The Greek Library Author

Anonymous

In sanctum Stephanum

Authority group
Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In sanctum Stephanum (homilia 9), ed. Aubineau, op. cit., 328–350.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; «Ὁ ἄν-

θρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ

ἁγίου τούτου καὶ τοῦ νόμου.» «Ὁ ἄνθρωπος οὗτος.» Ποῖος;

«Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ

τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ

ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυ-

νάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν·

ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐ-

τόν, παρ' αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς

τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι' ὃν ἐκενώθη τὰ

τῶν ἀρρώστων κλινίδια, δι' ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ

ἔστιν διαφορά, δι' ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι' ὃν

οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι' ὃν περιττὰ τὰ τριβόμενα

φάρμακα.»

8

«Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ

ἁγίου τούτου καὶ τοῦ νόμου.» Ποῖα δὴ ταῦτα; «Ἀκηκόαμεν

γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει

τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυ-

σῆς.» Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε,

ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας

τοῦ θεοῦ τὰς παρ' αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε,

καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπεί-

λησεν ἐκβησόμενα.

9

Τίνος γὰρ φωνή, τίνος προφητεία, τίνος τυγχάνει κήρυγμα;

Τίς εἰπεῖν οὕτω τὸν Ἠσαΐαν, τίς Μιχαίαν προσέταξεν· «Διὰ

τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ

ὡς ὀπωροφυλάκιον ἔσται»· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ

Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηρά-

τῳ»; Τίς καὶ τὸν Δαυὶδ τοιαῦτα εἰπεῖν ἐνέπνευσεν· «Μνή-

σθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λε-

γόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ»;

10

Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφά-

νου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς

ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰ-

τίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω

τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων

τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ

δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. «Καὶ ἐὰν μετὰ ταῦτα

πορεύεσθε πλάγιοι»· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν

καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον,

ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. Διόπερ καὶ ἐπήγαγεν·

«Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου» —οὐ τοίνυν τοῦ Χριστοῦ

καλοῦντος ὑπήκουσαν—, «προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ

τὰς ἀνομίας ὑμῶν.» Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορη-

γίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται

τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς·

καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων.

11

«Καὶ ἀποστέλλω ἐφ' ὑμᾶς τὰ θηρία τῆς γῆς.» Τὰ ἔθνη

λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν

εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρή-

σκευον. Οἷς ἐπαρώμενος ὁ Δαυὶδ ἔλεγεν· «Ὅμοιοι αὐτοῖς γέ-

νοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.»

Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρη-

μένα τῷ νομοθέτῃ πράσσοντα· «Καὶ κατέδεται ὑμᾶς, καὶ ἀνα-

λώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι

ἔσονται αἱ ὁδοὶ ὑμῶν.» Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰ-

σθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γε-

γένηται.

12

Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς

τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπω-

τέρας καὶ μείζονας. Φησὶ γάρ· «Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτε-

ρος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ·

Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου

ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ.» Πολλά τε

τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ

ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος

ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· «Καὶ ἔσται σου ἡ ζωὴ

κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ

νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωῒ ἐρεῖς· ‘Πῶς ἂν

γένοιτο ἑσπέρα;’ Καὶ τὸ ἑσπέρας ἐρεῖς· ‘Πῶς ἂν γένοιτο πρωΐ;’

καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ

τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.»

13

Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν,

καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προ-

φήταις σύμφωνα. «Γυναῖκα λήψῃ»· τὴν ἀρχαίαν διαθήκην,

«καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν»· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν

ἐκτήσατο. «Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ.»

Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκ〈ότα〉. «Ἀμπελῶνα

φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν»· οὐδὲ γὰρ σταφυλὴν

ἀλλ' ἀκάνθας ἐποίησεν. Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ

νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας

ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν

οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου

ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ

ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν

βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα.

14

Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ

γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλα-

σφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον

οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γά-

μον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσα-

λεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν

ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι

τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ

εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται;

Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας

ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέ-

μαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν,

«πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας

καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ

φόβου ἡ ἀπιστία γεγένηται.

15

«Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ

καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης

ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν

ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκό-

τους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνο-

μάζεσθαι. Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ

ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα με-

γάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ

ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ

ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θά-

λασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν

ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν.

16

«Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν

γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς

τῶν Ἰουδαίω〈ν〉 καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.»

Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς

ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος

καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν

ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σω-

τῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.»

Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία

κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κερα-

μεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος;

«Γνωσθήσεται τῷ θεῷ.» Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν

ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ

πρὸς θυσίαν ἐκδέδωκεν; «Οὐχ ἡμέρα οὐδὲ νύξ», ἐπειδὴ

δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. «Πρὸς ἑσπέραν ἔσται

φῶς»· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύ-

σατο. Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο.

17

«Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ.» Πόθεν;

Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖ-

θεν εἰκότως ἡ ἐκκλησία πλάττεται. «Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν

θάλασσαν τὴν πρώτην.» Δηλαδὴ τοῦ βαπτί〈σ〉ματος. «Καὶ

τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Τῆς μετα-

νοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον

τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ

μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μά-

την θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγά-

ζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ

πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτη-

ται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύ-

χεται, καὶ παραχρῆμα καθαίρεται.

18

Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προ-

αγορεύσεως ἄκουε· «Τὸ πρωῒ ἐρεῖς· ‘Πῶς ἂν γένοιτο ἑσπέρα;’

Καὶ τὸ ἑσπέρας ἐρεῖς· ‘Πῶς ἂν γένοιτο πρωΐ;» Πόθεν; «Ἀπὸ

τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων

τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἐπειδὴ τῶν σημείων καὶ τῶν

θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε

πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτο-

μένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ κατα-

πετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταρατ-

τόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· «Πῶς ἂν

γένοιτο ἑσπέρα;» ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ,

κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ, συστείλωμεν ἐν τάφῳ τὸν

ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλι-

καῦτα φόβητρα.

19

Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ·

εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο

ἔλεγον τὸ ἑσπέρας· «Πῶς ἂν γένοιτο πρωΐ;» Ἐπειδὴ φοβερὰ

πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ

νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν

νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας 〈ὡς〉 νε-

κρ〈ούς〉, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς

ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀνα-

στάσεως κήρυκα, τότε ἔλεγον· «Πῶς ἂν γένοιτο πρωΐ;» ἵνα

παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον δια-

φθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν

«ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν

κοιμωμένων».

20

Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι' αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τού-

των μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν

ἐλέγχων Στέφανος ὁ θεολόγος παρ' αὐτῶν ὀνομάζεται βλάσφη-

μος. Καί φησιν ὁ ἀρχιερεύς· «Εἰ ταῦτα οὕτως ἔχει;» Οὐ γὰρ

οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συ-

κοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρ-

τυρες; «Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δό-

λου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν

Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν

Χριστὸν ἐσταυρώσαμεν.»

21

Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα

σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς

ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, ὡς ἀληθείας μάρτυρι, κἀ-

κείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύ-

ματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπε-

ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι

τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.»

22

Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες,

ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγε-

νείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης,

ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον

δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχα-

λίνωτον.» Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν·

«Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομέ-

νοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας

αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς

ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν

κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ〈λ〉ηροκαρδίους δὲ τοὺς

αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας

προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν

μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδε-

σθαι.»

23

Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥή-

ματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα

τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.»

Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν

ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.»

Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλ-

μοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν

ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς

ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ

ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳ-

κται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρη-

σάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος.

Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα

διανέμων ἐφέστηκεν.

24

«Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ

ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ

τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δε-

ξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ

γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πα-

τρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς

ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός,

κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ

ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύε-

σθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι

μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ.

25

Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τά-

ξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ

σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων ἐπηκολούθουν δόγμασιν.

Ὅπλων ἀποροῦντες, ἀπὸ τῆς γῆς ὡπλίζοντο· ξίφων οὐ παρόν-

των, λίθους ταῖς δεξιαῖς ἐσχεδίαζον, καὶ τῆς πόλεως ἔξω λα-

βόντες ἔθυον. Οὐ γὰρ ἦν Ἰερουσαλὴμ ἡ παλαιὰ τῷ θύματι πρέ-

πουσα· ἀλλὰ καὶ τὸν ἀμνὸν ἐχρῆν παρὰ τὸν ἀμνὸν τὸν τοῦ ποιμένος

σφάζεσθαι, ἐκεῖ λαμβάνειν τὸν στρατιώτην τὰ τῆς νίκης ἐνέχυρα,

ἔνθα τὸ κατὰ πάντων τρόπαιον ὁ βασιλεὺς ἐπήξατο.

26

Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν

καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσ-

ευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; «Κύριε Ἰησοῦ, δέξαι

τὸ πνεῦμά μου», τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παρα-

θήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ' εἰ-

κόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. «Δέξαι τὸ πνεῦμά μου»·

οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων

εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζών-

των παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ

νεκρῶν ἅμα γενόμενον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃς,

ὅλων θαρρεῖ τῶν νεκρῶν, οὐκ ἔξω λόγου, τὸ φύραμα. «Δέξαι

τοίνυν τὸ πνεῦμά μου.» Μὴ συχωρήσῃς τὸ σὸν στρουθίον λο-

χῆσαι τοῖς θηρεύουσι μηδὲ τοῖς συναντῶσιν ἐν πύλαις ἐχθροῖς

τὴν ἐμὴν ἀπὸ τῆς γῆς ἀποδημίαν λυμαίνεσθαι μηδὲ θορυ-

βῆσαί μοι τὴν εἰς οὐρανοὺς ἄνοδον.

27

Ἀλλὰ ταύτην μὲν ὑπὲρ ἑαυτοῦ τὴν προσευχήν, ἑτέραν δὲ

πάλιν ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ἔθυεν· «Κύριε, μὴ στήσῃς

αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ τοῦτό ἐστιν· οὐ γὰρ εἶπεν·

«Μὴ λογίσῃ αὐτοῖς», ἀλλὰ «Μὴ στήσῃς», ἦ πάντως ἵνα ζυ-

γοστάτην ἀκριβῆ μάθῃς εἶναι τὸν κριτὴν τὸν ἡμέτερον, ἑκάστῳ

τὰς πράξεις ἐν τῷ καιρῷ τοῦ κριτηρίου σταθμίζοντα. Εἰ

γὰρ «ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ», πῶς οὐ πολὺ

μᾶλλον ταλαντεύει τὰ ἡμέτερα εἴτε πταίσματα μὲν οὖν εἴτε κα-

τορθώματα; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Μὴ

ἀναγάγῃς αὐτὴν εἰς τὸν ζυγὸν τῆς κρίσεως· μὴ βαρήσῃς ἐξ ἐμοῦ

τοὺς ἀφ' ἑαυτῶν βεβαρημένους· μηδὲ ἡ ἐμὴ εὐλογία ἑτέροις γένη-

ται κατάρας ἀφορμή, μὴ τὸ ἐμὸν κέρδος ζημίας τοῖς Ἰουδαίοις

πρόξενον.

28

Οὐ βούλομαι τὴν ἐμὴν θυσίαν βλάβος γενέσθαι τοῖς

θύουσιν. Εἰ γὰρ καὶ πονηρῷ θύουσιν λογισμῷ, ἀλλ' ὅμως αἰσχύ-

νομαι τούτους, οἵτινες ἀφορμὴ καὶ παρὰ γνώμην ἐμοὶ τῆς πρὸς

σὲ παρουσίας, τῆς τῶν οὐρανῶν βασιλείας, τῆς ἀπαλλαγῆς τοῦ

πηλοῦ, τῆς ἄνω μεταθέσεως, μαρτυρίου νίκης, ὁμολογίας τῆς εἰς

σὲ καὶ παρὰ σοῦ. Σὴ γάρ ἐστιν πρὸς ἡμᾶς φωνή, ᾗ προτραπεὶς

ἐμαυτὸν ἑτοίμως εἰς θυσίαν ἐπέδωκα, καὶ τὸ αἷμα καθάπερ

εἰς κρατῆρα διὰ τῆς ὁμολογίας εἰς τὰς σὰς χεῖρας ἐκένωσα·

«Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολο-

γήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.»

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἡσυχίου εἰς τὸν ἅγιον Στέφανον ἐγκώμιον.

{ Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκω-βον, τὸν ἀδελφὸν τοῦ κυρίου, καὶ Δαυὶδ τὸν θεοπάτορα.} Εἰ μὴ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος» ὁ σωτὴρ ἡμῶν «ὑπή-κοος μέχρι θανάτου», οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον,οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴνΒηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέραβλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί.Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδουςκαὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆςἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦ-μα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ' ἡΣιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας,ἀλλ' ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαρ-γάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψη-λαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμέ-νων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶνθυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν. Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸντῆς νέας Ἰερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα,τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐνλύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτροςδημηγορεῖ, ἀλλ' Ἰάκωβος νομοθετεῖ, καὶ ὀλίγαι λέξεις τὸ τοῦζητήματος συνέστειλαν μέγεθος· «Ἐγὼ κρίνω μὴ παρενοχλεῖντοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ ἑξῆς». «Ἐγὼ κρίνω»· οὗ τὴν κρίσιν ἀθε-τεῖν οὐ θέμις, οὐδὲ φαυλίζειν τὸ ψήφισμα· «Ἐν ἐμοὶ γὰρ ὁ πάντωνκριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον,ἀλλ' ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ' ὁδημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲγράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω.»{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων,λόγος εἰς τὸν τετραήμερον Λάζαρον.} Δεῖπνον ἡμῖν πολυτελὲς Λάζαρος αὖθις ἰδοὺ σήμερον παρα-τίθησιν, δεῖπνον ἐν ᾧ πάντα θαυμαστά, πολυανθῆ καὶ λαμπρά,θείας ἀληθῶς φιλοτιμίας καὶ βασιλικῆς τινος ἀγερωχίας ἐχό-μενα· ὁ Πατὴρ γὰρ τραπεζοποιεῖ, ὁ Υἱὸς οἰνοχοεῖ καὶ τὸ Πνεῦμαμυρίζει τὸ συμπόσιον· ἄγγελοι δὲ φύλακες τοῦ νυμφῶνος ἑστή-κασιν, οὔτε τὸν Ἰούδαν εἰσελθεῖν ἐπιτρέποντες, οὔτε παρακύψαιΚαϊάφαν ἀνεχόμενοι, τοὺς ὑποκριτὰς ἐλαύνοντες ἔτι πόρρω τυγ-χάνοντας, τοὺς κυριοκτόνους μετὰ πικρῶν τινων μαστίγων καὶχαλεπῶν ἐξωθούμενοι, τοὺς θεοβλασφήμους μετὰ ῥομφαίας παρ-ασκευασμένης διώκοντες, χειραγωγοῦντες δὲ τὸν λῃστήν, τὴνπόρνην δορυφοροῦντες, τοὺς Μάγους μετὰ χαρᾶς εἰς τὸ δεῖπνονεἰσπέμποντες, τοῖς τελώναις τὰ πρωτεῖα τοῦ νυμφῶνος παρέ-χοντες. Ἀλλὰ τίνες οἱ συμποσιασταί; Τοῦτο γὰρ ἡμῖν τοῦ λό-γου τὸ κεφάλαιον. Οἱ νεκροὶ πάντες, στολὴν νυμφικήν τινα καὶκαθαρὰν ἠμφιεσμένοι ἕκαστος, μέσους δὲ τὸν Ἀδὰμ καὶ τὴνΕὔαν μεμερισμένους ἔχοντες. Ἀγαθὰ γὰρ τῷ γένει τοιαῦτα καὶ τούτων ἔτι μείζονα φιλο-τιμεῖται τῶν νεκρῶν ἡ ἀνάστασις, ἧς τὸ προοίμιον ὁ πάντα μέγαςκατεπιστεύθη Λάζαρος, τὸ λίαν εὐθαλὲς τῶν ἀρετῶν γεώργιον,ὁ πολυφόρος ἀμπελὼν τῆς πίστεως, τὸ ῥόδον τῆς βασιλείας τοῦΧριστοῦ, τὸ πρωτότοκον ὅπερ ἡ φωνὴ τοῦ μονογενοῦς ἔθρεψεν,ἡ γλῶττα τοῦ Λόγου, τῆς σοφίας ἡ σάλπιγξ, ὁ αὐλὸς ὁ ἀσίγητος,ἡ πατρόχορδος λύρα, ἡ θεόνευρος κιθάρα, τὸ θεόπληκτον ὄργανον,τὸ αὐτογενὲς τῆς θεογενοῦς ἁρμονίας ψαλτήριον. Ἡ φωνὴ δὲ τίς;«Λάζαρε, δεῦρο ἔξω.» Ἧς ἀκουσθείσης, ὅλος μὲν τῶν νεκρῶνὁ δῆμος ἀνεπτέρωτο, κεκάρωτο δὲ τῇ δειλίᾳ ὁ θάνατος καὶ τῷφόβῳ σκελισθεὶς ἔκειτο πρηνὴς ὑπὸ τῶν οἰκείων αἰχμαλώτωνπατούμενος. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ παρὸν τῆςπαρουσίας χρῄζομεν. Μήπω μοι, φησίν, οἱ δῆμοι τῶν νεκρῶνἀνερχέσθωσαν· οὔπω καιρὸς ὅλῳ τὴν ἐλευθερίαν μηνυθῆναιτῷ πλάσματι, οὔπω τὸ γένος ἀναβῆναι, πρὶν ὁ τοῦ γένους καταβῇδημιουργός. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ τάχος χρῄζομεν,ἵνα μάθωσιν οἱ ζῶντες πόσον οἱ νεκροὶ τὸν ἐκ Μαρίας τρέμουσιν,ἵνα γνῷ Πιλᾶτος τίνος φωνὴ τοὺς νεκροὺς ἐλευθεροῖ, συλᾷ τὴνφθοράν, εἰς νυμφῶνας μεταποιεῖ τὰ μνήματα. «Λάζαρε, δεῦρο ἔξω.» Ἔξιθι τῶν δεσμῶν καὶ τοῦ σκότουςμετάστηθι. Ἐλθὲ πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κατάλιπε.Σπεῦδε πρὸς τὴν ζωὴν παρὰ τῆς ζωῆς καλούμενος. Γενοῦ χορευ-τὴς τῆς χαρᾶς· πέπαυται γὰρ τοῦ πένθους ἡ ὑπόστασις. «Λά-ζαρε, δεῦρο ἔξω.» Μὴ φρόντιζε τῶν δεσμῶν· αἱ γὰρ ἁλύσειςἔπεσαν. Μὴ λογίζου τοὺς μοχλούς· ἀφ' ἑαυτῶν γὰρ συντρίβονται.Μὴ εὐλαβοῦ τοὺς πυλωρούς· πύλαι γάρ σε χαλκαῖ καλούμενονπαρ' ἐμοῦ κατέχειν οὐκ ἀνέχονται. «Λάζαρε, δεῦρο ἔξω.»Ἴδωσί σε οἱ οὐρανοί, καὶ «τὴν δόξαν τοῦ θεοῦ διηγοῦνται» λαμ-