Dialogus de contemplatione
- Edition reference
- Dialogus de contemplatione, ed. J.-C. Guy, "Un entretien monastique sur la contemplation," Recherches de science religieuse 50 (1962) 232–236.
- CTS identifier
urn:cts:greekLit:tlg2742.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
μοι ἐπέτρεψεν. Ἀλλὰ καιτοὶ ἔχων ἓξ ἡμέρας μὴ φαγών, ἔμεινεν ὅλην τὴν
ἡμέραν πλέκων. Καὶ ὡς ὀψία ἐγένετο, πάλιν θαλλία βρέξας τὴν νύκτα ἔμεινε
πλέκων. Καὶ τῇ ἑξῆς ἡμέρᾳ περὶ ὥραν δεκάτην ἀποκρίνεται καὶ λέγει
μοι· ἀδελφέ, πόθεν εὗρες τὴν ἐργασίαν ταύτην; Ἐγὼ δὲ εἶπον· σὺ πόθεν εὗρες
τὴν ἐργασίαν ταύτην; Καὶ ἡμεῖς μὲν ἐκ παιδόθεν ταύτην τὴν ἐργασίαν ἐδιδάχ-
θημεν παρὰ τῶν πατέρων ἡμῶν. Ἔφη δὲ ὁ Σκητιώτης· ἐγὼ μὲν τοιαύτην
διδασκαλίαν οὐ παρέλαβον παρὰ τῶν πατέρων μου, ἀλλ' ὥσπερ ὁρᾷς με
ἄρτι οὕτως ἔμεινα ὅλον τὸν χρόνον μου, μικρὸν ἐργόχειρον καὶ μικρὰν μελέτην
καὶ μικρὰν εὐχὴν καὶ τὸ κατὰ δύναμιν καθαρεύειν τῶν λογισμῶν καὶ ἀντιλέγειν
τοῖς ἐπερχομένοις, καὶ οὕτως τὸ τῆς θεωρίας πνεῦμα ἦλθεν, ἐμοῦ μὴ εἰδότος
μήτε ὅλως μαθόντος ὅτι τοιαύτην ἐργασίαν τινὲς ἔσχον. Καὶ ἀπεκρίθην·
ἐγὼ δὲ ἐκ παιδόθεν οὕτως ἐδιδάχθην.
10
Ἐρ.· Ποίῳ τρόπῳ ὀφείλει ὁ τοιοῦτος προσέχειν τῇ θεωρίᾳ;
Ἀπ.· Αἱ Γραφαὶ ἐδήλωσαν τὸ πῶς.
11
Ἐρ.· Πῶς;
Ἀπ.· Ὁ μὲν Δανιὴλ ὡς παλαιὸν ἡμερῶν ἐθεωρεῖ, ὁ δὲ Ἱεζεχιὴλ
ἐπὶ ἅρματος Χερουβίμ, ὃ δὲ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὁ δὲ
Μωϋσῆς τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
12
Ἐρ.· Πῶς δύναται θεωρεῖν ὁ νοῦς ὃ οὐδέποτε εἶδεν;
Ἀπ.· Βασιλέα οὐδέποτε εἶδες καθήμενον ὥσπερ ἐπὶ τῶν εἰκόνων.
13
Ἐρ.· Καὶ ὀφείλει ὁ νοῦς διαγράφειν τὸ θεῖον;
Ἀπ.· Οὔκ ἐστι καλλίον διαγράψαι ἢ τοῖς ἀκαθάρτοις λογισμοῖς συγκα-
τατίθεσθαι;
14
Ἐρ.· Μήποτε ὡς ἁμαρτία λογισθῇ;
Ἀπ.· Κράτει τέως τοῦτο ὡς οἱ προφῆται εἶδον ἱστορικῶς, καὶ αὐτὸ τὸ
τέλειον ἔρχεται καθὼς ὁ ἀπόστολος φησί· βλέπομεν ἄρτι ὡς δι' ἐσόπτρου
ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Φησίν· ὅτε ὁ λογισμὸς τελειωθῇ
τότε παρρησία βλέπει.
15
Ἐρ. Οὐκ ἔχει οὖν ἔκστασιν φρενῶν τοῦτο;
Ἀπ. Ὅλως τὸ σύνολον ἐάν τις ἐν ἀληθείᾳ ἀγωνίζεται. Ἔλεγε δὲ ὅτι·
ὅλην τὴν ἑβδομάδα ἐποίησα καὶ οὐκ ἐμνημόνευσα ἀνθρωπίνης μνήμης. Ἄλλος
ἔφη ὅτι· ἔμεινα περιπατῶν ἐν ὁδῷ ποτέ, καὶ ἀγγέλους δύο ἔνθεν καὶ ἔνθεν
εἶδον περιπατοῦντας μετ' ἐμοῦ καὶ οὐ προσέσχον αὐτοῖς.
16
Ἐρ.· Διὰ τί;
Ἀπ.· Ἐπειδὴ γέγραπται ὅτι· οὒτε ἄγγελοι οὔτε πνεύματα δυνήσεται
χωρίσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
17
Ἐρ.· Πάντοτε δύναται ὁ λογισμὸς θεωρεῖν;
Ἀπ· Εἰ καὶ οὐ πάντοτε, ἀλλ' ὅταν ὁ λογισμὸς καταδυναστεύηται ὑπὸ
τῶν λογισμῶν, μὴ χρονίζῃ τοῦ προσφυγεῖν τῷ Θεῷ. Λέγω γάρ σοι ὅτι
ἐὰν τελειωθῇ ὁ λογισμὸς εἰς τοῦτο, εὐκοπώτερόν ἐστιν ὄρος κινῆναι ἢ τὸν λογισμὸν
κατελθεῖν ἐκεῖθεν. Ὥσπερ γὰρ κατάδικος εἰς σκότος τι φυλακίζεται,
ἡνίκα δὲ ἀπολυθῇ καὶ τὸ φῶς ἴδῃ, οὐκέτι θέλει μνημονεύειν τοῦ σκότους·
οὕτως καὶ ὁ λογισμός, ὅταν ἄρξηται τὸ ἴδιον φέγγος ἐφορᾶν. Ἔλεγε γάρ τις
τῶν ἁγίων ὅτι· ποτὲ θέλων δοκιμάσαι τὸν λογισμόν μου εἰ, ἐὰν ἀπολύσω αὐτόν,
ὑπάγει καὶ ῥέμβεται εἰς τὸν κόσμον, καὶ ἀπολύσας αὐτὸν ἐστάθη ἐπὶ τὸ
αὐτό, μὴ εἰδὼς ποῦ ἀπέλθῃ. Καὶ πάλιν ᾖρα αὐτὸν ἄνω. Ἤδει γὰρ ὅτι ἐὰν
ἀπέλθῃ ῥέμβεσθαι, κολᾶσαι αὐτὸν εἶχον. Ταύτην τὴν ἐργασίαν ἡσυχία
μετὰ προσευχῆς κατορθοῖ. Ἔλεγε δὲ ὅτι· τὸ συνεχῶς προσεύχεσθαι ταχὺ
εἰς κατόρθωσιν φέρει τὸν νοῦν.
18
Ἐρ. Πῶς δύναται πάντοτε προσεύχεσθαι; Ἀσθενεῖ γὰρ τὸ σῶμα
πρὸς λειτουργίαν.
Ἀπ. Οὐ μόνον τὸ στῆναι ἐν καιρῷ προσευχῆς ἐκείνη λέγεται εὐχὴ
ἀλλὰ καὶ πάντοτε.
19
Ἐρ.· Πῶς πάντοτε;
Ἀπ.· Εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε ἐν ὁδῷ περιπατεῖς, εἴτε ἔργον τι
ποιεῖς μὴ ἀποστῆναι τῆς εὐχῆς.
20
Ἐρ.· Ἐὰν οὖν μετά τινος λαλεῖ, πῶς δύναται τὸ πάντοτε προσεύχεσθαι
πληρῶσαι;
Ἀπ.· Διὰ τοῦτο εἶπεν ὁ ἀπόστολος· διὰ πάσης προσευχῆς καὶ δεήσεως.
Ὅταν γὰρ οὐ σχολάζῃς, μετὰ ἄλλου ὁμιλῶν, προσεύχεσθαι, διὰ δεήσεως
προσεύχου.
21
Ἐρ.· Ποίᾳ εὐχῇ ὀφείλει προσεύχεσθαι;
Ἀπ.· Τό· Πατὴρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς.
22
Ἐρ.· Πόσον μέτρον ὀφείλει εὔχεσθαι τῆς εὐχῆς;
Ἀπ.· Μέτρον οὐκ ἐδήλωσεν. Τὸ γὰρ εἰπεῖν πάντοτε καὶ ἀδιαλείπτως
προσεύχεσθαι, μέτρον οὐκ ἔχει. Ἐὰν γὰρ ὅτε εἰς προσευχὴν μόνον ἵσταται
ὁ μοναχὸς προσεύχεται, ὁ τοιοῦτος οὐκ εὔχεται. Ἔλεγε δὲ ὅτι· ὀφείλει
ὁ θέλων ταῦτα κατορθῶσαι πάντας ἀνθρώπους ὡς ἑνὰ ὁρᾶν.