The Greek Library Author

Gelasius

Historia Ecclesiastica

Scientific editors
Gerhard Loeschke, Margret Heinemann
Edition reference
Gelasius Kirchengeschichte · Leipzig · J. C. Hinrichs · 1918
CTS identifier
urn:cts:greekLit:tlg2768.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΛΟΓΟΣ Aݲ

ά Περὶ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίνου.

β΄ Περὶ τῶν ὁμοχρόνων βασιλέων Κωνσταντίνου Μαξεντίου καὶ Μαξιμίνου.

γ΄ Περὶ τῆς τυραννίδος Μαξεντίου.

δ΄ Περὶ τοῦ βασιλέως κωνστατίνου, ὄπως κατὰ τοῦ τυράννου Μαξεντίου ἐστρατοπεδεύσατο.

ε΄ Περὶ τοῦ σταυροῦ τοῦ ὀφθέντος ἐν οὐρανῷ τῷ βασιλεῖ Κωνσταντίνῳ.

ς΄ Περὶ τοῦ δὀγνου οὗ ἐποίησεν ὁ βασιλεὺς Κωνσταντῖνος ἀντίτυπον τοῦ ὀφθέντος αὐτῷ σταυροῦ ἐν οὐρανῷ.

ζ΄ Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Μαξεντίου νίκης τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου.

η΄ Περὶ Λικιννίου πεμπομένου παρὰ τοῦ εὐσεβοῦς Κωνσταντίνου κατὰ τοῦ ἐπ᾿ ἀνατολῆς τυράννου.

θ΄ Περὶ τῆς τοῦ κατὰ ἀνατολὴν τυράννου Μαξιμίνου ἀπονοίας.

ι΄ Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως.

ια΄ Περὶ τῆς Λικιννίου κακοτροπίας.

ιβ΄ Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Λικιννίου νίκης τοῦ θεοφιλοῦς Βασιλέως Κωνσταντίνου.>

σύνταγμα τῆς ἐν Νικαίᾳ ἀγίας συνόδου περὶ ὧν διημφισβήτησαν πρὸς τοὺς ἁγίους πατέρας οἱ αἱρετικοὶ καὶ ἐκφώνησις τοῦ κρατήσαντος ὀρθοδόξου δὀγματος. προοίμιον περὶ τῶν κατὰ τὴν ἐν Νικαίᾳ ἀγίαν σύνοδον πραχθέντων.

Chapter praef

Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐν τῇ Νικαέων ἐκ πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίων κόσμου ἐπαρχιῶν καὶ Περσίδος, ἔκ τε τῆς τοῦ θεοῦ χἀριτος καὶ θεσπίσματος τοῦ θεοφιλοῦς καὶ εὐσεβοῦς βασιλέως Κωνσταντίνου τοῦ ἡμετερου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεομάχου Ἀρείου·

πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκίᾳ διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀπχιεπισκόπου γενομένου τῆς ἀγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ είς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον·

ᾔτινι ἱερᾷ βίβλῳ ἐντυχὼν καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ ἶός τε ἤμην (οὐδὲ γὰρ ἄν τις ἄφατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνἠμης <ἥ>

στόματος φέρειν δυνηθείν) πλεῖστα δὲ ὅσα ἐπεσημηνάμην , τά τε τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἡς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος·

τάς τε τῶν Ἀρείου Ἀρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους 23 vgl. Liik. 12, 10 A2H V1P3 21 2 ἐν τῇ] τῆς H 3 Ῥωμαίου V1P3M2P1 6 καὶ > Μ 2 7 ἐναρέτῳ] ἀρίστη A2 8 καὶ διατυπωθέντα > Α2Η 9 διάγων οἰκία ~ Α2 10 βεμβράναις 23 ν1 10 f γενομένης Μ2Ρ2V1Ρ3 11 f γενομένου ἀρχιεπισκόπου ~ 21 13 περιελθούσης Μ2Ρ1ν1Ρ3 15 Μωμένου ’ 17 ἂν > A2H | τις] εἶς Η 19 δυνήσεται Α2 | δὲ] τε HSS 21 ἀρειανίτας H (aber am Rand γρ. ἀρειομανίτας), Μ2 23 ἀρειανῖται Μ2 24 γὰρ Α2V1 > HM2P1P3 ἀντιρρήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ γραφικῶν διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπιλύσεις,

περί τε τῆς ἀνάρχου καὶ ἀεὶ τῷ ιεῷ καὶ πατρὶ συνυπαρχούσης τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος προαιωνίου μιᾶς θεότητος, περί τε τῆς αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, θεοῦ λόγου, ἐπ' ἐσχάτων τῆς ἡμετέρας ἒνεκα σωτηρίας ἐκ τῆς θεοτόκου παρθένου Μαρίας ἀπορρήτου σαρκώσεως καὶ τῶν τῆς ἐκκλησίας ἀποστολικῶν διατυπώσεων πᾶσαν ἁπλῶς τὴν ἐκεῖσε γεγενημένην πραγματείαν ἐνιστορήσας ὲν τῇ προρρηθείσῃ ἱερᾷ βίβλῳ,

πρό γε πάντων τὰς τοῦ πιστοτάτου βασιλέως Κωνσταντίνου τοῦ ἐν τῇ συνόδῳ συνεδρεύσαντος θείας καὶ ἀληθῶς ἀποστολικας ἐννοίας, ἥσθην εἰς τοσοῦτον τοῖς τῇ βίβλῳ ἐκείνῃ τῇ ἱερᾷ περιεχο- μένοις, ὥστε εἰπεῖν με πρὸς τὸν κύριον· »ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου«·

οὕτως οὔτως ὺπερηγάσθην ἐν τοῖς ἐκεῖ ἀναγεγραμμένοις περὶ τῆς ἀσπίλου καὶ ἀμωμήτου, ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως.

Μετὰ δὲ καιρούς τινας φθάσας ἐνταῦθα, ἐν τῇ τῶν Βιθυνῶν ἐπαρχίᾳ λέγω, κατ’ εὐδοκίαν τοῦ θεοῦ, κινήσεώς καὶ συζητήσεως πλείστης ὅσης γεγενημένης ἐπὶ τῆς ἀνταρσίας τοῦ ἀνοσίου Βασιλίσκου κατὰ τῆς ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῆς ἐν αὐτῇ

πολιτευομένης ἀποστολικῆς πίστεως, ὑπεκκαιόντων μάλιστα καὶ κινούντων τὰ βασίλεια τῆς τῶν τοῦ αἱρετικοῦ Εὐτυχοῦς ὁμοφρόνων συμμορίας, προβαλλομένων ἡμῖν ὑπούλως τὴν * ἐν Νικαίᾳ φημὶ ὑπὸ τῶν πατέρων * κρατεῖν πίστιν·

οἳ διηλέγχοντο πρὸς ἡμῶν πολέμιοι ἐκείνης ὑπάρχοντες· οὐ γὰρ ᾔδεισαν τί λέγουσιν, ἢ περὶ τίνων διαβεβαιοῦνται· προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χορείᾳ τῶν ὀρθοδόξων τοῦ θεοῦ ἱερέων ἐν πνεύματι ἁγίῳ παρὰ τοῦ 12 Psal. HS, 103 — 24 vgl. I Tim. 1, 7 A2H V1P3 M2P1 4 τοῦ > M2 5 θεοῦ2 > Α2ΗΡ3 (aber vgl. S. 6, 2) 8 σε ἐκεῖθε A2 | ἱστορήσας H 10 ἐν] καὶ Am | ἀληθεῖς Α2 11 ἐκείνῃ] ἐκεῖσε A2 | τοῖς τῇ ἱερᾷ βίβλῳ ἐκείνῃ ~ ν1 11 f περιεψομένης Ρ1 14 ἐν τοῖς — 15 πίστεως] τὰ ἐκεῖσε περὶ πίστεως ἀναγεγραμμένα Α2 14 f ἀμωμήτου + καὶ H 16 ἐν A2 > d. übr. HSS 18 ὄσης aber ὁ aus ου corr. H οὔσης d. übr. HSS ἀντιλογίας B. 19 ἐκκλησίας > Α2 20 ἀποστολικῆς] ἀποστολικῆς] Α2 21f βασίλεια τῆς συμμορἰας τῶν τοῦ αἱρετικοῦ εὐτυχοῦς ὁμοφρόνων A2 21 τῶν > 21 | ὁμοφρόνος M2 (aber am Rand von 2. Hd. ὁμοφρόνων), im Text ὁμοφρόνος, am Rand von einem der Correctoren γρ. ὁμοφρόων Ρ1 22 <ὀρθόδοξον, τὴν> Holl | φησίαν Μ2Ρ1ν1Ρ3 23 scheint ein Participium ausgefallen, etwa ὁρισθεῖσαν (s. S. 4, 2) | διελέγχονται H 24 περὶ] παρὰ H 26 παρὰ Am, Α2Η, M2P1V1P3 κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων αφ' ἡμῶν, χείρονα τῶν Ἀρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώττης προφέροντες καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὔτως φρονούντων οἱ ἄθλιοι·

διὰ ταῦτα καὶ δι' ἄλλα πολλὰ κινηθέντα κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ἡμῶν τῆς ἀνέκαθεν ἔκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν προρρηθέντων ἁγίων ἀγίων πατέρων τῶν ἐν τῇ Νικαέων συνειλεγμένων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ μητρὶ πολιτευομένης, πολιτευομένης, πλείστην ὅσην ἔρευναν ἐποιησάμην πάντῃ τε καὶ πανταχοῦ, τὸ δὴ λεγόμενον πάντα κάλων κινήσας,

ἀνερευνῆσαι τὰ ἐν ἐκείωῃ τῇ ἱερᾷ συνόδῳ πεπραγμένα ὑπὲρ τοῦ τῆς αὐτῆς ἁγίας καὶ ἀποστολικῆς πίστεως ὂρου, ἣν »ούκ ἀπ’ ἀνθρώπων οὔτε δι ἀνθρώπων« ἡ τοῦ θεοῦ ἐκκλησία παρείληφεν, ἀλλ' ἢ ἀπ' αὐτοῦ τοῦ πάντων ἡμῶν σωτῆρος καὶ θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος·

ὂς μετὰ τὴν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας οἰκονομίαν, τὸ μέγα ἀληθῶς τῆς εὐσεβείας μυστήριον, καθὼς γέγραπται, φανερωθείς τε σαρκὶ καὶ ἀγγέλοις ὀφθείς

(oὔτε γὰρ ἀγγέλοις θεατὸς ὁ μονογενὴς κατὰ τὴν τῆς θεότητος οὐσίαν, εἰ μὴ ἐσαρκώθη) τὰ πάντα πληρώσας τὰ κατὰ τὴν οἰκονομίαν τό τε ὑπὲρ ἡμῶν ἑκούσιον πάθος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν τῇ ἁγίᾳ ἐκείνῃ καὶ ἀναμαρτήτῳ σαρκὶ αύτοῦ παραχωρήσας, δι' ἦς τὸ ἡμέτερον ἀπεθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανοὺς ταὐτης τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προσκυνητὸν ὅρον δι’ ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε« καὶ ἐν ἑτέρῳ » ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος,

καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν ἀύτοῦ«. καὶ τί ἐβρόντησε; ποίαν δὲ φωνὴν ἔδωκεν ὁ ὒψιστος; »πορευθέντες, φησι πρὸς τοὺς ἀποστόλους λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κοὶ τοῦ ἁγίου πνεὐματος«.

εἰ γὰρ καὶ διὰ φιλανθρωπίαν τὴν ὑμῶν σάρκα ἔμψυχον καὶ ἔννουν ἐκ τῆς πανσέμνου καὶ ἁγίας παρθένου Μαρίας προσείληφα, ἀλλ' ἡ τῆς σαρκὸς πρόσληψις προσθήκην τῇ τοῦ πατρὸς καὶ ἐμοῦ καὶ τοῦ ἁγίου πνεύματος τριάδι οὐκ ἐποίησεν, ἀλλὰ μένει ἡ τριὰς τριάς. »πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθην, 7 vgl. Gal. 4, 26 — 11 Gal. 1, 1 — 15 vgl. I Tim. 3, 16 — 23 Ι Κön. 2, 10 — 24 Psal. 17, 14 — 26 Matth. 28, 19. 20 A2 (A1 von Z. 10 ὑπὲρ an) H V1P3 M2P1 1 τῶν + τοῦ A2 o ἁγίας — ἡμῶν > P3 14 τοῦ > Α1 16 ἀγγέλοις 2 + ἦν (viell. von 2. Hd.) Α1 | θεατός + ἦν H 21 ἁγίας] ὁρθῆς 21 27 λέγων > H 29 ὑμῶν] ἡμῶν ΗΜ2Ρ3 31 προσείληφεν H (aber προσείληφα), P3 32 ἐμοῦ] τοῦ υἱοῦ H 33 τριάσ2 > A1H βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ τοῦ πνεύματος«.

Τοῦτον τὸν ἅγιον καὶ προσκυνητὸν ὄρον τῆς ὁρθῆς καὶ ἀμωμήτου πίστεως παρὰ τοῦ κυρίου λαβόντες οἱ ἱεροὶ ἀπόστολοι πάσῃ τῇ ὐπό τὸν οὐρανὸν τοῦ θεοῦ ἐκκλησίᾳ ἐκήρυξαν, ὡς πληρωθῆναι ἐπ' αὐτοῦ τὸ Προφητικὸν λόγιον τὸ φάσκον· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκομένης τὰ ῤἠματα αὐτῶν«.

ὄντινα ὅρον καὶ τὴν προσκυνητὴν ταύτην δωρεἀν, τὴν εἰς ἡμᾶς διὰ τῶν θείων ἀποστόλων παρὰ τοῦ οἱοῦ τοῦ θεοῦ δεδομένην, μετὰ πλείστους ὂσους καιροὺς παυσαμένου τοῦ κατα τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοῦ διὰ Ἀρείου πόλιν ὁ ἐχθρὸς τῆς ημετέρας σωτηρίας παραφθεῖραι σπουδάζων κατὰ τῆς αὐτῆς ἁγίας καὶ ἀμωμήτου ὁπλίζεται πίστεως, ξένα τινὰ παρεισφέρων κατὰ τοῦ σωτῆρος βλάσφημα ῥήματα, δι’ ὡς τὴν εἰς πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαν τοῦ κυρίου ἐτάραξεν.

Οὖ χάριν καὶ τὴν πολυάνθρωπον ἐκείνην ἐπὶ τὴν τῶν Νικαέων πόλιν ὁ πιστότατος βασιλεὺς Κωνσταντῖνος συνήγαγε σύνοδον, ἡς τὰ πεπραγμένα πάντα προεγνωκώς, ὡς ἀνωτέρω ἔφην, καὶ διερευνησάμενος μόλις ἐδυνήθην εὑρεῖν φανερὰ τῶν ἐκεῖσε ἐσκεμμένων καὶ ἐγγραφέντων παρά τισι διαφόροις φιλομαθέσιν ἀνδράσιν,

Ἰωάννῃ μὲν τινι πρεσβυτέρῳ ἀνδρὶ παλαιῷ, ἄγαν γραφικῷ, ἐν τετραδίοις παλαιοῖς λίαν, οὐ μὴν ὅλα·

καὶ έξ ἄλλων δὲ συγγραφέων διαφόρων, Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας καὶ Ρουφίνου πρεσβυτέρου Ῥώμης τῶν καὶ τῇ ἁγίᾳ ἐκείνῃ κοινωνησάντων συνόδω καὶ ἄλλων πλείστων ὄσων.

οὐ μὴν τὴν ἀκολουθίαν τῆς ἀρμονίας ἁρμονίας εὗρον κατὰ τὴν ἱερὰν ἐκείνην βίβλον, ᾖ προενέτυχον, ὡς ἀνωτέρω μοι εἴρηται. μόνος γὰρ Εὐσέβιος ὁ θαυμάσιος ὁ Παμφίλου ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας ἀπὸ τῆς τοῦ κυρίου παρουσίας ἕως τῶν τοῦ μεγάλου Κωνσταντίνου χρόνων διώδευσεν.

Ἀλλ’ οὐδὲ τὰ ὂλα εὑρεῖν ἠδυνήθην, πλὴν ὂσα γνώριμά μοι καὶ τῆς ἀληθείας ἴδια κατὰ τὴν προαναγνωσθεῖσάν μοι βίβλον εὐρον. καὶ ἐξ ἑκατέρων ἀναλεξάμενος ἀναγκαῖον ᾤήθην ἐγγράψαι τῶδε τῷ βιβλίῳ πρὸς ὠφέλειαν κοινὴν καὶ στήριγμα τῶν ἐντευξομένων τῷδε τῷ γράμματι.

Ἀρξεται δή μοι λοιπὸν ὁ λόγος προδοποιοῦντός μοι καὶ ποδηγοῦντος τοῦ ἀεὶ ζῶντος θεοῦ λόγου ἀπὸ τῶν χρόνων τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ χριστοφόρου βασιλέως Κωνσταντίνου τοῦ καὶ τὴν σύνοδον τῶν ἐπισκόπων ἐν τῇ Νικαέων συναθροισθῆναι προστάξαντος πόλει·

ἐν ἑτέρῳ γάρ, εἰ τῷ θεῷ φίλον, τὰ τῆς γενέσεως αὐτοῦ καὶ τῶν χρόνων τῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίου τοῦ θεοφιλεστάτου βασιλείας τὴν διαγωγὴν ἐντάξω συγγράμματι. Περὶ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίου.

Chapter 1

Μετὰ τὴν ἀπόθεσιν τῆς βασιλικῆς ἁλουργίδος τῆς τῶν τυράννων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τὸν ἰδιωτικὸν ἀπειληφότων αὐτῶν βίον, καθά φησιν ὁ Εὐσέβιος, χρόνου οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατος καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατος τῷ τε θείῳ λόγῳ προσφιλέστατον ἑαυτὸν διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν ἀνθ' ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, ἁπάσης μετὰ θάνατον, νατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς γεγονώς·

ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον καὶ τὰ ἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόκῳ γνησίῳ παιδὶ τὰ πάντα σώφρονι καὶ εύσεβεστάτῳ τελευτήσας.

τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελειότατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἐπὶ πολὺ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστησατο.

Καὶ μεθ’ ἒτερα· οὕτω δὴ Κωνσταντίνου ὂν βασιλέα ἐκ βασιλέως εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονέναι 11—26 vgl. Eus. H. E. VIII 13 p. 776, 3—778, 2 — 27—8. 12 vgl. Eus. H. E. IX 9 p. 826, 20828 A1H V1P3 M2P1 6 Κωνδυσντίνου Ρ3 κωνσταν V1 7 βασιλείας + καὶ H 8 Die Überschrift findet sich in A1HM2V1, in P3 ist eine Zeile für sie freigelassen, sie in P1 11 ὁ > P3 12 τὸν πάντα βίον πραότατος > 3 πραότα τ H 13 εὐνοϊκώτατα Α1 Eus. εύνοϊκώ τ H 1 5 μέτὰ] μὲν Ρ3 20 τρισμακάριστον Μ2Ρ1V1Ρ3 | εὐδόκιμον wie Eus. AT E1m εὔδαιμον d. übrig. Eus.-HSS 22 σώφρονι] σωφρονεστάτῳ Eus. nach σώφρονι + τε V1 Eus. ABDM | εὐσεβεστάτῳ εὐλαβεστάτω Η 24 ἐπὶ Α1Μ2Ρ1V1Ρ3 wie Eus. τ1, ertHEus. 25 ἀνηγορεθθείς P3 | ζηλωτόν Α1Η 27 δὴ wie Eus. ATER δῆτα Eus. BD δήτα M εἰρήκαμεν, συνέσει τε καὶ εὐσεβείᾳ τετιμημένον, παρὰ τοῦ παμβασιέως θεοῦ τῶν ὅλων καὶ σωτῆρος κατὰ τῶν δυσσεβεστάτων ἀνεγηγερμένου πολέμῳ τε ἐννόμῳ παραταξαμένου θεοῦ συμμαχοῦντος αὐτῷ παραδοξότατα, πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς θανάτῳ ὑπὸ Λικιννίου οὔπω τότε μανέντος πεμφθέντος κατ᾿ αὐτοῦ ὑπὸ Κωνσταντίνου τοῦ θεοφιλεστάτου βασιλέως, καταστρέφε.ι τὸν βίον.

πρότερός γε μὴν ὁ τῇ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβών, θεὸν τὸν οὐράνιον τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστόν, σύμμαχον δι εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ῥωμαίοις προμνώμενος. ταῦτα ὁ Εὐσέβιος. Περὶ τῶν ὁμοχρόνων βασιλέων Κωνσταντίνου Μαξεντίου καὶ Μαξιμίνου.

Chapter 2

Ὁ δὲ Ῥουφῖνος — εἰ καὶ μὴ κατὰ τάξιν τὴν ἀκολουθίαν καὶ τὴν τῆς ἀληθείας ἁρμονίαν Εὐσεβίου τοῦ πάνυ τοῦ Παμφίλου τῇ ἱστορίᾳ ἐνέθηκεν, ἀλλ’ ὅμως ὅσα συγγενῆ τῆς Εὐσεβίου πραγματείας εὕροιμι ἐκ τοῦ αὐτοῦ Ῥουφίνου καὶ τῶν ἄλλων συγγραφέων ἀναλεξάμενος ἐνθήσω, καθὰ ἀνωτέρω εἴρηκα, τῷδε τῷ βιβλίῳ — λέγει δὲ καὶ οὑτος·

μετὰ γοῦν τὴν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀπόθεσιν κοὶ τὴν τελευτὴν Κωνσταντίου ὑπολείπονται τῆς Ῥωμαίων ἀρχῆς ὁμόχρονοι βασιλεῖς οἵδε· Κωνσταντῖνος μὲν τὴν τοῦ πατρὸς μοῖραν εἰληφώς· αὕτη δὲ ἦν ἀπό τε τῆς καλουμένης Εὐρώπης ἀρχομένη ἐπί τε τὸν Ἴστρον διήκουσα Σκυθίαν τε ἐκατέραν καὶ Κελτοὺς ἅπαντας Ἰλλυριούς τε καὶ Σαυρομάτας καὶ τὴν ἐπὶ τὸν Ῥῦνον ποταμὸν καθήκουσαν τῶν βαρβάρων γῆν τήν τε Μακεδονίαν καὶ τὴν πρὸς αὐτὴν θάλασσαν Θεσσαλίαν τε καὶ Ἀχαίαν καὶ ὅσα 19 vgl. S. 5, 23 — 20ff das Citat im lat. Text nicht zu identificieren. Vgl. Eus. H. E. Bd. III S. CCLVIII Anm. 1. Socr. I 2 p. 3 (Hussey) A1H V1P3 M2P1 1 τετιμημένου H vgl. d. krit. Apparat zu Euseb an dieser Stelle 3 πολέμω — > V1P3M2P1 4f Κωνσταντίνου wie Eus. ATER κωνσταντῖνον Eus. BDM 5 ὁ] εἰ P3 | ἐπιζητήσας Ρ3 | χρόνῳ H 6 hier und sonst λικιννίου A1 Eus. λικινίου d. übr. HSS | Λικιννίου—μανέντος wie Eus. ATrRc Λικίννιον — μανέντα Eus. T1ER1BDM 7 πεμφθέντος HM2P1 πεμφθησομένου A1V1P3 8 τῇ > H καὶ Eus. 12 εὐχῆς corr. aus εὐχήν H | πανστρατὶ A1 Eus. R 14 Capitelüberschrift > Pa 13 ὁ > HP3 1 7 τὴν ἱστορίαν HSS 18 τοῦ] τῶν M2P1 19f βιβλιδίω M2P1 20 τὴν > M2P1V1P3 21 ὑπολείποντας P3 22 οἵδε] οὗτοι A1 πρὸς ἥλιον δυόμενον ἐπιστρέφοντα τὸ Ἰόνιον ὁρίζει πέλαγος·

καὶ Μαξιμῖνος δὲ ὁ Διοκλητιανοῦ παῖς ἅπαντα τὰ κατὰ τὴν ἀνατολὴν ἔθνη, καθά φησιν ὁ Εὐσέβιος, Μαξέντιός τε τὴν ῾Ρώμην καὶ τὰ ἀπὸ τῆς Ἰταλίας εἰς αὐτὸν καθήκοντα τὸν ὠκεανὸν διεῖπον.

Περὶ τῆς τυραννίδος Μαξεντίου.

Chapter 3

Κωνσταντῖνος οὐν μετὰ τὴν τοῦ πατρὸς ἔννομον κηδείαν καὶ τὰς νομιζομένας τιμὰς ζημίαν ἡγήσατο τῆς ῾Ρωμαίων συμφορᾶς τὴν ἡσυχίαν.

ἤκουε γὰρ τὴν ῾Ρωμαίῳν πόλιν κάμνουσαν τοῖς Μαξεντίου κακοῖς· εἰς γὰρ ὠμότητα τυραννίδος ὁ τῆς βασιλείας αὐτῷ μετεβάλλετο τρόπος. πολλούς τε γὰρ ἀκρίτως τῶν ἐν τέλει θανάτῳ παραδιδούς, ζημίας τε καὶ φυγὰς καὶ τῆς γῆς ἀναδασμὸν καὶ προτιμήσεις ἀνεξετάστως ἐπέβαλλεν, ἤδη δὲ καὶ γυναικῶν ἀλλοτρίων ἐρῶν ἢ κακίᾳ διεφθειρεν ἢ τοῖς ἐπιτάγμασιν ἐβιάζετο· καὶ λοιπὸν ἀνασφαλὲς ἦν γυναῖκα ἔχειν εὐπρεπῆ καὶ διὰ σωφροσύνης φυλακὴν πολλή τις ἦν κατὰ τὴν πόλιν μιαιφονία.

ταῦτα καὶ πλεῖστα ἕτερα ἀκούων ὁ θεοφιλέστατος Κωνσταντῖνος ἃ μὴ τῆς παρούσης ἐστὶ συντάξεως, παρωξύνετο· ποιεῖ γὰρ οἰκείαν λύπην τοῖς φιλοθένοις ἀνδράσιν ἡ τῶν ἀλλοτρίων πραγμάτων ἀδικία.

Περὶ τοῦ βασιλέως Κωνσταντίνου, ὅπως κατὰ τοῦ τυράννου Μαξεντίου

ἐστρατοπεδεύσατο.

Chapter 4

Ἐδόκει δὴ αὐτῷ λοιπὸν τῶν ὅπλων ἅπτεσθαι καὶ τοῖς τοιαῦτα πάσχουσι ῾Ρωμαίοις ἐπαμῦναι· τὸ γὰρ ἐκείνους τῶν κακῶν ἐξελέσθαι ἴσον ἦν εἰπεῖν καὶ πάντας ἀνθρώπους διασῶσαι.

βουλὴν δὲ λαμβάνει πρότερον τὰς ἀποστατούσας πόλεις τῆς ῾Ρωμαίων ἡγεμονίας ἀνακαλέσαθαι, τὰς μὲν τοῖς λόγοις τὰς δὲ τοῖς ὅπλοις τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιίᾳ. τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε καὶ τὴν τῆς ἀκροάσεως ἰσότητα παρεῖχε, τὰς δὲ νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν, εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγγων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι καὶ πρὸς τὰς τῶν βασιλέων ἐπαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν 3 Vgl. Eus. H. E. IX 9, 12 p. 832, 20 — Capp. 3—7,4 gehen vermutlich auf den oben (S. 7, 14) genannten Rufin zurück A1H V1P3 M2P1 5 Capitelüberschrift fehlt, doch ist wieder eine Zeile für sie freigelassen P3 11 καὶ2 > M2 | προστιμήσεις H 12 ἐπέβαλεν HP1M2 13 ἀνασφαλὲς] οὐκ ἀσφαλὲς, aber οὐκ auf Rasur A1 14 σωφροσύνην P3 20 ἐστρατεύσατο M2P1 24 τῆς + τῶν H 25 ἀνακαλεύσασθαι V1 | beidemale τὰς δὲ corr. aus τὰ δὲ B. 27 δὲ Brinkmann τε Wendland, Pasquali: γε HSS καὶ νόμον πολλάκις τὴν γνώμην ποιεῖσθαι.

ὑπηγάγετο δὲ καὶ Σπάνους καὶ Βρεττανοὺς καὶ τὰς αὐτόθι νήσους καὶ τὰ λοιπὰ γένη καὶ ἅπαντας τοὺς τῶν τοῦ ἡλίου δυσμῶν γινομένους μάρτυρας, οὓς εἰδέναι φασίν, εἴτε ἀληθῶς τῷ ὠκεανῷ καταδύεται εἴτε καὶ περὶ τὸ ὕδωρ φθάσας πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φῦλα, παρέργῳ τῆς μάχης πρὸς τὸ ἔργον συγχρησάμενος.

τοὺς μὲν γὰρ ὑποτάξας, τοὺς δὲ μισθοδοτήσας, τοὺς δὲ φίλους ἀντὶ πολεμίων καὶ συνήθεις ἀντὶ παλαιῶν ἐχθρῶν καταστήσας, ἐπανήγαγε πάντας συμμάχους, οὐδένα λυπήσας οὐδὲ πολιορκήσας καὶ ἐπὶ τὴν ἑτέρων σωτηρίαν ἐπειχθείας.

ὅπου γὰρ ὁ θεὸς συμμαχεῖ, πάντα κατευθύνεται καὶ τὸν ἀνθρώπινον λόγον ὑπεραίρει.

Μετὰ τοιαύτης φιλοθέου γνώμης ὁ πάντα πιστότατος Κωνσταντῖνος τὸν ῾Ρῆνον ἐπὶ δεξιὰ διαβὰς καὶ πολλὰ μὲν ὄρη πολλοὺς δὲ ποταμοὺς ἀνωνύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος Γάλλων τε καὶ Φράγγων καὶ Σπάνων δέκα ἔθνη προσ<αγ>αγόμενος, προσῆγε λοιπὸν τοῖς Ἰταλίας ὄρεσι τὸ στράτευμα.

ταῦτα ἀκούσαντι τῷ Μαξεντίῳ ταραχή τις ἦν ἀδόκητος· οὐ γὰρ ἄν ποτε τοσαύτην χώραν διαβῆναι προσεδόκα ὄρεσι καὶ ποταμοῖς καὶ ποικίλοις βαρβάροις πεφραγμένην καὶ τοῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις· μέγιστον γὰρ γίνεται πολλάκις ἐπιτείχισμα βασιλείας ἡ τῶν τόπων ἐρημία.

καὶ δὴ ἐδόκει σὺν πολλῷ τάχει τῆς ῾Ρώμης ὑπεξελθόντα τὸν στρατὸν ἀνθυπεξάγειν καὶ τῆς Ἰταλίας που προανακρούσασθαι. ὡς δὲ ἀντεπαρετάττοντο καὶ τὰ σημεῖα εἶδον ἀλλήλων, ἐνταῦθα ἡ μάχη λοιπὸν ἄνισον εἶχε τὴν ἐλπίδα. οἱ μὲν γὰρ ἀπὸ ῾Ρώμης προεκτεθέντες καὶ κατὰ φάλαγγας ἐκχεόμενοι καὶ ἐκ πολλῆς ἐκεχειρίας καὶ διαναπαύσεως ὄντες ἐδόκουν ἀξιόμαχοι καταφαίνεσθαι φρόνημά τε φέρειν ἄξιον τῆς πόλεως ἐφάμιλλον.

οἱ δὲ μετὰ Κωνσταντίνου παραταττόμενοι πολλὴν μὲν κατειλήφεσαν γῆν, πολλὰ δὲ λάφυρα καὶ σκῦλα τοῦ πολέμου συνήγοντο πόθῳ· δρόμῳ δὲ μᾶλλον τῆς νίκης ἢ ἀπολαύσει τῶν εἰλημμένων χρησάμενοι ἤδη λοιπὸν ἦσαν πρὸς τὸν κάματον ἀπαγορεύοντες καὶ πρὸς τὴν πυκνότητα τῶν πόνων ἐνδιδόντες.

Περὶ τοῦ σταυροῦ τοῦ ὀφθέντος ἐν οὐρανῷ τῷ βασιλεῖ Κωνσταντίνῳ·

Chapter 5

Οὔπω δὲ κεκριμένης τῆς μάχης καὶ τῆς παρατάξεως ἰσορρόπου οὔσης οὐρανόθεν ὁ θεὸς Κωνσταντῖνον ὁπλίζει, δείξας αὐτῷ τὸ σωτήριον τοῦ σταυροῦ σύμβολον φωτοειδῶς ἐν οὐρανῷ· γράμματα δὲ ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν λέγοντα· τούτῳ νίκα.

Τοῦτο τὸ διήγημα τοῖς μὲν ἀπίστοις μῦθος εἶναι δοκεῖ καὶ πλάσμα τοῖς [δὲ] ἡμετέροις δόγμασι κεχαρισμένον, τοῖς δὲ τἀληθῆ πιστεύειν συνειθισμένοις ἐναργὴς τοῦ πράγματος ἡ ἀπόδειξις. ὁ γὰρ τούτου τοῦ συμβόλου ζωγράφος θεὸς ἔδειξεν ἔργῳ μετὰ ταῦτα τὴν ἀληθεύσασαν τοῦ γράμματος χάριν.

Εἰ δὲ μήπω πείθομεν ἂ γράφομεν· πρότερον γὰρ ἱστορίας γράφομεν διὰ τὸ μικρὸν ἄνωθεν ἡμᾶς τὰ χρήσιμα συλλέγειν τῶν ἐκείνῳ βεβιωμένων· ἀλλ’ οὐκ ἐν τοῖς ἐφεξῆς ἀπιστεῖν δεῖ, ἂ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς οἱ Κωνσταντίῳ τῷ Κωνσταντίνου παιδὶ συμπαραταξάμενοι καὶ αὐτοπτήσαντες τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν.

εἴτε γὰρ Ἑβραῖοι εἶεν οἱ τούτοις ἀντιλέγοντες, πολλῷ τούτων ἀπιθανώτερα τὰ ἐν ταῖς ἐκείνων βίβλοις πιστευόμενα· θάλασσα πεζευομένη καὶ ὕδωρ τειχίζον καὶ πέλαγος ὁδοιπορούμενον καὶ θεὸς ἐν βάτῳ φθεγγόμενος καὶ φλὸξ νομοθετοῦσα καὶ σάλπιγξ ἄνευ ὀργάνου τὴν ἔγημον συνηχοῦσα καὶ ἄγγελοι παραταττόμενοι καὶ ἀρχιστράτηγοι δυνάμεως κυρίου τῆς φάλαγγος ὑπερμαχοῦντες καὶ λίθοι χαλάζης καὶ βέλη πυρὸς ἀντὶ τῶν συνήθων δοράτων βαλλόμενα· καὶ ὅμως ἀνεξετάστως πάντες οἱ εὖ φρονοῦντες συντιθέμεθα.

θεοῦ γὰρ βουλομένου οὐδὲν ἀνήνυτον. εἴτε Ἕλληνες εἶεν οἱ τὸ θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;

Ἐῶ λέγειν καὶ τὰ τῶν ποιητῶν πλάσματα, καὶ ὅπως τινες τῶν παρ’ αὐτοῖς εὐδοκίμων καὶ συμπολεμεῖν αὐτοῖς τινας τῶν παρ᾿ αὐτοῖς νομισθέντων θεῶν ἐξιστόρησαν, ἵνα μή τις με τὰ μυθώδη τοῖς ἀληθέσι καὶ τὰ μηδαμῶς πραχθέντα τοῖς πραχθεῖσιν ἀντεξετάζειν νομίσῃ.

τὴν γὰρ πολυδύναμον τοῦ Χριστοῦ χάριν, ἀφ᾿ οὑπερ εἰς ἀνθρώπους ἤνθησε, καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ έν θαλάσσῃ καὶ ἐν φυτοῖς καὶ ἐν ξύλοις καὶ ἐν ἱματίοις καὶ ἐν νόσω καὶ ἐν ὑγείᾳ καὶ ἐν βρωτοῖς καὶ ἐν ποτοῖς ἀλεξιφάρμακόν τε γενομένην καὶ γινομένην καὶ ἐσομένην θεραπείαν καὶ οἱ πειραθέντες μὲν ἴσασί, καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἰστορίας ἐκθησόμεθα. Περὶ τοῦ σίγνου οὗ ἐποίησεν ὁ βασιλεὺς Κωνσταντῖνος ἀντίτυπον τοῦ ὀφθέντος αὐτῷ σταυροῦ ἐν οὐρανῷ.

Chapter 6

Ὁ δ᾿ οὖν Κωνσταντῖνος τὴν τοῦ θαύματος ὄψιν εἰς τροπαίου σχῆμα μεταβαλὼν καὶ χρυσοκολλήτοις λίθοις συναρμόσας εἰς δόρατός τε ἀπαρτίσας ὑψηλοτάτου ὄψιν, ἐδίδου φέρεσθαι τοῖς προϊππεῦσι, τὴν τῶν γραμμάτων ὑπόσχεσιν διὰ τῶν ἔργων λοιπὸν ἐπιζητῶν.

καὶ τῆς ἐλπίδος οὐ διήμαρτε, θᾶττον μὲν οἷς τεθέαται πιστεύσας, ταχυτέραν δὲ τῆς ὄψεως τὴν νίκην ὑποδεξάμενος. Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Μαξεντίου νίκης τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου.

Chapter 7

Ὁ μὲν οὖν Κωνσταντῖνος τὸν πολὺν τοῦ πολέμου κάματον τῇ πίστει ὑποτεμνόμενος καὶ τὸν ἀπὸ τῆς Ῥώμης στρατὸν οὐχ ὑφορώμενος γενναίως ἀντιπαρετάττετο. Μαξέντιος δὲ τὴν Κωνσταντίνου ἀλκὴν δείσας ἔτι τε καὶ τὸ μῖσος Ῥωμαίων ὑφορώμενος πρὸς γὰρ τοὺς πλείστους διὰ τὴν ἀσωτίαν αὐτοῦ διεβέβλητο) ἐσκέψατο δόλῳ τὴν ἐπιβουλὴν μετελθεῖν. ὁ δὲ δόλος γέφυρα ἦν εἰς μηχανῆς εἶδος † ὑπὸ τῶν τοιούτων συμπαγεῖσα.

τὸ μὲν γὰρ φαινόμενον ἄνωθεν διάβασις ἦν τὸν Κωνσταντῖνον ὑποδεξομένη, τὸ δὲ λανθάνον παγὶς ἦν πλάνης τοῖς ἐκείνου βήμασι συντεθεῖσα. διαβῆναι γὰρ μικρὸν ἔδει, καὶ τὸ μηχάνημα λέλυτο καὶ ὁ πολέμιος εἴληπτο τάφον ἀδόκητον τῆς ἀπωλείας τὸν τόπον λαβών.

ἀλλ᾿ ὃ μὲν οὕτως ἐσκεύασε τῆς ἐπιβάσεως τὰ θήρατρα· θεία δὲ χάρις τοῖς οἰκείοις σοφίσμασι τὸν τῶν κακῶν τεχνίτην περιβάλλει. πρὶν γὰρ Κωνσταντῖνον ἁλῶναι, A1H V1P3 M2P1P2 1 ὅπως A1H πῶς d. übr. HSS 3 ἐξιστόρησαν H > i. d. übr. HSS | με nur A1 > d. übr. HSS 9 θεραπείαν tilgt Holl 12 ἐν ούρανῷ > AiR 15 ἀναρτήσας H | φέρειν V1P3M2P1P2 16 λοιπὸν > H 18 τὴν > Ai 23 ἀντεπαρετάττετο V1P3 | τὴν + τοῦ H 25 αὐτοῦ > M2P1P2 26f τρόπον τὸν τοιοῦτον Wendland 28 ὑποδεξαμένη (auf Rasur corr. in ὑποδεξομένη) M2P2 φθάσας αὐτὸς ὑποπίπτει ταῖς οἰκείαις τέχναις ὁ τύραννος, κἀκεῖ τυραννοκτόνος ἑαυτοῦ γεγονὼς καὶ χρηστὴν ἐπιβουλὴν καθ᾿ ἑαυτοῦ σκευάσας, πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν ὁ προρρηθεὶς Μαξέντιος αὐτὸς καταδὺς εἰς τὸν ποταμόν, ἀποπνιγεὶς ὤλετο· ὥστε τὸν δῆμον ὅλον Ῥωμαίων βοῆσαι λέγοντα·

»ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, καθά φησιν Εὐσέβιος ὁ Παμφίλου, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξῃ, ποιῶν τέρατα«.

Οἷς ἐπιλέγει ὁ αὐτός· ταῦτα καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος δὲ] τὸν πανηγεμόνα καὶ τῆς νίκης αἴτιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλως διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς οἷα λυτρωτὴν σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων·

ὃ δὲ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος, μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ ἐπαιρόμενος ταῖς ἐπαίνοις εὖ μάλα τῆς ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τὸ τοῦ σωτηρίου πάθους τρόπαιον ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει. καὶ δὴ σταυροῦ σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπῳ στήσαντες, αὐτὴν δὴ ταύτην προγραφὴν ἐνταχθῆναι ῥήμασιν αὐτοῖς ἐγκελεύεται τῇ Ῥωμαίων φωνῇ·

»τούτῳ τῷ σωτηριώδει σημείω, τῷ ἀληθινῷ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ ζυγοῦ τοῦ τυράννου διασώσας ἀλευθέρωσα, ἔτι 5—S. 13,2 vgl. Eus. H. E. IX 9 p. 830, 17—832, 14 — 5—8 Exod. — 8—10 Exod. 15, 11 AiH V1P3 M2P1P2 3 μουλβίαν A1 βουλβίαν H μουλαίαν d. übr. HSS. In Μ2 ist das Wort am Rand von 1. Hd. rot wiederholt 4 ὁ—ἀποπνιγεὶς > V1 10 ἐν δόξαις od. ἐνδόξως Eus. 12 δὲ tilgt Klostermann 12 τῷ—13 θεῷ Eus. 19 εἰς + τὴν M2 20 παρασαλευόμενος, aber μηδὲ — ἐπαίνοις > V1P3M2P1P2 21f πάθος P3 22 ἰδία P3 24 τόπων H | στήσαντες corr. aus στήσαντας A1 (die Eusebüberlieferung gespalten: στήσαντας BDM, Vita Const. 26, 21 στήσαντες ATER, aber alle ἐντάξαι) 27 τῶν τυράννων V1P3M2P1P2 μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα( τοσαῦτα Εὐσέβιος. Περὶ Λικιννίου πεμπομένου παρὰ τοῦ εὐσεβοῦς Κωνσταντίνου κατὰ τοῦ ἐπ ἀνατολῆς τυράννου.

Chapter 8

Ὅ γε μὴν Ῥουφῖνος ἤγουν Γελάσιος ταῦτα ὡδε λέγει· μετὰ ταῦτα Λικίννιον γαμβρὸν τυγχάνοντα τοῦ θεοφιλοῦς Κωνσταντίνου ἐπὶ τῇ ἀδελφῇ Κωνσταντίᾳ συμβασιλεύειν τῷ Κωνσταντίνῳ ἡ Ῥωμαίων ᾐτήσατο σύγκλητος· ὅντινα αὖθις ἐπὶ τὴν ἑῴαν ἐξέπεμψε κατὰ τοῦ ἐκεῖσε τυράννου, τὴν σωτηρίαν τῶν ἐκεῖσε Χριστιανῶν προμηθούμενος. ἀπολαύσας γὰρ τῶν τηλικούτων εὐεργεσιῶν τοῦ θεοῦ ὁ εὐσεβὴς Κωνσταντῖνος εὐχαριστήρια τῷ εὐεργέτῃ προσφέρειν ἐσπούδαζε. ταῦτα δὲ ἠν τὸ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ δικώκεσθαι 2 καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι καὶ τοὺς έν δεσμωτηυρίοις ἀφίεσθαι καὶ τοῖς δημευθεῖσι τὰς οὐσίας αὐτῶν ἀποκαθίστασθαι τάς τε ἐκκλησίας ἀνορθοῦσθαι· καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ τὰ τοῦ Χριστοῦ φρονῶν. τὰ πάντα Χριστιανὸς ὢν ὡς Χριστιανὸς πάντα ἔπραττεν ἀνεγείρων τὰς ἐκκλησίας τοῦ θεοῦ καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν, ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς καθαιρεῖσθαι καὶ πυρὶ διαφθείρεσθαι προστάττων. Περὶ τῆς τοῦ κατὰ ἀνατολὴν τυράννου Μαξιμίνου ἀπονοίας.

Chapter 9

Ὁ μέντοι κατὰ τὴν ἀνατολὴν τύραννος τὰς τοῦ θεοῦ ἐκκλησίας ἐπόρθει. ἐκπεριῆλθε δὲ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ’ ἀξίαν αὐτῷ ἐπιτραπείσης ἡγεμονίας μήτε οἶός τε φέρειν ὤν, ἀλλὰ δι’ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσι δὲ ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν καὶ τοῦ πάντα αὐτοῦ μάλιστα Κωνσταντίνου διαφέροντος, γένει τε 5—19 vgl. Socr. I 2, 8. 9 (s. o. S. 7, 20); 3, 1 — 22—S. 14, 26 vgl. Eus. H. E. IX 10 p. 838, 16—840, 19 A1H V1P3 M2P1P2 2 ἐλευθέρω A1 ἐλευθέραν H | ἀπεκατέστησα M2P1P22V1P3 3 πεμπομένου > H | τοῦ] τοῖς P1 4 τυράνον M2 5 λέγει ὧδε ~ V1P3M2P1P2 | μετὰ + δὲ P2 6 θεοφιλεστάτου A1 8 ἥντινα H 12 δὲ > V1 13 ἐξωρία H | καὶ2 > P3 15 προθυμίᾳ] προμηθείᾳ H 16 τὰ πάντα] 〈μήπω δὲ〉 Χριστιανὸς Friedl. 19 καθαιρεῖσθάντως aber ~ ντως von späterer Hd. A1 20 > A1 | κατὰ ἀνατολὴν τοῦ H | Μαξιμιανοῦ M2P1P2 μαξιμινοῦ P3 23 ἐπιτραπείσης αὐτῷ ~ M2P1P2 27f am Rand von späterer Hd. ὑπὲρ A1 καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματί τε καὶ συνέσει καὶ τό γε πάντων κορυφαιότατον σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ διαλάμποντος, τολμᾶν ὥρμητο Μαξιμῖνος θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπαγορεύειν.

ἐπιτείνας δὲ εἰς ἀπόνοιαν μανίας τάς τε συνθήκας, ἃς πρὸς Λικίννιον πεποίητο, παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται. εἶτα ἐν βραχεῖ τὰ πάντα κυκήσας πᾶσάν τε πόλιν ἐκταράξας καὶ πᾶν στρατόπεδον μυρίανδρον τὸ πλῆθος συναγαγών, ἔξεισιν εἰς μάχην πρὸς Λικίννιον, κατά τε αὐτοῦ καὶ τοῦ αὐτὸν στείλαντος Κωνσταντίνου. καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, ἐξ αὐτοῦ τῆς νίκης τοῦ πάντων μόνου θεοῦ πρυτανευθείσης τῷ τότε κρατοῦντι Κωνσταντίνῳ.

ἀπόλλυσι μὲν πρῶτον τὸ ἐφ’ ᾧ ἐπεποίθει ὁπλιτικὸν πλῆθος ὁ ἀλιτήριος, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνωθεὶς καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων τῷ τε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ἀποδύς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμιστῶν τὰς χεῖρας διέξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος.

ἔργοις αὐτοῖς εὐ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφῆναι ἔνεστιν ὡδε χρησμούς, ἐν οἱς εἴρηται· »οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἕλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.« ὁ δὲ δυσσεβὴς ἀθρόᾳ θεοῦ πληγεὶς μάστιγι ἐν δευτέρᾳ πολέμου συμβολῇ καταστρέφει τὸν βίον.

Γίνεται δὲ αὐτῷ τὰ τῆς καταστροφῆς, οὐχ οἱα στρατηγοῖς πολεμάρχαις ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις 21 Psal. 32, 16—19 — 26—S. 16, 3 vgl. Eus. H. E. IX 10 p. 846 11—848,15 A1H V1P3 M2P1P2 1f τῷ γε πάντων κορυφαιοτάτῳ Eus. 4 ἀναγορεύειν Eus. 6 αἴρεται Eus.] αἴρει ’H αἱρεῖται d. übr. HSS | τὰ > Μ2 | κυκήσας) συνήσας M2 6f πᾶσάν τε] καὶ πᾶσαν A1 (gegen Eus.) 12 ᾧπερ V1 13 ἀμφ’ αὐτὸν] ὑπ oder ὑφ αὐτοῦ H 14 τε > P2 | προσπεφευγόντων M2 16 δυσγενῶς A1H (Eus.) δυσμενῶς. d. übr. HSS 17 διαδράσκει HA1 (aber von späterer Hd. corr. in διαδιδράσκει Α1) 19 αὐτῷ von späterer Hd. corr. in ἑαυτῷ AI | ἔργοις + οὖν H 24 τοὺς φοβουμένους (aber corr. aus τοῖς φοβουμένοις) ’H Eus. τοῖς φοβουμένοις M2P1P2 V1P3 27 πολέμου > V1 28 τὰ > A1H | καταστροφή A1 29 πολεμάρχοις H ἐν πολέμῳ τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι, ἀλλὰ γὰρ ἅπαξ ὢν δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἐν ταὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος τὴν τιμωρίαν ὑπέχει, ἀθρόως θεοῦ πληγεὶς μάστιγι, ὡς ἀλγηδόσι δεινῶς καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ καταπεσεῖν λιμῷ τε διαφθείρεσθαι τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρρεύσαντα τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα ἐν εἴδει νεκρῶ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης·

σφοδρότερον δὲ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσί τε αὐτοῦ τὰ ὄμματα καὶ τῆς ἰδίας λήξεως ἀποπεσόντα πηρὸν αὐτὸν ἀφιᾶσιν. ὃ δὲ ἐπὶ τούτοις ἀναπνέων ἀνθομολογούμενος τῷ κυρίῳ θάνατον ἐπεκαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας ἀφίησι τὴν ψυχήν. Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως

Chapter 10

Οὕτω δῆτα Μαξιμίνου ἐκποδὼν γενομένου, ὃς μόνος ἔτι λείπων τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνεν, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων αὐτῶν χάριτι τοῦ A1H V1P3 M2P1P2 1 ἐν πολέμῳ > M2P1P2 πολέμοις corr. mit roter Tinte in πολέμῳ V1 4 ἀθρόῳ Brinkm. ἀθρόᾳ Eus. | πληγεὶς θεοῦ ~ H | δεινῶς A1H δειναῖς d. übr. HSS Eus. 5 περιωδινίαις P2V1P3 | ἐλαυνόμενον A1 ἐλαυνόμενος d. übr. HSS | πρηνῆ A1 Eus. ATrRBDr πρηνὴς H πρὶν ἢ M2 (wo corr. in πρινὴς) P1P2V1P3 Eus. Tc 8 ξηρῶν — ὀστέων nach Text des Euseb (vgl. d. complicierten Apparat dort). Alle Gelasiushss. corrupt: ξηρὸν δ’ αὐτὸν μόνον ὀστέον γεγονέναι M2P1P2V1P3 ebenso + καὶ H (Eus. A) | ξηρῶν δ’ αὖ τῶν ὀστέων τοῦ σαρκίου ὑπολελειμμένων εἴδωλον οἷά τι ὑπολειφθῆναι A1 8f μακρῷ χρόνῳ Eus. νόσω μακρᾶ H μακρῶ ohne χρόνω M2P1P2V1P3 9 κατεσκηλιτευμένον HM2P1P2V1P3 (Eus. ATcEM) 11 κατορωρυγμένης M2P1 (aber P1 von 1. Hd. corr. aus κατορωρυγμένοις) die meisten Eus. HSS, κατωρυγμένης HV1P3 Eus. T1BD κατωρυγμένης A1 (die Correctur von späterer Hd.) 13 τε] δὲ P2V1P3 (Eus. | λήξεως] ἔδρας A1 15 τὸ πανύστατον > A1 16 ταῦτα ἐνδίκως ~ A1 | τοῦ > H 18 Die Capitelüberschrift fehlt in sämtlichen HSS an dieser Stelle erst Ζ. 20 irrtümlich nach ἀναπέφηνεν eingeschoben, aber ἀνέσεως statt (Eus.) 19 μαξιμιανοῦ H | ἔτι λείπων Eus. ABDM ἐπιλείπων A1HV1P3 Eus. TcER ἐπιλειπόντων M2P1P2 20 ἐναπέφηνεν A1 21 ἀνανεώσεως Eus. ἀνέσεως HSS | τοῦ > H Eus. (mit Ausnahme von M) θεοῦ τοῦ παντοκράτορος ἠγείρετο· ὅ τε τοῦ Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ διαλάμπων, μείζονα τῆς ἔμπροσθεν ἀπελάμβανε παρρησίαν.

Ταῦτα ἐν ἐνάτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ…

»δε…

The complete text is available when the reading interface loads.