The Greek Library Author

Hesychius Hierosolymitanus

Commentarius magnus in Psalmos (Ms Α)

Edition reference
Prooemium seu epigramma in psalterium (e commentario magno), ed. G. Mercati, Note di letteratura biblica e cristiana antica [Studi e Testi 5. Rome: Tipografia Vaticana, 1901]: 155–168.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

τισὶ γὰρ ἔδοξεν ὡς ἀκριβεία πολλῆι χρω μένοις, αὐτὸ τὸ ἑβραϊκὸν εἰς μέσον ἀγαγεῖν καὶ εἰς τοῦτο διαβεβαιοῦσθαι πολλῶν καὶ διαφόρων προφητῶν εἶναι τὴν βίβλον τῶν ψαλμῶν, καὶ οὐ μόνον τοῦ δαβίδ δαδ · ὡς ἐκ τῶν ἐπιγραφῶν τῶν ἐπι κειμένων τοῖς ψαλμοῖς ἀνακρίνειν δεδύνην ται λέγοντες· τοὺς μὲν εἶναι τοῦ δαβίδ δαδ · τοὺς δὲ τῶν υἱῶν κορέ· ἄλλους δὲ τοῦ ἀσάφ· τὸν δὲ, αἰθὰμ τοῦ ἰσραηλίτου· τοὺς ἑτέρους δὲ σολο μῶντος· ἕνα δέ τινα ἐξ αὐτῶν, μωυσέως· ἄλλους δὲ ἀνεπιγράφους· ἑτέρους δὲ, ἀνωνύ μους· τινὰς δὲ, ἀλληλούϊα· προσέθηκαν δὲ καὶ τοῦτο ἐκ τῶν παραλειπομένων ἀνε λόμενοι· ὅτι τῆς φυλῆς τοῦ λευῒ τέσσαρας ἄνδρας ἀναλεξάμενος ὁ δαβίδ δαδ · τὸν ἀσὰφ υἱὸν κορέ· καὶ αἰμάν. καὶ αἰθάμ· καὶ ϊδιθοὺμ. ἔστησεν ἐνώπιον τοῦ ἁγιάσματος ἐν διαφό ροις ὀργάνοις. ὧν μέσος ἵστατο αὐτὸς ὁ δαβίδ δαδ ὡς ἄρχων ἀρχόντων ὠιδῶν. κρατῶν ἐπι χεῖρας τὸ ψαλτήριον· ταῦτα ὡς προεῖπον διηγήσαντό τινες τῶν συγγραφέων, ὡς καὶ ἔν τισι τῶν ψαλτηρίων εὑρίσκονται ἐγκείμε να ταῦτα· ὑπ’ ἐκείνων ἐκδοθέντα· ὡς ἐκ τοῦ ἑβραϊκοῦ δῆθεν ἀναλεξάμενοι παρέ θηκαν ταῦτα· ἐμοὶ δὲ φαίνονται, οὐκ ὀρθῶς εἰσποιησάμενοι τὴν τοσαύτην διήγησιν· εἰ γὰρ ὡς αὐτοὶ εἰρήκασι μέσος ὁ δαβίδ δαδ ἵστατο αὐτῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, πῶς τοῦ δαβίδ δαδ ἐστιν ἡ βίβλος τῶν ψαλμῶν· εἰ δὲ φαί ησαν ὡς ἀναγράφεσθαι αὐτὸν εἰς τὸ ψαλτήριον τὰ ὑπ’ ἐκείνων λεγόμενα οὐκέτι αὐτὸς ἄρχων ἐκείνων εὑρίσκεται. ἀλλ’ ἐκεῖνοι τούτου ἄρχον τες· οἵτινες μετεδίδουν αὐτῶι τὰ δι’ αὐτῶν ἐκφωνούμενα· ὅπου δὲ τῶν κορέ ἐστιν ἡ ἐπιγραφὴ, διαφόρως δηλοῖ· ἦσαν μὲν γὰρ ἐκ τῶν υἱῶν κορὲ ψαλτωιδοὶ, ὡς εὑρίσκομεν ἐν παραλειπομέναις· γέγραπται γάρ· καὶ ἀνέ στησαν οἱ λευῗται ἀπὸ τῶν υἱῶν καάθ. καὶ ἐκ τῶν υἱῶν κορὲ, τοῦ αἰνεῖν κυρίωι κωι τῶι θεῶι θωι ἰσραὴλ ιηλ ἐν φω νῆι μεγάληι εἰς ὕψος. ἦσαν οὖν οἱ ψαλτωιδοὶ αἰνοῦντες τὸν κύριον κν ἐν λόγοις δαβίδ δαδ · κατὰ τὸ εἰρημένον ἐν παραλειπομέναις· ἦσαν οὖν οἱ κορηνοὶ οἱ ψαλτωιδοὶ σὺν τοῖς λευΐταις· ἔνθα οὖν ἔχει τὴν ἐπιγραφὴν τῶν υἱῶν κορὲ, δηλοῖ ὁ ψαλμὸς· ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν εἰρῆσθαι τὸν ψαλμὸν· ἢ περὶ τῶν ἀβοηθήτων· ἢ περὶ τῶν ἀντιλογικῶν· τὸ μὲν γὰρ ὄνομα τοῦ κορὲ. ἑρμηνεύεται φαλα κρός· ὁ δὲ φαλακρὸς κρατῶν νόμον καθα ρός ἐστιν· μετὰ τοὺς υἱοὺς κορὲ ἔφησαν καὶ τοῦ ἀσὰφ εἶναι ψαλμούς τινάς· ἀνίσχυρον δὲ καὶ τοῦτο τὸ ὄνομα αὐτῶι δείκνυται· αἱ γὰρ ἐπιγραφαὶ τῶν ψαλμῶν ἔνθά ἐστι τὸ τοῦ ἀ σὰφ ὄνομα, οὐκ ἔχει ψαλμὸς τοῦ ἀσὰφ· ἵνα τις εἴποι ὅτι ὑπ’ αὐτοῦ γεγένηται ὁ ψαλμός· ἀλλὰ περιέχει ἑκάστη ἐπιγραφὴ αὐτοῦ. ψαλμὸς τῶι ἀσάφ. τοῦτο δὲ τὸ ὄνομα ἑρμηνευόμενον ἀ πὸ τῆς ἑβραΐδος εἰς τὴν ἑλληνίδα ὡς καὶ τὰ λοιπὰ, δηλοῖ τίνος χάριν ἐπίκειται τῶι ψαλμῶι· ἑρμηνεύεται γὰρ ἀσὰφ· συλλέγων καὶ συνάγων, ἢ συναγωγή· ἔνθα οὖν ἐπιγέγραπται τῶι ψαλμῶι. ἢ περὶ τοῦ θεοῦ θυ λέγει ὁ ψαλμὸς τοῦ συλλέγοντος πάντας καὶ ἐν τῶι νῦν αἰῶνι καὶ ἐν τῶι μέλλοντι· τοὺς μὲν, εἰς σωτηρίαν σριαν · τοὺς δὲ εἰς κρίσιν· ἢ τοὺς ἐπιστρέφοντας καὶ συνα γομένους ἐξ ἐθνῶν καὶ ἰουδαίων, εἰς μόνην τὴν συναγωγήν. μετὰ δὲ τὸν ἀσὰφ ἔφησαν εἶναι ψαλμὸν, καὶ αἰθὰμ τοῦ ἰσραηλίτου· ἆρ’ οὖν αἰθὰμ μόνος ἦν ἰσραηλίτης, ἢ καὶ δαβίδ δαδ καὶ οἱ υἱοὶ κορὲ, καὶ ἀσὰφ· καὶ σολομῶν· καὶ μωυσῆς· σαφὲς ὅτι καὶ αὐτοὶ ἰσραηλίται ὑπάρχουσιν· τί οὖν ἐστιν ἡ τοιαύτη ἐπιγραφὴ τοῦ ψαλμοῦ. ἐπὶ τὴν ἑρμηνείαν πάλιν τοῦ ὀνόματος ἔλ θωμεν· οὕτως οὖν ἔχει ἡ ἐπιγραφή· συνέσεως αἰθὰμ τῶι ἰσραηλίτηι· τουτέστιν· ἢ τῆς συ νέσεως τῶν ἁγίων τῶν ὑψηλῶν τῆι διανοί αι τῶν σπέρμα θεοῦ θυ ὄντων, ὁ ψαλμός ἐστιν ἔνθα τὸ ἐπίγραμμα τοῦτο ἐπίκειται, ἢ τῖ ὑψίστωι· τῶι σπείραντι τοῖς ἁγίοις τὴν ἑαυτοῦ χάριν· αἰθὰμ γὰρ ἑρμηνεύεται ὑψηλός· ἰσραηλί της δὲ ἑρμηνεύεται σπορᾶς θεοῦ θυ · ταῦτα οὖν λη πτέον· ἢ εἰς τὸν υἱὸν τοῦ θεοῦ θυ καὶ διὰ τοῦτο γι νώσκομεν τὸν ψαλμὸν εἰς αὐτὸν εἰρημένον, ἢ εἰς τοὺς ἁγίους αὐτοῦ τοὺς ὑψηλοὺς τῆι δια νοίαι. καὶ ἐσπαρμένους τὴν θείαν χάριν αὐτοῦ· μετὰ δὲ τοῦτον εἰρήκασι καὶ τοῦ σολομῶντος εἶναι ψαλμοὺς δύο· οὕσπερ ἐν οὐδεμιᾶ τῶν βί βλων αὐτοῦ εὑρίσκομεν φερομένους ὡς προ εῖπον· οὔτε ἐν βασιλείαις, οὔτε ἐν παρα λειπομέναις· σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικώτατος· ὅπέρ ἐστιν ἰησοῦς ισ ὁ κύριος κς ἡμῶν· ὁ κατὰ φύσιν εἰρήνη ὑπάρχων· εἰρήκασι δὲ καὶ τοῦ μωσέως εἶναι τὸν πθʹ, ὡς ἐνόμισαν· προ σεσχηκότες τῶι γράμματι τῆς ἐπιγραφῆς. καὶ οὐ τῆι δυνάμει· μᾶλλον δὲ, οὐδὲ ἀκριβῶς αὐ τῆι τῆι ἐπιγραφῆι· οὐ γὰρ ἔχει προσευχὴ τοῦ μω σέως ἀνθρώπου ἀνου τοῦ θεοῦ θυ · ἀλλὰ προσευχὴ τῶι μωσῆι ἀνθρώπωι ἀνωι τοῦ θεοῦ θυ · τουτέστιν αὕτη ἡ ἐπιγραφὴ ἑκά στωι ἀνωι ἀνθρώπωι τοῦ θεοῦ θυ , ἁρμόζουσά ἐστι· τῶι προσέχον τι τῶι τοῦ θεοῦ θυ βαπτίσματι· μωυσῆς γὰρ ἑρμη νεύεται ἀναίρεσις ὕδατος· ὅπέρ ἐστιν ἑκάστωι τῶν βαπτιζομένων τὸ τοῦ θεοῦ θυ βάπτισμα· ἀναφέ ρεται γὰρ ἐκ τῶν θείων ναμάτων τοῦ σωτηρίου σριου ὕδατος. ἔφησαν δὲ καί τινας ἐκ τῶν ψαλ μῶν ἀνεπιγράφους εἶναι διὰ τὸ οὕτως ἐπιγεγρά φθαι· καὶ ὡς ἐκ τούτου, μὴ δὲ τούτους εἶναι τοῦ δαβίδ δαδ · ἀλλὰ βεβαιότερος ἡμῖν ὀφείλει ὑπάρχειν πέτρος ὁ ἀπόστολος καὶ οἱ σὺν αὐτῶι πάντες· λέγοντες ἐν ταῖς πράξεσιν· σὺ ὁ θεὀς θς ὁ ποιήσας τὸν οὐρανὸν οὐνον καὶ τὴν γῆν καὶ τὴν θά λασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς πρς ἡμῶν διὰ πνεύματος πνς ἁγίου στόματος δαβίδ δαδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά· παρέστησαν οἱ βασιλεῖς τῆς γῆς· τὸν αὐτὸν δὲ τρόπον δηλονότι καὶ τὸν πρὸ αὐτοῦ αὐτὸς εἴρηκεν· λέγω δὴ τὸν πρῶ τον ψαλμόν· καὶ αὐτὸς τῶν ἀνεπιγράφων δοκεῖ εἶναι· ἐκ παντὸς οὖν αὐτὸς ὁ δαβίδ δαδ εἴρη κεν αὐτόν· ὥσπερ καὶ ὁ ϟδ ἀνεπίγραφος μὲν γέγραπται τοῦ δὲ δαβίδ δαδ ἐστιν. ἔνθα εἰς τὸν ἀ πόστολον εὑρήσεις λέγοντα πρὸς ἑβραίους· τινὰ ὁρίζων ἡμέραν καὶ ἐν δαβίδ δαδ λέγων με τὰ τοσοῦτον χρόνον καθὼς προείρηται· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῶι παραπικρασμῶι. καὶ τηλαυγῶς ἐ δήλωσε καὶ τοῦτον ἀνεπίγραφον τοῦ δαβίδ δαδ εἶναι καὶ οὐχὶ ἑτέρου τινός· οὐκοῦν καὶ οἱ λοι ποὶ τῶν ἀνεπιγράφων αὐτοῦ τυγχάνουσιν· ὅμως καὶ περὶ τῶν ἀνωνύμων εὑρήσεις ὅτι περ αὐτοῦ τοῦ δαβίδ δαδ εἰσιν· ἕνα γὰρ τῶν λε γομένων ἀνωνύμων· λέγω δὴ τὸν ρλα, ἐν νῶι λαβὼν ὁ τοῦ θεοῦ θυ πρωτομάρτυς στέφα νος, οὕτως ἔφη πρὸς τοὺς ἄρχοντας καὶ τὸν λαὸν τῶν ἰουδαίων λέγων περὶ δαβίδ δαδ ὅ τι εὗρε χάριν ἐνώπιον τοῦ θεοῦ θυ ἰακώβ· αὐ τὸς οὖν ὁ δαβίδ δαδ δείκνυται λέγων ἐν τῶι ψαλ μῶι· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυ σιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῶι κυρίωι κωι σκήνωμα τῶι θεῶι θωι ἰακώβ· περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων. εἰ τύχοι διαψάλματος· ἢ ὀβελοῦ· ἢ λημνίσκου· ἤ τινὸς ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ. τῆι τοῦ κυρίου κυ χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῆι ἐκείνου δυνάμει λέξω καὶ πάλιν :–