Fragmenta in epistulam i ad Corinthios
- Edition reference
- Fragmenta in epistulam i ad Corinthios (in catenis), ed. Staab, op. cit., 418–419.
- CTS identifier
urn:cts:greekLit:tlg2762.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
θάλασσαν, καὶ γενήσεται οὕτως.> οὐδήπου γὰρ ὡς πρὸςἀπίστους τὴν κοινὴν πίστιν ταῦτα πρὸς αὐτοὺς διελέγετο.{2 Kor 10,7} Κατ' ἐπιτιμητικὴν ὑπόκρισιν τοῦτο ἀναγνωστέον· οὐκ ἐκ τῶνἔργων, ἀντὶ τοῦ τῆς ἀληθείας, τὴν ἐξέτασιν, ἐκ δὲ τῶν ἐπιπολῆς ἁπλῶςφαινομένων λαμβάνετε.{Gal 3,20} Λέγει τοίνυν ὅτι Μωϋσῆς μὲν ἐμεσίτευσε πρὸς τὴν δόσιν τοῦνόμου, ἀλλ' ἑνὶ μόνον ἐμεσίτευσεν ἔθνει· δεῖ δὲ τὸν ὡς ἀληθῶς μέλλονταμεσιτεύειν πρὸς τὸν τῶν ἁπάντων ἐθνῶν ἕνα θεόν, οὐχ ὑπὲρ ἑνὸς ἔθνουςἀλλ' ὑπὲρ πάντων κοινῇ τὴν μεσιτείαν ποιήσασθαι, ἐπειδὴ καὶ πάντωνἐθνῶν <εἷς ἐστι θεός.> εἴη δ' ἂν οὗτος οὐ ψιλὸς ἄνθρωπος οἷος ὁΜωϋσῆς, ἀλλὰ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, θεός τε ὢν ἀληθῶς ὁ αὐτὸς ἅμακαὶ ἄνθρωπος ἀληθῶς, καὶ τῇ συγγενείᾳ τῇ πρὸς ἑκάτερον εἰς ἓνσυνάγων ἐν ἑαυτῷ τὰ ἑκάτερα· <αὐτὸς γάρ ἐστιν ἡ εἰρήνηἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.>{Gal 3,21} Οὐ τοίνυν ἐνδεχόμενον ἀλλ' οὐδὲ εὔλογον ἐπ' ἀναιρέσει τῶνεὐλογιῶν δεδόσθαι φάναι τὸν νόμον.{Gal 3,23} Ἐπειδὴ τοίνυν, φησίν, οὐκ ἐξ ἀρχῆς ἀλλ' ὕστερον. χάριτι τῆςδικαιώσεως ἡμᾶς ἦν θεῷ δοκοῦν ἀπολαῦσαι, εἰκότως τέως νόμοις ἡφύσις ἡμῶν περιετειχίζετο κωλυομένη τε καὶ ἀναχαιτιζομένη πρὸςἑκάστης ἁμαρτίας ἐνέργειαν, ἵνα εἰς τὴν διὰ πίστεως ἀναπεταννυμένηνδικαίωσιν εὐτρεπεῖς ἐκ τοῦ φρουρίου τοῦ κατὰ νόμον ἀπολυθείημεν.{Gal 4,3} Ἐν τάξει τῶν ἐπιτρόπων καὶ οἰκονόμων τῶν τοὺς ἀτελεῖς τῇ ἡλικίᾳπρὸς τὸ συμφέρον παιδαγωγούντων ἔλαβε <τὰ στοιχεῖα τοῦκόσμου> οἷς ἦμεν διὰ τὸ τῆς γνώσεως ἀτελὲς συμφερόντως <δεδουλω-μένοι.> οὐκ ἄν, ὡς οἶμαι, ἥλιον καὶ σελήνην ἔλαβεν εἰς τάξιν τῶνἐπιτρόπων διὰ τὸ ἀσύμφορον εἶναι τὴν εἰς ταῦτα ὑποταγήν, ἀλλὰ<στοιχεῖά> φησι <τοῦ κόσμου> ἢ τὸν στοιχειώδη εἰσαγωγικὸν νόμον·καὶ γὰρ τοῖς ἐξ Ἰουδαίων πιστοῖς ἔγραφεν, καὶ δηλοῖ τά τε μικρὸνἀνωτέρω εἰρημένα καὶ τὸ <ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶςοὐδὲν ὠφελήσει. ἢ στοιχεῖα> καλεῖ ἡμέρας, ὕδωρ, πῦρ ὧν ἦσανἐκ τοῦ εἰς δουλείαν ὑπαγαγόντος νόμου αἱ παρατηρήσεις· ἡμερῶν μὲνἔν τε σαββάτοις καὶ νουμηνίαις καὶ περιτομαῖς, ὕδατος δὲ ἐν ταῖςσωματικαῖς ἁγνείαις καὶ βαπτισμοῖς, πυρὸς δὲ ἐν τῷ μὴ ἀνακαίειν πῦρἐν τοῖς σαββάτοις ἀλλ' ἕωλα ἐσθίειν. ὅρα δὲ τί εἶπεν εἰς τοῦτο ξένον ὁΕὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς Εὐαγγελικῆς ἀποδείξεως.{Gal 4,17} Οὐκ ἐπ' ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν ἀσπάζονται, ἀλλ'ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν ἕπεσθαι, πρὸς ὑμετέραν ἀπάτηντὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται.{2 Thess 2,7—8} Ὅταν μέντοι τὸ πέρας ἐπιστῇ τῆς τοῦ θεοῦ προθεσμίας, καὶ ὁ<νῦν κατέχων> αὐτὸν ὅρος ἐκστῇ πληρωθείς, ἑτοίμως <τότε> καὶ δίχαπάσης ἀναβολῆς ὁ <ἄνομος ἀποκαλυφθήσεται.>{Hebr 1,1—2} Τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωϋσέα καὶ τοὺς καθ' ἑξῆς.διαφόρως οὖν, φησί, καὶ καταλλήλως ἑκάστῳ καιρῷ τοῖς ἡμετέροιςπρογόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας θεός, τοῦ παντὸς ἤδηχρόνου συμπληρουμένου λελάληκεν ἡμῖν <ἐν υἱῷ,> τοῦτ' ἔστι νόμοιςπρότερον τὸ γένος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσινδικαιοσύνης τε καὶ θεογνωσίας διὰ τῶν ἑαυτοῦ δούλων παιδαγωγήσας,τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν τῷ Χριστῷ καὶ τῇ κατ' αὐτὸνοἰκονομίᾳ τὴν τούτων ἡμᾶς αὐτοτελῆ χάριν ἐυηγγελίσατο. λέγει δὲ τὴνμετὰ τὸν σταυρὸν διὰ τῆς ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκα〈τάστασιν〉.{Hebr 1,3} <Δόξαν> μὲν εὐφήμως κέκληκε τὸν πατέρα, <ἀπαύγασμα> δὲ τὸνυἱόν, διδάσκων ἐκ παραδείγματος ἐκ πατρός τε αὐτὸν εἶναι καὶ συναΐδιοντῷ πατρί· τοιοῦτον γὰρ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου τε ὂν καὶ συνυπάρχοναὐτῷ. οὐκοῦν ἂν ἥλιον εἴποι τις οὔποτε τοῦ οἰκείου πρεσβύτερονἀπαυγάσματος. ἔφη δὲ αὐτὸ δίχα τῆς πατρὸς συλλαβῆς κατὰ τὸ ἰδίωματῆς γραφῆς.{Hebr 5,8} Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατονἐπεδείξατο, καὶ ταῦτα τυγχάνων υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθα-μεν. πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινός, φαμὲν ὅτιοὗτος ἀληθῶς <ἔμαθεν ἀφ' ὧν> εἴρηκεν λόγους, τοῦτ' ἔστι τῇ ἀγγελίᾳκαὶ τῇ φράσει βεβαίως ἔδειξε κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν.{Hebr. 6,1} Μεθυπέρβατος ἡ ῥῆσίς ἐστιν· τὸ γὰρ <διδαχῆς> διὰ μέσου πρὸςἅπαν τὸ παρεγκείμενον ἀποδέδοται, καί ἐστιν ἡ κατὰ τὸν νοῦν αὐτῆςαὕτη συνθήκη· <μὴ πάλιν θεμέλιον καταβαλλόμενοι δι-δαχῆς,> εἶθ' οὕτως τὰ καθ' ἐξῆς ἐν ἀπαριθμήσει δηλούμενα περὶ ὧντῆς διδαχῆς ὁ θεμέλιος. βούλεται δὲ εἰπεῖν, ὅτι τοῖς νῦν πρῶτονπροσϊοῦσι τῇ πίστει τὴν περὶ τούτων διδασκαλίαν οἱονεὶ θεμέλιονπροκαταβαλλόμεθα, μετανοεῖν μὲν ἀπὸ τῶν νεκροποιῶν ἔργων εἰκότωςπρῶτον αὐτοὺς προτρεπόμενοι, μετανοοῦντας δὲ πιστεύειν ἐπὶ θεόν,πιστεύοντας δὲ βαπτίζεσθαι, βαπτιζομένους δὲ τῇ τῶν ἱερατικῶν χειρῶνὑποταγῆναι αὐτοὺς ἐπιθέσει πρὸς μετουσίαν τοῦ πνεύματος, τούτου δὲμετασχόντας περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως μηκέτι διαπιστεῖν, ἀναστη-σομένους δὲ καὶ αὖθις ἀναβιωσομένους ἔσεσθαι κρίσιν εἰδέναι, καὶδιηνεκῆ καὶ δικαίαν καὶ ὧν ἐνταῦθα βεβιώκαμεν τὴν ἀντίδοσινπεριμένειν.{Hebr. 9,2} Καθ' ἕνα μὲν οὖν λόγον οἶμαι τὴν μὲν <λυχνίαν,> ὡς εἴρηται, τὸἐκ τῶν αἰσθητῶν τούτων ἀστέρων αἰνίττεσθαι φῶς, τὴν <τράπεζαν>δὲ τὴν γῆν, τὴν δὲ <πρόθεσιν τῶν ἄρτων> τὴν ἐκ τῆς γῆς τῶν ἡμῖνἐπιτηδείων ἀνάδοσιν.