Homilia ii de sancta Maria deipara
- Authority group
- Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia ii de sancta Maria deipara (homilia 6), ed. Aubineau, op. cit., 194–204.
- CTS identifier
urn:cts:greekLit:tlg2797.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
σει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται
ἀναγγεῖλαι; Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι,
οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ' ἢ φόνους ἀθῴους, οὐδενὶ
χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς προφήτας, τὸ κατ' ἐδά-
φους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ
μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν
καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρα-
τεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ
ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην
κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ
παρόντος πρὸς αὐτὸν ἀνακράζειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ
λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.»
6
Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους
πρὸς φυγὴν ἀτονοῦντος. Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δρα-
πετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶ-
σιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς
ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι
βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ' ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον,
τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φω-
νὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· «Μωυσῇ λελάληκεν
ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῆς φανερᾶς
ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας.
Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης
«παρ' αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται», παρρησιωδέσ-
τερον ἔλεγον· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», καὶ τὴν τῆς προφη-
τείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆ-
γον· «Προφήτης μέγας ἐγήγερται» ἐν τῷ Ἰσραήλ. Καὶ νῦν
κεκαλυμμένῳ προσώπῳ κεκράγασι· «Μωυσῇ λελάληκεν ὁ θεός,
τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὄντως «οὐκ ἔγνωσαν
οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ἀληθῶς οὗτος «λαὸς
μωρὸς καὶ οὐχὶ σοφός.» Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνε-
βόα· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν
καὶ οὐκ ἐκόψασθε.» Τίς πρὸς τὴν οὕτως κατ' αὐτῶν παρατάξη-
ται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διε-
λέγξει; Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε,
τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κα-
κωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν
ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων,
ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶ-
δες λαλεῖν. Καὶ πίστεως παρ' αὐτοῖς οὐδαμοῦ κἂν βραχύ.
7
Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι,
τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον
μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν
καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε; — «Προφήτην ὑμῖν ἀνα-
στήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ
ἀκούσετε.» Βλέπε τί προφητεύων Ἠσαΐας βοᾷ· «Ἰδοὺ ἡ παρ-
θένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα
αὐτοῦ Ἐμμανουήλ.» Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα·
«Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ
ὑποκαταβαίνων φησίν· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς
ἀνθρώποις συνανεστράφη.» Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν·
«Ἰδοὺ ἀνήρ, 〈ἀνατολὴ〉 ὄνομα αὐτῷ» 〈καὶ Μαλαχίας· «Ἀνα-
τελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης〉
καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Καὶ τὸν λόγον αἱμόρρους
γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ
ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν
Ἰεζεκιὴλ καὶ τὸν «ἄνδρα τῶν ἐπιθυμιῶν» φιλολόγως ἀνάγνωθι.
Πῶς ὁ μέν; «Αὕτη ἡ πύλη» τοῦ κυρίου, ἔλεγε, «καὶ εἰσελεύ-
σεται κύριος δι' αὐτῆς καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κε-
κλεισμένη.» Ὁ δὲ Δανιήλ· «Ἐθεώρουν», φησίν, «καὶ ἰδοὺ
ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος.»
8
Παράστηθι τῷ Ἰακὼβ καὶ τί λέγει μεταξὺ τῶν εὐλογιῶν
κατάμαθε. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν
μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία
ἐθνῶν.» Ἅψαι τῆς κιθάρας τοῦ Πνεύματος καὶ θέασαι τί
Δαυὶδ ἀκριβῶς ἐμελῴδησε· «Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ
ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψι-
στος.» Παρθένος γὰρ ἡ μήτηρ καὶ μετὰ τόκον διέμεινε, τῆς
παρθενίας σφραγῖδας ἃς ἡ φύσις ἐπέθηκεν ἀπαρασαλεύτους φυ-
λάττουσα. Πάλιν ὅρα τί λέγει Δαυίδ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις
αὐτοῦ δικαιοσύνη», καὶ ἑξῆς· «Κατακυριεύσει ἀπὸ θαλάσσης
ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.»
Μὴ ταῦτά τις τῶν διδασκάλων τῶν ἡμετέρων προεμήνυσε; Μή
τις τῶν μαθητῶν τοῦ σωτῆρος ἐν δέλτοις ἢ χάρταις τὰ τοιαῦτα
συνέγραψεν; Οὐχ ὅσοι περὶ αὐτοῦ προεκήρυξαν τὰ τῆς περιτο-
μῆς ταῦτα περιεσάλπισαν τέκνα; Οὐχ οἱ τοῦ Ἀβραὰμ ἔγγονοι
ταῦτα ἀνεκήρυξαν; Ἐν τούτοις οὐ χαίρει πιστεύειν; Ἐντρά-
πηθι τοὺς δαίμονας ἀναβοῶντας καὶ λέγοντας· «Τί ἡμῖν καὶ
σοί, υἱὲ τοῦ θεοῦ» τοῦ ζῶντος; Αἰδέσθητι ἀγγέλων καὶ ἀνθρώ-
πων καὶ δαιμόνων καὶ πάσης ὁμοῦ τῆς κτίσεως τὴν περὶ τοῦ δε-
σπότου Χριστοῦ ὁμολογίαν. Εἰ δὲ καὶ τούτους παραιτῇ, δέξαι τὴν
τοῦ Πατρὸς ἐπ' αὐτῷ μαρτυρίαν οὐρανόθεν βροντῶσαν· «Οὗτός
ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· αὐτῷ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιονεἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον.} Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλ-πιγξ ἣν ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγ-γελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ δια-θήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόντε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· «Σαλπί-σατε». Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δα-νείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρα-τολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βου-λόμενος. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦτὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυ-χθῆναι τοῖς ἔθνεσιν. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος νοητῆςτεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνοςκαὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένουκατόρθωσιν. «Σαλπίσατε», ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητεκαὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰςὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸνβαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. «Σαλπίσατε ἐν νεομη-νίᾳ σάλπιγγι»· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆ-ρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸνἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται «ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆςἡμῶν». Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντατὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται,βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰ-τοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματονὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτω-χοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις.