The Greek Library Author

Anonymous

Homilia i de sancta Maria deipara

Authority group
Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia i de sancta Maria deipara (homilia 5), ed. Aubineau, op. cit., 158–168.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg032.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

μαργαρίτης τοῦ ἡλίου λαμπρότερος, Μέταλλον ἐξ οὗ ὁ λίθος ὅλην

καλύπτων τὴν γῆν οὐδενὸς αὐτὸν λατομοῦντος προέρχεται, Ὁλ-

κάδα φόρτου γέμουσαν καὶ κυβερνήτου μὴ χρῄζουσαν, Θησαυρὸν

πλουτοποιόν. Ἄλλοι δὲ ὁμοίως ἄστομον Λυχνίαν ἀφ' ἑαυτῆς

ἅπτουσαν, Κιβωτὸν τῆς τοῦ Νῶε πλατυτέραν, εὐμηκεστέραν, ἐν-

δοξοτέραν· ἐκείνη ζῴων κιβωτός, αὕτη δὲ ζωῆς· ἐκείνη ζῴων

φθαρτῶν, αὕτη δὲ ἀφθάρτου ζωῆς· ἐκείνη τὸν Νῶε, αὕτη δὲ

τοῦ Νῶε τὸν ποιητὴν ἐβάστασεν· ἐκείνη διώροφα καὶ τριώροφα

ἐκέκτητο, αὕτη δὲ ὅλον τῆς Τριάδος τὸ πλήρωμα, ἐπειδήπερ καὶ

τὸ Πνεῦμα ἐπεδήμει καὶ ὁ Πατὴρ ἐπεσκίασε καὶ ὁ Υἱὸς ἐνεσκήνου

κυοφορούμενος· «Πνεῦμα γὰρ ἅγιον», φησίν, «ἐπελεύσεται ἐπὶ

σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον

ἅγιον κληθήσεται υἱὸς θεοῦ.» Ὁρᾷς ὅσον τὸ τῆς θεοτόκου παρ-

θένου καὶ πηλίκον ἀξίωμα. Ὁ γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ

τοῦ κόσμου ποιητής, ὡς βρέφος παρ' αὐτῆς ἐβαστάζετο, καὶ τὸν

Ἀδὰμ ἀνέπλασε καὶ τὴν Εὔαν ἡγίασε καὶ κατήργει τὸν δρά-

κοντα καὶ τὸν παράδεισον ἤνοιγε καὶ τὴν σφραγῖδα τῆς γαστρὸς

ἠσφαλίζετο. Εἰκότως σφόδρα καὶ κατὰ λόγον, ἑκάτερον· τὸν

γὰρ παράδεισον ἤνοιγεν, ἐπειδὴ λῃστὴν εἰσφέρειν καὶ πάντας

εἰς αὐτὸν χειραγωγεῖν τοὺς κληρονόμους τῆς βασιλείας ἤμελλε.

Τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο, θεὸς καὶ Λόγος ὑπάρχων

ὁ σαρκούμενος οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον

ἔχρῃζε.

2

Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερί-

ζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπι-

στεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ

ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλ-

λει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογε-

νοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαί-

ετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν,

συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ

τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς

μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παι-

δίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη.

Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει

καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον

οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέ-

κλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων

οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ

νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν

τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον

τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς

δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλει-

σμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέ-

κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας,

Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν

τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς

σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε-

ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ

πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε-

νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν,

οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον

κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ

νυμφίος, προεῖπεν ἐν τοῖς Ἄ|σμασι «Κῆπον κεκλεισμένον»,

ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος

δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν-

θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι

τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ-

νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ-

πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

3

Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά-

στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά-

σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ

Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός—τοῦτο γὰρ οὐ θέμις

ἢ νοεῖσθαι ἢ λέγεσθαι—, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις

ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά-

στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ-

θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ

νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου»,

ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον

καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄ-

ζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτί-

σεως· ἐπὶ γῆς δὲ δι' ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ

καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν

ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παρά-

κλησις—ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας—, καὶ κοπιῶν

τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης

τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ

ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔ-

δηλον. Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ

σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται·

ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρ-

σίας φυτόν, ἀθανασίας παράδεισος.

4

Εἰς ἣν Ἠσαΐας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων·

«Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέ-

σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» «Ἰδοὺ ἡ παρθένος»·

Ποία; —Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος,

τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ

τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς

τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δρά-

κοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυ-

παθείας ἔβλαψεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται»·

Πόθεν, ὦ προφῆτα; «Οὐ λέγω», φησί· «τοῦτο γὰρ τῷ Γαβριὴλ

πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ

δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς

ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακ-

ται, Δαυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό »Ἐκ γαστρὸς πρὸ ἑωσφόρου

ἐγέννησά σε« τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν. Γαβριὴλ

τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος

ἐπ' αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ

τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως

ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ' ἐμοῦ μανθάνειν θέλεις, τὰ

ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ

ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Τί δέ ἐστιν Ἐμμανουήλ; «Μεθ' ἡ-

μῶν ὁ θεός.» Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμ-

βάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι δύ-

ναται; Οὐδαμῶς, ἀλλ' ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψί-

στου, ἐκ παρουσίας Πνεύματος.

5

Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς

ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκ-

πλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγ-

γέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις,

ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ και-

νόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες. ‘Πῶς

ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;’ Πῶς ἔσομαι μή-

τηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν

ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ

ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγ-

γελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ,

καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνω-

σκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ

διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς

τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ' ἐπειδὴ καθαρὰ

τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν

σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδη-

μεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ

Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστή-

ρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως

δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν

νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ

καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχά-

νουσα.»

6

Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλι-

νώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐ-

χαριστίας γένηται. Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώ-

δεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθή-

μενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕ-

ρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγ-

ματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν

ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός,

τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς

βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν

κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου

Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

t

{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν

ἁγίαν Μαριὰμ τὴν θεοτόκον}

1

Πᾶσα μὲν μνήμη δικαίων πανεύφημος καὶ πᾶσα πανήγυρις

θεοφιλῶν εὐκλεής, πάντες ὑπὲρ τῆς εὐσεβείας ἠρίστευσαν, πάν-τες τοὺς πόνους ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑπεδέξαντο, πάντεςδιὰ τοὺς τῆς ἀληθείας στεφάνους τοῖς κινδύνοις ἐνεβάκχευσαν, ἡδὲ παροῦσα νῦν ἡμέρα τῆς ἑορτῆς ὑπερένδοξος· παρθένου γὰρπεριέχει πανήγυριν, ἥτις τοσοῦτον ὑπερέβαλε πάσας ὡς καὶαὐτὸν τὸν θεὸν Λόγον ἐθελοντὶ ὑποδέξασθαι χωρηθέντα παρ' αὐ-τῆς ἀστενοχωρήτως. Πρὸς ἣν πρὸ τοῦ παντὸς ὁ τῶν ἀρχαγγέλωνΓαβριὴλ ἀνεβόησε πρῶτος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριοςμετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσειςτὸ ὄνομα αὐτοῦ» Ἐμμανουήλ. Χαρᾶς εὐθὺς ἀρχὴ πρὸς αὐτὴντὰ παρὰ τοῦ Γαβριὴλ εὐαγγέλια· ἐπειδὴ γὰρ ἡ πρώτη παρθένοςταῖς τῆς ἀποφάσεως ἐπὶ τῇ παραβάσει περιεκέκλειστο λύπαις,καὶ τὰ τῶν στεναγμῶν ἐξ αὐτῆς ἀνεβλάστανον πλήθη, καὶ πᾶσαγυνὴ δι' αὐτὴν ἐν ὀδύνῃ καὶ τόκος ἅπας δι' αὐτὴν ἐν πικρίᾳ,ἡ δευτέρα παρθένος διὰ τῆς προσηγορίας τὸ τοῦ θήλεος πᾶν θλι-βερὸν ἀπώσατο καὶ πᾶσαν λύπης πηγὴν ἐπὶ τοῖς τόκοις ἐνέφραξεκαὶ τὸ τῆς ἀθυμίας ἐπὶ τῇ τεκνογονίᾳ τῶν γυναικῶν διεσκέδασενέφος καὶ τὰ τῆς χαρᾶς τὰς ὁμοφύλους περιήστραψε φῶτα, παρὰτοῦ Γαβριὴλ ἐπακούσασα· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰσοῦ.» Οὐχ ἡσυχῆ τὸν ἀσπασμὸν ἐδέξατο ἀλλὰ τῆς τοιαύτης φωνῆςἐπακούσασα, καὶ τὸν ἀρχάγγελον θεωρήσασα κατὰ τὴν οἰκίανπαρὰ πρόθεσιν, καὶ τῆς περὶ τὸν τόκον τοὺς λογισμοὺς συγκλονη-θεῖσα φωνῆς, τοιαύτας τινὰς πρὸς τὸν ἀρχάγγελον ὡς εἰκὸς προὐ-βάλλετο ῥήσεις· «Ὅλα, λέγουσα, παράδοξα καὶ ξένα ὁρῶ σήμερονἐπὶ σοῦ», καὶ τό· «Πῶς ἐτόλμησας μὴ μεμνηστευμένῃ αὐθάδωςἐπιβῆναι παρθένῳ καὶ τῶν ἀπίστων σου ῥημάτων τὸ κήρυγμα

5

φάναι; Λέγεις γάρ με τίκτειν ἄνευ σπόρου παιδίον. Ἄνευ γάμου

ἔφης συλλαβεῖν, ἄνευ συντυχίας καὶ ὁμιλίας ἀνδρὸς καρπογονῆσαιτὸ τῆς μήτρας χωρίον. Τίς εἶδε, τίς ἤκουσεν ἐξ ἀρχαιογονίαςτὸ πρότερον ἄρουραν ἀγεώργητον ἐξανθήσασαν ἄσταχυν, ἢ γῆνἀφύτευτον βότρυν βλαστήσασαν, οἶνον ἄνευ ἀμπέλου, ἢ ποταμὸνἄνευ πηγῆς προϊόντα; Ὅπερ οὐδεὶς πρώτων αἰώνων ἢ τοῖςὠσὶν ἤκουσεν, ἢ κατώπτευσε τοῖς ὀφθαλμοῖς γεγονός. Πῶς πι-στεύσω σοι πρὸς ἐμὲ κωμῳδοῦντι;» Τί οὖν ὁ Γαβριὴλ πρὸς αὐτὴν δυσπιστοῦσαν; — «Ὅπερ

5

ἔμαθον εἶπον, ὅπερ ἤκουσα λέγω· “Πνεῦμα ἅγιον ἐπελεύσεται

ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώ-

μενον ἅγιον κληθήσεται υἱὸς θεοῦ”, ὥσπερ ὑπάρχων πρὸςοὗ, ὡς πρὸς ὃν πάσης κτίσεως, ὡς κτίστης καὶ δημιουργὸς τῶνἁπάντων, ὡς τῶν αἰώνων πατήρ, ὡς τοῦ κόσμου γεννήτωρ, ὡςτοῦ παντὸς ποιητής, ὡς τῶν οὐρανῶν ἀρχαιότερος, ὡς τῶν ἀγ-γέλων δημιουργός, ὡς τῆς ἀνθρωπότητος πλάστης, ὡς “τῶν ἀπολ-λυμένων σωτήρ”. Οὐδὲν πλέον τούτων ἀπαγγέλλειν ἰσχύω·οὐ γὰρ τὸ πῶς λέγειν προσετάχθην, παρθένε, ἀλλὰ τοῦ εὐαγγελισμοῦπρὸς σὲ διακονῆσαι τὰ πράγματα. Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ

2

μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια.» Ἡ δέ φησιν·

«Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Τοῖςἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γα-βριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κα-τόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τό-κου τὴν δύναμιν. Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευ-θῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκεἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπο-ρος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθέ-νοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸτῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις,πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐντῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλουμορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶςὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται,πῶς “ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ” νήπιον, πῶς ὁ ἄνω καὶκάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶνχερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς “ὁ ἐν κόλποις τοῦ Πατρὸς” ἐνφάτνῃ, πῶς ἐν σπαργάνοις “ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ”καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρωνσιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷβασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴνἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεο-γνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν. Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλονδὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν «ἥλιον τῆς δικαιοσύνης»ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασανμιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼδέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείωνλογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇφιληκοΐᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαιπόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖςγὰρ τοὺς λέγοντας, ὡς πολυΐστορες μαθηταί, συνεχῶς συγκρο-τεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰτῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε. Τίς τὸν ζῆλονὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ' Ἑλλήνωνὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ' αἱρετικῶν ὑμῶν ἀναπετά-