The Greek Library Author

Anonymous

In sanctos Petrum et Paulum

Authority group
Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In sanctos Petrum et Paulum (homilia 13), ed. Aubineau, op. cit., 499–508.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg040.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

δίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ' ἑαυτὸν ὁ Πέτρος καὶ

τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυ-

φεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς

πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ

πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνή-

της ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ

μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης

ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται—οὗ ἡ σαγήνη λίνον ἔχει

τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ

κόλπον τὴν ἀνάστασιν—, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς

θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν

τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.

2

Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι

μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτί-

ζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα

σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττι-

γος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον

ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν,

καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ

νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στε-

φανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται

καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας

τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγ-

χανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμέ-

νας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις

ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργά-

ζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ

ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν

γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ,

τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύ-

λους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χρι-

στὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών,

τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ

προβάλλεται. Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας,

οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν

ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται·

«Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον

ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπε-

στέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα

τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν

ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες,

τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας;

3

«Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς

ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ

πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλή-

θειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς

〈ἰατρείαν〉 ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι

τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν

πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ

τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένα-

κτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ

Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε,

τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ

λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει

τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν

Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ

ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐγὼ

Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ

τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ

Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλά-

τυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο·

ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον.

4

«Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα

τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.»

Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν

ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ

χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρα-

κί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλά-

λων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα 〈καὶ〉 κω-

φόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον

καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώ-

θην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ Δαυὶδ

ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖ-

νος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορ-

δάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;»

Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ

στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν

δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης,

πόθεν ἥκει συγκροτῆσαι πόλεμον.«

5

Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται

καὶ λέγει· »Τίς εἶ, κύριε;« Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος,

ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ

παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· »Τίς

εἶ, κύριε;« τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώ-

της τῆς ἀκτῖνος γεγένημαι. »Τίς εἶ, κύριε;« Ποθῶ γάρ σου τὸ

κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπι-

θυμῶ πόθεν τοῦτο τὸ »τῆς δόξης ἀπαύγασμα«, τίς ὁ τῆς τοσαύ-

της »χαρακτὴρ ὑποστάσεως«, τίς οὗτος ὁ »φέρων τὰ πάντα τῷ

ῥήματι τῆς οἰκείας δυνάμεως«. »Τίς εἶ, κύριε;« Ἤκουσα

γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ

νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ

φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν

αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρε-

πέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμο-

νεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ

καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, κύριε;» φησίν. Οὐκ ἂν

δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν

ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατ-

ήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ

τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς

κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

6

Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; «Ἐγώ εἰμι Ἰησοῦς ὁ

Ναζωραῖος ὃν σὺ διώκεις.» Σύντομον τῆς πεύσεως τὴν ἀπό-

κρισιν λαμβάνει· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώ-

κεις», ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ

πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ' ἐσχάτων, ὁ τοῦ Δαυὶδ υἱὸς ἀλλ' αὐτὸς

πρὸ Δαυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ' αὐτὸς τὸν Ἀδὰμ

ἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ' αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστε-

φάνωσεν, ἐξ Ἰακὼβ ἀλλ' αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις

τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. «Ἐγώ εἰμι Ἰησοῦς ὃν

σὺ διώκεις», ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηρά-

σεις «τὸ τῆς δόξης ἀπαύγασμα»; Ποία σαγήνη χωρῆσαι τὸν

«χαρακτῆρα τῆς ὑποστάσεως» δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ

τοῦ «τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος»;

«Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.» Νυμφαγωγόν σε τῆς ἐμῆς

νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι

μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιτ-

τῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος

κάθηται. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀγνοῶν ὅτι πρὸς

τὴν ἑαυτοῦ μάχει ζωήν. Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐερ-

γέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι' ὃν ἡ γῆ σοι

χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν; Σω-

τῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτη-

μάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις

τὸ χειρόγραφον;«

7

Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελι-

στής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν,

ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν

καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν

θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος,

ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν

τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος. Τίς γὰρ »τρὶς ἐρρα-

βδίσθη« καὶ τέταρτον ηὔχετο; Τίς »πεντάκις τεσσαράκοντα

παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων«, ὡς ἐκεῖνος σεμνύνεται;

Τίς »πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον« ἀντὶ νυμφικοῦ λου-

τροῦ προφέρει τὸ ναυάγιον, »ὁδοιπορίαις πολλάκις« ἀλλὰ πά-

σας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς »κινδύνοις

λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν

ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις«, καὶ

τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκ-

κλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν

οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς

ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ

τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ

πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ

Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας

τῶν αἰώνων. Ἀμήν.

{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιονεἰς τὸν ὅσιον μάρτυρα Προκόπιον [τὸν Πέρσην]· καὶ εἰς τὴνὑπακοὴν τοῦ ψαλμοῦ· »Τίμιος ἐναντίον κυρίου ὁ θάνατοςτῶν ὁσίων αὐτοῦ«, καὶ εἰς τὸ τοῦ ἀποστόλου ῥητόν·»Τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν«,καὶ εἰς τὸ ἀποστολικόν· »Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡςπρόβατα ἐν μέσῳ λύκων καὶ τὰ ἑξῆς«.} Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸνἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρε-τῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρω-τεύοντα, ἀπ' ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα,ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦνταλέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαι-μόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶνθηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορ-πίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆςπλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖςπράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα,Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σα-μουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονατοῦ Σαμψών—οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύμα-τος—, παράλληλον τῷ Δαυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθτὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸνἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμοἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα κα-θάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γε-γονότα τοῦ σώματος. Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶτὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕναμὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲἸουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχοὕτως, ἀλλ' ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέ-τρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳγλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡςἘνώχ, κατὰ τὸν Ἰὼβ »ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δί-καιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμε-νος«· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε,δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλοςτῶν ἀγώνων ἐκήρυξε, »παντὸς πονηροῦ πράγματος ἀπεχόμενον«ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆςἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡπολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις. Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος·οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶνκατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγό-μενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ' αὐτῷ· »Μὴ δωρεὰντὸν κύριον ὁ Προκόπιος σέβεται;« Οὐδὲ γὰρ αὐτῷ ποίμνας προ-βάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέ-λας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδεςτῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώ-λακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ' οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρ-ρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορή-σας τοῦ μάρτυρος· »Δέρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχειἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει.« Μὴ γὰρ παίδωνχορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος;Μὴ οἰκογενῶν τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρω-στοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν;Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον;Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο· καὶ τὸ σῶμα μὲνεἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴςτὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴνἀποθανὼν τῷ Κάϊν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὑπὲρτῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνωνπρεσβεύει, ὑπὲρ Ἰουδαίων παρακαλεῖ, ὑπὲρ Σαμαριτῶν μεσι-τεύειν ἐπείγεται καὶ τοὺς πολεμίους εὐεργετεῖ μετὰ θάνατονκαὶ τῶν παρ' αὐτοῖς κωφῶν ἀναχαλκεύει τὰ ὦτα, τοῖς τυφλοῖςκαινοποιεῖ τὸν ἥλιον, τῶν χωλῶν τοὺς πόδας ἐκτείνει, καὶ θεω-ροῦνται τρέχοντες οἱ τοὺς δακτύλους μὴ κινεῖν δυνάμενοι πρό-τερον· λεπροὶ γὰρ ταῖς θήκαις οὐκ ἐγγίζουσιν, ἀλλὰ πρὶν μὲνπροσελθεῖν τὰς φολίδας ἐκδέρονται, καθαρθέντες δὲ ὡς νυμφῶνιχορευταί, ὡς νυμφαγωγοὶ τῷ νυμφίῳ παρίστανται. Ἀλλὰ τίς ἱκανὸς κατὰ τάξιν ἐπαινεῖν τὸν Προκόπιον;Ποῖον αὐτοῦ πρῶτον τῶν ἄθλων ἀναλάβωμεν; Ποῖον δεύτεροντάξωμεν; Ποῖον τρίτον ἁρμόσωμεν; Ποῦ δὲ ὁ τέταρτος κεί-σεται; Ποίαν χώραν πέμπτος εὑρήσει τὴν προσήκουσαν; Ἕκ-τον αὐτῷ ποῖον ἀπαρτίσομεν στέφανον; Ποῖον ἕβδομον ἐν τοῖςβραβείοις πλέξομεν; Ὄγδοον τίνα τῆς εὐφημίας ἀναβησόμεθακλίμακα; Ποῖον ἔνατον πύργον ἐγκωμίων χαλκεύσομεν; Τίνατῶν λόγων δυνησόμεθα παραδραμεῖν ὡς ἔσχατον; Αἰχμάλωτονεἶχεν ἡ πλάνη τὸ γένος τὸ ἀνθρώπινον· ὁ Ἀδὰμ ἠπάτητο, ἀλλὰτῆς ἀπάτης αἴσθησιν οὐκ ἐλάμβανεν· ὁ θεὸς οὐ θεὸς παρ' αὐτῷ,οἱ λίθοι δὲ θεοί, ὁ ποιητὴς οὐ ποιητής, ποιηταὶ δὲ τὰ ἔργα τῶνχειρῶν, τὰ τῶν δακτύλων γλύμματα, τὰ τοῦ σιδήρουμορφώματα ὅσα ἐφύσησεν ὁ χαλκεὺς καὶ ἡ χωνεία ἐκάθηρεν, ὧν