξατο αὐτὴν Θεόφιλος ὁ ἀρχιεπίσκοπος. Καὶ παρεκά-
λεσεν αὐτὸν ἵνα πείσῃ τὸν γέροντα δέξασθαι αὐτήν. Καὶ
ἀπελθὼν πρὸς αὐτὸν παρεκάλεσε λέγων· Ἡ δεῖνα ἡ
συγκλητικὴ ἦλθεν ἀπὸ Ῥώμης καὶ θέλει σε ἰδεῖν. Ὁ δὲ
γέρων οὐ κατεδέξατο ἀπαντῆσαι αὐτῇ. Ὡς οὖν ἀνηγγέλη
αὐτῇ ταῦτα, κελεύει στρωθῆναι κτήνη λέγουσα· Πιστεύω
τῷ Θεῷ ἰδεῖν αὐτόν. Εἰσὶ γὰρ ἐν τῇ πόλει ἡμῶν πολλοὶ
ἄνθρωποι, ἀλλὰ προφήτην ἦλθον ἰδεῖν. Καὶ ὡς ἔφθασε περὶ
τὴν κέλλαν τοῦ γέροντος, κατ' οἰκονομίαν τοῦ Θεοῦ εὐκαί-
ρησεν ἔξω τῆς κέλλης. Καὶ ἰδοῦσα αὐτὸν προσέπεσε τοῖς
ποσὶν αὐτοῦ. Καὶ ἤγειρεν αὐτὴν μετ' ὀργῆς καὶ προσέσχεν
αὐτῇ λέγων· Εἰ τὸ πρόσωπόν μου θέλεις ἰδεῖν, ἰδοὺ βλέπε.
Ἡ δὲ ἀπὸ αἰσχύνης οὐ κατενόησε τὸ πρόσωπον αὐτοῦ. Καὶ
λέγει αὐτῇ ὁ γέρων· Οὐκ ἤκουσας τὰ ἔργα μου; Ταῦτα
βλέπειν ἀναγκαῖόν ἐστιν. Πῶς δὲ καὶ ἐτόλμησας τοσοῦτον
ποιῆσαι πλοῦν; Οὐκ οἶδας ὅτι γυνὴ εἶ καὶ οὐκ ὀφείλεις
ἐξέρχεσθαι πώποτε; Ἢ ἵνα ἀπέλθῃς εἰς Ῥώμην καὶ εἴπῃς
ταῖς ἄλλαις γυναιξὶν ὅτι· Ἑώρακα Ἀρσένιον, καὶ ποιήσῃς
τὴν θάλασσαν ὁδὸν γυναικῶν ἐρχομένων πρός με; Ἡ δὲ
εἶπεν· Ἐὰν θέλῃ ὁ Θεός, οὐκ ἀφῶ τινα ἐλθεῖν ὧδε· ἀλλ'
εὔχου ὑπὲρ ἐμοῦ καὶ μνημόνευέ μου διὰ παντός. Ὁ δὲ
ἀποκριθεὶς εἶπεν αὐτῇ· Εὔχομαι τῷ Θεῷ ἵνα ἐξαλείψῃ τὸ
μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ταῦτα ἀκούσασα
ἐξῆλθε τεταραγμένη. Καὶ ὡς ἦλθεν εἰς τὴν πόλιν ἀπὸ τῆς
λύπης ἔβαλε πυρέσσειν, καὶ ἀνηγγέλη τῷ ἀρχιεπισκόπῳ ὅτι
ἀσθενεῖ. Καὶ ἐλθὼν πρὸς αὐτὴν παρεκάλει αὐτὴν μαθεῖν τί
ἐστιν ὃ ἔχει. Ἡ δὲ εἶπεν αὐτῷ· Εἴθε μὴ ἀπάντησα ὧδε.
Εἶπον γὰρ τῷ γέροντι· Μνημόνευέ μου, καὶ εἶπέ μοι·
Εὔχομαι τῷ Θεῷ ἵνα ἐξαλειφθῇ τὸ μνημόσυνόν σου ἐκ τῆς
καρδίας μου· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω ἀπὸ τῆς λύπης.
Καὶ λέγει αὐτῇ ὁ ἀρχιεπίσκοπος· Οὐκ οἶδας ὅτι γυνὴ εἶ
καὶ διὰ τῶν γυναικῶν ὁ ἐχθρὸς πολεμεῖ τοὺς ἁγίους; Διὰ
τοῦτο εἶπεν ὁ γέρων· περὶ γὰρ τῆς ψυχῆς σου εὔχεται διὰ
παντός. Καὶ οὕτως ἐθεραπεύθη ὁ λογισμὸς αὐτῆς καὶ
ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια.
11
Ἦλθόν ποτε γέροντες πρὸς τὸν ἀββᾶ Ἀρσένιον καὶ
παρεκάλεσαν αὐτὸν ἵνα εἴπῃ αὐτοῖς λόγον περὶ τῶν ἡσυ-
χαζόντων καὶ μηδενὶ ἀπαντώντων. Καὶ ἔλεγεν αὐτοῖς
ὁ γέρων· Ὅταν ἡ παρθένος ἐν τῷ οἴκῳ τοῦ πατρὸς
ᾖ, πολλοὶ θέλουσιν αὐτῇ μνηστευθῆναι· ἐὰν δὲ ἄρξηται
προέρχεσθαι, οὐ πᾶσιν ἀρέσκει. Οἱ μὲν ἐξουθενοῦσιν, ἄλλοι
δὲ ἐπαινοῦσιν, καὶ οὐχ οὕτως ἔχει τὴν τιμὴν ὡς τὸ
πρότερον ὅτε ἦν κεκρυμμένη. Οὕτως καὶ ἡ ψυχή· ἐὰν
ἄρξηται πλατύνεσθαι, οὐ πάντας δύναται πληροφορεῖν.
12
Εἶπεν ἀββᾶ Διάδοχος· Ὥσπερ αἱ τῶν λουτρῶν συνεχῶς
ἀνοιγόμεναι θύραι θᾶττον τὴν θέρμην ὠθοῦνται πρὸς τὰ
ἔξω, οὕτως καὶ ἡ ψυχή, ὅταν πολλὰ θέλῃ διαλέγεσθαι, κἂν
καλά ποτε λέγῃ, τὴν ἑαυτῆς θέρμην διὰ τῆς φωνητικῆς
πύλης διαφορεῖ. Καλὴ οὖν ἡ εὔκαιρος σιωπὴ οὐδὲν ἕτερον
οὖσα ἢ μήτηρ ἐννοιῶν σοφωτάτων.
13
Εἶπεν ἀββᾶ Δουλᾶς· Ἐὰν ὁ ἐχθρὸς βιάζηται ἡμᾶς
καταλιπεῖν τὴν ἡσυχίαν, μὴ ἀκούσωμεν αὐτοῦ ὅλως· οὐδὲν
γὰρ ὅμοιον αὐτῆς· καὶ ἡ ἀσιτία συγκρίνεται εἰς συμμαχίαν
κατ' αὐτοῦ, ὀξυδορκίαν παρέχουσα τοῖς ἔνδοθεν ὄμμασιν.
14
Εἶπε πάλιν· Κόπτε τῶν πολλῶν τὰς σχέσεις μήποτέ σου
ὁ νοῦς περιστατικὸς γένηται καὶ τὸν τῆς ἡσυχίας ταράξῃ
τρόπον.
15
Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἡσαίαν λέγων· Πῶς χρὴ
ἡσυχάζειν ἐν τῷ κελλίῳ; Καὶ ἀπεκρίθη ὁ γέρων· Τὸ
ἡσυχάζειν ἐν τῷ κελλίῳ 〈ἐστὶ〉 τὸ παραρρίπτειν ἑαυτὸν
ἐνώπιον τοῦ Θεοῦ καὶ τὸ ποιῆσαι τὴν δύναμιν ἑαυτοῦ
ἀντιστῆναι παντὶ σπειρομένῳ λογισμῷ ὑπὸ τοῦ ἐχθροῦ·
τοῦτο γάρ ἐστι τὸ φεύγειν ἀπὸ κόσμου. Καὶ εἶπεν ὁ ἀδελ-
φός· Τί ἐστιν ὁ κόσμος; Καὶ ἀπεκρίθη ὁ γέρων· Ὁ
κόσμος ἐστὶν ὁ περισπασμὸς τῶν πραγμάτων, ὁ κόσμος
ἐστὶν τὸ ἐργάσασθαι τὰ παρὰ φύσιν καὶ πληρῶσαι τὰ
θελήματα ἑαυτῶν κατὰ σάρκα, ὁ κόσμος ἐστὶ τὸ λογί-
σασθαι ἑαυτὸν παραμένειν ἐν τῷ αἰῶνι τούτῳ, ὁ κόσμος
ἐστὶ τὸ φροντίσαι τοῦ σώματος παρὰ τὴν ψυχὴν καὶ
καυχᾶσθαι ἐν οἷς καταλιμπάνεις. Οὐκ ἐξ ἐμαυτοῦ δὲ ταῦτα
εἶπον, ἀλλὰ Ἰωάννης ὁ ἀπόστολός ἐστιν ὁ ταῦτα λέγων·
«Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ.»
16
Εἶπε πάλιν ὅτι χρὴ τὸν ἡσυχάζοντα ἐρευνᾶν ἑαυτὸν
πᾶσαν ὥραν εἰ παρῆλθε τοὺς κατέχοντας αὐτὸν ἐν τῷ ἀέρι
καὶ εἰ ἠλευθερώθη ἀπ' αὐτῶν ἔτι περιὼν ἐν τῷ σώματι.
Ὅσον γὰρ ὑπόκειται τῇ δουλείᾳ αὐτῶν οὔπω δύναται
ἡσυχάσαι.
17
Ἀδελφὸς ἠρώτησεν αὐτὸν λέγων· Τί χρείαν ἔχει
ποιῆσαι ὁ ἡσυχάζων; Καὶ εἶπεν· Ὁ ἡσυχάζων χρείαν ἔχει
τῶν τριῶν ἔργων τούτων· φόβον Θεοῦ ἀδιάλειπτον καὶ τὸ
αἰτεῖν μεθ' ὑπομονῆς καὶ τὸ μὴ ἀπολῦσαι τὴν καρδίαν
αὐτοῦ ἀπὸ μνήμης Θεοῦ.
18
Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου ὅτι,
ὡς ὑπῆγεν ἀδελφὸς πρὸς αὐτόν, ἔφυγεν εἰς τὸ ἐσώτερον
κελλίον. Καὶ ἔλεγον αὐτῷ οἱ ἀδελφοί· Ἀββᾶ Ἰσίδωρε, τί
ἐστιν ὃ ποιεῖς; Καὶ ἔλεγεν ὅτι· Καὶ τὰ θηρία φεύγοντα εἰς
τὰς κοίτας αὐτῶν σῴζονται. Ταῦτα δὲ ἔλεγε διὰ τὴν
ὠφέλειαν τῶν ἀδελφῶν.
19
Ἀδελφὸς παρέβαλεν εἰς Σκῆτιν πρὸς τὸν ἀββᾶ Μωϋσῆν
αἰτούμενος παρ' αὐτοῦ λόγον. Λέγει αὐτῷ ὁ γέρων·
Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου καὶ τὸ κελλίον σου
διδάσκει σε πάντα.
20
Εἶπεν ἀββᾶ Μωϋσῆς· Ἄνθρωπος φεύγων τοὺς ἀνθρώ-
πους ἔοικε σταφυλῇ ὀπτῇ, ὁ δὲ μετὰ ἀνθρώπων ὡς ὄμφαξ
ἐστίν.
21
Εἶπεν ἀββᾶ Μάρκος· Ὁ διαπερᾶσαι θέλων τὴν νοητὴν
θάλασσαν μακροθυμεῖ, ταπεινοφρονεῖ, ἀγρυπνεῖ, ἐγκρατεύε-
ται· ἐκτὸς δὲ τῶν τεσσάρων τούτων, ἐὰν εἰσελθεῖν βιά-
σηται, θορυβεῖ μὲν τὴν καρδίαν, περᾶσαι δὲ οὐ δύναται.
21BIS
Εἶπε πάλιν· ἡ ἡσυχία ὠφελεῖ τῶν κακῶν ἀργήσασα·
ἐὰν δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ταύτας ἐν προσευχῇ
προσλάβηται βοήθημα πρὸς ἀπάθειαν, οὐδὲν αὐτῆς συντο-
μώτερον.
21TER
Εἶπε πάλιν· Οὐκ ἔστιν ἡσυχάσαι τὸν νοῦν ἄνευ τῆς
φυγῆς τοῦ σώματος, οὐδὲ λῦσαι τὸ τούτων μεσότοιχον ἄνευ
ἡσυχίας καὶ προσευχῆς.
22
Εἶπε πάλιν· Διὰ τοῦτο καλὸν ἡ ἡσυχία ὅτι τὸ βλάπτον
οὐχ ὁρᾷ. Τὸ δὲ μὴ ὁραθὲν οὐ δέχεται διάνοια, τὸ δὲ μὴ
γινόμενον ἐν ταύτῃ οὐ κινεῖ τῇ φαντασίᾳ μνήμην, τὸ δὲ μὴ
κινοῦν τὴν μνήμην οὐκ ἐρεθίζει τὸ πάθος, μὴ κινουμένου δὲ
τοῦ πάθους γαλήνην ἔχει βαθείαν καὶ πολλὴν εἰρήνην τὰ
ἔνδον.
23
Εἶπεν ἀββᾶ Νεῖλος· Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν
τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν· συναναμιγνύμενος δὲ πλή-
θεσι συνεχεῖς δέχεται πληγάς. Καὶ θυμὸς γὰρ ἠρεμῶν
ἐπιεικέστερος γίνεται, καὶ ἐπιθυμία ἡσυχάζουσα πραότερον
ὁρμᾶν κατὰ λόγον ἐθίζεται, καὶ πᾶν πάθος ἁπλῶς ἐπὶ τὸ
μετριώτερον ἠρεμεὶ μὴ κινούμενον πρόεισι καὶ παύεται
παντελῶς ὕστερον, τῆς οἰκείας ἐνεργείας τῷ χρόνῳ λήθην
ποιούμενον· καὶ μένουσι λοιπὸν αἱ μνῆμαι τῶν πραγμάτων
ψιλαί, τῆς ἐμπαθοῦς ὑποχωρησάσης διαθέσεως.
24
Εἶπεν ἀββᾶ Ποιμήν· Ἀρχὴ κακῶν ἐστιν ὁ περισπασμός.
25
Εἶπε πάλιν ὅτι καλὸν τὸ φεύγειν τὰ σωματικά. Ὁ γὰρ
ἄνθρωπος ἐγγὺς τοῦ σωματικοῦ πολέμου ὢν ἔοικεν ἀνδρὶ
στήκοντι ἐπάνω λάκκου βαθυτάτου, καὶ οἵᾳ δ' ἂν ὥρᾳ δόξῃ
τῷ ἐχθρῷ, εὐκόλως αὐτὸν ῥίπτει κάτω. Ἐὰν δὲ σωματικῶν
μακρὰν εἴη, ἔοικεν ἀνδρὶ ἀπέχοντι τοῦ λάκκου, ἵνα κἂν
ἕλκῃ αὐτὸν ὁ ἐχθρὸς βαλεῖν κάτω, ἐν ὅσῳ αὐτὸν ἕλκει καὶ
βιάζεται, ὁ Θεὸς ἀποστέλλει αὐτῷ βοήθειαν.
26
Εἶπεν ἀββᾶ Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη αὐτῷ·
Πάτερ, ἐγήρασας, ἀπέλθωμεν ἐγγὺς τῆς οἰκουμένης μικρόν.
Λέγει αὐτῷ ἀββᾶ Σισόης· Ὅπου οὐκ ἔνι γυνή, ἐκεῖ
ἀπέλθωμεν. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Καὶ ποῦ ἔνι
τόπος μὴ ἔχων γυναῖκα εἰ μὴ ἡ ἔρημος; Λέγει οὖν ὁ
γέρων· Καὶ εἰς τὴν ἔρημον ἆρόν με.
27
Εἶπεν ἀμμᾶ Συγκλητική· Πολλοὶ ἐν ὄρει ὄντες τὰ τῶν
δημοτῶν πράττοντες ἀπώλοντο, καὶ πολλοὶ ἐν πόλεσιν
ὄντες τὰ τῆς ἐρήμου ἔργα ποιοῦντες σῴζονται. Δυνατὸν
γὰρ μετὰ πολλῶν ὄντα μονάζειν τῇ γνώμῃ, καὶ μόνον ὄντα
μετὰ ὄχλων τῇ διανοίᾳ διάγειν.
28
Εἶπε γέρων· Ὀφείλει ὁ μοναχὸς ἀγοράσαι τὴν ἡσυχίαν
ἑαυτῷ πρὸς τὸ καταφρονεῖν ἐὰν καὶ σωματικὴ ζημία συμβῇ.
29
Διηγήσατό τις ὅτι τρεῖς φιλόπονοι ἀγαπητοὶ ἐγένοντο
μοναχοί. Καὶ ὁ μὲν εἷς ᾑρήσατο τοὺς μαχομένους εἰρηνεύειν
κατὰ τὸ εἰρημένον· «Μακάριοι οἱ εἰρηνοποιοί», ὁ δὲ
δεύτερος ἐπισκέπτεσθαι τοὺς ἀσθενοῦντας, ὁ δὲ τρίτος
ἀπῆλθεν ἡσυχάζειν εἰς τὴν ἔρημον. Ὁ οὖν πρῶτος
κοπιάσας διὰ τὰς μάχας τῶν ἀνθρώπων οὐκ ἠδύνατο
θεραπεῦσαι πάντας, καὶ ἀκηδιάσας ἦλθεν πρὸς τὸν ὑπηρε-
τοῦντα τοὺς ἀσθενεῖς καὶ εὗρεν αὐτὸν ὀλιγωροῦντα καὶ μὴ
φθάνοντα τελειῶσαι τὴν ἐντολήν. Καὶ συμφωνήσαντες οἱ
δύο ἀπῆλθον ἰδεῖν τὸν ἐρημίτην καὶ διηγήσαντο αὐτῷ τὴν
θλῖψιν αὐτῶν, καὶ παρεκάλεσαν αὐτὸν εἰπεῖν αὐτοῖς τί
κατόρθωσεν. Καὶ σιωπήσας μικρὸν βάλλει εἰς λεκάνην ὕδωρ
καὶ λέγει αὐτοῖς· Προσέχετε εἰς τὸ ὕδωρ. Ἦν δὲ τετα-
ραγμένον. Καὶ μετὰ μικρὸν πάλιν λέγει αὐτοῖς· Προσέχετε
καὶ ἄρτι ὡς κατέστη τὸ ὕδωρ. Καὶ ὡς προσέσχον τῷ
ὕδατι, θεωροῦσιν ὡς ἐν ἐσόπτρῳ τὰ πρόσωπα αὐτῶν. Καὶ
λοιπὸν λέγει αὐτοῖς· Οὕτως ἐστὶ καὶ ὁ ἐν μέσῳ ἀνθρώπων,
ἀπὸ τῆς ταραχῆς οὐ βλέπει τὰς ἁμαρτίας ἑαυτοῦ· ὅταν δὲ
ἡσυχάσῃ, καὶ μάλιστα ἐν ἐρήμῳ, τότε βλέπει τὰ ἐλαττώ-
ματα ἑαυτοῦ.
30
Εἶπε γέρων· Ὁ θέλων καθίσαι εἰς κελλίον μὴ ἐχέτω
σχέσιν μετά τινος μάλιστα ζημιοῦντος αὐτόν.
31
Εἶπε γέρων· Ὁ ἔχων ἔγγιστα τὸν Ἰησοῦν καὶ ἀδο-
λεσχῶν εἰς αὐτὸν καλῶς ποιεῖ μὴ εἰσφέρων τινὰ εἰς τὴν
κέλλαν αὐτοῦ.
32
Γέρων τις μέγας ἐλθὼν εἰς τὸν ποταμὸν εὗρε χάρακα
καλάμων ἡσυχάζοντα, καὶ καθίσας ἐκεῖ ἔκοπτε φλούδια ἐκ
τοῦ ποταμοῦ καὶ ἔπλεκε σειρὰν καὶ ἔβαλλεν εἰς τὸν
ποταμόν. Καὶ οὕτως ἐποίει ἕως οὗ ἦλθον οἱ ἄνθρωποι καὶ
εἶδον αὐτόν· Καὶ λοιπὸν ἀνεχώρησεν. Οὐ γὰρ διὰ τὸ
χρῄζειν εἰργάζετο, ἀλλὰ διὰ τὸν κόπον καὶ τὴν ἡσυχίαν.
33
Εἶπε γέρων· Ὥσπερ εἰς πεζευομένην στράταν οὐκ
ἀνέρχεται χλωρόν τί ποτε, οὐδὲ κἂν βάλλῃς σπέρμα, διὰ τὸ
πατεῖσθαι τὸν τόπον, οὕτως καὶ ἐφ' ἡμῶν ἐστίν. Ἡσύ-
χασον δὲ ἀπὸ παντὸς πράγματος, καὶ βλέπεις φυόμενα ἃ
οὐκ ᾔδεις ὅτι ἔνδοθέν σου ἦσαν ἐπειδὴ εἰς αὐτὰ περιε-
πάτεις.
34
Εἶπέ τις τῶν ἁγίων ὅτι ἀδύνατόν ἐστι τῷ ἀνθρώπῳ, ἐφ'
ὅσον ἔχει τὴν γλυκύτητα τοῦ κόσμου, ἔχειν καὶ τὴν
γλυκύτητα τοῦ Θεοῦ. Πάλιν δὲ ἐὰν γεύσηται τὴν γλυκύ-
τητα τοῦ Θεοῦ, μισεῖ τὸν κόσμον, καθὼς γέγραπται ὅτι·
«Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» Καὶ ἡμεῖς,
ἐφόσον θέλομεν τὴν τῶν ἀνθρώπων σχέσιν καὶ τὴν ἀνά-
παυσιν τοῦ σώματος, οὐ δυνάμεθα ἀπολαῦσαι τῆς γλυκύ-
τητος τοῦ Θεοῦ. Τοῦτο δὲ λέγω, ὅτι ἐάν τις καθίσῃ εἰς τὸ
κελλίον αὐτοῦ καὶ σιωπὴν ἀσκήσῃ τῇ εὐχῇ καὶ τῷ ἔργῳ
ἀπὸ ὅλης ψυχῆς προσέχων, τῷ καιρῷ τούτῳ δύναται
σωθῆναι.
35
Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ἐστιν ἡσυχία καὶ
τίς ἡ ὠφέλεια αὐτῆς; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Ἡσυχία
ἐστὶ τὸ καθεσθῆναι ἐν κελλίῳ μετὰ γνώσεως καὶ φόβου
Θεοῦ ἀπεχόμενον μνησικακίας καὶ ὑψηλοφροσύνης. Ἡ
τοιαύτη ἡσυχία γεννήτριά ἐστι πασῶν τῶν ἀρετῶν καὶ
φυλάσσει τὸν μοναχὸν ἀπὸ τῶν πεπυρωμένων βελῶν τοῦ
ἐχθροῦ μὴ ἐῶσα αὐτὸν τιτρώσκεσθαι ὑπ' αὐτῶν. Ὦ
ἡσυχία προκοπὴ μοναζόντων· ὦ ἡσυχία κλῖμαξ οὐρανία· ὦ
ἡσυχία ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία κατανύξεως
μήτηρ· ὦ ἡσυχία μετανοίας πρόξενε· ὦ ἡσυχία ἔσοπτρον
ἁμαρτημάτων ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα
αὐτοῦ· ὦ ἡσυχία ἡ δάκρυα καὶ στεναγμοὺς μὴ ἐμποδί-
ζουσα· ὦ ἡσυχία ἡ τὴν ψυχὴν λαμπρύνουσα· ὦ ἡσυχία
πραότητος γεννητρία· ὦ ἡσυχία ταπεινώσεως σύσκηνε· ὦ
ἡσυχία ἡ εἰς εἰρηνικὴν κατάστασιν φέρουσα τὸν ἄνθρωπον·
ὦ ἡσυχία ἀγγέλων συνόμιλε· ὦ ἡσυχία διανοίας φωτα-
γωγέ· ὦ ἡσυχία φόβῳ Θεοῦ συνεζευγμένη, λογισμῶν
κατάσκοπε καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία γεννητρία
παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα καὶ γλώσσης χαλινὸς
καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία σχολὴ προσευχῆς
καὶ σχολὴ ἀναγνώσεως· ὦ ἡσυχία γαλήνη λογισμῶν καὶ
λιμὴν εὔδιος· ὦ ἡσυχία Θεὸν δυσωποῦσα, νεωτέρων ὅπλον,
ἀμεταμέλητον ἔχουσα φρόνημα καὶ τοὺς βουλομένους καθέ-
ζεσθαι εἰς τὰ κελλία ἑαυτῶν ἀταράχους διαφυλάσσουσα·
ὦ ἡσυχία ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρόν, ἀνα-
παύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία
εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία ἡ τὰ ἑαυτῆς
μόνον μεριμνῶσα καὶ Χριστῷ ὁμιλοῦσα, διηνεκῶς πρὸ
ὀφθαλμῶν ἔχουσα τὸν θάνατον· ὦ ἡσυχία ὀφθαλμῶν καὶ
ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία καθ' ἡμέραν
καὶ νύκτα τὸν Χριστὸν προσδοκῶσα καὶ τὴν λαμπάδα
ἄσβεστον διατηροῦσα—αὐτὸν γὰρ ποθοῦσα διηνεκῶς
ψάλλεις λέγουσα· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη
ἡ καρδία μου» —, ὦ ἡσυχία περπερότητος ἀναιρέτρια καὶ
ἀντὶ γέλωτος κλαυθμὸν ἀπεργαζομένη τῷ κεκτημένῳ σε·
ὦ ἡσυχία εὐλαβείας μήτηρ· ὦ ἡσυχία ἀναιδείας ἐχθρὰ καὶ
παρρησίας μῖσος, ἀεὶ τὸν Χριστὸν ἐκδεχομένη· ὦ ἡσυχία
δεσμωτήριον παθῶν· ὦ ἡσυχία χωρίον Χριστοῦ καρποφο-
ροῦν καρποὺς ἀγαθούς. Ναί, ἀδελφέ, ταύτην κτῆσαι μνημο-
νεύων τοῦ θανάτου.
3
T
{Περὶ κατανύξεως}
1
Εἶπεν ἀββᾶ Ἀντώνιος· Πρὸ ὀφθαλμῶν ἔχοντες τὸν
φόβον τοῦ Θεοῦ πάντοτε μνημονεύσωμεν τοῦ θανάτου,
μισήσωμεν τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, μισήσωμεν
πᾶσαν σαρκικὴν ἀνάπαυσιν, ἀποταξώμεθα τῇ ζωῇ ταύτῃ
ἵνα ζήσωμεν τῷ Θεῷ. Ζητεῖ γὰρ τοῦτο παρ' ἡμῶν ἐν
ἡμέρᾳ κρίσεως. Πεινάσωμεν, διψήσωμεν, γυμνητεύσωμεν,
ἀγρυπνήσωμεν, πενθήσωμεν, στενάξωμεν τῇ καρδίᾳ ἡμῶν,
δοκιμάσωμεν εἰ ἄξιοι γεγόναμεν τοῦ Θεοῦ, τὴν θλῖψιν
ἀγαπήσωμεν ἵνα εὕρωμεν τὸν Θεόν, καταφρονήσωμεν τῆς
σαρκὸς ἵνα σωθῇ ἡμῶν ἡ ψυχή.
2
Εἶπε πάλιν· Καθεζόμενος ἐν τῷ κελλίῳ συνάγαγέ σου
τὸν νοῦν, μνήσθητι ἡμέρας θανάτου, ἴδε τότε τοῦ σώματος
τὴν νέκρωσιν, ἐννόει τὴν συμφοράν, λάβε τὸν πόνον,
κατάγνωθι τῆς τοῦ κόσμου ματαιότητος, ἐπιμέλησαι τῆς
ἐπιεικείας καὶ τῆς σπουδῆς ἵνα δυνηθῇς διαπαντὸς μένειν
ἐν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας καὶ μὴ ἀσθενήσῃς.
Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ Ἅιδῃ καταστάσεως καὶ
λογίζου πῶς ἆρα ἐκεῖ εἰσιν αἱ ψυχαί, ἐν ποίᾳ πικροτάτῃ
σιωπῇ ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ καὶ
ἀγῶνι ἢ ποίᾳ προσδοκίᾳ, ἐκδεχόμενοι τὴν ἄπαυστον
ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον· ἀλλὰ καὶ
ἡμέρας ἀναστάσεως καὶ παραστάσεως τῆς πρὸς τὸν Θεὸν
μνήσθητι.
3
Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου ὅτι ὅλον τὸν χρόνον
τῆς ζωῆς αὐτοῦ καθεζόμενος εἰς τὸ ἐργόχειρον ῥάκος εἶχεν
ἐν τῷ κόλπῳ χάριν τῶν δακρύων τῶν πιπτόντων ἀπὸ τῶν
ὀφθαλμῶν αὐτοῦ.
4
Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἀμμωνᾶν λέγων· Εἰπέ μοι
ῥῆμα. Λέγει ὁ γέρων· Ὕπαγε, ποίησον τὸν λογισμόν σου
ὥσπερ οἱ κακοῦργοι ποιοῦσιν οἱ ὄντες ἐν τῇ φυλακῇ.
Ἐκεῖνοι γὰρ ἐρωτῶσιν τοὺς ἀνθρώπους ποῦ ἐστιν ὁ
ἡγεμὼν καὶ πότε ἔρχεται, καὶ ἀπὸ τῆς προσδοκίας
κλαίουσιν. Οὕτως καὶ ὁ μοναχὸς ὀφείλει διαπαντὸς προσέ-
χειν καὶ ἐλέγχειν τὴν ψυχὴν αὐτοῦ λέγων· Οὐαί μοι, πῶς
ἔχω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ πῶς ἔχω
αὐτῷ ἀπολογήσασθαι; Ἐὰν οὕτως μελετήσῃς διαπαντὸς
δύνασαι σωθῆναι.
5
Εἶπεν ἀββᾶ Θεόδωρος· Καθεζόμενος ἐν τῷ κελλίῳ σου,
συνάγαγέ σου τὸν νοῦν, μνήσθητι τῆς πρὸς τὸν Θεὸν
παραστάσεως, φαντάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο
κρῖμα, ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν,
αἰσχύνην τὴν κατ' ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ
αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν καὶ πάντων
ἀνθρώπων, τά τε κολαστήρια πάντα, πῦρ τὸ αἰώνιον,
σκώληκα ἀτελεύτητον, τὸν Τάρταρον, τὸ σκότος, ἐπὶ πᾶσι
τούτοις τὸν τῶν ὀδόντων βρυγμόν, τοὺς φόβους καὶ
τὰς βασάνους. Ἄγε δὴ φέρε καὶ τὰ τοῖς δικαίοις ἀπο-
κείμενα ἀγαθά, παρρησίαν τὴν μετὰ τοῦ Θεοῦ Πατρὸς
καὶ τοῦ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν
καὶ παντὸς τοῦ δήμου, βασιλείαν καὶ τὰ ταύτης δωρήματα,
τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν. Ἑκατέρων τούτων τὴν
μνήμην ἄγε σεαυτῷ, καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν
κρίσει στένε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβού-
μενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ. Ἐπὶ δὲ τοῖς
ἀγαθοῖς τοῖς ἀποκειμένοις τοῖς δικαίοις, χαῖρε καὶ ἀγάλλου
καὶ εὐφραίνου. Καὶ τούτων μὲν σπούδασον ἀπολαῦσαι,
ἐκείνων δὲ ἀλλοτριοῦσθαι. Ὅρα μὴ ἐπιλάθῃ ποτὲ κἂν ἔνδον
ἐν τῷ κελλίῳ σου τυγχάνῃς κἂν ἔξω που τῆς ἐκ τούτων
μνήμης· μὴ παραρρίψῃς σου τὸ φρόνημα ὅπως κἂν διὰ
τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς διαφεύξῃ λογισμούς.
6
Εἶπεν ἀββᾶ Ἠλίας· Ἐγὼ τρία πράγματα φοβοῦμαι·
ὅταν μέλλῃ ἡ ψυχή μου ἐξέρχεσθαι ἀπὸ τοῦ σώματος, καὶ
ὅταν μέλλω ἀπαντῆσαι τῷ Θεῷ, καὶ ὅταν μέλλῃ ἡ ἀπό-
φασις ἐξέρχεσθαι κατ' ἐμοῦ.
7
Εἶπεν ἀββᾶ Ἡσαίας ὅτι ὁ ἐν ἡσυχίᾳ ὢν ὀφείλει ἔχειν
τὸν φόβον τοῦ Θεοῦ τῆς ἀπαντήσεώς τε αὐτοῦ προλαμβά-
νοντα αὐτοῦ τὴν πνοήν. Ὅσον γὰρ ἡ ἁμαρτία πείθει αὐτοῦ
τὴν καρδίαν, οὔπω γέγονεν ἐν αὐτῷ ὁ φόβος τοῦ Θεοῦ.
8
Ἔλεγεν ἀββᾶ Πέτρος ὁ μαθητὴς τοῦ ἀββᾶ Ἡσαίου ὅτι·
Ἐπεσκεψάμην αὐτὸν ἐν ἀσθενείᾳ ὄντα, καὶ εὗρον αὐτὸν
κάμνοντα πάνυ. Καὶ ἰδών με λυπούμενον εἶπέ μοι· Ποῖός
ἐστι κόπος ἔχων ἀναπαύσεως προσδοκίαν; Ἀλλὰ συνέχει
με ὁ φόβος τῆς σκοτεινοτάτης ὥρας ἐκείνης ὅταν ἀπορριφῶ
ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ μηδεὶς ἔσται λοιπὸν ὁ
ὑπακούων μου, οὐδέ ἐστι προσδοκία τῆς ἀναπαύσεως.
9
Εἶπε πάλιν· Ἄλλοτε πάλιν ἀπελθὼν πρὸς αὐτὸν εὗρον
αὐτὸν ἐν πολλῇ ἀσθενείᾳ, καὶ θεασάμενος τὴν λύπην τῆς
καρδίας μου εἶπέ μοι ὅτι· Μόλις ἐγγίζων ἐν ταῖς τοιαύταις
ἀσθενείαις τῷ θανάτῳ δυνηθῶ μεμνῆσθαι τῆς πικρᾶς ὥρας
ἐκείνης· διότι ἡ ὑγεία τῆς σαρκὸς τοῦ θανάτου τούτου
ὠφέλειαν οὐκ ἔχει. Ζητεῖ γὰρ τὸ σῶμα τὴν ὑγείαν ἵνα
ἐκνεύσῃ τοῦ Θεοῦ. Δένδρον γὰρ ποτιζόμενον καθημέραν,
πότε ξηραίνεται αὐτοῦ ἡ ῥίζα εἰς τὸ μὴ καρποφορῆσαι;
10
Εἶπεν ἀββᾶ Πέτρος ὅτι· Ἠρώτησα αὐτὸν λέγων· Τί
ἐστιν φόβος Θεοῦ; Καὶ εἶπέ μοι ὅτι· Ἄνθρωπος πειθό-
μενος μετά τινος μὴ ὄντος τοῦ Θεοῦ, οὗτος ἐν ἑαυτῷ οὐκ
ἔχει τὸν φόβον τοῦ Θεοῦ.
11
Ἔλεγε πάλιν περὶ τῆς κοινωνίας· Οὐαί μοι, ὅτι ἐν ὅσῳ
κοινωνῶ, μετὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ εἰμι· ποία ἐστι
κοινωνία ἣν ἔχω μετ' αὐτοῦ; Λοιπὸν εἰς κρῖμα ἐμὸν καὶ
ἐλεγμὸν μεταλαμβάνω. Τοῦτον γὰρ τὸν λόγον λέγομεν ὅτι
τὰ ἅγια τοῖς ἁγίοις, τουτέστι τοῖς ἁγίοις τὰ ἅγια. Ἐὰν οὗν
ἅγιός εἰμι, οὐκ ἰσχύουσιν οἱ ἐχθροί τι ποιῆσαι εἰς ἐμέ.
12
Ἔλεγεν ἀββᾶ Ἡσαίας· Οὐαί μοι, οὐαί μοι, ὅτι οὐκ
ἠγωνισάμην σῶσαι ἐμαυτόν· οὐαί μοι, οὐαί μοι, ὅτι οὐκ
ἠγωνισάμην ἁγνίσαι ἐμαυτὸν ἵνα ἀξιωθῶ ῥοπῆς τοῦ Θεοῦ
τοῦ ἐλέους· οὐαί μοι, οὐαί μοι, ὅτι οὐκ ἠγωνισάμην
περιγενέσθαι τῶν πολέμων τῶν ἐχθρῶν σου εἰς τὸ βασι-
λεῦσαί σε ἐπ' ἐμοί.
13
Εἶπε πάλιν· Οὐαί μοι, ὅτι περίκειταί μοι τὸ ὄνομά σου
καὶ δουλεύω τοῖς ἐχθροῖς σου· οὐαί μοι, οὐαί μοι, ὅτι ποιῶ
ἃ βδελύσσεται ὁ Θεός, διὰ τοῦτο οὐκ ἰᾶταί με.
14
Εἶπε πάλιν· Οὐαί μοι, οὐαί μοι, ὅτι ἔχω πρὸ ἐμοῦ
κατηγόρους ὧν γινώσκω καὶ ὧν ἀγνοῶ, καὶ οὐ δύναμαι
ἀρνήσασθαι· οὐαί μοι, οὐαί μοι, πῶς δύναμαι ἀπαντῆσαι
τῷ Κυρίῳ μου καὶ τοῖς ἁγίοις αὐτοῦ ὅτι οἱ ἐχθροί μου οὐκ
εἴασαν ἓν μέλος μου καθαρὸν ἐνώπιον τοῦ Θεοῦ;
15
Ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος μέλλων τελευτᾶν
εἶπεν· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ἀεὶ ταύτης ἐμνημό-
νευσας τῆς ὥρας.
16
Ἔλεγον οἱ πατέρες ὅτι ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν ἐν
ἀγάπῃ ἐγέλασέ τις ἀδελφὸς ἐπὶ τῆς τραπέζης. Καὶ ἰδὼν
αὐτὸν ἀββᾶ Ἰωάννης ἔκλαυσε λέγων· Τί ἆρα ἔχει ὁ
ἀδελφὸς οὗτος εἰς τὴν καρδίαν αὐτοῦ ὅτι ἐγέλασεν ὀφείλων
μᾶλλον κλαίειν ὅτι ἀγάπην ἐσθίει;
17
Εἶπεν ἀββᾶ Ἰακὼβ ὅτι· Ὡς λύχνος ἐν σκοτεινῷ κοιτῶνι
φωτίζει αὐτόν, οὕτως καὶ ὁ φόβος τοῦ Θεοῦ, ἐὰν ἔλθῃ εἰς
τὴν καρδίαν τοῦ ἀνθρώπου, φωτίζει αὐτὸν καὶ διδάσκει
πάσας τὰς ἀρετὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ.
18
Ἠρώτησάν τινες τῶν πατέρων τὸν ἀββᾶ Μακάριον τὸν
Αἰγύπτιον λέγοντες· Πῶς καὶ ὅτε ἐσθίεις καὶ ὅτε
νηστεύεις τὸ σῶμά σου ξηρόν ἐστιν; Καὶ λέγει αὐτοῖς ὁ
γέρων· Τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα δι' ὅλου
ἐσθίεται ὑπὸ τοῦ πυρός· οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος
τὸν νοῦν ἑαυτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ
Θεοῦ κατεσθίει τὰ ὀστᾶ αὐτοῦ.
19
Διηγήσαντο περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου ὅτι
περιπατοῦντος αὐτοῦ εἰς τὴν ἔρημον εὗρεν εἰς τὸ ἔδαφος
κρανίον νεκροῦ ἐρριμμένον, καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ
ῥάβδῳ ὁ γέρων λέγει· Σύ, τίς εἶ; Ἀποκρίθητί μοι. Καὶ
ἐλάλησεν αὐτῷ τὸ κρανίον λέγον· Ἐγὼ ἀρχιερεὺς ἤμην
τῶν Ἑλλήνων τῶν μεινάντων ἐν τῷ τόπῳ τούτῳ· καὶ
σὺ εἶ ὁ ἀββᾶ Μακάριος ὁ πνευματοφόρος. Οἵᾳ οὖν ὥρᾳ
σπλαγχνίζῃ εἰς τοὺς ἐν κολάσει, παραμυθοῦνται ὀλίγον.
Λέγει αὐτῷ ἀββᾶ Μακάριος· Ποία ἐστὶν ἡ παραμυθία;
Λέγει αὐτῷ τὸ κρανίον ὅτι· Ὅσον ἀπέχει ὁ οὐρανὸς τῆς γῆς,
τοσοῦτόν ἐστι τὸ πῦρ ὑποκάτω τῶν ποδῶν ἡμῶν καὶ τῆς
κεφαλῆς· στηκόντων οὖν ἐν μέσῳ τοῦ πυρός, οὐκ ἔστι
πρόσωπον πρὸς πρόσωπον θεάσασθαι, ἀλλὰ νῶτος νώτῳ
κεκόλληται. Ὡς οὖν εὔχῃ δι' ἡμᾶς, ἐκ μέρους τις θεωρεῖ
τὸ πρόσωπον τοῦ ἑτέρου. Κλαύσας δὲ ὁ γέρων εἶπεν· Οὐαὶ
τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος, εἰ αὕτη ἐστὶν ἡ
παραμυθία τῆς κολάσεως. Λέγει αὐτῷ πάλιν ὁ γέρων·
Ἔστι χείρων ταύτης ἄλλη βάσανος; Λέγει αὐτῷ τὸ κρα-
νίον· Μείζων βάσανος ὑποκάτω ἡμῶν ἐστιν. Λέγει αὐτῷ·
Καὶ τίνες εἰσὶν ἐν αὐτῇ; Λέγει αὐτῷ τὸ κρανίον· Ἡμεῖς οἱ
μὴ ἰδόντες τὸν Θεὸν κἂν ἐξ ὀλίγου ἐλεούμεθα· οἱ δὲ
ἰδόντες τὸν Θεὸν καὶ ἀρνησάμενοι αὐτὸν καὶ μὴ ποιήσαντες
αὐτοῦ τὸ θέλημα, αὐτοί εἰσιν οἱ ὑποκάτω ἡμῶν. Καὶ μετὰ
ταῦτα λαβὼν ὁ γέρων τὸ κρανίον ἔχωσεν αὐτὸ εἰς τὴν γῆν
καὶ ἐπορεύθη τὴν ὁδὸν αὐτοῦ.
20
Ἀπέστειλάν ποτε οἱ γέροντες τοῦ ὄρους τῆς Νιτρίας
πρὸς τὸν ἀββᾶ Μακάριον ἐν Σκήτει παρακαλοῦντες καί
φασι πρὸς αὐτόν· Ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σέ,
ἀξιοῦμέν σε παραγενέσθαι ὅπως σε θεασώμεθα πρὸ τοῦ
ἐκδημῆσαι πρὸς τὸν Κύριον. Παραγενομένου δὲ αὐτοῦ ἐν
τῷ ὄρει συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ ἠρώτων
αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. Ὁ δὲ
δακρύσας ἔφη· Κλαύσωμεν, ἀδελφοί, καὶ καταγαγέτωσαν
οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα πρὶν ἡμᾶς ἀπελθεῖν ὅπου τὰ
ἡμῶν δάκρυα κατακαύσει τὰ ἡμῶν σώματα. Καὶ ἔκλαυσαν
πάντες πεσόντες ἐπὶ πρόσωπον, καὶ εἶπον πάντες· Πάτερ,
εὖξαι ὑπὲρ ἡμῶν.
21
Εἶπεν ἀββᾶ Μωϋσῆς· Ὅσοι ἡττήθημεν πάθει σωματικῷ,
μὴ ἀμελήσωμεν μετανοοῦντες καὶ πενθοῦντες ἑαυτοὺς πρὶν
καταλαβεῖν ἡμᾶς τὸ πένθος τῆς κρίσεως.
22
Εἶπε πάλιν· Διὰ τῶν δακρύων κτᾶται ὁ ἄνθρωπος τὰς
ἀρετάς, καὶ διὰ τῶν δακρύων γίνεται ἄφεσις ἁμαρτιῶν.
Ὅτε οὖν κλαίεις, μὴ ὑψώσῃς τὴν φωνὴν τοῦ στεναγμοῦ
σου, καὶ μὴ γινωσκέτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά
σου· ἡ δὲ ἀριστερά ἐστιν ἡ κενοδοξία.
23
Ἠρωτήθη ἀββᾶ Ποιμὴν ὑπὸ ἀδελφοῦ λέγοντος· Ταράσ-
σουσί με οἱ λογισμοί μου καὶ οὐκ ἀφίουσί με φροντίσαι
τῶν ἁμαρτιῶν μου, ἀλλὰ ποιοῦσί…
ὑσ…
The complete text is available when the reading interface loads.