In sanctum Antonium
- Authority group
- Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- In sanctum Antonium (homilia 8), ed. Aubineau, op. cit., 280–288.
- CTS identifier
urn:cts:greekLit:tlg2797.tlg035.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν
ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην
τὴν διὰ Χριστοῦ ἔθετο. Δεῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας
ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄν-
θρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος,
«ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος
ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος
εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου; —Τοῦ τῆς
δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν
τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ
πνεύματος καλείσθω.
7
Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι-
μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς
τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν,
Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; — «Οἳ διὰ πίστεως κατη-
γωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς
αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν
τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγε-
λιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο-
νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνε-
δυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν
πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλο-
τρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς
νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ
προσήνεγκαν.
8
Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαί-
ρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν
ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων
δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλ-
θεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν
πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος»,
ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε·
«κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι
τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας
ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν
ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα
τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν
χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν
βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀν-
τώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπεί-
χετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν
φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν
ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος
τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς
ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι.
9
Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος
ἔπιπτεν. «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς
«ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.»
Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε
τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πέ-
νεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος·
οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο.
Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει
αὐτοῦ τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν
αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ
κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ
ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων,ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον} Στεφάνῳ πᾶσα μὲν ἡ γῆ τελείτω τὴν πανήγυριν· πᾶσαν γὰρἐφεξῆς τοῖς λόγοις ἐγεώργησεν, καὶ νόμων ἱερῶν πανδημὶ τὴνοἰκουμένην ἐνέπλησεν. Ἔσπειρεν πανταχοῦ τῆς εὐσεβείας τὰδόγματα, ὅλαις φιλοτιμεῖσθαι ταῖς ἐκκλησίαις τῷ φωτὶ τῆς αὐτοῦδιδασκαλίας ἔδωκεν. Καὶ καθάπερ ἐκ μιᾶς τινος γωνίας τῆςκατ' οὐρανὸν ἀνατέλλων ὁ ἥλιος φωτίζειν ὅλην τὴν κτίσιν τὴνὁρωμένην ἔλαχεν, οὕτως ἐξ Ἰερουσαλὴμ ἀστράψας ὁ τῶνχαρίτων Στέφανος πόλεις ὅλας καὶ χώρας, ἔθνη καὶ λαούς, φυλὰςκαὶ γλώσσας ἀσβέστου θεολογίας ἐνέπλησεν. Ἀλλ' ἡμεῖς αὐτῷ πλείονας εἰκότως ἑορτὰς ἐποφείλομεν,ἐπειδὴ πολίτης ἐστὶν τοῦ Σταυροῦ, τῆς Βηθλεὲμ οἰκεῖος, τῆςἈναστάσεω〈ς〉 ἔκγονος, τῆς Σιὼν τραπεζοποιός, κῆρυξ τῆςἈναλήψεως. Παρ' ἡμῖν τὰς αὐλὰς καὶ τὰς σκηνὰς ἐπήξατο·παρ' ἡμῖν τῆς διακονίας τὸν κλῆρον καὶ τὴν μερίδα τοῦμαρτυρίου ἔλαχεν. Ἐνταῦθα τῆς θυσίας τὸν βωμὸν ἔχει καὶ τῆςεὐλογίας τὸ βῆμα, τῆς διδασκαλίας τὸν ἀγρόν, τῆς ῥητορείας τὸθέατρον. Ἐντεῦθεν εἰς οὐρανοὺς ἀνήχθη, καὶ πρὸς τὸν Χριστὸνἀφ' ἡμῶν ἀπεδήμησεν. Ὅθεν αὐτῷ συχνὰ παρ' ἡμῖν τῶν ἑορτῶν τὰ θέατρα, καὶπολλάκις αὐτοῦ τὴν παστάδα στεφανοῦμεν, συνεχῶς τὴν ληνὸνσκιρτῶντες ἀναβαίνομεν, καὶ μέλος ᾄδομεν γαμικόν, ᾠδὴνἐπιλήνιον λέγοντες· «Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσαςἡμᾶς.» Ὅπλον γὰρ τοῖς πιστοῖς ὁ τοῦ Στεφάνου ζῆλος, καὶἡ γλῶττα τοῖς εὐσεβοῦσι μάχαιρα, καὶ ἡ παρρησία ὁμολογίαςπαρασκευή, τὸ θάρσος ἀνδρείας προτροπή, ἡ ῥητορεία θεολογίαςὕλη, ἡ διδασκαλία νόμου κατήχησις, προφητῶν γνῶσις, εὐαγγε-λίων εἴδησις, ἡ θεωρία τῶν κατ' οὐρανόν, μᾶλλον δὲ τῶν ὑπὲροὐρανόν, μυστηρίων ἐξήγησις. Ἀλλὰ τίς ἱκανὸς εἰπεῖν τοῦ Στεφάνου τὰ κατὰ μέρος ἐγ-κώμια; Τί γὰρ αὐτὸν εἴπω; Μάρτυρα τοῦ φωτός, διάκονον τῆςζωῆς, στρατιώτην τοῦ Χριστοῦ, λυχνίαν τοῦ Λόγου, μαργαρίτηντοῦ Πνεύματος, ὑπομονῆς ἄνθος, φιλοσοφίας κρηπῖδα, ἀπαθείαςὑπόδειγμα, διδασκάλων ἀπαρχήν, στῦλον ἐκκλησίας, παιδαγωγὸντῆς χάριτος, ἀρετῶν κλίμακα, προκοπῆς στήλην, πρόδρομον τῶνἀποστόλων, τῶν μαρτύρων πρωτότοκον, ἡγεμόνα τῆς γνώ-σεως; Χηρῶν ἦν λειτουργός, ἀλλὰ τῶν ἐκκλησιῶν αὐτὸς ἑαυτὸνχειροτονήσας γίνεται· ὄψα εἰσφέρειν ταχθείς, ἀντεισφέρει τὰδόγματα. Εἰς θυσιαστήρια τὰς τραπέζας μετέβαλεν· τοῖς ἐξοὐρανῶν ἄρτοις, οὐ τοῖς ἐκ γῆς ἐκέχρητο. Τὸν κρατῆρα τῆς μέ-θης μετέθηκεν εἰς φιάλας τῆς χάριτος· ἀντὶ τοῦ οἴνου τὸ πνεῦμαἐκίρνα, ἀντὶ ὕδατος αἰσθητοῦ τὸ μυστικὸν καὶ νοητὸν προεβάλλετο. Πολὺς ἦν καὶ λέγων καὶ πράττων, διδάσκων καὶ θαυ-ματουργῶν, Ἰουδαίους ἐλέγχων, ἀπελαύνων τοὺς δαίμονας, ὁμοῦτοῦ σώματος καὶ τῆς ψυχῆς τὰς ἀρρωστίας ἰώμενος. Ἤνοιγεντὸ στόμα, καὶ πᾶσαν ἀκοὴν ἐθήρα· ἐκίνει τὴν γλῶττα〈ν〉, καὶὁ θάνατος ἔφευγεν, τὸ ψεῦδος ἐδεσμεῖτο, ἡ ἀγάπη προέκοπτεν.Ἀμνὸς ὤν, ὑπὲρ τοῦ ποιμένος πρὸς τοὺς λύκους ἐμάχετο· πε-ριστερὰ τυγχάνων, ὑπέταττε τῷ ἀετῷ τοὺς δράκοντας.Ἀγγέλου χαρακτῆρα παρεῖχε σιωπῶν τοῖς δικάζουσι. Ἐγέλα,κυκλοῦντας τοὺς συκοφάντας ὁρῶν· καὶ τοὺς ψευδεῖς θεωρῶν παρ-ισταμένους μάρτυρας, ταῦτα πρὸς ἑαυτὸν ἐκ τῆς τοῦ Δαυὶδκιθαρῳδίας ἔλεγεν· «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐ-τῶν.» Ὅσα γὰρ ἂν ὁ συκοφάντης τοξεύσῃ, ὁ τῆς ἀληθείας ἐργά-της οὐ τιτρώσκεται· ὅσα βέλη ὁ πονηρὸς ἀφίησιν, μάτην κινεῖταικαὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκα-κον, οὐ δάκνει τὸν ἀκέραιον.