The Greek Library Author

Hesychius Hierosolymitanus

Commentarius magnus in Psalmos

Edition reference
Fragmenta in Psalmos (Ex catena graecorum patrum in Psalmos, Balth. Corderio interprete.) · Paris · Tipografia Vaticana · 1865
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg005.local002
Corpus release
2.2.0 · 2026-08-29

Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων ἐπίγραμμα ἱστορίας εἰς τὸ ψαλτήριον.

Μαλαχίας ὁ τοῦ θεοῦ προφήτης ὁ δικαίως προσαγορευθεὶς ἄγγελος δείκνυται εὐαγγελικῇ σάλπιγγι χρησάμενος λέγων πρὸς αὐτόν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ , προαγγέλλων ἡμῖν καὶ προμηνύων τὸν τοῦ θεοῦ μονογενῆ υἱὸν ὁρᾶσθαι ἐπὶ τῆς γῆς οὐκ ἐν ἑτέρου τινὸς οὐσίᾳ ἀλλ’ ἐν τῇ αὐτοῦ, καὶ διὰ τῆς ἑαυτοῦ καταλάμπειν χάριτος τὰ σύμπαντα, καθάπερ εἴωθεν οὖτος ὁ αἰσθητὸς ἥλιος ἐν τῇ ἑαυτοῦ οὐσίᾳ ὁρᾶσθαι καὶ διὰ τῆς ἑαυτοῦ οὐσίας καταυγάζειν τὰ σύμπαντα. οὕτω δὴ καὶ τὸ θεῖον ἀπαύγασμα Ἰησοῦςὁ κύριος ἡμῶν ὀφθεὶς ἐπὶ τῆς γῆς φωτὸς ἀϊδίου πεπλήρωκε τὴν οἰκουμένην ἅπασαν. εὐλόγως οὖν ὁ μνημονευθεὶς προφήτης ἥλιον αὐτὸν δικαιοσύνης προανεφώνησε. ἀνέτειλεν οὖν, ἵνα τηλαυγῶς ἴδωμεν τοῖς τῆς διανοίας ὀφθαλμοῖς τὰ κεκρυμμένα καὶ ἄδηλα ὄντα τῶν θείων γραφῶν λόγια ταῖς αὐτοῦ ἀκτίσι φωταγωγούμενοι, ἵνα καὶ ἡμεῖς σὺν τῷ μακαρίῳ Δαυεὶδ μελῳδοῦντες εἴπωμεν πρὸς αὐτόν· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι, σοφίας δὲ οὐ τοῦ νῦν αἰῶνος ἀλλὰ τῆς ἀποκεκρυμμένης πρὸ τῶν αἰώνων ἐν τῷ πατρί, φανερωθείσης δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν οὐ μόνον γνώσει ἀλλὰ καὶ ἐν εἴδει προσώπῳ κατὰ τρόπον, ἵνα οἱ πιστεύοντες εἰς αὐτὸν ἰσχυρὰν ἔχωσι πληροφορίαν διὰ τῆς ἀληθοῦς μαρτυρίας τῶν αὐτὸν θεασαμένων πρό τε τοῦ πάθους αὐτοῦ καὶ μετὰ τὴν ἀνάστασιν. ἐκεῖνος οὖν ἑαυτὸν ἐπιφάνας τῷ κόσμῳ, ὡς ἀληθῶς ἥλιος δικαιοσύνης αὐτὸς καὶ νῦν ἡμῖν τὴν ἑαυτοῦ ἐπιφάνας χάριν, ὡδήγησεν δι’ αὐτῆς εἰς τὸν ἀνεξιχνίαστον πλοῦτον τῶν θησαυρῶν τῆς γνώσεως τῶν λογίων αὐτοῦ. εὔελπις γάρ εἰμι. ἀδελφοί, ὅτι τὸν ἑαυτοῦ πατέρα ἡμῖν ἀποκαλύψας αὐτὸς ἡμῖν καὶ τὰς ἀεννάους αὐτοῦ πηγὰς τῶν πραγμάτων γνωρίσει, ἵνα αἱ ληνοὶ ἡμῶν ἐκβλύζωσι τὴν αὐτοῦ χάριν εἰς τὸ μεταδιδόναι τοῖς χρείαν ἔχουσι καὶ βουλομένοις, ὅπως εἰς ἡμᾶς πληρωθῇ Ὁ ποτίσας ἕνα τῶν μικρῶν. τούτων τῶν πιστευόντων εἰς ἐμὲ ποτήριον ψυχροῦν, οὐκ ἀπολέσει τὸν μισθόν. διὸ θαρροῦντες εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν ἐκ τῆς αὐτοῦ χάριτος τὸν ἐκ διαφόρων λίθων πολυτελῶν πλακέντα τε καὶ συντεθέντα στέφανον, λέγω δὴ τοῦ Δαυείδ, ὃν ἡ πᾶσα κτίσις λογική τε καὶ νοερὰ ἐπικομίζουσα δείκνυται διὰ τῆς ἀπαύστως ἀναπεμπομένης θεῷ ὑμνολογίας, ἣν ὁ τῶν ὅλων δεσπότης παρήγαγεν ἐπὶ γῆς διὰ τοῦ ὑπ’ αὐτοῦ μαρτυρηθέντος θεράποντος αὐτοῦ, περὶ οὗ ἔφη Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου. ἐπ’ ἀληθείας γὰρ ὥσπερ οἰκείᾳ καρδίᾳ χρησάμενος τῷ Δαυείδ, ἐξηρεύξατο δι’ αὐτοῦ τὴν θείαν αὐτοῦ δοξολογίαν, τὴν λογικὴν λατρείαν ἡμῶν.

Πρῶτον οὖν τῆς διηγήσεως ἀρξόμεθα τῶν πρὸ ἡμῶν συγγραφέων, καὶ τοῦ ἐκείνων προλόγου ἐφαψάμενοι ἐπικαιριώτερα μετὰ ταῦτα διοδεύσομεν σὺν τῇ χάριτι τοῦ κυρίου ἡμῶν· οὔτε γὰρ δίκαιον ἡγοῦμαι τὸ ἐκείνων προοίμιον παραδραμεῖν. τισὶ γὰρ ἔδοξεν ὡς ἀκριβείᾳ πολλῇ χρωμένοις αὐτὸ τὸ Ἑβραϊκὸν εἰς μέσον ἀγαγεῖν καὶ εἰς τοῦτο διαβεβαιοῦσθαι πολλῶν καὶ διαφόρων προφητῶν εἶναι τὴν βίβλον τῶν ψαλμῶν καὶ οὐ μόνον τοῦ Δαυείδ, ὡς ἐκ τῶν ἐπιγραφῶν τῶν ἐπικειμένων τοῖς ψαλμοῖς ἀνακρίνειν δεδύνηνται λέγοντες τοὺς μὲν εἶναι τοῦ Δαυείδ. τοὺς δὲ τῶν υἱῶν Κορέ, ἄλλους δὲ τοῦ Ἀσάφ, τὸν δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, ἑτέρους δὲ Σολομῶντος, ἕνα δέ τινα ἐξ αὐτῶν Μωυσέως, ἄλλους δὲ ἀνεπιγράφους, ἑτέρους δὲ ἀνωνύμους, τινὰς δὲ ἀλληλούϊα. προσέθηκαν δὲ καὶ τοῦτο ἐκ τῶν Παραλειπομένων ἀνελόμενοι, ὅτι τῆς φυλῆς τοῦ Λευῒ τέσσαρας ἄνδρας ἀναλεξάμενος ὁ Δαυείδ, τὸν Ἀσὰφ υἱὸν Κορὲ καὶ Αἰμὰν καὶ Αἰθὰμ καὶ Ἰδιθούμ, ἔστησεν ἐνώπιον τοῦ ἁγιάσματος ἐν διαφόροις ὀργάνοις, ὧν μέσος ἵστατο αὐτὸς ὁ Δαυεὶδ ὡς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον.

Ταῦτα, ὡς προεῖπον, διηγήσαντό τινες τῶν συγγραφέων, ὡς καὶ ἔν τισι τῶν ψαλτηρίων εὑρίσκονται ἐγκείμενα ταῦτα ὑπ’ ἐκείνων ἐκδοθέντα. ὡς ἐκ τοῦ Ἑβραϊκοῦ δῆθεν ἀναλεξάμενοι παρέθηκαν ταῦτα, ἐμοὶ δὲ φαίνονται οὐκ ὀρθῶς εἰσποιησάμενοι τὴν τοσαύτην διήγησιν. εἰ γάρ, ὡς αὐτοὶ εἰρήκασι, μέσος ὁ Δαυεὶδ ἵστατο αὐτῶν κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, πῶς οὐχὶ τοῦ Δαυείδ ἐστιν ἡ βίβλος τῶν ψαλμῶν; εἰ δὲ φαίησαν ὡς ἀναγράφεσθαι αὐτὸν εἰς τὸ ψαλτήριον τὰ ὑπ’ ἐκείνων λεγόμενα, οὐκ ἔτι αὐτὸς ἄρχων ἐκείνων εὑρίσκεται, ἀλλ’ ἐκεῖνοι τούτου ἄρχοντες, οἵτινες μετεδίδουν αὐτῷ τὰ δι’ αὐτῶν ἐκφωνούμενα.

Ὁμοίως δὲ καὶ ἡ διαίρεσις αὐτῶν ἡ περὶ τῶν ψαλμῶν εἰρημένη οὐκ εὐλόγως εἶναί μοι δοκεῖ. ἔφησαν γάρ, ὡς προεῖπον, τοὺς μὲν εἶναι τοῦ Δαυείδ, τοὺς δὲ τῶν υἱῶν Κορέ, τοὺς δὲ Ἀσάφ, ἄλλον δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, τινὰς δὲ τοῦ Σολομῶντος, ἄλλους δὲ Αἰμάν, ἕνα δὲ τοῦ Μωυσέως. ἐχρῆν οὖν, ὡς οἶμαι, πρὸ πάντων τὸν τοῦ Μωυσέως τετάχθαι ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ἢ ἐγκεῖσθαι τοῦτον εἰς τὰς ἐκείνου βίβλους, καθάπερ αἱ ᾠδαὶ αὐτοῦ ἡ μὲν πρόκειται ἐν Ἐξόδῳ, ἡ δὲ ἐν Ἀριθμοῖς, ἡ δὲ ἄλλη ἐν Δευτερονομίῳ, καὶ οὐχὶ ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. οὐδὲ πρὸ πάντων, ἀλλὰ μετὰ τοῦ Σολομῶντος καὶ πρὸ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ εἰρημένος εἶς τοῦ Μωυσέως ἐστὶν ὁ ψαλμὸς κατὰ τὴν ἐκείνων διάνοιαν τῶν οὕτως ἐκθεμένων.

Ἔτι δὲ καὶ τοῦτο ἐρῶ καὶ περὶ τῶν τοῦ Σολομῶντος ψαλμῶν, ὅτι εἰ ὅλως ἦσαν τοῦ Σολομῶντος, ἤμελλον ἐγκεῖσθαι ἐν Βασιλείαις ἢ Παραλειπομέναις, ἢ αὐτὸ τοῦτο ἤμελλον ἡμῖν δηλοῦσθαι ἐν αὐταῖς ταῖς βίβλοις, καθάπερ εἴρηται περὶ αὐτοῦ ὅτι ἦσαν αὐτῷ ᾠδαὶ πεντακισχίλιαι , ψαλμὸν δὲ αὐτοῦ οὐδαμοῦ ἐμνημόνευσεν ἡ θεία γραφή.

Ἀλλ’ ἐρεῖ μοί τις τὰς ἐπιγραφὰς τῶν ψαλμῶν τοῦτο λέγειν σαφές. Ἀλλ’ οὐ πάντως τὰ πρόσωπα ἡμῖν παριστῶσι τῶν ὀνομάτων αἱ τῶν ψαλμῶν ἐπιγραφαί, ἀλλὰ τὴν ἑρμηνείαν καὶ τὴν δύναμιν τῶν εἰρημένων. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ πάλιν τοῦ Δαυείδ. καί ποτε μὲν ἐξουθενημένος ἑρμηνεύεται τοῦ Δαυείδ, ποτὲ δὲ ἱκανὸς χειρί· πάλιν δὲ ἑρμηνεύεται μόνος, ἔστι δὲ ὅτε ἑρμηνεύεται τοῦτον ἐπόθησα καὶ πεποθημένος καὶ οὗτος ἀγαπητός. ταύταις πάσαις ἑρμηνείαις ἔπεται τὸ τοῦ Δαυεὶδ ὄνομα. ταῦτα οὖν πάντα ἐστὶν ἀλληγορούμενα. ὅτε γὰρ ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ὁ ψαλμὸς λέγει εἰς λαὸν ἐπιστρέφοντα ἀπὸ ὁδοῦ πονηρᾶς. τότε τὸ τοῦ Δαυεὶδ γινώσκομεν ἐξουθενημένος. γέγραπται γάρ· Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως· ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύ μημα αὐτῶν, καὶ ἐν ἑτέρῳ λέγει Οἱ ἐξουδενοῦντές με ἐξουδενωθήσονται.

Ὡς οὖν προεῖπον, ἐὰν ᾖ τὸ τοῦ Δαυεὶδ ὄνομα ἐπικείμενον τῷ ψαλμῷ, καὶ ὁ ψαλμὸς ᾄδει εἰς ἡμαρτηκότας τινὰς καὶ ἐπιστρέφοντας, σημαίνει τοῦτο ἡ ἐπιγραφή, ὅτι ὁ ψαλμὸς οὗτος εἴρηται εἰς τοὺς ἐξουθενημένους τὸ πρότερον διὰ τὰς ἁμαρτίας αὐτῶν, μετὰ δὲ ταῦτα ἐπιστρέφοντας. εἰ δὲ λέγει ὁ ψαλμὸς εἴς τινας δικαιοπραγοῦντας, δύναται καὶ οὕτως ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα, ὡς προεῖπον. ἐξουθενημένοι γάρ εἰσιν ὑπὸ τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καθά φησιν ὁ προφήτης Νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ μαρτύριά σου οὐκ ἐπελαθόμην.

Ὁμοίως δὲ εἰ περὶ δικαίων ὁ ψαλμὸς ᾄδει, δύναται ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα τοῦτον ἐπόθησα, τουτέστιν τὸν λαόν μου τὸν ἐκλεκτόν, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίῳ Ἀγαπήσας τοὺς ἰδίους εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ ἑτέρως δὲ ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα εἰς τοὺς δικαίους δύναται, φημὶ δὲ τοῦ πεποθημένου, τουτέστιν ὁ λαὸς τοῦ θεοῦ τοῦ πεποθημένου. ἢ καὶ ἄλλως τὴν ἑρμηνείαν τοῦ Δαυεὶδ ἐὰν εἴπωμεν (λέγεται γὰρ ἑρμηνεύεσθαι καὶ πεποθημένος), καὶ τοῦτο ληπτέον εἰς τὸν λαὸν τῶν ἁγίων· πεποθημένος γάρ ἐστιν ὑπὸ κυρίου.

Ὅτε δὲ λέγει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ἔχει ὁ ψαλμὸς περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, οἴδαμεν ὅτι περ ἑρμηνεύεται τὸ τοῦ Δαυεὶδ ὄνομα ἱκανὸς χειρί· γέγραπται γὰρ περὶ αὐτοῦ Κύριος κραταιὸς καὶ δυνατός.

Ὅπου δὲ τῶν Κορέ ἐστιν ἡ ἐπιγραφή, καὶ αὕτη ἡ ἐπιγραφὴ διαφόρως δηλοῖ. ἦσαν μὲν γὰρ ἐκ τῶν υἱῶν Κορὲ ψαλτῳδοί, ὡς εὑρίσκομεν ἐν Παραλειπομέναις. γέγραπται γάρ· Καὶ ἀνέστησαν οἱ Λευῗται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Κορὲ τοῦ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος. ἦσαν οὖν οἱ ψαλτῳδοὶ αἰνοῦντες τὸν Κύριον ἐν λόγοις Δαυείδ , κατὰ τὸ εἰρημένον ἐν Παραλειπομέναις ὅτι Οἱ Λευῗται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ἃς ἐποιήσατο Δαυεὶδ ὁ βασιλεὺς τοῦ ἐξομολογεῖσθαι ἐναντίον Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν. ἦσαν οὖν οἱ Κορηνοὶ οἱ ψαλτῳδοὶ σὺν τοῖς Λευίταις. ἔνθα οὖν ἔχει τὴν ἐπιγραφὴν τῶν υἱῶν Κορέ, δηλοῖ ὁ ψαλμὸς ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν εἰρῆσθαι τὸν ψαλμόν, ἢ περὶ τῶν ἀβοηθήτων ἢ περὶ τῶν ἀντιλογικῶν. τὸ μὲν γὰρ ὄνομα τοῦ Κορὲ ἑρμηνεύεται φαλακρός, ὁ δὲ φαλακρὸς κατὰ τὸν νόμον καθαρός ἐστιν, καθὰ γέγραπται ἐν τῷ Λευϊτικῷ Ὡς ἂν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν. πάλιν ἐν Προφήταις εὑρίσκομεν τὸν θεὸν ἔν τισι τόποις ὀργιζόμενον πρὸς τὸν Ἰσραὴλ καὶ λέγοντα Καὶ ἔσται ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, ὡσανεὶ παντὶ ἄρχοντι τοῦ λαοῦ αἰσχύνη καὶ ὄνειδος, ὅταν ἀφέλωμαι ἀπ’ αὐτῶν τὴν βοήθειαν. σαφὲς δὲ καὶ αὐτὸς Κορὲ ἀντιλογίας γέγονεν. ἔνθα οὐχὶ περὶ τῶν υἱῶν Κορὲ τῶν ψαλμῶν. ὡς ἔφην, ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν λέγει ὁ ψαλμός, ἢ περὶ τῶν ἐκτὸς ὄντων τῆς σκέπης τοῦ θεοῦ ἢ περὶ τῶν ἀντιλεγόντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ, περὶ ὧν ὁ ἀπόστολος λέγει Οὐαὶ αὐτοῖς, ὅτι τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο , καὶ ἐν ἑτέρῳ Ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις , καὶ ὁ παροιμιαστὴς ἔφη Ἀντιλογίας ἐγείρει πᾶς κακός. καὶ περὶ μὲν τοῦ ἐπιγράμματος τῶν υἱῶν Κορὲ οὕτως δῆλόν σοι παρεστήσαμεν.

Μετὰ τοὺς υἱοὺς Κορὲ ἔφησαν καὶ τοῦ Ἀσὰφ εἶναι ψαλμούς τινας· ἀνίσχυρον δὲ καὶ τοῦτο τὸ ὄνομα αὐτῶν δείκνυται. αἱ γὰρ ἐπιγραφαὶ τῶν ψαλμῶν, ἔνθα ἐστὶ τὸ τοῦ Ἀσὰφ ὄνομα, οὐκ ἔχει ψαλμὸς τοῦ Ἀσάφ, ἵνα τις εἴποι ὅτι ὑπ’ αὐτοῦ γεγένηται ὁ ψαλμός, ἀλλὰ περιέχει ἑκάστη ἐπιγραφὴ αὐτοῦ ψαλμὸς τῷ Ἀσάφ. τοῦτο δὲ τὸ ὄνομα ἑρμηνευόμενον ἀπὸ τῆς Ἑβραΐδος εἰς τὴν Ἑλληνίδα, ὡς καὶ τὰ λοιπά, δηλοῖ τίνος χάριν οὕτως ἐπίκειται τῷ ψαλμῷ· ἑρμηνεύεται γὰρ Ἀσὰφ συλλέγων καὶ συνάγων ἢ συναγωγή. ἔνθα οὖν ἐπιγέγραπται τῷ ψαλμῷ, ἢ περὶ τοῦ θεοῦ λέγει ὁ ψαλμὸς τοῦ συλλέγοντος πάντας καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, τοὺς μὲν εἰς σωτηρίαν, τοὺς δὲ εἰς κρίσιν, ἢ εἰς τοὺς ἐπιστρέφοντας καὶ συναγομένους ἅμα ἐξ ἐθνῶν καὶ Ἰουδαίων εἰς μόνην τὴν συναγωγήν.

Μετὰ δὲ τὸν Ἀσὰφ ἔφησαν εἶναι ψαλμὸν καὶ Αἰθὰμ τοῦ Ἰσραηλίτου. ἆρα οὖν Αἰθὰμ μόνος ἦν Ἰσραηλίτης, ἢ καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Κορὲ καὶ Ἀσὰφ καὶ Σολομῶν καὶ Μωυσῆς, οὓς περιέχει τὸ ἑβραϊκόν, ὡς λέγουσιν, ὅτι περ τοὺς ψαλμοὺς εἰρήκασιν; σαφὲς ὅτι καὶ αὐτοὶ Ἰσραηλίται ὑπάρχουσιν. ἔπειτα ἆρά γε εἷς μόνος Αἰθὰμ γεγένηται Ἰσραηλίτης ἐν πάσαις ταῖς φυλαῖς; οὐκ οἶμαι. εἰ γὰρ καὶ λάβῃς τὴν γενεαλογίαν τῶν δώδεκα φυλῶν ἐν Παραλειπομέναις, πολλοὺς εὑρήσεις τῷ ὀνόματι τούτῳ κληθέντας, καὶ πάντες δῆλον ὅτι Ἰσραηλίται ὑπάρχοντες. τί οὖν ἐστιν ἡ τοιαύτη ἐπιγραφὴ τοῦ ψαλμοῦ; ἐπὶ τὴν ἑρμηνείαν πάλιν τοῦ ὀνόματος ἔλθωμεν. οὕτως οὖν ἔχει ἡ ἐπιγραφή· Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ, τουτέστιν ἢ τῆς συνέσεως τῶν ἁγίων τῶν ὑψηλῶν τῇ διανοίᾳ τῶν σπέρμα θεοῦ ὄντων ὁ ψαλμός ἐστιν ἔνθα τὸ ἐπίγραμμα τοῦτο ἐπίκειται, ἢ τῷ ὑψίστῳ τῷ σπείραντι τοῖς ἁγίοις τὴν ἑαυτοῦ χάριν· Αἰθὰμ γὰρ ἑρμηνεύεται ὑψηλός, Ἰσραηλίτης δὲ ἑρμηνεύεται σπορὰ θεοῦ. ταῦτα οὖν ληπτέον ἢ εἰς τὸν υἱὸν τοῦ θεοῦ—καὶ διὰ τοῦτο γινώσκομεν τὸν ψαλμὸν εἰς αὐτὸν εἰρημένον, ἢ εἰς τοὺς ἁγίους αὐτοῦ τοὺς ὑψηλοὺς τῇ διανοίᾳ καὶ ἐσπαρμένους τὴν θείαν χάριν αὐτοῦ.

Μετὰ δὲ τοῦτον εἰρήκασι καὶ τοῦ Σολομῶντος εἶναι ψαλμοὺς δύο, οὕσπερ ἐν οὐδεμιᾷ τῶν βίβλων αὐτοῦ εὑρίσκομεν φερομένους, ὡς προεῖπον, οὔτε ἐν Βασιλείαις οὔτε ἐν Παραλειπομέναις, οὔτε ἅμα κειμένους, ἀλλ’ ἐν ἑτέρῳ τόπῳ τῆς βίβλου τῶν ψαλμῶν καὶ ἐν ἑτέρῳ, καὶ σαφῶς ἀμφοτέρους λέγοντας περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικώτατος, ὅπερ ἐστὶν Ἰησοῦς ὁ κύριος ἡμῶν ὁ κατὰ φύσιν εἰρήνη ὑπάρχων· ὅθεν καὶ ταύτην οἰκείᾳ χάριτι δεδώρηται ἡμῖν. ἔνθα οὖν τὸ τοῦ Σολομῶντος ὄνομα ἐπίκειται τῷ ψαλμῷ, ἀναντιρρήτως ἡμᾶς παιδεύει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν τὸν ψαλμόν.

Εἰρήκασι δὲ καὶ τοῦ Μωυσέως εἶναι τὸν πθʹ, ὡς ἐνόμισαν προσεσχηκότες τῷ γράμματι τῆς ἐπιγραφῆς καὶ οὐ τῇ δυνάμει, μᾶλλον δὲ οὐδὲ ἀκριβῶς αὐτῇ τῇ ἐπιγραφῇ. οὐ γὰρ ἔχει προσευχὴ τοῦ Μωυσέως ἀνθρώπου τοῦ θεοῦ, ἀλλὰ προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ· τουτέστιν αὕτη ἡ ἐπιγραφὴ ἑκάστῳ ἀνθρώπῳ τοῦ θεοῦ ἁρμόζουσά ἐστι τῷ προστρέχοντι τῷ τοῦ θεοῦ βαπτίσματι. Μωυσῆς γὰρ ἑρμηνεύεται ἀναίρεσις ὕδατος, ὅπερ ἐστὶν ἑκάστῳ τῶν βαπτιζομένων τὸ τοῦ θεοῦ βάπτισμα· ἀναφέρεται γὰρ ἐκ τῶν θείων ναμάτων τοῦ σωτηρίου ὕδατος.

Ἔφησαν δὲ καί τινας ἐκ τῶν ψαλμῶν ἀνεπιγράφους εἶναι διὰ τὸ οὕτως ἐπιγεγράφθαι, καὶ ὡς ἐκ τούτου μηδὲ τούτους εἶναι τοῦ Δαυείδ. ἀλλὰ βεβαιότερος ἡμῖν ὀφείλει ὑπάρχειν Πέτρος ὁ ἀπόστολος καὶ οἱ σὺν αὐτῷ πάντες λέγοντες ἐν ταῖς Πράξεσιν Σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. καὶ διὰ τοῦτο ἐδήλωσαν τὸν Δαυεὶδ εἰρηκέναι τοῦτον τὸν ψαλμὸν τὸν ἕνα τῶν ἀνεπιγράφων. τὸν αὐτὸν δὴ τρόπον δῆλον ὅτι καὶ τὸν πρὸ αὐτοῦ αὐτὸς εἴρηκεν, λέγω δὴ τὸν πρῶτον ψαλμόν· καὶ αὐτὸς γὰρ ἐκ τῶν ἀνεπιγράφων δοκεῖ εἶναι. εἰ γὰρ αὐτὸς πρῶτος ὁ Δαυεὶδ ψαλτῳδοὺς κατέστησεν (καθὰ εὑρήσεις ἐν Παραλειπομέναις ὅτι γέγραπται Καὶ ἔταξεν Δαυεὶδ κατὰ πρόσωπον τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τῶν Λευϊτῶν λειτουργοῦντας καὶ ἀναφωνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραήλ· Ἀσὰφ ὁ ἡγούμενος καὶ ὁ δεύτερος αὐτοῦ Ζαχαρίας καὶ Ἰειὴλ καὶ Σεμιραμὼθ καὶ Ἰαὴλ καὶ Μαθθαθείας καὶ Ἐλιὰβ καὶ Βαναίας καὶ Ἐβδεδιδών, καὶ Ὀζίας ἐν ὀργάνοις καὶ ἐν νάβλαις καὶ ἐν κιννύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν, καὶ Βαναίας καὶ Ἰεζὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐνώπιον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ), οὐκοῦν εἰ αὐτός ἐστιν ὁ τάξας ἕκαστον τῶν ψαλτῳδῶν, δῆλον ὅτι οὐκ ἔστιν ἕτερος ὁ ἀρξάμενος τὸν πρῶτον ψαλμὸν εἰ μὴ ὁ Δαυεὶδ ἄρχων πάντων τούτων. εἰ οὖν ἀρχὴ τῶν ἀνεπιγράφων καὶ τῆς βίβλου τῶν ψαλμῶν δείκνυται τοῦ Δαυεὶδ εἰρημένη, λέγω δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος τῶν ψαλμῶν, οἵτινες πρῶτοι λέγονται παρ’ αὐτοῖς εἶναι τῶν ἀνεπιγράφων, ἐξ ἀνάγκης καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων ὑπὸ τοῦ Δαυεὶδ εἴρηνται· ὥσπερ καὶ ὁ ϙδʹ ἀνεπίγραφος μὲν γέγραπται, τοῦ δὲ Δαυείδ ἐστιν. ἔνθα εἰς τὸν ἀπόστολον εὑρήσεις λέγοντα πρὸς Ἑβραίους Τινὰ ὁρίζων ἡμέραν καὶ ἐν Δαυεὶδ λέγων μετὰ τοσοῦτον χρόνον καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. καὶ τηλαυγῶς ἐδήλωσε καὶ τοῦτον ἀνεπίγραφον τοῦ Δαυεὶδ εἶναι καὶ οὐχὶ ἑτέρου τινός. οὐκοῦν καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων αὐτοῦ τυγχάνουσιν.

Ὁμῶς καὶ περὶ τῶν ἀνωνύμων εὑρήσεις ὅτι περ αὐτοῦ τοῦ Δαυείδ εἰσιν. ἕνα γὰρ τῶν λεγομένων ἀνωνύμων, λέγω δὴ τὸν ρλαʹ, ἐν νῷ λαβὼν ὁ τοῦ θεοῦ πρωτομάρτυς Στέφανος οὕτως ἔφη πρὸς τοὺς ἄρχοντας καὶ τὸν λαὸν τῶν Ἰουδαίων, λέγων περὶ τοῦ Δαυείδ, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ θεοῦ Ἰακώβ. αὐτὸς οὖν ὁ Δαυεὶδ δείκνυται λέγων ἐν τῷ ψαλμῷ Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. εἰ οὖν δοκεῖ ἡ ἀρχὴ τοῦ ψαλμοῦ ἐκ προσώπου ἑτέρου λελέχθαι, ἀλλ’ ὅμως πιστὸς μάρτυς ὁ Στέφανος ὁ παιδεύων καὶ ἡμᾶς αὐτὸν τὸν ψαλμὸν εἶναι Δαυεὶδ οἰκείᾳ τῇ φωνῇ ὁμολογοῦντα καὶ παιδεύοντα εὑρεῖν σκήνωμα τῷ θεῷ Ἰακώβ.

Περὶ δὲ τῶν ἐχόντων ἐπιγραφὴν τὸ ἀλληλούϊα, πῶς εἴρηνται ὑπὸ τοῦ Δαυεὶδ ἐρῶ. γέγραπται γὰρ ἐν Παραλειπομέναις ὅτι περὶ αὐτῶν ὁ Δαυεὶδ εἶπεν, ὅτε τὴν κιβωτὸν τοῦ θεοῦ ἀνέφερεν σὺν τοῖς ἱερεῦσιν καὶ τῷ λαῷ, τὸ ἀλληλούϊα.

Περὶ δὲ τῶν ἀνεπιγράφων καὶ ἀνωνύμων τοῦτο δηλοῦσιν αἱ ἐπιγραφαί, ὅτι οὐκ εἰς ὄνομα ἑνὸς ἔθνους ἐστὶν ὁ ψαλμὸς ἔνθα ἐστὶν ἀνεπίγραφος, ἢ τὸ ἔργον ὃ διηγεῖται οὐκ ἔστιν παρ’ Ἑβραίοις διὰ τὴν ἰταμότητα αὐτῶν τῆς ἀπιστίας. τὸ δὲ περὶ τῶν ἀνωνύμων τὸ ὄνομα μὴ ἐχόντων εἰς τὴν ἐπιγραφήν, τοῦτο δῆλον εἰς τὸν κύριον εἰρῆσθαι τὸν ψαλμὸν καὶ καθολικῶς κατὰ πάντων ὁμοῦ ᾄδεσθαι τὸν ψαλμόν. οὗτος οὖν ὁ τρόπος τῶν μὲν ἐπιγράφεσθαι ἀνεπιγράφων ἢ ἀνεγγράφων παρ’ Ἑβραίοις ἢ περὶ τῶν λεγομένων ἀνωνύμων. καὶ περὶ τῶν ἐχόντων ἀλληλούϊα τοῦτο ὑμῖν ὑποδείκνυται διὰ τοῦ ἀλληλούϊα, ὅτι εἰς ὕμνον καὶ εὐχαριστίαν εἴρηται ἐκεῖνος ὁ ψαλμὸς ὑπό τινων δωρημάτων παρασχεθέντα ἡμῖν ὑπὸ τοῦ θεοῦ. ἑρμηνεύεται δὲ αὐτὸ τὸ ἀλληλούϊα αἶνος καὶ ὕμνος τῷ θεῷ.

Ἰδοὺ τὴν πᾶσαν διήγησιν ἐποιησάμεθα περὶ τῶν διαιρέσεων τὴν εὔδηλον αὐτῶν ἐν τῷ προλόγῳ φήσαντες. ἐνόμισαν γὰρ οἱ παῖδες τῶν Ἑβραίων μὴ εἶναι τοὺς πάντας τοῦ Δαυείδ, ἀποδέδεικται δὲ διαφόρως αὐτοῦ εἶναι τοὺς πάντας τοῦ Δαυείδ· ὅθεν καὶ αὐτὸς τοὺς περὶ τοῦ Ἀσὰφ κατέστησεν εἰς τὸ ψάλλειν πάντας, διαμερίσας αὐτοὺς καὶ τὰ παρ’ αὐτοῖς ἐκφωνηθέντα ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. προφῆται οὖν εἴρηνται οἱ περὶ τὸν Ἀσὰφ κατὰ τὸ εἰρημένον περὶ αὐτῶν ἐν Παρα λειπομέναις Καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Αἱμὰν καὶ Ἰδιθοὺμ τῶν προφητῶν τοῦ βασιλέως· ὅμως οὐκ ἀπὸ τούτων χρὴ νομίζεσθαι αὐτοὺς τῶν ψαλμῶν εὑρετὰς εἶναι, ἀλλὰ ψαλτῳδοὺς καὶ διδασκάλους κατασταθέντας ὑπὸ κυρίου διὰ Δαυεὶδ τοῦ βασιλέως. οὕτως γὰρ εὑρήσεις τοὺς ψαλτῳδοὺς καὶ νῦν τύπον ἔχοντας τὸν περὶ τοῦ Ἀσὰφ καὶ τοῖς υἱοῖς Κορὲ καὶ τοὺς Λευΐτας, ὅτι περ τὰ περὶ τοῦ Δαυεὶδ ἐκφωνηθέντα ἐν ἐκκλησίᾳ κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ. δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαυεὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰνεῖν τὸν κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ.

Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται· περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος ἢ ὀβελοῦ ἢ λημνίσκου ἤ τινος ἑτέρου, μνήμην ἑκάστου ψαλμοῦ τῇ τοῦ κυρίου χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῇ ἐκείνου δυνάμει λέξω, καὶ πάλιν καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ κυρίου χάριτι.

ΨΑΛΜΟΣ ΠΡΩΤΟΣ.

Μακάριος ἀνήρ.

Δεῖ γὰρ πρῶτον κατορθοῦσθαι τὴν εὐσέβειαν, καὶ τότε τὴν τοῦ βίου πολιτείαν ῥυθμίζεσθαι. Ἀλλ’ ἐκεῖ μὲν μὴ πορευθῆναι, ἐνταῦθα δὲ τὸ μηδὲ στῆναι προσέταξεν. Ἴνα τῆς μὲν ἀσεβείας μηδ’ ὄσον ἐν παρόδῳ μεταλαβεῖν, ἢ ψαῦσαι φυλαξόμεθα· ἁμαρτίας δὲ (εἰ καί τις ἡμῖν πάροδος ὑπαρχθεῖσιν γένοιτο) στῆναι ὅμως ἐν αὐτῇ, τουτέστιν ἐνίστασθαι, ἢ ἐπιμένειν ἐγκλίνομεν. Λοιμοὺς δὲ καλεῖ τοὺς ἀμφιβόλους ἀνθρώπους, τοὺς τὴν δικαιοσύνην κατορθοῦντας ἐν σχήματι, τὴν κακίαν δὲ μετιόντας ἐν τοῖς πράγμασι. Τὸν βίον γὰρ οὗτοι λυμαίνονται τὸν ἀνθρώπινον. Καθέδρα γὰρ λοιμῶν, ἡ τῶν δικαστῶν τῶν προδιδόντων τὰ δίκαια· καθέδρα λοιμῶν, ὁ τῶν ψευδοδιδασκάλων θρόνος· καθέδρα λοιμῶν, ἡ τῶν ὑποκριτῶν στολή· καθέδρα λοιμῶν, ἡ τῶν ἱερέων ὑπόκρισις· ἐν ταύτῃ κελεύει μὴ καθέζεσθαι.

Καὶ ἔσται ὡς τὸ ξύλον.

Ἀπεῤῥίφησαν δὲ Ἰουδαῖοι ἀνέμου κατὰ τῶν ἰσχυροῦ τοῦ κηρύγματος τῶν ἀποστόλων πνεύσαντος, καὶ καθάπερ ὁ χνοῦς εἰς οὐδὲν διελύθησαν. Οὐ πόλιν γάρ, οὐ λατρείαν, οὐχ ἕτερόν τι τῶν ἐξ ἀρχῆς ἔχοντες, ἐσκορπίσθησαν εἰς ὅλον τῆς γῆς, καθάπερ ὁ χνοῦς ἠτιμωμένοι τὸ πρόσωπον.

ΨΑΛΜΟΣ Ϛʹ.

Ἐλέησόν με, Κύριε.

Διδάσκει τίνα δεῖ τρόπον προσεύχεσθαι, πῶς δεῖ ταπεινοῦσθαι, καὶ τοῦ Θεοῦ προκαλεῖσθαι τὸν ἔλεον.

Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.

Τεταράχθαι γε μὴν τὰ ἑαυτοῦ ὀστᾶ φησι, καὶ προσέτι τὴν ψυχήν. Καὶ ὀστᾶ μὲν ἴσως κατά γε τὴν ἐν πνεύματι Θεωρίαν νοηθεῖεν ἂν αἱ λόγῳ ληπταὶ τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητὴν εὐρωστίαν. Οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, καὶ δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς, ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως (ἤγουν ἐν κόσμῳ τῷ δέοντι) διὰ τὸ τὴν ἰδίαν οὐκ ἔχειν ἰσχύν, ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν.

Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες.

Ὁρᾷς ὡς ὅταν ἀποστῶμεν τῶν ἐργατῶν τῆς ἀνομίας (εἴτε ἀνθρώπων, εἴτε λογισμῶν), τότε ὁ Θεὸς τὰς ἡμετέρας δεήσεις ἑτοίμως καὶ τὴν προσευχὴν δέχεται.

ΨΑΛΜΟΣ Ζʹ.

Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου.

Ὑψωθῆναι τὸν Χριστὸν ἐπὶ τοῦ σταυροῦ παρακαλεῖ, συντελείας καὶ ἀφανισμοῦ τῶν δαιμόνων ἕνεκα. Ὅταν γὰρ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πέρας δὲ ταῦτα καὶ κατάλυσις τῆς τῶν νοητῶν ἐχθρῶν δυναστείας ἐγένετο.

ΨΑΛΜΟΣ Ηʹ.

Κύριε, Κύριος ἡμῶν.

Τό, Κύριε, ὁ Κύριος ἡμῶν, ἡ Ἐκκλησία λέγει. Μετὰ γὰρ τὴν εἰς Χριστὸν ἐπίγνωσιν, τῆς τῶν εἰδώλων ἀποστᾶσα δουλείας, Κύριον αὐτῆς καλεῖν τὸν ἀληθῶς Θεὸν καὶ Κύριον ἤρξατο. Ἀεὶ μὲν γὰρ ἡ γῆ πᾶσα τῶν θαυμάτων ἀληθῶς τῆς τοῦ Θεοῦ δημιουργίας πεπλήρωται, ἔτι δὲ μᾶλλον, ἀφ’ οὗπερ αὐτοῦ τὸ ὄνομα, δηλαδὴ τὸ τοῦ Χριστοῦ, παρὰ πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις, διὰ τῆς εἰς αὐτὸν ἐθαυμαστώθη πίστεως.

Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

Πετεινὰ τοῦ οὐρανοῦ τοὺς περὶ τὴν θεολογίαν ἠσχολημένους καλεῖ, τοὺς ἐρευνῶντας τὰ ὑψηλὰ καὶ μετάρσια δόγματα· ἰχθύας δὲ τῆς θαλάσσης, τοὺς ἐν τοῖς πράγμασι τοῦ βίου τούτου νηχομένους, καθάπερ ἐν κύμασι. Σωτηρία δὲ καὶ τούτοις ἀπόκειται, ὅταν πορευθῶσι τρίβους οὐκέτι θαλάσσης, ἀλλὰ θαλασσῶν, διὰ βαπτίσματος καὶ μετανοίας ὁδεύοντες.

Ἦν μὲν γὰρ αὐτῷ καὶ τὰ αἰσθητὰ διὰ τὸν τῆς δημιουργίας ὑποτεταγμένα νόμον, κτήνη, καὶ βόες, καὶ πρόβατα. Πρόβατα δὲ πάλιν νοητά, ὑποτεταγμένα τῷ Χριστῷ τοὺς ἐν ἀκακίᾳ πολιτευομένους ἀνθρώπους εὑρίσκομεν· βόας τοὺς τῶν ἐντολῶν ἐργάτας, περὶ ὧν Μωσῆς ὁ νομοθέτης ἔλεγεν· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὅθεν οὐχ ἀπλῶς βόας, ἀλλὰ καὶ πάσας ὁ Ψαλμῳδὸς ἐξέθετο. Πᾶσιν γὰρ ὁ Θεὸς τὴν ἀρετὴν καὶ τὴν τυχοῦσαν ἐργαζομένοις εὑρίσκεται. Κτήνη δὲ καλεῖ τοὺς ἁμαρτωλούς, ἐπειδὴ κάτω τὰς ὄψεις εἰς γῆν νευούσας κέκτηνται. Ἀλλὰ καὶ ταῦτα μετανοοῦντα, καὶ ὑποταγέντα σώσεται, ὅταν τῷ Χριστῷ ἀναβάτῃ διὰ τῆς εὐαγγελικῆς πολιτείας ὑποδέξηται. Ἀνθρώπους γάρ, φησί, καὶ κτήνη σώσεις, Κύριε.

ΨΑΛΜΟΣ Θʹ.

Ἐξομολογήσομαί σου ἐν ὅλῃ καρδίᾳ.

Πῶς δὲ ἐν ὅλῃ καρδίᾳ ἐξομολογούμεθα; Ὅταν μηκέτι πρὸς τὴν ἀμαρτίαν ἐκείνην ὑποστρέψομεν, ὑπὲρ ἧς συγγνώμην παρὰ τοῦ Θεοῦ πρεσβευόμεθα.

Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν.

Ἔθνη δὲ ἐνταῦθα προσαγορεύει τῶν δαιμόνων τὸ στῖφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν, καὶ ἐν παγίδι ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.

Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοί.

Ἁμαρτωλῶν πολλὰ γένη, ὥσπερ δὴ καὶ δικαίων, γνωρίζεται. Ἐνταῦθα δὲ ἁμαρτωλοὺς τοὺς ἀπίστους καλεῖ, οὓς καὶ λήθην τοῦ Θεοῦ παθεῖν ἔφησεν. Ὥσπερ τοίνυν οἱ πιστεύοντες εἰς τὸν Θεὸν ζῶσι, κἂν ἀποθάνωσιν· Ὁ γὰρ πιστεύων εἰς ἐμέ, φησιν ὁ Χριστός, κἂν ἀποθάνῃ, ζήσεται, οὕτως οἱ ἀπιστοῦντες, καὶ πρὶν ἀποθανεῖν, διὰ τὴν ἀπόφασιν τὴν ὑπ’ αὐτοῖς, τεθνήκασιν.

Ἀνάστηθι, Κύριε.

Ἐρωτᾷ ποίαν ὁ Θεὸς τοῦ ἀσεβοῦς, δηλαδὴ τοῦ διαβόλου, ἢ καὶ τοῦ λίαν ἀσεβοῦντος ἀνθρώπου, ἁμαρτίαν ἀποστρέφεται μάλιστα· εἶτα αὐτὸς ἐπαγαγὼν τὴν ἐρώτησιν, ἔλυσεν. Εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Συκοφαντεῖ τὸν Θεόν, φησιν, ὡς ἀπρονόητα καὶ ἀνεξιχνίαστα εἶναι συγχωροῦντα τὰ ἡμέτερα· ὅπερ ἀπωλείας προτροπὴ τοῖς ἀπατωμένοις εὑρίσκεται· τοιγαροῦν ἀκολούθως προσέθηκε·

Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός.

ΨΑΛΜΟΣ ΙΒʹ.

Ἕως πότε, Κύριε, ἐπιλήσῃ με;

Θεοῦ γὰρ λήθη χαλεπὴ μέν, καὶ πρόσκαιρος· ἀλλὰ μὴν θάνατον ἐπιφέρει παντελῆ καὶ ἀθάνατον.

Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός;

Ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις. Καθάπερ γὰρ ὁ Θεὸς ἐν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται.

ΨΑΛΜΟΣ ΙΔʹ.

Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ.

Πρότερον ἀληθεύειν ἡμᾶς κατὰ καρδίαν, καὶ μετὰ ταῦτα κατὰ τὴν γλῶσσαν βούλεται. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐν δὲ τῷ εἰπεῖν, Οὐκ ἐποίησε τῷ πλησίον κακόν, ἐνταῦθα οὐ φόνου μόνου, ἀλλὰ καὶ πάσης ἄλλης ἁμαρτίας ἐκώλυσεν.

Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν.

Τοὺς δὲ ἔγγιστα, ὥσπερ ἡμεῖς, ἁμαρτωλοὺς καὶ ἀσθενεῖς νοήσομεν, ἵνα μὴ ἁμαρτωλοὶ ἁμαρτίαν ἑτέροις ὀνειδίζωμεν, νουθετῶμεν δὲ μᾶλλον ἀλλήλους, καὶ διδάσκωμεν.

Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.

Κἂν ἀσθενεῖς ὦσι, κἂν πτωχοί, κἂν βάρβαροι, κἂν ἀλλότριοι. Ὁ γὰρ τοὺς πονηρευομένους ἐξουδενῶν, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζων, πολλοὺς ἐκ πονηρίας ἀποτρέπει, προτρέπει δὲ πρὸς εὐσέβειαν.

ΨΑΛΜΟΣ ΙΕʹ.

Κύριός μου εἶ σύ.

Ὁρᾷς τῆς Ἐκκλησίας τὴν εὐγνωμοσύνην. Ὁμοῦ γὰρ καὶ τὴν ἑαυτῆς πτωχείαν, καὶ τοῦ νυμφίου τὸν πλοῦτον ὡμολόγησεν. Εἶπά, φησι, τῷ Κυρίῳ, τουτέστι τῷ Χριστῷ, Κύριός μου εἶ σύ. Οὐκ εἶ, φησι, ψιλὸς ἄνθρωπος, ἀλλὰ Κύριος, ἐπειδὴ δούλην εἰς γάμου κοινωνίαν, καὶ τὴν ἀπόβλητον ἔλαβες.

Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.

Κληρονομίας φησί, τουτέστι τοῦ μυστηρίου τούτου. Κληρονομίαν γὰρ ἐν τῷ αἰῶνι τούτῳ ἡ Ἐκκλησία οὐ κέκτηται, πλὴν μόνον τὸν Θεόν. Ὅστις αὐτῇ τὸν κλῆρον εὐπρεπίζει τὸν μέλλοντα, διὰ τοῦτο εἰκότως ὁ στίχος ὁ ἑπόμενος πρόσκειται·

Σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν.

Εὐλογήσω τὸν Κύριον.

Εὐλογεῖ τὸν Θεὸν ἡ Ἐκκλησία, ὡς παρ’ αὐτοῦ δεξαμένη τῶν μυστηρίων τὴν σύνεσιν, καὶ τὴν πλάνην τῶν Ἰουδαίων ἐκκλίνασα.

Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.

Θεωρεῖς υἱοῦ καὶ πατρὸς ὁμοτιμίαν; ποτὲ μὲν γὰρ ὁ υἱὸς ἑστάναι ἐκ δεξιῶν, ἢ καθῆσθαι λέγεται· νῦν δὲ τῷ πατρὶ τὸν δεξιὸν τόπον ἀπονέμει· ἵνα μάθῃς μίαν εἶναι τοῦ γεννηθέντος καὶ τοῦ γεννήσαντος δύναμιν, εἰ καὶ νῦν ταπεινὰ διὰ τὴν σάρκα φθέγγεται.

ΨΑΛΜΟΣ ΙϚʹ.

Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Ποῖα διαβήματα καταρτισθῆναι ἐν τοῖς τρίβοις τοῦ Θεοῦ, ποῖα δὲ μὴ σαλευθῆναι ὁ Προφήτης εὔχεται; Διαβήματα πρῶτα τὰ τῆς ψυχῆς κινήματα κεκτήμεθα, καὶ ταῦτα καταρτισθῆναι, τουτέστι βεβαιωθῆναι, ἐν ταῖς τρίβοις τοῦ Θεοῦ, ἐν τοῖς προστάγμασι τοῖς θείοις δηλονότι προσεύχεται. Τούτων γὰρ καταρτισθέντων, οὐδὲ τὰ ἄλλα ἡμῶν διαβήματα, τουτέστιν αἱ πράξεις, σαλεύονται· ἁμαρτία γὰρ αὐτὰ μοχλεῦσαι οὐ δύναται.

Οἱ ἐχθροί μου τὴν ψυχήν μου.

κυκλοῦσι γὰρ τὴν ψυχὴν ἡμῶν οἱ δαίμονες, καί, θηρίων δίκην, ἕκαστος προσλαμβάνει παγιδεῦσαι βουλόμενος. στέαρ δὲ τῶν δαιμόνων, καὶ τροφὴ λιπαρά, οἱ ἁμαρτάνοντες, οὓς ταῖς ἡδοναῖς ἀπολαύοντας, ὥστε μηκέτι διαφυγεῖν, συγκλείουσι. ποίαν δὲ ὑπερηφανίαν; τὴν ἀποστασίαν τὴν ἀπὸ τοῦ θεοῦ, τὴν ἀπιστίαν τοῦ μέλλοντος, τῆς κρίσεως τὴν ἀθέτησιν. ταῦτα γὰρ οἱ θέμενοι ἁμαρτεῖν, τοὺς ἀπατωμένους προτρέπονται.

Ἀνάστηθι, Κύριε.

Ῥομφαίαν καλεῖ τοῦ Θεοῦ τὸ δίκαιον, μαχαίρας δίκην ὅλας τὰς τῶν δαιμόνων παρατάξεις ἐκτέμνοντα.

Ἐχορτάσθησαν υἱῶν.

Οὐχ, ὥς τινες νομίζουσι, τὸ βρῶμα ἐνταῦθα ὁ Ψαλμῳδὸς διαβάλλει τῶν υἱῶν (οὐδὲ γὰρ τὰ εἰσπορευόμενα εἰ, τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον), ἀλλ’ αὐτοὺς ὡς λίαν ἀγνώμονας, ὅτι τέκνα ἀπὸ Θεοῦ λαμβάνοντες εἰς πλῆθος, οὐκ ἀρετὴν αὐτοῖς, ἀλλὰ κατάλοιπα τῆς ἑαυτῶν κακίας ἀντὶ κλήρου παρέδωκαν.

ΨΑΛΜΟΣ ΙΖʹ.

Καὶ ἔκλινεν οὐρανούς, καὶ κατέβη.

Ἔκλινεν οὐρανούς, ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίσηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦτον τὸν τρόπον, ἐπεδήμει τῇ γῇ, καθ’ ὂν ἠδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκί, ἥντινα γνόφον ὑπὸ τοὺς πόδας ἐκάλεσε.

ΨΑΛΜΟΣ ΛΒʹ.

Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν.

Ἐλεημοσύνην τὴν φιλανθρωπίαν λέγει, ἣν τῆς κρίσεως διὰ τοῦτο προέταξεν, ἐπεὶ προτέρᾳ τῇ φιλανθρωπίᾳ ὁ Θεός, μετὰ δὲ ταῦτα τῇ κρίσει κέχρηται κατὰ τῶν ἐπιμεινάντων τῇ ἁμαρτίᾳ.

Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα.

Ἀβύσσους δὲ τὰ πλήθη τῶν ὑδάτων λέγει, ἄπερ ἐν ἀποκρύφοις ὑπὸ τὴν γῆν ὁ Δημιουργὸς ἔταξεν, ὥστε καὶ κατὰ τοῦτο τὴν αὐτοῦ σοφίαν θαυμάζεσθαι. Ὥστε τὴν ξηρὰν ἐπάνω τῆς ὑγρᾶς ἐθεμελίωσε, καὶ τὸ βαρὺ ὑπὸ τοῦ ἐλαφροτέρου βαστάζεσθαι δέδωκεν.

Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν.

Ὥστε μάτην τῆς τοῦ σώματος ἰσχύος ἐπιμελούμεθα, εἰκῆ δὲ δύναμιν ἑαυτοῖς τὴν ἀπὸ συγγενῶν, καὶ φίλων, καὶ πλούτου περιβάλλομεν· οὐδὲν ἕτερον γὰρ σῶσαι δίχα τῆς συνεργείας τῆς ἄνωθεν δύναται. Ὑπόδειγμα δὲ τὸν Γολιὰθ καὶ τὸν Φαραὼ λάμβανε. Ὁ μὲν γίγας ὑπάρχων ἰσχυρός, ἀπὸ τοῦ Δαβὶδ ἁπλοῦ παιδαρίου νενίκηται· ὁ δὲ μετὰ πλήθους ἁρμάτων τὸν Ἰσραὴλ διώξας τάφον ἔσχε τὴν θάλασσαν.

ΨΑΛΜΟΣ ΛΓʹ.

Δεῦτε, τέκνα, ἀκούσατέ μου.

Δεῦτε, λέγει τοῖς ἐγγύς, καὶ τοῖς πόῤῥωθεν, ἵν’ οἱ μὲν μακρὰν ἐγγίσωσιν, οἱ δὲ ἐγγὺς ἐγγύτερον γένωνται, ὑπακοὴν ὡς πατρὶ τῷ Θεῷ προσκομίζοντες, καὶ φόβον θεῖον διδαχθῶσιν, ἀπαλλαγὴν τοῦ φόβου τῶν δαιμόνων παρέχοντα, ὅθεν ἐπιφέρει· Φόβον Κυρίου διδάξω ὑμᾶς.

ΨΑΛΜΟΣ ΛΔʹ.

Ψαλμὸς τῷ Δαβίδ.

Δήλη μὲν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ· εἰς Δαβὶδ δὲ ὅμως τὸν νοητὸν ἀναφέρεται, ὃς καὶ προσευχῆς ὑποκρίνεται ῥήματα, οὐ τῇ ἀξίᾳ ταύτῃ τῆς θεότητος, ἀλλὰ τῇ ταπεινώσει τῆς ἀνθρωπότητος προσήκει λογίζεσθαι. Εἰ γὰρ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, εἰκότως ἐν τῷ καιρῷ τοῦ πάθους προσεύχεται, ὁμοῦ καὶ προσεύχεσθαι διδάσκων ἐν ταῖς θλίψεσι.

Δίκασον, Κύριε.

Τοὺς μὲν ἀδικοῦντας Ἰουδαίους λέγει, δαίμονας δὲ τοὺς πολεμοῦντας· οἵτινες δι’ ἡμᾶς τὸν Χριστὸν ἐπολέμησαν. Τούτους πολεμηθῆναι, τουτέστι καταργηθῆναι, βούλεται.

Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει.

Εἰς Ἰούδαν τὸν προδότην τοῦτο, ἀλλὰ μὴν καὶ εἰς τὸν λαὸν τῶν Ἰουδαίων, ἔτι δὲ καὶ εἰς αὐτὸν τὸν διάβολον εἴρηται. Ὁ μὲν γὰρ Ἰούδας εἰς τὴν παγίδα τῆς ἀγχόνης ἐνέπεσεν· ὁ δὲ λαὸς τῶν Ἰουδαίων, παγιδεύειν νομίσας, παγιδεύεται, καὶ ὑπὸ τὴν αὑτοῦ συνελήφθη θήραν. Ὡσαύτως ὁ διάβολος, τὴν παγίδα τοῦ σταυροῦ μελετήσας, διὰ τοῦ σταυροῦ τῆς ἑαυτοῦ βασιλείας ἐξέπεσεν.

Ἀνταπεδίδοσάν μοι πονηρά.

Ἑαυτῷ γὰρ τὴν τῶν Ἰουδαίων ἀκαρπίαν, ὡς οἰκοδεσπότης καὶ γεωργός, ἐλογίζετο.

Ὡς πλησίον, καὶ ὡς ἀδελφόν.

Τὴν πρὸς τὸν Ἰούδαν λέγει συμπάθειαν, ὅπως αὐτῷ καὶ τὸ γλωσσόκομον βαστάζειν, καὶ μόνον συμβάπτειν εἰς τρυβλίον ἐπέτρεψεν, ὡς ἀδελφὸν καὶ πλησίον. Ἀδελφὸς εὐαρεστῶν, τουτέστιν ἀρέσκων αὐτῷ, καὶ καλῶς ἐν ἄπασι χρώμενος.

Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ.

Ἴσως μὲν καὶ τοὺς ὀδόντας ἐξ ὠμότητος ἔβρυχον, μονονουχὶ μάσασθαι τὸν Ἰησοῦν βουλόμενοι. Πλὴν βρυγμὸς ὀδόντων καὶ ἡ κακία ἡ ἐν λόγοις λέγεται. Τὸν Πατέρα οὖν ἐβούλετο μάρτυρα κατὰ τῶν εἰς αὐτὸν βλασφημούντων ἐσόμενον. Ὅθεν ἐπιφέρει· Κύριε, πότε ἐπόψῃ;

ΨΑΛΜΟΣ ΛΕʹ.

Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν.

Οὐχ ἀπλῶς παράνομον, ἀλλὰ τὸν ὑποκριτὴν καὶ δόλιον ὁ ψαλμὸς ὑποτίθεται, τὸν πολὺν ἐν τῇ ψυχῇ βόρβορον παρανομίας ἔχοντα, καὶ διὰ τοῦτο λέγοντα ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν ἀποτιθέμενον. Διὰ τί δέ, ἐν ἑαυτῷ, λέγει; Ἐπειδὴ ταῦτα λογίζεται ἅπερ φανερῶς εἰπεῖν ἢ φοβεῖται ἢ αἰσχύνεται.

Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου.

Οἶκος τοῦ Θεοῦ, τὸ σῶμα αὐτοῦ, πιότης τὸ ἐκχυθὲν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ, ἐξ οὗπερ οἱ πιστοὶ πάντες μέθην σωτήριον ἐμεθύσθημεν. Χείμαῤῥος γὰρ τρυφῆς τὰ τοῦ Χριστοῦ πάθη. Χείμαῤῥος μέν, ἐπειδὴ ἐν ἀκμῇ τοῦ χειμῶνος τῆς ἡμετέρας ἁμαρτίας ἐπράττετο, ὅτε πᾶσα μὲν ἀρετή, ἀγάπη δὲ μάλιστα ἡ πρὸς Θεὸν ψυγήσασα ἐνενέκρωτο. Ὥστε τὸν προφήτην Ζαχαρίαν περὶ τῆς ἡμέρας τοῦ σταυροῦ λέγειν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· ψύχος καὶ παγετὸς ἔσται· ἡμέρα μεγάλη ἐστί. Τρυφῆς δὲ εἰκότως ἐλέγετο. Σφόδρα γὰρ ὁ Χριστὸς ἐνετρύφα τοῖς ὑπὲρ ἡμῶν πάθεσιν, τοῦ τε διαβόλου καταπαίζων, καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡδόμενος. Τοῦτον ἡμᾶς τὸν χειμάῤῥουν τῆς τρυφῆς μυστικῶς ποτίζει. Τὸ γὰρ τοῦ Δεσπότου πάθος μαρτύριον τοῖς δούλοις γεγένηται.

ΨΑΛΜΟΣ ΛϚʹ.

Νεώτερος ἐγενόμην.

Καλῶς ἡμᾶς ἀναμιμνήσκει τῆς κρίσεως, ἵνα μὴ πρὸς τὴν ἐνταῦθα θεωρήσαντες σύγχυσιν, ἀρετῆς ἀμελήσωμεν· ὁρῶντες τοὺς ἐν ἀρεταῖς, ἐν ἀδοξίᾳ τῇ παρὰ ἀνθρώποις, καὶ πόνοις τυγχάνοντας. Οὐκ ἐγκαταλείψει γὰρ αὐτοὺς ὁ Θεός, τουτέστιν οὐχ ὑπερόψεται· φυλάττει δὲ αὐτοὺς εἰς τὸν αἰῶνα τὸν μέλλοντα, ἔνθα τῶν ἀγαθῶν ἡ δόσις ἀτελεύτητος.

Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου

Ποίου σαββάτου; οὐδὲ γὰρ τοῦ τυχόντος. ὅθεν οὐ περὶ θυσιῶν τοῦ κατὰ νομικὸν σάββατον, ἀλλὰ περὶ τῶν παθῶν τοῦ Χριστοῦ ὁ ψαλμὸς διαλέγεται. ὥστε ἀνάμνησιν ἐκείνου τοῦ σαββάτου ἡ παροῦσα προφητεία ἔχει περὶ οὗ Ἰωάννης ὁ Θεολόγος ἔλεγεν· οἱ οὖν Ἰουδαῖοι ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Πολλάκις ἡμῖν εἴρηται τὸν Χριστὸν ὥσπερ ἐν τοῖς πάθεσιν οὕτως καὶ ἐν τῇ προφητείᾳ τὸ πρόσωπον ἀναλαβεῖν τῆς ἀνθρωπότητος, ἀφ’ οὗ καὶ νῦν ταῦτα διαλέγεται, ἐλεχθῆναι μὲν τὴν φύσιν, ἀλλ’ οὐκ ἐν ὀργῇ, παιδευθῆναί τε αὐτὴν οὐκ ἐν θυμῷ βουλόμενος. ποῖον οὖν ἔλεγχον; τὸν ἐπὶ σωτηρίᾳ. ὁμοίως δὲ καὶ παιδείαν τὴν ἐν εἰρήνῃ βούλεται, ὅπερ οὐκ ἦν ἄλλως συμβῆναι εἰ μὴ τὸν ἐφ’ ἡμῖν ἔλεγχον ὁ Χριστὸς καὶ τὴν παιδείαν ἀνέλαβεν, ἐλέγχων ὁ αὐτὸς καὶ ἐλεγχόμενος, ὡς μὲν θεὸς ἐλέγχων, ὡς ἄνθρωπος δὲ ὑπὲρ ἡμῶν ἐλεγχόμενος. ἑκάτερον τοιγαροῦν τότε τοῦ ἐλέγχοντος καὶ τοῦ ἐλεγχομένου συναγαγὼν πρόσωπον, τοιαῦτα διὰ τῆς Ἡσαίου προφητείας ἐφθέγγετο· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ. ἀλλὰ μὲν καὶ τὴν παιδείαν ὁμοίως περὶ ἧς ὁ αὐτὸς προφήτης διαλέγεται· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν.

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου.

Οὐ μάτην τοίνυν ὁ Χριστὸς τῷ πατρὶ αὐτοῦ ταῦτα ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων προσεύχεται, ἀλλ’ ἐπειδὴ τὰ κατ’ αὐτῶν βέλη φησὶ τουτέστι ὅσας πληγὰς διὰ τὸν Ἀδὰμ ἐπῆλθον κατὰ τῆς κοινῆς φύσεως, ἐμοὶ ἐνεπάγησαν. ἐπειδὴ γὰρ ἐγὼ τὰς τοῦ γένους ἁμαρτίας ἀνέλαβον, ἀναγκαίως καὶ τὰς ὑπὲρ αὐτῶν παιδείας ὑφίσταμαι· διὸ καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν περὶ ἧς Ἰὼβ ἔλεγεν· χεὶρ κυρίου ἡ ἀψαμένη μού ἐστιν.

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου.

Δείκνυσιν ὅτι δικαίως παραιτεῖται τὴν ὀργὴν ὡς οὐκ ἄδικον, ἀλλ’ ὡς οὐκ ἔχουσαν ἴασιν. ποῖον γὰρ ὀργῆς θεοῦ εὑρεθήσεται φάρμακον; σὺ δὲ θεώρει τῶν λέξεων τὴν ἀκρίβειαν. οὐδὲ γὰρ εἶπεν· οὐκ ἔστιν ἴασίς μοι, ἀλλ’ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· δηλονότι ταῦτα ἐκ προσώπου τῆς ἀνθρωπότητος, καὶ τὰ πάθη τὰ ὑπὲρ ἡμῶν λέγεται. μήποτε δὲ ἄδικον τὴν ὀργὴν τοῦ κριτοῦ τοῦ δικαίου νομίσωμεν, δηλοῖ πόθεν ἐπήχθη τοῖς ἑξῆς καὶ συνίστησιν.

Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

Ὀστᾶ πάλιν λέγει τὴν ἑαυτοῦ ἀνθρωπότητα· δηλοῖ δὲ αὐτὸς εἰπὼν τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἡνίκα τῆς σαρκὸς τὴν οἰκονομίαν βεβαιῶσαι ἐβούλετο· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ἀπὸ προσώπου τοίνυν τῶν ἁμαρτιῶν μου, ἃς ὑπὲρ ἡμῶν ἐβάστασεν, οὐκ εἶχεν εἰρήνην ἀλλὰ τάραχον ἐν τοῖς ὀστέοις αὐτοῦ, τουτέστι ἐν τῇ ἀνθρωπότητι· ταράχου γὰρ παντὸς θεότης ἐλευθέρα ἐφυλάττετο. μαθήσῃ δὲ αὐτοῦ καὶ τοῦτο τοῦ Μονογενοῦς λέγοντος· νῦν ἡ ψυχή μου τετάρακται; διὰ γὰρ τῆς ψυχῆς ἐδήλου τὴν ἀνθρωπότητα. ὁ Ἰησοῦς ἐπιφέρει τῆς ἐν αὐτῷ ταραχῆς τὴν ὑπόθεσιν· καὶ τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, τουτέστι μάτην ἀγωνιῶ τῇ σαρκὶ ἐπειδὴ ὡς θεὸς θανάτου τυγχάνω ἀνώτερος, καὶ τοῦτο μετὰ σαρκὸς ἦλθον καὶ τὰς ἁμαρτίας τοῦ γένους ἐβάστασα ἵνα θανάτῳ πάσας οἰκείῳ λυτρώσωμαι.

Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.

Σαφῶς ἐνταῦθα ἐδήλωσεν ὅτι τὰς ἁμαρτίας οὐκ ἰδίας κέκτηται· ἔλαβεν δὲ τὰς ἀλλοτρίας, καὶ διὰ τοῦτο πλῆθος ἐπὶ τῇ κεφαλῇ τῆς δεσποτικῆς σεσωρευμένας σαρκός. οὕτω γὰρ ἔθος τὰ βαρύτερα φορτία βαστάζεσθαι, διόπερ καὶ ἀκάνθαις τὴν κεφαλὴν ἐστεφάνωτο.

Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Καὶ ποῖοι τοῦ Χριστοῦ προσώζεσαν μώλωπες; ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδεν διαφθοράν. ποῖαν δὲ ἀφροσύνην ἔσχεν ἡ ὄντως σοφία; ἀλλ’ ἀφροσύνην ἑαυτοῦ τὸν Ἰούδαν λέγει· ὡς διδάσκαλος μαθητοῦ τὸ πταῖσμα οἰκειούμενος τούτου, προσώζεσαν τῇ προσδοκίᾳ οἱ τῆς κακίας μώλωπες. τί γὰρ ἐκείνης τῆς ἁμαρτίας ὑπῆρχεν δυσωδέστερον ἐν ᾗ τὸν δημιουργὸν τὸ πλάσμα παρεδίδου εἰς θάνατον. ἐσάπησαν δὲ ἡνίκα ἀπήγξατο· τότε γὰρ ἀπεγνώσθη τελείως, ὥσπερ παρὰ τῶν ἰατρῶν τὰ σεσηπότα ἀπογινώσκεται τραύματα.

Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους.

Ἐταλαιπώρησεν οὐκ ἐν τῷ σταυρῷ μόνον ἀλλὰ καὶ πρὸ τοῦ σταυροῦ, πολλὰ ὡς γεωργὸς ὑπομένων ἵνα τὸ ἡμέτερον καθάρῃ γεώργιον.…

Ὅ…

The complete text is available when the reading interface loads.