Historia monachorum in Aegypto
- Edition reference
- Historia monachorum in Aegypto, ed. A.-J. Festugière, Historia monachorum in Aegypto [Subsidia hagiographica 53. Brussels: Société des Bollandistes, 1971]: 4–138.
- CTS identifier
urn:cts:greekLit:tlg2744.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
pin
{ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΚΑΤ' ΑΙΓΥΠΤΟΝ ΙΣΤΟΡΙΑΣ}
αʹ Περὶ Ἰωάννου τοῦ ἐν Λυκῷ
βʹ Περὶ ἀββᾶ Ὤρ
γʹ Περὶ Ἄμμωνος
δʹ Περὶ ἀββᾶ Βῆ
εʹ Περὶ Ὀξυρύγχου
Ϛʹ Περὶ Θέωνος
ζʹ Περὶ Ἠλία
ηʹ Περὶ Ἀπολλῶ
θʹ Περὶ Ἀμοῦν
ιʹ Περὶ Κόπρη
ιαʹ Περὶ ἀββᾶ Σούρους
ιβʹ Περὶ ἀββᾶ Ἑλλῆ
ιγʹ Περὶ Ἀπελλῆ
ιδʹ Περὶ Παφνουτίου
ιεʹ Περὶ Πιτυρίωνος
ιϚʹ Περὶ Εὐλογίου
ιζʹ Περὶ Ἰσιδώρου
ιηʹ Περὶ Σαραπίωνος
ιθʹ Περὶ Ἀπολλωνίου μάρτυρος
κʹ Περὶ Διοσκόρου
καʹ Περὶ Μακαρίου
κβʹ Περὶ Ἀμοῦν
κγʹ Περὶ Μακαρίου τοῦ πολιτικοῦ
κδʹ Περὶ Παύλου
κεʹ Περὶ Πιαμμωνᾶ
κϚʹ Περὶ Ἰωάννου
t
{Η ΚΑΤ' ΑΙΓΥΠΤΟΝ ΤΩΝ ΜΟΝΑΧΩΝ ΙΣΤΟΡΙΑ}
pro
{Prologus.}
Εὐλογητὸς ὁ θεὸς ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς
ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ καὶ ἡμᾶς καθοδηγήσας ἐπὶ τὴν Αἴ-
γυπτον καὶ δείξας ἡμῖν μεγάλα καὶ θαυμαστὰ καὶ μνήμης καὶ
γραφῆς ἄξια, ὁ δοὺς ὑπόθεσιν ἡμῖν σωτηρίας καὶ γνῶσιν τοῖς
ἐθέλουσι σωθῆναι, ὑπόδειγμα ζωῆς ἀγαθῆς καὶ ὑφήγησιν ἱκανήν,
διεγεῖραι ψυχὴν πρὸς εὐσέβειαν δυναμένην, καὶ ἐναρέτου πολι-
τείας καλὸν ὑπόμνημα. κἀγὼ μὲν ἀνάξιος ὢν τῆς τοιαύτης
ὑφηγήσεως κατάρξασθαι διὰ τὸ μὴ ἱκανὸν εἶναι τοὺς μικροὺς
τῶν μεγάλων ἐφάπτεσθαι ὑποθέσεων, μὴ ἐπαξίως δυναμένων τὰ
ἀληθῆ ἐξειπεῖν, καὶ μάλιστα γραφῇ παραδοῦναι τὸ πρᾶγμα καὶ
μετρίῳ λόγῳ τὰ δύσφραστα φράζειν κατατολμῶντας, ὅπερ καὶ
τολμηρότερον ἄγαν καὶ ἐπικίνδυνον εὐτελεστέροις οὖσιν ἡμῖν,
πρώτως ἐπὶ τὴν ὑψηλοτάτην ταύτην ὑπόθεσιν διὰ γραμμάτων
χωρεῖν, ὅμως παρακληθεὶς συνεχῶς ὑπὸ τῆς εὐλαβοῦς ἀδελφότητος
τῆς ἐν τῷ ἁγίῳ ὄρει τῶν ἐλαιῶν πολιτευομένης γράψαι αὐτοῖς
τὰς τῶν ἐν Αἰγύπτῳ μοναχῶν πολιτείας ἃς ἐθεασάμην, τὴν πολ-
λὴν ἀγάπην αὐτῶν καὶ πολλὴν ἄσκησιν, ταῖς αὐτῶν εὐχαῖς κα-
ταπιστεύσας ἐτόλμησα πρὸς τὴν διήγησιν ταύτην τραπῆναι, ἵνα
κἀμοί τι κέρδος γένηται τῆς αὐτῶν ὠφελείας, μιμησάμενον αὐτῶν
τὴν πολιτείαν καὶ τὴν παντελῆ τοῦ κόσμου ἀναχώρησιν καὶ ἡσυ-
χίαν διὰ τῆς ὑπομονῆς τῶν ἀρετῶν, ἧς μέχρι τέλους κατέχουσιν.
Εἶδον γὰρ ἀληθῶς τὸν τοῦ θεοῦ θησαυρὸν 〈ἐν ἀνθρωπίνοις
κεκρυμμένον σκεύεσι· ὃν οὐκ ἐβουλόμην κρύπτειν καλύψας〉 τὴν
τῶν πολλῶν ὠφέλειαν, ἀλλ' εἰς κοινὸν τὸ κέρδος ἤγαγον ἡγησά-
μενος ἔσεσθαί μοι καλὴν ταύτην ἐμπορίαν, τὸ μεταδοῦναι τοῖς
ἀδελφοῖς τῆς ὠφελείας, ἵνα εὔξωνται ὑπὲρ τῆς ἐμῆς σωτηρίας.
Πρῶτον μὲν ποιήσομαι τὴν γραφὴν ταύτην ἐκ τῆς τοῦ σω-
τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, καὶ ὅτι κατὰ τὴν αὐτοῦ
διδασκαλίαν οἱ ἐν Αἰγύπτῳ μοναχοὶ ἄγουσι τὴν ἑαυτῶν πολι-
τείαν. εἶδον γὰρ ἐκεῖ πολλοὺς πατέρας ἀγγελικὸν βίον βιοῦν-
τας κατὰ μίμησιν τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐρχομένους, καὶ νέους
τινὰς ἄλλους προφήτας, κατὰ τὴν πολιτείαν ἔνθεον αὐτῶν καὶ
θαυμαστὴν καὶ ἐνάρετον ἔχοντας ἐνέργειαν θεοειδῆ, ὡς ἀληθῶς
θεοῦ θεράποντας οὐδὲν γήϊνον φρονοῦντας οὐδέ τι τῶν προσκαί-
ρων τούτων λογιζομένους, ἀλλ' ὄντως οὕτως ἐπὶ γῆς ζῶντες ἐν
οὐρανοῖς πολιτεύονται. οἱ μὲν γὰρ αὐτῶν οὐδ' ὅτι κόσμος
ἔστιν ἕτερος ἐπὶ γῆς ἐπίστανται, οὐδ' ὅτι κακία ἐν πόλεσιν ἐμ-
πολιτεύεται, ἀλλ' ὄντως εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον λέ-
γει κύριος παντοκράτωρ. πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ξενίζονται
τὰ ἐν τῷ κόσμῳ ἀκούοντες λήθην παντελῶς τῶν γηΐνων φρον-
τίδων ἔχοντες. ἔστι γὰρ αὐτοὺς ἰδεῖν ἐν ταῖς ἐρήμοις σπορά-
δην, οἷά τε υἱοὺς γνησίους τὸν ἑαυτῶν πατέρα τὸν Χριστὸν περι-
μένοντας, ἢ στρατιάν τινα τὸν ἑαυτῶν βασιλέα, ἢ οἰκετίαν σεμ-
νὴν τὸν ἑαυτῶν δεσπότην καὶ ἐλευθερωτὴν ἀναμένοντας. οὐ φρον-
τὶς ὑπάρχει παρ' αὐτοῖς, οὐκ ἐσθῆτος, οὐ βρωμάτων μέριμνα,
ἀλλὰ προσδοκία μόνη ἐν ὕμνοις τῆς τοῦ Χριστοῦ παρουσίας.
τοιγαροῦν ὅταν τις αὐτῶν ἐν ταῖς ἀναγκαίαις χρείαις ἐλλεί-
πηται, οὐ πόλιν ἐπιζητεῖ, οὐ κώμην, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ
συγγενῆ, οὐ γονεῖς, οὐ τέκνα, οὐκ οἰκετίαν, ἵν' ἐκεῖθεν τὰς χρείας
πορίσηται, ἀλλ' ἡ βούλησις ἤρκεσε μόνη, πρὸς ἱκεσίαν τὰς χεῖ-
ρας ἐκτείνασα καὶ λόγους εὐχαριστίας θεῷ ἐκ χειλέων προφέ-
ρουσα, ταῦτα ἐξ ἀμηχάνων αὐτῷ πάντα παραστῆσαι. καὶ τί
δεῖ πολλὰ λέγειν περὶ τῆς εἰς τὸν Χριστὸν αὐτῶν πίστεως δυ-
ναμένης καὶ ὄρη μεθιστᾶν; πολλοὶ γὰρ αὐτῶν καὶ ποταμῶν ῥεύ-
ματα ἔστησαν καὶ τὸν Νεῖλον ἐπέζευσαν καὶ θῆρας ἀπέκτειναν
καὶ ἰάσεις καὶ θαύματα καὶ δυνάμεις, ὅσας οἱ ἅγιοι ἐποίουν προ-
φῆται καὶ ἀπόστολοι, ἐπετέλεσαν. καὶ ὡσαύτως δι' αὐτῶν θαυ-
ματουργεῖ ὁ σωτήρ, καὶ πᾶσιν εὔδηλόν ἐστι τοῖς ἐκεῖ ὡς δι' αὐ-
τῶν ἕστηκεν ὁ κόσμος καὶ δι' αὐτοὺς παρὰ θεῷ ἕστηκεν καὶ τε-
τίμηται ἡ ἀνθρωπίνη ζωή.
Εἶδον δὲ καὶ ἕτερον πλῆθος ἄπειρον μοναχῶν καὶ μὴ δυ-
νάμενον ἀριθμῷ ὑποβάλλεσθαι, πᾶσαν ἡλικίαν ἔχον ἐν ταῖς ἐρή-
μοις καὶ ἐν ταῖς χώραις, ὅσον οὐ δύναται βασιλεὺς γήϊνος ἑαυτῷ
στράτευμα συναθροῖσαι. οὐ γὰρ ἔστι κώμη οὔτε πόλις ἐν Αἰγύπ-
τῳ τε καὶ Θηβαΐδι ἣ οὐχὶ τοῖς μοναστηρίοις καθάπερ τείχεσι
περιβέβληται· καὶ ταῖς αὐτῶν εὐχαῖς οἱ λαοὶ ὥσπερ ἐπὶ τῷ θεῷ
ἐπερείδονται. καὶ οἱ μὲν ἐν τοῖς σπηλαίοις τοῖς ἐν ἐρήμοις,
οἱ δὲ ἐν τοῖς ἀπωτάτοις, πάντες πανταχοῦ φιλονικότατον ἀλ-
λήλων τὴν ἑαυτῶν ἄσκησιν θαυμαστὴν ἐπιδείκνυνται, οἱ μὲν πόρ-
ρωθεν σπουδάζοντες μή τις ἕτερος ἐν τοῖς κατορθώμασιν αὐτοὺς
ὑπερβάλοι, οἱ δὲ ἔγγυθεν μὴ τῆς κακίας αὐτοῖς πανταχόθεν ὀχ-
λούσης ἧττον τῶν πορρωτάτω εὐδοκιμήσωσιν.
Ὅθεν πολλὴν ὠφέλειαν ἐξ αὐτῶν πορισάμενος ἐπὶ τὴν ἐξ-
ήγησιν ταύτην ἐχώρησα, πρὸς ζῆλον μὲν καὶ ὑπόμνησιν τῶν τε-
λείων, πρὸς οἰκοδομὴν δὲ καὶ ὠφέλειαν τῶν ἀρχομένων ἀσκεῖν.
Πρώτην οὖν θεοῦ θέλοντος ἀρχὴν ποιήσω τῆς διηγήσεως
τὴν τῶν ἁγίων καὶ μεγάλων πατέρων πολιτείαν διηγούμενος,
ὅτι καὶ νῦν ὁ σωτὴρ τὰ ἑαυτοῦ δι' αὐτῶν ἐνεργεῖ, ἅπερ διὰ τῶν
προφητῶν καὶ ἀποστόλων ἐνήργησεν. ὁ γὰρ αὐτὸς κύριος καὶ νῦν
καὶ πάντοτε ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
1
{αʹ. Περὶ Ἰωάννου τοῦ ἐν Λυκῷ.}
Ἐθεασάμην οὖν ἐν τοῖς ὁρίοις Λυκῶ τῆς Θηβαΐδος τὸν
μέγαν καὶ μακάριον Ἰωάννην, ἄνδρα ἅγιον ἀληθῶς καὶ ἐνάρετον,
ὃς ἐκ τῶν ἔργων εὔδηλος γέγονεν πᾶσι προφητείας χάρισμα κε-
κτημένος, καὶ πάντα τὰ ἐκ θεοῦ ἐρχόμενα τῷ κόσμῳ τῷ εὐσε-
βεστάτῳ βασιλεῖ προμηνύων Θεοδοσίῳ, καὶ τὰ ἐκβησόμενα πά-
λιν ἐσήμαινεν, τήν τε τῶν τυράννων αὐτῷ ἐπανάστασιν καὶ τὴν
ταχεῖαν πάλιν αὐτῶν ἀναίρεσιν καὶ τὸν τῶν ἐπεισρυέντων αὐτῷ
ἐθνῶν ἀφανισμόν.
Ὡς καί τινος στρατηλάτου πρὸς αὐτὸν ἀπελθόντος πυθέσθαι
παρ' αὐτοῦ εἰ περιγένηται τῶν Αἰθιόπων τῶν κατὰ τὴν Συήνην
—ἥτις ἐστὶν ἀρχὴ τῆς Θηβαΐδος—τότε συνεισπεσόντων καὶ
τὴν περίχωρον αὐτῆς ἐρημωσάντων, εἰπόντος πρὸς αὐτὸν τοῦ
Ἰωάννου ὅτι «Ἀνελθὼν αὐτοὺς καταλήψῃ καὶ χειρώσῃ καὶ ὑπο-
τάξεις καὶ παρὰ τοῖς βασιλεῦσιν εὐδοκιμήσεις»· ὅπερ καὶ γέ-
γονεν, οὕτω συμβάντος τοῦ πράγματος. καὶ ὅτι «Οἰκείῳ θανάτῳ
ὁ χριστιανικώτατος βασιλεὺς Θεοδόσιος τελευτήσει».
Εἶχεν δὲ καί τινα ὁ ἀνὴρ ὑπερβολὴν προφητείας, ἐξ ὧν καὶ
παρὰ τῶν παραγενομένων αὐτῷ πατέρων ἀκηκόαμεν, ὧν ὁ βίος
δόκιμος παρὰ τοῖς ἐκεῖ πᾶσι πεφήμισται, καὶ ὅτι οὐδὲν κεχα-
ρισμένον, ἀλλὰ ἔλαττόν τι περὶ τοῦ ἀνδρὸς ὑφηγήσαντο.
Τριβούνου γάρ τινος ἀπελθόντος πρὸς αὐτὸν καὶ ἱκετεύον-
τος συγχωρεῖν ἐλθεῖν πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ γαμετὴν πολλὰ
ποθοῦσαν αὐτὸν θεάσασθαι ἐπὶ τὴν Συήνην μέλλουσαν ἀνιέναι,
ἵνα δὴ πρότερον περὶ αὐτῆς ὑπερεύξηται καὶ εὐλογήσας αὐτὴν
ἀπολύσῃ, ὁ δὲ μὴ ἑωρακὼς γυναῖκα τεσσαρακοστὸν ἤδη ἔτος
ἔχων ἐν τῷ σπηλαίῳ ἐνενηκονταέτης που ὑπάρχων καὶ μήτε αὐ-
τὸς ἐξελθών που μήτε γυναῖκα αὐτῷ ὀφθῆναι συγχωρῶν, παρῃ-
τεῖτο θεάσασθαι τὴν ἐλευθέραν. ἀλλ' οὐδὲ ἀνήρ τις πώποτε
εἰσῆλθεν πρὸς αὐτόν· ηὐλόγει γὰρ μόνον διὰ θυρίδος καὶ ἠσπά-
ζετο τοὺς προσιόντας ἑκάστῳ ὑπὲρ τῆς οἰκείας σπουδῆς διαλε-
γόμενος. ὡς οὖν ἐπέμενεν δεόμενος ὁ τριβοῦνος, εἰ κελεύοι
ἥξειν αὐτοῦ τὴν ἐλευθέραν—ἦν γὰρ ὡς ἀπὸ διαστήματος πέντε
σημείων τῆς πόλεως ὁ ἀνὴρ ἐν τῷ ὄρει διάγων—, ὁ δ' οὐκ ἐπέ-
νευσεν, ἀλλὰ ἀδύνατον αὐτὸ λέγων εἶναι κατηφῆ τὸν ἄνδρα ἀπ-
έπεμπεν. ἡ δὲ ἐλευθέρα οὐκ ἐπαύετο ἡμέριον διοχλοῦσα καὶ ἐν-
ωμότως λέγουσα μηδαμοῦ ἀπιέναι εἰ μὴ τὸν προφήτην θεάσοιτο.
ἀπηγγέλη δὲ τῷ μακαρίῳ Ἰωάννῃ παρὰ τοῦ ἀνδρὸς τῆς γυ-
ναικὸς ὁ ὅρκος. κατανοήσας δὲ αὐτῆς τὴν πίστιν ἔφη πρὸς τὸν
τριβοῦνον· «Ὀφθήσομαι αὐτῇ τῇ νυκτὶ ταύτῃ κατ' ὄναρ, καὶ
μὴ προστιθέτω ἔτι ἰδεῖν ἐν σαρκὶ τὸ πρόσωπόν μου». ἀπήγγειλεν
δὲ τῇ γυναικὶ τοὺς λόγους τοῦ πατρὸς ὁ ἀνήρ. καὶ δὴ
καθ' ὕπνον ὁρᾷ ἡ γυνὴ τὸν προφήτην ἐρχόμενον πρὸς αὐτήν. πρὸς
ἥν φησιν· «Τί ἐμοὶ καὶ σοί, γύναι; τί τῶν ἐμῶν ὄψεων ἐπεθύμη-
σας; μὴ γὰρ προφήτης εἰμὶ ἐγὼ ἢ δικαίου τάξιν ἐπέχω; ἄνθρω-
πός εἰμι ἁμαρτωλὸς καὶ ὁμοιοπαθὴς ὑμῖν. ὅμως ηὐξάμην περὶ σοῦ
καὶ τοῦ οἴκου τοῦ ἀνδρός σου, ἵνα κατὰ τὴν πίστιν ὑμῶν γένηται
ὑμῖν πορεύεσθε οὖν ἐν εἰρήνῃ». καὶ ταῦτα εἰπὼν ἀπηλλάγη.
ἔξυπνος δὲ ἡ γυνὴ γεναμένη ἀπήγγειλεν τῷ ἀνδρὶ τὰ τοῦ προ-
φήτου ῥήματα, καὶ τὸ σχῆμα δὲ διηγεῖτο καὶ εὐχαριστηρίους
φωνὰς αὐτῷ διὰ τοῦ ἀνδρὸς προσέπεμπεν. ἰδὼν δὲ αὐτὸν πάλιν
ὁ μακάριος Ἰωάννης προλαβὼν εἶπεν αὐτῷ· «Ἰδοὺ τὴν ἀξίωσίν
σου ἐπλήρωσα. ἰδὼν γὰρ αὐτὴν ἐπληροφόρησα τοῦ μηκέτι ἐθέ-
λειν ὁρᾶν με, ἀλλὰ πορεύεσθαι ἐν εἰρήνῃ».
Ἄλλου δὲ πραιποσίτου γυνὴ ἀπόντος ἐκυοφόρει, καὶ δὴ γεν-
νήσασα κατ' ἐκείνην τὴν ἡμέραν καθ' ἣν ὁ ἀνὴρ αὐτῆς τῷ πατρὶ
Ἰωάννῃ συντετύχηκεν ἔμελλεν κινδυνεύειν λιποψυχήσασα. ὁ δὲ
ἅγιος εὐαγγελίζεται αὐτῷ λέγων· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ
καὶ ὅτι υἱός σοι σήμερον γεγέννηται, ἐδόξασας ἂν τὸν θεόν. ἀλλ' ἡ
μήτηρ αὐτοῦ μικροῦ δεῖν ἐκινδύνευσεν. ἀπελθὼν οὖν εὑρήσεις
τὸν παῖδα ἑπτὰ ἡμέρας ἔχοντα καὶ ἐπιθήσεις αὐτῷ τὸ τοῦ Ἰω-
άννου ὄνομα. καὶ κατ' ἐπιστήμην αὐτὸν ἀναθρέψας εἰς ἕβδομον
ἔτος ἐλθόντα πρὸς τοὺς μοναχοὺς ἐν τῇ ἐρήμῳ ἀπόστειλον».
Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἐρχομένους ἐπεδείκνυεν
θαυμάσια. τοῖς δὲ αὐτοῦ πολίταις συνεχῶς διὰ τὰς αὐτῶν χρείας
πρὸς αὐτὸν ἀπιοῦσιν προεδήλου τε καὶ προεγίνωσκεν τὰ ἐσόμενα
καὶ τὰ κρυφίως ἑκάστῳ πεπραγμένα καὶ περὶ τοῦ Νείλου καὶ
περὶ τῆς εὐφορίας αὐτοῖς προηγόρευεν. ὁμοίως δὲ καὶ ἀπειλήν
τινα τοῦ θεοῦ ἐπ' αὐτοὺς ἐρχομένην προαπήγγειλεν καὶ τοὺς
αἰτίους διήλεγχεν.
Καὶ αὐτὸς μὲν ὁ μακάριος Ἰωάννης προφανῶς τὰς ἰάσεις
οὐκ ἐπετέλει, ἔλαιον δὲ διδοὺς πλείστους τῶν καμνόντων ἐθερά-
πευεν. συγκλητικοῦ γάρ τινος γυνὴ τὰς ὁράσεις ἀποβαλοῦσα καὶ
λευκώματα κατὰ τῶν κορῶν ποιήσασα ἠξίου τὸν ἄνδρα πρὸς
αὐτὸν ἀπαχθῆναι. ὁ δ' ὡς ἔλεγεν γυναικὶ αὐτὸν μηδέποτε συντε-
τυχηκέναι, παρεκάλει μόνον αὐτῷ δηλωθῆναι καὶ εὐχὴν ὑπὲρ
αὐτῆς ἐκτελέσαι. ὁ δ' ὡς ἐποίησεν καὶ δὴ ἔλαιον ἐξαπέστειλεν,
χρίσασα ἐπὶ μόνον τρίτον τοὺς ὀφθαλμοὺς μετὰ τρεῖς ἡμέρας
ἀνέβλεψεν καὶ τῷ θεῷ φανερῶς ηὐχαρίστησεν.
Καὶ τί δεῖ λέγειν περὶ τῶν ἄλλων ἔργων αὐτοῦ, ἀλλ' ἢ
περὶ ὧν αὐτοψὶ παρειλήφαμεν; ἑπτὰ γὰρ ἦμεν ἀδελφοὶ ξένοι
πάντες πρὸς αὐτὸν ἀνελθόντες. ὡς δὲ ἠσπάσατο ἡμᾶς φαιδρῷ
τῷ προσώπῳ ἑκάστῳ προσιλαρευόμενος, ἠξιοῦμεν αὐτὸν εὐθὺς
εὐχὴν τελέσαι πρῶτον ὑπὲρ ἡμῶν· τοῦτο γὰρ ἔθος τοῖς πατράσι
τοῖς ἐν Αἰγύπτῳ ἐστίν. ὁ δὲ ἐπύθετο μὴ ἄρα τις κληρικὸς
ἐν ἡμῖν εἴη. ὡς δὲ ἔφαμεν πάντες μὴ εἶναι, περιβλεψάμενος πάν-
τας ἔγνω τὸν κεκρυμμένον. ἦν δ' ἄρα τις ἐξ ἡμῶν τῆς διακονίας
ἠξιωμένος, ἑνὸς ἀδελφοῦ αὐτῷ τοῦτο συνειδότος μόνου, ᾧ καὶ
παρήγγειλεν μηδενὶ φράζειν ταπεινοφροσύνης ἕνεκα καὶ ὅτι ἐν
συγκρίσει τοιούτων ἁγίων καὶ τῆς προσηγορίας τῶν Χριστια-
νῶν μόλις ἄξιον ἑαυτὸν ἡγεῖτο εἶναι, οὔτι γε τοῦ ἀξιώματος.
τῇ χειρὶ οὖν αὐτὸν ἐπιδεικνὺς πάλιν ἔλεγεν· «Οὗτος διάκονός
ἐστι». τοῦ δὲ συνεχῶς ἀρνουμένου καὶ λαθεῖν πειρωμένου λαβό-
μενος αὐτοῦ τῆς χειρὸς ἐκ τῆς θυρίδος ἐφίλει καὶ νουθετῶν παρε-
κάλει λέγων· «Μὴ ἀθέτει τὴν χάριν τοῦ θεοῦ, τέκνον, μηδὲ ψεύ-
σῃ ἀρνούμενος τὴν δωρεὰν τοῦ Χριστοῦ. τὸ γὰρ ψεῦδός ἐστιν
ἀλλότριον κἂν ἐπὶ μικρῷ κἂν ἐπὶ μεγάλῳ γένηται πράγματι·
κἂν διά τι χρήσιμον γένηται, ὅμως οὐκ ἔστιν ἐπαινετὸν τοῦ σω-
τῆρος εἰπόντος ὅτι τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν.» ὁ δὲ ἐλεγ-
χθεὶς ἡσύχασεν καταδεξάμενος τὴν πραεῖαν αὐτοῦ ἐπιτίμησιν.
Εὐξαμένων δὲ ἡμῶν καὶ τὴν εὐχὴν πληρωσάντων εἷς ἐξ
ἡμῶν ἀδελφὸς τριταῖος ἤδη πυρετῷ συνεχόμενος ἠξίου θεραπευ-
θῆναι. εἰπόντος δὲ πρὸς αὐτὸν τοῦ πατρὸς συμφέρειν αὐτῷ τέως
τὴν κάκωσιν δι' ὀλιγοπιστίαν αὐτῷ προσγενομένην, ὅμως ἐπι-
δοὺς ἔλαιον καὶ κελεύσας αὐτὸν ἀλείφεσθαι, ἀλειψαμένου οὖν
αὐτοῦ πᾶν ὅ τι εἶχεν ἔνδοθεν διὰ τοῦ στόματος ἀνήνεγκεν ἀπαλ-
λαγεὶς τοῦ πυρετοῦ καὶ οἰκείοις ποσὶν ἐπὶ τὴν ξενίαν ἀνεχώ-
ρησεν.
Ἦν δὲ ἰδεῖν αὐτὸν ἐνενηκοστὸν ἤδη ἄγοντα ἔτος τετηγ-
μένον ὅλον τῷ σώματι, ὡς ὑπ' ἀσκήσεως μηδὲ τὸν πώγωνα φῦναι
εἰς τὸ πρόσωπον. ἤσθιεν γὰρ οὐδὲν ἕτερον πλὴν ὀπώρας, καὶ
τοῦτο μετὰ τὴν ἡλίου δύσιν ἐν τῷ γήρει, πολλὰ προασκήσας πρό-
τερον καὶ μήτε ἄρτου μετειληφὼς μήτε ὅσα διὰ πυρὸς ἔχει τὴν
χρῆσιν.
Κελεύσαντος δὲ αὐτοῦ καθεσθῆναι ἡμᾶς, ηὐχαριστοῦμεν
τῷ θεῷ ὑπὲρ τῆς αὐτοῦ συντυχίας. ὁ δὲ ὥσπερ γνήσια ἑαυτοῦ
τέκνα διὰ πολλοῦ χρόνου ὑποδεξάμενος μειδιῶντι προσώπῳ πρὸς
ἡμᾶς τοιούτους ἀπεφθέγγετο λόγους· «Πόθεν, ὦ τέκνα, καὶ ἐκ
ποίας χώρας πρὸς ἄνθρωπον ταπεινὸν παρεγένεσθε;» ὡς δὲ
εἴπαμεν τὴν πατρίδα καὶ ὅτι· «Ὠφελείας ψυχῶν ἕνεκεν ἀπὸ
Ἱεροσολύμων πρὸς ὑμᾶς ἐληλύθαμεν, ἵνα ἅπερ δι' ἀκοῆς παρ-
ειλήφαμεν, ταῦτα καὶ ὄψεσι παραλάβωμεν—ὦτα γὰρ πέφυκεν
εἶναι ἀπιστότερα ὀφθαλμῶν—καὶ ὅτι τῇ ἀκοῇ πολλάκις λήθη
τις ἕπεται, τῆς δὲ ὁράσεως ἡμῖν ἡ μνήμη οὐκ ἀπαλείφεται, ἀλλ'
ἢ ἱστορία τῇ διανοίᾳ οἱονεὶ ἐντετύπωται», εἶπεν δὲ πρὸς
ἡμᾶς ἀποκριθεὶς ὁ μακάριος Ἰωάννης· «Καὶ τί θαυμαστὸν ὀψό-
μενοι, ὦ προσφιλέστατοι παῖδες, τοσαύτην ὁδὸν καὶ κάματον ὑπ-
ήλθατε ἀνθρώπους ταπεινοὺς καὶ εὐτελεῖς ὁρᾶν ἐπιθυμήσαντες
οὐδὲν ἄξιον θεωρίας οὐδὲ θαύματος ἔχοντας; πανταχοῦ δέ εἰσιν
οἱ ἄξιοι θαύματος καὶ ἐπαίνου, οἱ τοῦ θεοῦ προφῆται καὶ ἀπό-
στολοι οἳ ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκονται· οὓς δεῖ μιμεῖσθαι.
θαυμάζω δέ, φησίν, λίαν ἐγὼ τὴν ὑμῶν σπουδήν, πῶς το-
σούτους ὑπεριδόντες κινδύνους δι' ὠφέλειαν πρὸς ἡμᾶς ἐληλύ-
θατε, ἡμῶν ὑπὸ ὀκνηρίας μηδ' αὐτοῦ τοῦ σπηλαίου προελθεῖν
βουλομένων. ἀλλ' ἄγε νῦν, φησίν, εἰ καὶ ἔπαινον ὑμῶν ἔχει
τὸ πρᾶγμα, μὴ ὥς τι καλὸν κατορθώσανες ἱκανῶς ἔχειν δόξητε,
ἀλλὰ μιμήσασθε τὰς ἀρετὰς ἃς οἱ πατέρες ἡμῶν μετέρχονται.
εἰ δὲ καὶ πάσας κτήσησθε, ὅπερ σπάνιον, μηδ' οὕτως ἑαυτοῖς
καταπιστεύσητε· τινὲς γὰρ οὕτω θαρρήσαντες καὶ πρὸς αὐτῷ
τῷ ὕψει τῶν ἀρετῶν γεγονότες τέλος ἀφ' ὑψηλοῦ ἐκπεπτώκασιν.
ἀλλ' ὁρᾶτε εἰ εὖ ἔχει ὑμῖν ἐν ταῖς προσευχαῖς, εἰ μὴ τὸ κα-
θαρὸν τῆς διανοίας ὑμῶν τεθόλωται, εἰ μὴ ὁ νοῦς ὑμῶν ῥεμβα-
σμούς τινας πάσχει εἰς εὐχὴν τῷ θεῷ παριστάμενος· μὴ ἕτερός
τις παρεισελθὼν λογισμὸς τὸν νοῦν ἐπ' ἄλλο τι στρέφῃ, μὴ μνή-
μη τις τῶν ἀτόπων ἐνθυμημάτων παρενοχλῇ τῇ διανοίᾳ. ὁρᾶτε
εἰ κατὰ τὴν ἀλήθειαν τοῦ θεοῦ ἀπετάξασθε τῷ κόσμῳ, εἰ μὴ
ὡς κατασκοπήσοντες τὴν ἐλευθερίαν ἡμῶν εἰσεληλύθατε, εἰ μὴ πρὸς
κενοδοξίαν τὰς ἡμετέρας ἀρετὰς θηρᾶτε, ἵνα δὴ ὡς ἐπιδεικτι-
ῶντες φαίνησθε τοῖς ἀνθρώποις τὰ ἡμῶν ἔργα μιμούμενοι. ὁ-
ρᾶτε μὴ πάθος ὑμῖν ἐνοχλήσῃ, μὴ τιμὴ καὶ δόξα καὶ ἔπαινος
ἀνθρώπινος, μὴ ἱερατείας ὑπόκρισις καὶ φιλαυτίας, μὴ τὸ
νομίζεσθαι εἶναι δικαίους, μὴ 〈τὸ〉 ἐπὶ δικαιοσύνῃ καυχᾶ-
σθαι, μὴ μνήμη συγγενείας ἐν τῇ διανοίᾳ προσευχομένου, μὴ
μνήμη εὐπαθείας ἢ ἄλλης τινὸς διαθέσεως, μηδ' αὐτοῦ ὅλου τοῦ
κόσμου· εἰ δὲ μή, ματαιότης τὸ πρᾶγμα γίνεται, ὅταν τις ὁμι-
λῶν τῷ δεσπότῃ ὑπὸ τῶν ἀντισπώντων λογισμῶν καταφέρηται.
πάσχει δὲ τὸν ὄλισθον τοῦτον τῆς διανοίας ἕκαστος μὴ παν-
τελῶς τὸν κόσμον ἀπαρνησάμενος, ἀλλὰ θηρώμενος αὐτοῦ τὴν
ἀρέσκειαν. διὰ γὰρ τὰς πολλὰς ἐγχειρήσεις μερίζονται αὐτοῦ τὴν
διάνοιαν αἱ φροντίδες σωματικαὶ οὖσαι καὶ γήϊναι, καὶ λοιπὸν
πρὸς τὰ πάθη διαμαχόμενος οὐ δύναται ὁρᾶν τὸν θεόν. ἀλλὰ μη-
δεὶς αὐτήν που τὴν γνῶσιν θελήσῃ ἀκριβῶς κατοπτεύσασθαι, μή
πως, ἀνάξιος ὢν τοῦ τοιούτου κτήματος, μικρόν τι αὐτῆς κατ-
αξιωθεὶς νομίσῃ τὸ πᾶν κατειληφέναι καὶ παντελῶς ἐκπέσῃ
πρὸς τὴν φθοράν. ἀλλὰ χρὴ μετρίως ἀεὶ καὶ εὐλαβῶς τῷ
θεῷ προσιέναι, ὅσον ἕκαστος δύναται τῷ νοῒ προοδεύων καὶ ὅσον
ἀνθρώποις ἐστὶν ἐφικτόν. δεῖ οὖν τῶν ἄλλων ἁπάντων σχολάσαι
τὴν γνώμην τῶν τὸν θεὸν ἐπιζητούντων. σχολάσατε γάρ, φησί,
καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός. ὁ οὖν γνώσεως θεοῦ ἐκ μέρους
καταξιωθείς—τὴν πᾶσαν γὰρ οὐδενὶ δυνατόν ἐστιν ὑποδέξα-
σθαι—τυγχάνει καὶ τῆς τῶν ἄλλων ἁπάντων γνώσεως καὶ ὁρᾷ
μυστήρια θεοῦ δεικνύντος αὐτῷ καὶ προβλέπει τὰ μέλλοντα
καὶ θεωρεῖ ἀποκαλύψεις, οἵας οἱ ἅγιοι, καὶ δυνάμεις ἐπιτελεῖ
καὶ φίλος γίνεται θεοῦ καὶ πᾶν αἴτημα παρὰ θεοῦ κομίζεται.»
Καὶ εἰπὼν ἄλλα τε πολλὰ περὶ ἀσκήσεως καὶ ὅτι· «Δεῖ
τὸν θάνατον ὥσπερ μετάθεσιν ἀγαθῆς ζωῆς περιμένειν καὶ μὴ
προορᾶν ἀσθένειαν σωματικὴν καὶ μὴ ἐμπιμπλᾶν κἂν τῶν τυ-
χόντων γοῦν τὴν γαστέρα—κορεσθεὶς γάρ τις, φησί, τὰ αὐτὰ
τοῖς τρυφῶσι πάσχει βουλεύματα—, ἀλλὰ πειρᾶσθαι δι' ἀσκή-
σεως τὴν τῶν ὀρέξεων ἀπάθειαν κτήσασθαι· καὶ μηδεὶς τὰ ἕτοι-
μα καὶ τὴν ἄνεσιν ἐπιζητείτω, ἀλλὰ σθενούσθω νῦν καὶ θλιβέ-
σθω, ἵνα τὴν εὐρυχωρίαν τῆς τοῦ Χριστοῦ βασιλείας κληρο-
νομήσῃ. δεῖ γὰρ ἡμᾶς, φησίν, διὰ πολλῶν θλίψεων εἰς τὴν βασι-
λείαν εἰσελθεῖν· στενὴ γάρ, φησίν, ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπ-
άγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· πλατεῖα δὲ ἡ
πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν
οἱ εἰσπορευόμενοι δι' αὐτῆς. καὶ τί δεῖ, φησίν, ἡμᾶς ὀλιγωρεῖν
ἐνταῦθα, ὀλίγον ὕστερον εἰς αἰωνίαν ἀνάπαυσιν ἀπιόντας;»
καὶ ὅτι· «Οὐ δεῖ ἐπαίρεσθαί τινα ἐπὶ τοῖς ἑαυτοῦ κατορθώ-
μασιν, ἀλλὰ ταπεινοῦσθαι πάντοτε καὶ τὰς μακροτέρας ἐρήμους
μεταδιώκειν, ἡνίκα τις αἴσθηται ἑαυτὸν ὑπεραιρόμενον. ἡ γὰρ
πλησίον τῶν χωρῶν διαγωγὴ πολλάκις καὶ τοὺς τελείους ἔβλα-
ψεν. διόπερ καὶ Δαβὶδ ψάλλει τοιοῦτόν τι πεπονθώς· ἰδοὺ ἐμά-
κρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. προσεδεχόμην τὸν θεὸν τὸν
σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. πολλοὶ δὲ καὶ τῶν
ἡμετέρων ἀδελφῶν πεπόνθασί τι τοιοῦτον καὶ δι' ἀλαζονείαν τοῦ
σκοποῦ ἐκπεπτώκασιν.
Ἦν γάρ τις τῶν μοναχῶν, φησίν, ἐν τῇ πλησίον ἐρήμῳ
ἐν τῷ σπηλαίῳ διάγων πᾶσαν ἄσκησιν ἐνδειξάμενος καὶ χερσὶν
οἰκείαις τὸν ἑαυτοῦ ἄρτον ἡμέριον ποριζόμενος. ὡς δὲ προσέ-
μενεν ταῖς δεήσεσιν καὶ προέκοπτεν ταῖς ἀρεταῖς, ἐφ' ἑαυτῷ λοι-
πὸν ἐπεποίθει θαρρῶν ἐπὶ τῇ καλῇ πολιτείᾳ. ὁ δὲ πειράζων
αὐτὸν ὡς τὸν Ἰὼβ ἐξῃτήσατο, καὶ δὴ φαντασίαν αὐτῷ παρέχε-
ται πρὸς ἑσπέραν γυναικὸς εὐμόρφου πλανωμένης κατὰ τὴν ἔρη-
μον. ἥτις εὑροῦσα τὴν θύραν ἀνεῳγμένην ἐπεπήδησεν εἰς τὸ σπή-
λαιον καὶ προσπεσοῦσα τοῖς γόνασι τοῦ ἀνδρὸς ᾔτει παρ' αὐτοῦ
τὴν ἀνάπαυσιν, ὡς ἑσπέρας αὐτὴν καταλαβούσης. ὁ δ' ὡς ἠλέη-
σεν αὐτήν, ὅπερ οὐκ ὤφειλεν, ἐδέξατο αὐτὴν ἐν τῷ σπηλαίῳ,
καὶ δὴ ἐπυνθάνετο αὐτῆς τὴν πλάνην. ἡ δ' ὡς ἀπήγγειλεν, καὶ
λόγους αὐτῷ κολακείας καὶ ἀπάτης ὑπέσπειρεν καὶ παρέτεινεν
ἐπὶ πολὺ πρὸς αὐτὸν τὴν ὁμιλίαν, ἠρέμα δέ πως αὐτὸν καὶ ἐπ' ἔ-
ρωτα προσεκαλεῖτο καὶ λόγοι πλείους λοιπὸν πρὸς ἀλλήλους αὐ-
τοῖς γίνονται καὶ γέλως καὶ μειδίαμα. ἀπεπλάνησεν δὲ αὐ-
τὸν πολλῇ ὁμιλίᾳ καὶ τὸ ἐντεῦθεν λοιπὸν ἁφῇ χειρὸς καὶ γενείου
καὶ αὐχένος καὶ αἰχμαλώτισεν τέλος τὸν ἀσκητήν. ὡς δὲ ἐστρέ-
φετο μὲν ἐκεῖνος ἔνδοθεν τοῖς λογισμοῖς, ἅτε δὴ ἐν χερσὶν ἔχων
τὸ πρᾶγμα, τὴν εὐκαιρίαν καὶ τὴν ἄδειαν τοῦ ἐκτελεῖν τὴν ἡδο-
νὴν λογιζόμενος συγκατέθετο λοιπὸν τῇ διανοίᾳ καὶ δὴ συνελ-
θεῖν αὐτῇ ἐπειρᾶτο, ἄφρων ἤδη καὶ θηλυμανὴς ἵππος γενόμενος.
ἡ δὲ ἐξαίφνης μέγα ἀναβοήσασα ἄφαντος ἐκ τῶν χειρῶν αὐ-
τοῦ γέγονεν, ὥσπερ σκιά τις ἀποδραμοῦσα, γέλως δὲ ἐν τῷ ἀ-
έρι πολὺς ἀκούεται τῶν δαιμόνων ἐλεγχόντων αὐτὸν τῶν τῇ
ἀπάτῃ παραγαγόντων καὶ μεγάλῃ φωνῇ πρὸς αὐτὸν βοώντων·
»Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. σὺ δὲ ὑψώθης ἕως τῶν οὐρα-
νῶν, ἐταπεινώθης δὲ ἕως τῶν ἀβύσσων«. ἐντεῦθεν ἀναστὰς
τὸ πρωῒ τὸ νυκτερινὸν πένθος ἐπισυρόμενος καὶ διημερεύσας ἐν
τοῖς θρήνοις ἀπογνοὺς ἑαυτοῦ τῆς σωτηρίας, ὅπερ οὐκ ὤφειλεν,
εἰς τὸν κόσμον πάλιν ὑπέστρεψεν. τοῦτο γάρ ἐστι τοῦ πονηροῦ
τὸ ἐπιτήδευμα, ὅταν τινὰ καταπαλαίσῃ, εἰς ἀφροσύνην αὐτὸν
καθίστησιν, ἵνα τοῦ λοιποῦ μηκέτι δύνηται ἀναστῆναι. ὅθεν, ὦ
τέκνα, οὐ συμβάλλεται ἡμῖν ἡ πλησίον τῶν χωρῶν οἴκησις,
οὐδ' ἡ τῶν γυναικῶν συντυχία, ἀνεξάλειπτον ἔχουσα μνήμην ἣν
ἐκ τῆς ὄψεως καὶ ὁμιλίας ἐπισπώμεθα. οὔτε δὲ ὀφείλομεν ἑαυτῶν
ἀπογνῶναι καὶ εἰς ἀνελπιστίαν ἑαυτοὺς ἀγαγεῖν. ἤδη γὰρ πολλοὶ
καὶ τῶν ἀπογνωσθέντων τῆς παρὰ τοῦ ἐλεήμονος θεοῦ φιλαν-
θρωπίας οὐκ ἐστερήθησαν.
Ἦν γάρ τις ἕτερος νεανίας, φησίν, ἐν τῇ πόλει πάνυ πολλὰ
κακὰ ἐργασάμενος καὶ χαλεπῶς ἡμαρτηκώς· ὃς νεύματι τοῦ
θεοῦ κατανυγεὶς ἐπὶ ταῖς πολλαῖς ἁμαρτίαις καὶ τοὺς τάφους
καταλαβὼν τὴν προτέραν ἑαυτοῦ ζωὴν ἀπωδύρετο ἐπὶ πρόσωπον
ἑαυτὸν καταβαλὼν καὶ μὴ τολμῶν ἀφεῖναι φωνήν, μηδ' ὀνομά-
ζειν θεόν, μηδὲ ἱκετεύειν, ὡς ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ
αὐτῆς τῆς ζωῆς. καὶ πρὸ θανάτου ἐν τοῖς νεκροταφίοις ἑαυτὸν
κατακλείσας καὶ ἀπειπὼν ἑαυτοῦ τὴν ζωὴν ἔστενεν μόνον κάτω-
θεν ἐκ τοῦ βάθους τῆς καρδίας. ἑβδομάδος δὲ αὐτῷ παρελ-
θούσης νύκτωρ αὐτῷ ἐφίστανται δαίμονες οἱ τὸ πρὶν αὐτοῦ τὴν
ζωὴν καταβλάψαντες, κράζοντες καὶ λέγοντες· »Ποῦ ὁ μιαρός
ἐστιν ἐκεῖνος; ὁ ταῖς λαγνείαις ἱκανῶς κορεσθεὶς νῦν, ἡμῖν ἄκαι-
ρος, σώφρων ἐξαίφνης καὶ καλὸς ἀνεφάνη, καί, ὅτε οὐκέτι δύ-
ναται, τότε Χριστιανὸς καὶ εὔτακτος εἶναι βούλεται. καὶ τί
καλὸν ἔτι ἔσεσθαι αὐτῷ προσδοκᾷ ἐμφορηθεὶς τῶν ἡμετέρων
κακῶν; οὐκ ἀναστήσῃ ταχὺ ἐκεῖθεν; οὐκ ἐπὶ τὰ συνήθη
μεθ' ἡμῶν ἥξεις; μένουσί σε πόρναι καὶ κάπηλοι· οὐκ ἐλεύσῃ
καὶ τῶν ἐπιθυμιῶν ἀπολαύσεις πάσης σοι τῆς ἄλλης ἐλπίδος
κατασβεσθείσης; ἥξει σοι πάντως ταχεῖα ἡ κρίσις οὕτως ἑαυτὸν
ἀναιροῦντι. καὶ τί σπεύδεις πρὸς τὴν τιμωρίαν, ὦ ἄθλιε; τί δὲ
φιλονικεῖς θᾶττον ἐπελθεῖν σοι τὴν δίκην;« ἄλλα τε πολλὰ λέ-
γοντες· »Ἡμέτερος εἶ, ἡμῖν συνετάξω, ἀνομίαν ἤσκησας πᾶσαν,
πάντων ἡμῶν ὑπεύθυνος γέγονας, καὶ δραπετεύειν τολμᾷς; οὐκ
ἀποκρινῇ; οὐ συγκαταθήσῃ; οὐ συνεξελεύσῃ;« ὡς δὲ ἐκεῖνος
πρὸς ταῖς οἰμωγαῖς καρτερῶν οὐδὲ τὴν ἀκοὴν ἐπεῖχεν αὐτοῖς οὐδ'
ἀπεκρίνατο πρὸς αὐτοὺς λόγον ἐπὶ πολὺ ἐπιμενόντων αὐτῷ τῶν
δαιμόνων, ὡς δὲ οὐδὲν ἤνυσαν τὰ αὐτὰ πολλάκις λέγοντες, διαλα-
βόντες αὐτὸν οἱ πονηροὶ δαίμονες ᾔκιζον χαλεπῶς ἄγαν ἅπαν τὸ
σῶμα αὐτοῦ καταξαίνοντες, καὶ βασανίζοντες αὐτὸν χαλεπῶς
ἡμιθανῆ καταλιπόντες ἀπήρχοντο. ὁ δὲ οὐδὲν ἧττον ἀκίνη-
τος, ἔνθαπερ αὐτὸν κατέλιπον, ἔκειτο στένων αὖθις, ἐπειδὴ τὴν
ψυχὴν συνελέξατο. τῶν δὲ οἰκείων αὐτοῦ κατ' ἴχνος ἀναζητη-
σάντων αὐτὸν καὶ εὑρόντων καὶ τὴν αἰτίαν τῆς τοῦ σώματος
συμφορᾶς παρ' αὐτοῦ μαθόντων, ἠξίουν αὐτὸν ἀπαγαγεῖν οἴκαδε.
ὁ δὲ ἐπὶ πολὺ πολλάκις βιασαμένων ἀντέσχεν, καὶ πάλιν
αὐτὸν τὴν ἐπιοῦσαν νύκτα χείρω τῶν ἔμπροσθεν οἱ δαίμονες ἐπὶ
τοῖς αὐτοῖς διατιθέμενοι, καὶ οὐδ' οὕτως πάλιν οἱ προσήκοντες
αὐτὸν πείθουσι μεταστῆναι τοῦ τόπου, κρεῖττον εἶναι τεθνά-
ναι λέγοντα ἢ ἐν τοιαύταις κηλῖσι τοῦ βίου ζῆν. ἡ τρίτη
νὺξ ὑπὸ τῶν δαιμόνων μικροῦ πάντη τὸν ἄνθρωπον ἀπήλλαξεν,
ἀνηλεῶς ἐπιπεσόντων αὐτῷ ταῖς βασάνοις καὶ ἕως ὑστάτης πνοῆς
κακωσάντων. ὡς δὲ οὐκ εἶδον ἐνδόντα, ᾤχοντο, ἄπνουν μέντοι
καταλιπόντες τὸν ἄνθρωπον· ἀπελθόντες οὖν ἐκεκράγεισαν λέ-
γοντες· »Ἐνίκησας, ἐνίκησας, ἐνίκησας.« καὶ οὐκέτι αὐτῷ
συνήντησεν οὐδὲν δεινόν, ἀλλὰ καθαρὸς καθαρῶς τὸν τάφον ᾤκη-
σεν ἕως ἔζη ἐξασκήσας τὴν ἀρετὴν καθαράν, οὕτως καὶ θεῷ
τίμιος γενόμενος καὶ θαυμάτων ἐπίδειξιν ἐνδειξάμενος, ὥστε
πολλοῖς καὶ θαῦμα καὶ ζῆλον καλῶν ἐπιτηδευμάτων παρέσχεν.
ἐκ τούτου πλεῖστοι καὶ τῶν σφόδρα ἀπεγνωκότων ἑαυτῶν
μετῆλθον τὰς καλὰς πράξεις καὶ κατώρθωσαν, καὶ γέγονεν
αὐτοῖς τὸ τῆς γραφῆς λεγούσης· πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσε-
ται. προηγουμένως οὖν, ὦ τέκνα, τὴν ταπεινοφροσύνην ἀσκή-
σωμεν κρηπῖδα πρώτην οὖσαν πασῶν τῶν ἀρετῶν· πάντως δὲ
συμβάλλεται ἡμῖν καὶ ἡ μακροτέρα ἔρημος πρὸς τὴν ἄσκησιν.
Γέγονεν γάρ τις ἕτερος μοναχὸς τὴν πορρωτέρω ἔρημον
κατειληφὼς καὶ ἐν πολλοῖς ἔτεσι τὰς ἀρετὰς κατορθώσας. ἐν
γήρει λοιπὸν τυγχάνων τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐπειρᾶτο·
ἦν γὰρ πάνυ ὁ ἀσκητὴς τὴν ἡσυχίαν ἀσπαζόμενος, καὶ ἐν εὐχαῖς
καὶ ὕμνοις καὶ θεωρίαις πολλαῖς διημερεύων καὶ ὁράσεις τινὰς
θειοτέρας ἐναργεῖς ἐθεώρει, τοῦτο μὲν ἐγρηγορώς, τοῦτο δὲ καὶ
καθ' ὕπνον. καὶ σχεδὸν ἴχνος ἐπείληπτο τῆς ἀσωμάτου ζωῆς,
οὐ γῆν φυτεύων, οὐδὲ φροντίζων διαίτης, οὐδὲ ἐν τοῖς φυτοῖς
ζητῶν ὅ τι παράσχῃ τῷ σώματι δεομένῳ, ἀλλ' οὐδὲ ἐκ τῆς χλοῆς,
οὐδὲ ἄγραν ὀρνίθων οὐδ' ἄλλου τινὸς μετήρχετο ζῴου, ἀλλὰ πε-
ποιθήσεως γέμων εἰς τὸν θεόν, ἐξ ὅτου ἐκ τῆς οἰκουμένης ἐκεῖ
μετέστη, καὶ λόγον οὐδενὸς εἶχεν ὅπως αὐτῷ τρεφόμενον δια-
μένοι τὸ σῶμα, ἀλλ' ἐν λήθῃ πάντων ἑκὼν ἀνεῖχεν ἑαυτὸν τελείῳ
πόθῳ πρὸς τὸν θεὸν παραμένων καὶ περιμένων τὴν ἐκ τοῦ κόσμου
μετάθεσιν καὶ τῷ γε πλείστῳ τῇ τέρψει τῶν μὴ φαινομένων καὶ
ἐλπιζομένων ἐτρέφετο. καὶ οὔτε τὸ σῶμα κατετήκετο αὐτοῦ τῇ
παρατάσει, οὔτε ἄθυμος ἦν ἡ ψυχή, ἀλλ' ἐν σεμνῇ τινι κατα-
στάσει τὴν καλὴν ἕξιν εἶχεν. πλὴν ἀλλὰ τιμῶν αὐτὸν ὁ θεὸς
διά τινος τεταγμένου χρόνου δυοῖν ἢ τριῶν ἡμερῶν ἄρτον ἐπὶ
τῆς τραπέζης ἐδίδου φαίνεσθαί τε καὶ εἶναι καὶ κεχρῆσθαι, καὶ
εἰσελθὼν ἐκεῖνος ἐν τῷ σπηλαίῳ ἡνίκα αἰσθάνετο δεομένου τοῦ
σώματος εὕρισκε τροφὴν καὶ προσκυνήσας καὶ εὐωχηθεὶς πάλιν
τῶν ὕμνων ἀπήλαυεν, ἐπιμόνως τῆς εὐχῆς καὶ τῆς θεωρίας ἐχό-
μενος, θάλλων ὁσημέραι καὶ ἐπιδιδοὺς τῷ παρόντι τῆς ἀρετῆς
καὶ τῷ μέλλοντι τῆς ἐλπίδος ἐπὶ τὸ μεῖζον προβαίνων ἀεί· καὶ
σχεδὸν ἐθάρρει περὶ τῆς ἀμείνονος ἑαυτοῦ λήξεως, ὡς ἔχων αὐ-
τὴν ἐν χερσὶν ἤδη. ὃ καὶ γέγονεν αὐτῷ, μικροῦ δεῖν ἀποπεσόντος
ἐκ τοῦ μετὰ ταῦτα ἐπελθόντος αὐτῷ πειρασμοῦ. τί γὰρ οὐ
λέγομεν αὐτοῦ τὴν παρ' ὀλίγον πτῶσιν; ὡς γὰρ εἰς τὸ φρόνημα
τοῦτο ἦλθεν, ἔλαθεν ἑαυτὸν οἰόμενος πλεῖον εἶναί τι τῶν πολλῶν
καὶ ὡς ἤδη τι παρὰ τοὺς ἄλλους ἀνθρώπους μεῖζόν [τι] κεκτη-
μένος, καὶ τοιοῦτος ὢν λοιπὸν ἑαυτῷ ἐπεποίθει. γεννᾶται
οὖν οὐκ εἰς μακρὰν αὐτῷ πρῶτόν τις μικρὰ ῥαθυμία, ὅσον μηδὲ
εἶναι ῥαθυμίαν δοκεῖν· εἶτα φύεται μείζων ἀμέλεια· εἶτα ὅσον
καὶ αἴσθησιν εἶναι. καὶ γὰρ ἐκ τῶν ὕπνων ὀκνηρότερος διανί-
σταται πρὸς τοὺς ὕμνους, καὶ τὸ τῶν εὐχῶν ἤδη ἀργότερον, καὶ
ὁ ὕμνος οὐχ οὕτως ἐκτεταμένος, καὶ ἡ ψυχὴ βουλομένη, φησίν,
ἀναπαύεσθαι, καὶ ὁ νοῦς ἔνευε κάτω, καὶ οἱ λογισμοὶ ῥεμβασμούς
τινας ἔπασχον, καί πού τις ἐν τοῖς κρυφίοις ἀτοπία ἐμελετᾶτο.
πλὴν ἀλλ' ὁ ἐθισμὸς ἐκ τῶν πρόσθεν ἀπῆγέ πως ἔτι τὸν ἀσκητήν,
ὥσπερ ῥύμη τις ἐκ τῆς ὁρμῆς ἐκείνης, καὶ διέσωζεν τέως. καί
ποτε εἰσελθὼν μετὰ τὰς συνήθεις εὐχὰς πρὸς ἑσπέραν εὗρεν τὸν
ἄρτον ἐπὶ τῆς τραπέζης θεόθεν αὐτῷ χορηγούμενον καὶ ἀνεκτή-
σατο. ἐν ᾧ δὲ τὰς μειώσεις ἐκείνας οὐκ ἀπεβάλλετο οὐδὲ ἐλογί-
σατο ὅτι τὰ παροράματα τὴν σπουδὴν βλάπτει, οὐδὲ ἐπὶ τὴν
ἴασιν ἐτρέπετο τοῦ κακοῦ, ἀλλὰ μικρὸν ᾠήθη τὸ παρ' ὀλίγον τῶν
δεόντων ἀποπεσεῖν. τοιγαροῦν αὐτὸν ἔρως ἐπιθυμίας ἁρπά-
σας εἰς τὸν κόσμον ἀπῆγεν τοῖς λογισμοῖς. ὅμως ἐπισχὼν ἑαυ-
τὸν τέως εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἐπὶ τὴν συνήθη τρεπόμενος
ἄσκησιν καὶ εὐξάμενος καὶ ὑμνήσας εἰσελθὼν ἐν τῷ σπηλαίῳ
τὸν μὲν ἄρτον εὗρεν παρακείμενον, οὐχ οὕτω δὲ ἐπιμελῆ καὶ κα-
θαρόν, ἀλλ' ἐρρυπωμένον πως ἤδη. καὶ θαυμάσας καί που κατ-
ηφὴς γενόμενος, ὅμως μετέσχεν καὶ ἀνεκτήσατο. τρίτη νὺξ
γέγονεν καὶ τριπλάσιον τὸ κακὸν προσετίθετο. καὶ γὰρ θᾶττον
ὁ νοῦς αὐτοῦ τοῖς λογισμοῖς ἐγκατέσκηψεν, ἡ μνήμη δὲ αὐτοῦ
ὡσὰν συμπαρούσης γυναικὸς καὶ συνανακειμένης συνδιετίθετο,
καὶ τὸ πρᾶγμα ἐν ὀφθαλμοῖς εἶχεν καὶ ὡς πράττων αὐτὸ διετέ-
λει. ἐξῆλθεν δὲ ὁμοίως καὶ τὴν τρίτην ἡμέραν ἐπὶ τὸ ἔργον καὶ
τὴν εὐχὴν καὶ τοὺς ὕμνους, οὐκέτι καθαρὰς ἔχων τὰς ἐνθυμή-
σεις, ἀλλὰ πυκνὰ μεταστρεφόμενος ἐμετεωρίζετο τοὺς ὀφθαλ-
μοὺς ὧδε κἀκεῖ ἀκοντίζων. διέτεμνον γὰρ αὐτοῦ τὸ καλὸν ἔργον
αἱ μνῆμαι τῶν ἐνθυμημάτων. ἑσπέρας οὖν ἐπανῆλθεν ἄρτου
δεόμενος. τὸν δὲ εὗρεν μὲν ἐν τῇ τραπέζῃ, ἀλλ' οἷον ὑπὸ μυῶν
ἢ κυνῶν βεβρωμένον καὶ λείψανόν τι τῶν ξηρῶν ἔξωθεν. τότε
στένει μὲν καὶ δακρύει, ἀλλ' οὐχ ὅσον ἱκανόν, οὐδ' ὅσον στεῖλαι
τὴν ἀτοπίαν. καὶ τραφεὶς οὐχ ὅσον ἤθελεν οὐχ οἷός τε ἦν ἀνα-
παύσασθαι. ὡς δὲ ἐπῆλθον αὐτῷ οἱ λογισμοὶ ἀθρόως πάν-
τοθεν αὐτὸν περιέχοντες καὶ πολεμοῦντες αὐτοῦ τὴν διάνοιαν,
εὐθὺς αἰχμάλωτον αἴρουσιν εἰς τὸν κόσμον. ἀναστὰς δὲ ᾤχετο
ἐπὶ τὴν οἰκουμένην διὰ τῆς ἐρήμου νυκτοπορῶν. καταλαβούσης
δὲ αὐτὸν τῆς ἡμέρας καὶ τῆς οἰκουμένης ἔτι μακρὰν ἀπεχούσης
καὶ τοῦ καύματος αὐτὸν θλίβοντος ἐκοπίασεν. κατενόει δὲ πάν-
τοθεν ἑαυτοῦ κύκλῳ περισκοπῶν, εἴ που μοναστήριον ἀναφανείη
καὶ εἰσελθὼν ἀναπαύσηται. ὅπερ καὶ γέγονεν, ὑποδεξαμένων
αὐτὸν εὐλαβῶν τινων καὶ πιστῶν ἀδελφῶν, οἳ ὡς πατέρα γνή-
σιον θεασάμενοι ἔνιψαν τὰς ὄψεις αὐτοῦ καὶ τοὺς πόδας καὶ εὐξά-
μενοι τράπεζαν παραθέντες τὰ εὑρεθέντα ἠξίουν μετὰ ἀγάπης
μεταλαβεῖν. ὡς δὲ ἀνεκτήσατο, ἠξίουν λόγον σωτηρίας αὐτοῖς
παρ' αὐτοῦ οἱ ἀδελφοὶ λέγεσθαι, καὶ οἵαις μεθόδοις δύναιντο
σωθῆναι ἐκ τῆς τοῦ διαβόλου παγίδος, καὶ ὅπως τῶν αἰσχρῶν
λογισμῶν περιγένωνται. ὁ δὲ αὐτοὺς ὡς πατὴρ τέκνα νου-
θετῶν παρῄνει προσκαρτερεῖν ἐν τοῖς πόνοις ὀλίγον ὕστερον εἰς
ἀνάπαυσιν πολλὴν μεθισταμένους, καὶ πολλὰ ἕτερα περὶ ἀσκή-
σεως αὐτοῖς διαλεγόμενος λίαν ὠφέλησεν. παυσάμενος δὲ τῆς
νουθετήσεως καὶ μικρὸν ἐν ἑαυτῷ γενόμενος διελογίζετο πῶς ἄλ-
λους νουθετῶν αὐτὸς ἀνουθέτητος ἔμεινεν. καὶ συνειδὼς αὐ-
τοῦ τὴν ἧτταν δρομαῖος ἐπὶ τὴν ἔρημον πάλιν ἐχώρει ἀποδυ-
ρόμενος ἑαυτὸν καὶ λέγων· »Εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι,
παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου, καὶ παρ' ὀλίγον ἐγενόμην ἐν
παντὶ κακῷ· παρὰ μικρὸν συνετέλεσάν με ἐν τῇ γῇ«. καὶ γέγονεν
ἐπ' αὐτῷ τὸ εἰρημένον· »Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πό-
λις ὀχυρὰ καὶ ὡς τεῖχος ἄπτωτον«. καὶ ἐκεῖθεν λοιπὸν πεν-
θῶν διετέλει πάντα τὸν βίον τὴν θεόθεν τράπεζαν ζημιωθεὶς καὶ
μετὰ καμάτου τὸν ἄρτον ἑαυτοῦ ποριζόμενος. καθείρξας γὰρ
ἑαυτὸν ἐν τῷ σπηλαίῳ καὶ σάκκον καὶ σποδὸν ἑαυτῷ ὑποστρώ-
σας οὐ πρότερον ἀνέστη χαμόθεν οὐδὲ ἐπαύσατο ἀποδυρόμενος,
πρὶν φωνῆς ἀγγέλου ἀκοῦσαι πρὸς αὐτὸν λέγοντος κατ' ὄναρ·
»Ἐδέξατο ὁ θεὸς τὴν μετάνοιάν σου καὶ ἠλέησέν σε· καὶ τοῦ
λοιποῦ ὅρα μὴ ἀπατηθῇς. ἐλεύσονται δὲ οἱ ἀδελφοὶ παρακαλοῦν-
τές σε, οὓς σὺ ἐνουθέτησας, καὶ κομιοῦσίν σοι εὐλογίας· ἃς
ὑποδεξάμενος μεταλήψῃ σὺν αὐτοῖς καὶ τῷ θεῷ διὰ παντὸς εὐ-
χαριστήσεις.«
Ταῦτα οὖν, ὦ τέκνα, ὑμῖν ὑφηγησάμην, ἵνα τὴν ταπεινο-
φροσύνην πρῶτον ἀσκήσητε, κἂν ἐν μικροῖς κἂν ἐν μεγάλοις
δόξητε εἶναι—αὕτη γάρ ἐστιν ἡ πρώτη τοῦ σωτῆρος ἐντο-
λὴ λέγοντος μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασι-
λεία τῶν οὐρανῶν—, καὶ ἵνα μὴ ἀπατηθῆτε ὑπὸ τῶν δαιμόνων τῶν
φαντασίας ὑμῖν ἐγειρόντων. ἀλλ' ἐάν τις ἔλθῃ πρὸς ὑμᾶς ἢ
ἀδελφὸς ἢ φίλος ἢ ἀδελφὴ ἢ γυνὴ ἢ πατὴρ ἢ διδάσκαλος ἢ
μήτηρ ἢ παῖς ἢ οἰκέτης, πρῶτον εἰς προσευχὴν τὰς χεῖρας ἐκτεί-
νατε, καὶ ἐὰν ᾖ φάντασμα, φεύξεται ἀφ' ὑμῶν. κἂν ἀπατῶσιν
ὑμᾶς οἱ δαίμονες ἢ οἱ ἄνθρωποι κολακεύοντες ὑμᾶς καὶ
ἐπαινοῦντες, μὴ πείθεσθε αὐτοῖς μηδὲ ἐπαίρεσθε τῇ διανοίᾳ.
κἀμὲ γὰρ οὕτως ἠπάτησαν οἱ δαίμονες πολλάκις ἐν νυκτί,
καὶ οὔτε εὔξασθαί με οὔτε ἀναπαύσασθαι συνεχώρησαν, φαν-
τασίας μοί τινας παρέχοντες ὅλην τὴν νύκτα. καὶ πρωῒ ἐμ-
παίζοντες προσέπεσάν μοι λέγοντες· »Συγχώρησον ἡμῖν, ἀββᾶ,
ὅτι κόπους σοι παρεσχήκαμεν ὅλην τὴν νύκτα«. ἐγὼ δὲ εἶπον
πρὸς αὐτούς· »Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο-
μίαν· οὐ γὰρ μὴ ἐκπειράσητε δοῦλον θεοῦ«.
Ὥστε οὖν καὶ ὑμεῖς, ὦ τέκνα, τὴν ἡσυχίαν μεταδιώξατε
πρὸς τὴν θεωρίαν ἀεὶ γυμναζόμενοι, ἵνα καθαρὸν κτήσησθε νοῦν
τῷ θεῷ προσευχόμενοι. καλὸς μὲν γὰρ κἀκεῖνος ὁ ἀσκητὴς ὁ
συνεχῶς ἐν τῷ κόσμῳ γυμναζόμενος καὶ περὶ τὰς καλὰς πρά-
ξεις ἀσχολούμενος, ὁ τὴν φιλαδελφίαν ἐπιδεικνύμενος καὶ τὴν
φιλοξενίαν καὶ τὴν ἀγάπην καὶ ἐλεημοσύνας διαπραττόμενος καὶ
εὐεργετῶν τοὺς παρόντας καὶ τοῖς κάμνουσι βοηθῶν καὶ ἀσκαν-
δάλιστος διαμένων. καλὸς μὲν οὗτος καὶ πάνυ καλός· πρακ-
τικὸς γὰρ καὶ ἐργάτης ἐστὶν τῶν ἐντολῶν, ἀλλὰ περὶ τὰ γήϊνα
ἀσχολεῖται. κρείττων γε μὴν τούτου καὶ μείζων ὁ θεωρητικὸς
ἐκεῖνος ὁ ἀπὸ τῶν πρακτικῶν ἐπὶ τὴν νόησιν ἀναδραμὼν παρεὶς
ἑτέροις ταῦτα φροντίζειν, αὐτὸς δὲ καὶ ἑαυτὸν ἀπαρνησάμενος
καὶ ἑαυτοῦ λήθην ἔχων πολυπραγμονεῖ τὰ οὐράνια εὔλυτος πάν-
των τῷ θεῷ παριστάμενος, ὑπ' οὐδεμιᾶς φροντίδος ἑτέρας ὄπι-
σθεν κατασπώμενος. ὁ τοιοῦτος γὰρ σὺν θεῷ διάγει, σὺν θεῷ
πολιτεύεται, ἀπαύστοις ὕμνοις ὑμνῶν τὸν θεόν.»
Ταῦτά τε καὶ ἄλλα πάμπολλα ἡμῖν διηγούμενος ὁ μακά-
ριος Ἰωάννης ἐπὶ τρεῖς ἡμέρας ἄχρις ἐννάτης ὥρας διαλεγό-
μενος τὰς ψυχὰς ἡμῶν ἐθεράπευεν. δοὺς δὲ ἡμῖν εὐλογίας ἐν
εἰρήνῃ πορευθῆναι προσέταξεν, εἰπὼν ἡμῖν καὶ προφητείαν τινά,
ὅτι· «Σήμερον τὰ ἐπινίκια τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου
εἰς τὴν Ἀλεξάνδρειαν εἰσεληλύθασιν τῆς τοῦ τυράννου Εὐγενίου
ἀναιρέσεως», καὶ ὅτι· «Δεῖ τὸν βασιλέα ἰδίῳ θανάτῳ τελευτῆ-
σαι». ἅπερ συνέβη κατὰ ἀλήθειαν οὕτω γενέσθαι.
Ὡς δὲ πολλοὺς καὶ ἄλλους πατέρας ἐθεασάμεθα, ἥκασιν
ἀδελφοὶ ἀναγγέλλοντες ἡμῖν τετελειῶσθαι τὸν μακάριον Ἰωάν-
νην θαυμαστόν τινα τρόπον· ἐντειλάμενος γὰρ ἐπὶ τρεῖς ἡμέρας
μηδένα συγχωρεῖν πρὸς αὐτὸν ἀνιέναι, κλίνας τὰ γόνατα εἰς
προσευχὴν ἐτελειώθη πρὸς θεὸν ἀπερχόμενος· ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας, ἀμήν.
2
{βʹ. Περὶ ἀββᾶ Ὤρ.}
Ἐθεασάμεθα δὲ καὶ ἕτερον ἄνδρα θαυμαστὸν ἐν Θηβαΐδι,
ἀββᾶ Ὢρ ὄνομα αὐτῷ, πατέρα μοναστηρίων ἀδελφῶν χιλίων,
σχῆμα μὲν ἔχοντα ἀγγελικόν, ἐνενηκονταέτη που ὄντα, ἄχρι τοῦ
στήθους ἔχοντα λαμπρὸν πώγωνα, καὶ φαιδρὸν τῷ προσώπῳ,
ὡς καὶ ὁρώμενον αὐτὸν μόνον δυσωπηθῆναι τὸν ἄνδρα. οὗτος
πολλὰ πρότερον καθ' ἑαυτὸν ἐν τῇ ἐρήμῳ ἀσκήσας τῇ πορρω-
τέρᾳ, ὕστερον ἐν τῇ πλησίον ἐρήμῳ τὰ μοναστήρια συνεκρότη-
σεν, ἕλος φυτεύσας χερσὶν οἰκείαις, ξύλων ἀγρίων ὄντων ἐν τῷ
τόπῳ, ὡς ὕλην εἶναί τινα πολλὴν ἐν τῇ ἐρήμῳ. ἔλεγον γὰρ
ἡμῖν οἱ περὶ αὐτὸν πατέρες ὅτι· «Οὐδὲ βλαστὸς εἷς ἦν ὧδε, ὅτε τὸ
πρὶν ὁ ἀνὴρ ἐκ τῆς ἐρήμου παρεγένετο.» ἐφύτευσεν δὲ τοῦτο ἵνα
μὴ διά τινα χρείαν οἱ συνερχόμενοι πρὸς αὐτὸν ἀδελφοὶ ἀναγκα-
σθῶσιν περιάγειν. ἀλλὰ πᾶσαν πρόνοιαν αὐτῶν ἐποιεῖτο εὐχόμε-
νος τῷ θεῷ καὶ ὑπὲρ τῆς σωτηρίας αὐτῶν ἀγωνιζόμενος, ἵνα ἐν
μηδενὶ λείπωνται τῶν ἀναγκαίων καὶ μὴ πρόφασις αὐτοῖς ῥα-
θυμίας τις γένηται. οὗτος ἐν τῇ ἐρήμῳ πρῶτον διάγων ἤ-
σθιεν μὲν βοτάνας καὶ ῥίζας τινὰς γλυκείας, ἔπινεν δὲ ὕδωρ ὅτε
καὶ εὕρισκεν, ἐν εὐχαῖς καὶ ὕμνοις διατελῶν πάντα τὸν χρόνον.
ὡς δὲ λοιπὸν εἰς τὴν τελείαν τοῦ γήρως ἔφθασεν ἡλικίαν, ἄγ-
γελος αὐτῷ φαίνεται κατ' ὄναρ ἐν τῇ ἐρήμῳ λέγων ὅτι· «Ἔσῃ
εἰς ἔθνος μέγα καὶ πολὺν λαὸν πιστευθήσῃ. ἔσονται δὲ οἱ σωζό-
μενοι διὰ σοῦ μυριάδες δέκα. ὅσους γὰρ ἂν ἐνταῦθα κερδήσῃς,
τοσούτων ἄρξεις ἐν τῷ αἰῶνι τῷ μέλλοντι. καὶ μηδὲν διστάσῃς»,
φησὶν ὁ ἄγγελος πρὸς αὐτόν· «οὐδέποτε γάρ σοι λείψει τὰ πρὸς
τὴν χρείαν ἄχρι τῆς τελευτῆς, ὁσάκις ἂν ἐπικαλέσῃ τὸν θεόν.»
ταῦτα ἀκούσας ἐπὶ τὴν πλησίον ἔρημον ὥρμησεν καταμόνας
πρῶτον διάγων, καλύβιον μικρόν τι ἑαυτῷ κατασκευάσας, λα-
χάνοις συνθέτοις μόνον ἀρκούμενος, πολλάκις καὶ δι' ἑβδομάδος
ἅπαξ μεταλαμβάνων. ἀγράμματος μὲν ὢν τὸ πρῶτον, ἐπεὶ δὲ ἐκ
τῆς ἐρήμου ἐπὶ τὴν οἰκουμένην ἤρχετο, χάρις αὐτῷ θεόθεν δί-
δοται καὶ τὰς γραφὰς ἔξωθεν ἀπεστήθιζεν. ἐπιδοθέντος γὰρ αὐ-
τῷ βιβλίου παρὰ τῶν ἀδελφῶν, ὡς ἔμπειρος τῶν γραφῶν, οὕτω
λοιπὸν ἀνεγίνωσκεν. εἰλήφει δὲ καὶ ἑτέραν χάριν τὴν κατὰ
τῶν δαιμόνων ἐλασίαν, ὡς πολλοὺς τῶν πασχόντων καὶ μὴ βου-
λομένους παριστᾶν, βοώντων αὐτοῦ τὴν πολιτείαν· ἰάσεις τε τὰς
ἄλλας ἐπιτελῶν οὐκ ἐπαύετο, ὡς συναχθέντας πανταχόθεν πρὸς
αὐτὸν μοναχοὺς εἰς χιλιάδας συνάγεσθαι.
Ἰδὼν οὖν ἡμᾶς ὁ ἀνὴρ καὶ περιχαρὴς γενόμενος ἠσπάσατό
τε καὶ ὑπερηύξατο· νίψας τε τοὺς πόδας ἡμῶν χερσὶν οἰκείαις
πρὸς διδασκαλίαν ἐτρέπετο. ἔμπειρος γὰρ ἦν λίαν τῶν γραφῶν
θεόθεν ταύτην τὴν χάριν κτησάμενος. πολλὰ δὲ ἡμῖν τῶν γραφῶν
λύσας κεφάλαια καὶ τὴν ὀρθόδοξον πίστιν παραδοὺς ἐπὶ τὰς εὐ-
χὰς προετρέπετο. ἔθος γὰρ τοῖς μεγάλοις μὴ πρότερον τρο-
φὴν προσίεσθαι τῇ σαρκί, πρὶν ἢ τὴν πνευματικὴν τροφὴν τῇ
ψυχῇ παραδοῦναι, τοῦτο δὲ ἡ τοῦ Χριστοῦ ἐστιν κοινωνία. μετα-
λαβόντας οὖν ταύτης καὶ εὐχαριστήσαντας ἐπὶ τὴν τράπεζαν προ-
ετρέπετο, αὐτός τι ἀεὶ τῶν σπουδαίων ὑπομιμνήσκων καθήμενος
καὶ λέγων ἡμῖν· «Οἶδα ἐγώ τινα ἄνθρωπον ἐν τῇ ἐρήμῳ μη-
δὲν γήϊον βρῶμα ἐπὶ τρία ἔτη γευσάμενον, ἀλλὰ ἄγγελος αὐτῷ
κατὰ τρεῖς ἡμέρας οὐράνιον βρῶμα ἐκόμιζεν καὶ ἔβαλλεν αὐτοῦ
εἰς τὸ στόμα, καὶ τοῦτο αὐτῷ ἀντὶ τροφῆς καὶ ποτοῦ ἐγίγνετο.
καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον ὅτι ἦλθον πρὸς αὐτὸν ἐν φαν-
τασίᾳ οἱ δαίμονες ἀγγελικὰς στρατιὰς ἐπιδεικνύντες καὶ ἅρμα πυ-
ρὸς καὶ δορυφορίαν πολλήν, οἷά τε βασιλέως τινὸς ἐπιδημοῦντος
καὶ λέγοντος αὐτῷ· »Κατώρθωσας πάντα, ὦ ἄνθρωπε· προσκύ-
νησόν με καὶ ὡς Ἠλίαν σε ἀναλήψομαι«. ἔλεγεν δὲ ὁ μο-
ναχὸς ἐν τῇ αὐτοῦ διανοίᾳ· »Καθ' ἡμέραν προσκυνῶ ἐγὼ τῷ
ἐμῷ βασιλεῖ καὶ σωτῆρι, καὶ εἰ ἦν οὗτος ἐκεῖνος, οὐκ ἂν τοῦτο
παρ' ἐμοῦ ᾔτει«. ὡς δὲ μόνον εἶπεν αὐτῷ τὰ τῆς διανοίας, ὅτι
»Ἔχω τὸν ἐμὸν βασιλέα Χριστόν, ὃν ἀεὶ προσκυνῶ· σὺ δὲ οὐκ
εἶ ἐμὸς βασιλεύς«, εὐθὺς ἐκεῖνος ἄφαντος γέγονεν. ταῦτα οὖν
ἡμῖν ὡς περὶ ἄλλου διαλεγόμενος τὰς ἑαυτοῦ πολιτείας κρύπ-
τειν ἠβούλετο· οἱ δὲ συνόντες αὐτῷ πατέρες αὐτὸν ἔλεγον ταῦ-
τα ἑωρακέναι.
Ἦν γοῦν τοιοῦτος ὁ…
τ…
The complete text is available when the reading interface loads.