The Greek Library Author

Anonymous

Homilia i in sanctum pascha

Authority group
Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia i in sanctum pascha (homilia 3) (e cod. Sinaitico gr. 492), ed. Aubineau, op. cit., 89–96.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg030.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

ρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν

σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν,

ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ

χορεύειν πεποιηκός· «Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον

μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Μιμησώμεθα τοῦ ἀνδροφόνου

τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ

ταῦτα πίστιν. Τί γὰρ καί φησιν; — «Μνήσθητί μου, κύριε, ἐν

τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδει-

σον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν,

σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ

ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύ-

ριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παρα-

δείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπο-

λαύσωμεν.

5

Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ

παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν

σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ

τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ

λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγό-

μενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ <ὀστέα ἀγαλλιώ-

μενα> καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους <πλασσομέ-

νους> καὶ οὐρανοὺς <σχιζομένους> καὶ δυνάμεις κρα-

ζούσας· “Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν” καὶ τὰ ἑξῆς. Σή-

μερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζω-

σμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδά-

των, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος

γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ

τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως,

ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως·

«Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός.» «Τίς γὰρ ἔγνω

νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο», ἀλλ' ἢ ὁ Λόγος ὁ

σαρκωθεὶς καὶ ξύλῳ <προσηλωθεὶς> καὶ ἐκ <νεκρῶν

ἀναστὰς> καὶ εἰς οὐρανοὺς ὑψωθείς;

6

Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ

ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην·

ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ. Σή-

μερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωο-

γονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βα-

σιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυ-

νεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν

τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βα-

σιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέ-

γων τῷ Πατρί· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός»,

καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· «Κάθου ἐκ δεξιῶν

μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»

Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ

Πάσχα.

{Τοῦ αὐτοῦ, εἰς τὸ ἅγιον πάσχα}

3

Σάλπιγξ ἡμῖν ἱερὰ καὶ βασιλικὴ τὸ πνευματικὸν τοῦτο

συνεκρότησεν θέατρον, σάλπιγξ ἣν ἐπλήρωσεν Βηθλεὲμ καὶ ἡΣιὼν ἐπύρωσεν, ἐν ᾗ ὁ Σταυρὸς σφῦρα καὶ ἄκμων ἡ Ἀνάστασις.Ἧς οὐκ οἶδα πῶς ἐξείπω τὸ κάλλος, πῶς ἐκφράσω τὸ φῶς, πῶςμηνύσω τὴν ἐν αὐτῷ χαράν, πῶς τὴν ἐν αὐτῇ βασιλείαν διηγήσωμαι.Ποίᾳ δὲ αὐτὴν ψηλαφήσω χειρί; Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμαφθορᾶς 〈μὲν〉 ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα <τριή-μερον> τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφηνἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένηκαὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ,τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶνγυναικῶν καὶ τὰ <δάκρυα,> καὶ θεὸν τῶν ἀγγέλων τὰ<ῥήματα.> Ὡς νεκρὸν αὐτὸν <Ἰωσὴφ> ἐκήδευσεν, ἀλλ' ὁκηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύ-λευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν<οἱ πυλωροὶ τοῦ ᾅδου> θεωρήσαντες <ἔπτηξαν.>

4

Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον,

οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν <ὁ σαρκω-θεὶς Λόγος> εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ

4

συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ

θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπεροὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκητὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς<εἰς ᾅδου καταβάς,> οὗτος ὡς θεὸς τοὺς νεκροὺςἠλευθέρωσεν, ἐπεί πως τάφῳ <διακονοῦσιν ἄγγελοι,> πὼςδὲ <λευχείμονες> ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται,πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· <«Ἰησοῦν ζητεῖτε τὸν Να-ζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε·ἠγέρθη γὰρ καθὼς εἶπεν.> Τουτέστιν οὐρανὸςαὐτῷ <τόπος,> ἐκεῖ τὰ <μύρα> πέμψατε. <Ἠγέρθη,>οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα <τὸν λίθον ἐκυ-λίσαμεν·> πρὶν γὰρ ἡμᾶς <καταβῆναι,> ὁ τάφος ἐκεκέ-νωτο. Ἠγέρθη, καθὼς εἶπεν αὐτός.» Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι·Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαΐας οἶδεν, ἀλλὰ τὸπῶς οὐκ ἐπίσταται. Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥή-

5

ματα· «Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν

ἡμῶν, ὅτι αὐτὸς» πέπαικεν «καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μο-τώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησό-μεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.» Ἄκουε πάλιν ποῖα

6

Ἠσαΐας ἐσάλπισεν· «Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σα-

ρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστή-σομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦνὄψεσθε, νῦν αἰσχυνθήσεσθε.» Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸνλόγον ἀπετείνετο· <νῦν ἀναστήσομαι> ὅταν ἐγείρω τὸνἈδὰμ ὃν ἡ παράβασις ἔρριψεν, <νῦν δοξασθήσομαι>ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, <νῦν ὑψω-θήσομαι> τὴν ὑμετέραν <ἀπαρχὴν> εἰς οὐρανοὺς ὑψῶνκαὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων «τὴν τοῦ δούλου μορ-φὴν» ἥνπερ ἐξ ὑμῶν κέκτημαι, <νῦν ὄψεσθε> παυομέ-νους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, <νῦν αἰσχυνθή-σεσθε> συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν,ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ-

6

ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ μακαρίου Ἡσυχίου, εἰς τὸ ἅγιον Πάσχα.

{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων,εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον} Πᾶσα μὲν εὐγνώμων γλῶττα τὴν παρθένον εἰκότως καὶ θεο-τόκον ἀσπάζεται καὶ τὸν Γαβριὴλ μιμεῖται τὸν ἄρχοντα τῶνἀγγέλων εἰς δύναμιν. Καὶ ὁ μὲν αὐτῇ χαίρειν λέγει, ὁ δὲ«Κύριος ἐκ σοῦ» προσφωνεῖ, διὰ τὸν ἐξ αὐτῆς τεχθέντα καὶμετὰ σαρκὸς τῷ γένει τῶν ἀνθρώπων ἐπιφανέντα κύριον. Οὗτοςαὐτὴν Μητέρα φωτὸς ἐπονομάζει, ἐκεῖνος Ἀστέρα ζωῆς, ἄλλοςΘρόνον προσαγορεύει θεοῦ, ἄλλος Ναὸν οὐρανοῦ μείζονα, ἕτεροςΚαθέδραν τῆς τῶν χερουβικῶν καθέδρας οὐκ ἐλάττονα, ἕτεροςπάλιν Κῆπον ἄσπορον, εὔφορον, ἀγεώργητον, Ἄμπελον εὔβοτρυν,εὐθαλῆ, ἀψηλάφητον, Τρυγόνα καθαράν, Περιστερὰν ἀμίαντον,Νεφέλην τὸν ὑετὸν χωρὶς φθορᾶς συλλαμβάνουσαν, Πήραν ἧς ὁ