The Greek Library Author

Anonymous

In sanctum Procopium

Authority group
Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In sanctum Procopium (homilia 14), ed. Aubineau, op. cit., 546–564.
CTS identifier
urn:cts:greekLit:tlg2797.tlg041.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

ὁ ἄκμων τὴν γαστέρα ἐκοίλανεν, ἐπλάτυνεν ἡ σφῦρα τὰ νῶτα,

τὸν ὦμον ἐκορύφωσεν καὶ τὸν τράχηλον ὕψωσεν, τὴν κεφαλὴν

ἐχάλκευσεν καὶ κρανίον ἐπέθηκεν, ὧν ἡ γραφὶς τὴν ἀκοὴν ἐβάθυνεν

καὶ τὰς ῥῖνας ἐκύρτωσε, τὰ χείλη περιέγραψε, τοὺς ὀφθαλμοὺς

ἐπέγλυψε, τὰς κόρας ἐσχημάτισεν, ἔπλεξε πλοκάμους, ἐκύκλωσεν

ὀφρῦς καὶ συνέθηκε βλέφαρα. Ἔνθεν ὁ ἐχθρὸς κατεσκίρτα τοῦ

βίου· τὸ «Οὐ φονεύσεις» ἐπαίζετο, τὸ «Οὐ μοιχεύσεις» ἐγε-

λᾶτο, τὸ «Οὐ κλέψεις» ἤρτητο, τὸ «Οὐ ψευδομαρτυρήσεις»

λῆρος εἶναι καὶ μῦθος ἐνομίζετο, τὸ «Οὐκ ἐπιθυμήσεις ὅσα τῷ

πλησίον σου ἐστὶν» ἐχθρά τις ἦν ἐντολὴ τῷ βίῳ, καὶ ὁ νόμος

ὑπῆρχε τῆς πολιτείας ἀλλότριος.

5

Προκόπιος δὲ εἰς μέσον παρελθὼν κοινὴν παραίνεσιν ὑπο-

φαίνει τοῖς μεθύουσιν· «Ἄνδρες, ἀδελφοί ἐστε. Ἵνα τί ἀδικεῖτε

ἀλλήλους; Τίνος χάριν ἀγνοεῖτε τοῖς ἀλλήλων ἀναιρούμενοι ξί-

φεσιν; Ἀνθ' ὅτου δὲ οὐκ ἴστε τοῖς οἰκείοις ἕκαστος ἢ τοῖς τοῦ

γείτονος τοξευόμενοι βέλεσιν; Δότε μοι τοὺς ὀφθαλμοὺς οἱ κα-

τὰ γνώμην τυφλοί, μᾶλλον δὲ τοὺς πόδας οἱ τὴν διάνοιαν χωλοὶ

πρῶτον ἐπιτρέψατε. Ἵνα τί τὸ θεῖον εἰδώλοις παραβάλλετε καὶ

τὸν πάντων ποιητὴν ἐξομοιοῦτε τοῖς κτήνεσιν καὶ τὸν ἐμπνέοντα

τὴν κτίσιν ἀψύχοις παραβάλλετε, τὸν τοῦ λόγου φυτευτὴν ἐν τοῖς

ἀλόγοις τάττετε; Ἵνα τί δὲ καὶ τὴν ἀρετὴν ἀφέντες ταῖς ἡδοναῖς

μεθύσκεσθε; Τὸ χρυσίον οὐχ ἡμῶν, ἀλλὰ τῆς γῆς ἣν ἐλάβομεν,

καταπατεῖν εἴχομεν. Ὁ ἄργυρος κτῆμα τοῦ πηλοῦ· τί δὲ πηλὸς

τὴν ψυχὴν εὐεργετεῖν τὴν λογικὴν δυνήσεται; Ὁ τῶν ἐσθημά-

των πλοῦτος σητῶν ἐστι τροφὴ καὶ ὀφθαλμῶν ἀπάτη εἰκῇ φαν-

τάζουσα καὶ βουκολοῦσα τὸν ἄνθρωπον. Οὐχὶ βύσσον ἦν ὁ πολυ-

θρύλητος ἐνδεδυμένος πλούσιος; Ἀλλὰ κάμινος καὶ χωνεία

μελῶν καὶ τήγανον πυριφλεγὲς τῆς γλώττης τὴν βύσσον διεδέ-

ξατο. Οὐκ ἐσθῆτα βασιλικὴν Ἡρῴδης ἠμφίεστο;

Ἀλλὰ σκώληκες μετὰ τῆς σαρκὸς καὶ τὴν στολὴν ἐδείπνησαν.

Πόσους ὁ Φαραὼ χιτῶνας χρυσοπορφύρους ἐκέκτητο; Ἀλλὰ

γυμνὸς ἐν τῷ πελάγει τῷ ἐρυθραίῳ θάπτεται. Σὺ δὲ εἰ πορφύ-

ρας ἐπιθυμεῖς, τὴν σωφροσύνην ἄσκησον. Εἰ μέλει σοι βύσσου,

δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ

ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης

ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύ-

δεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου

τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ

τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους

εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον.

6

Μὴ φεῦγε πειρασμούς· »Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει

πειρασμόν.« Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ »Μακάριοι οἱ

δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν

οὐρανῶν.« Μὴ εὐλαβοῦ κίνδυνον· »Κίνδυνοι γὰρ ᾅδου εὕρο-

σάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην«, φησὶν ὁ Δαυίδ,

καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν

θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας »Τίμιος

ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«, καὶ σφόδρα εἰκό-

τως. Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ

γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα

δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλά-

ζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα·

ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζον-

τος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν

τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀνα-

βῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται,

τότε ἐπ' αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται,

ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοί-

ξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέ-

ξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων,

ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν

δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυρά-

ματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα

θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν

ὑπὲρ φιλοσοφίας διϊππεύσῃ τὸ στάδιον.

7

Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ' αὐτῷ χαίρει καὶ θαρ-

ρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· »Εὖ, δοῦλε ἀγαθὲ καὶ

πιστέ.« Τότε προστίθησι· »Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου

σου.« Τότε προσφωνεῖ· »Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός

μου.« Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι »τοῖς ἀγα-

πῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν«· εἴτε θλῖψις πο-

λιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν,

εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται

μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν,

οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται. Εἰ

μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς

θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν

διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν

οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ' ὥστε μὴ

προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται,

τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται

γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ

τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίν-

δυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ

τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ

δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται·

εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες

ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποι-

μένος ὑποδεχόμενοι πρόσταγμα· »Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς

ὡς πρόβατα ἐν μέσῳ λύκων«, τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε,

σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς

λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν.

8

Οὐκ ἐστὲ τοῦ Μωυσέως ἐλάττονες οὐδέ γε Ἰερεμίου δεύ-

τεροι οὐδὲ χάριν τοῦ Ἰεζεκιὴλ ἐπιστεύθητε χείρονα. Μεθ' ὑμῶν

ὁ τὸν Ἠλίαν πέμψας· οὗτος ἀποστελεῖ καὶ ὑμᾶς ὡς τῶν προφη-

τῶν ἕκαστον. Ὁρᾶτε τοίνυν τίς μὲν ὁ Μωυσῆς καὶ πρὸς τίνας

ἐπέμπετο, οἷον δὲ τὸ ὑψωθὲν παρ' ἐκείνου καὶ κατορθωθὲν τρό-

παιον· γυμνὸς ὁ νομοθέτης ἦν καὶ πρὸς προσωπολήπτας ἐπέμ-

πετο, ἀλλ' ἡ τοῦ γυμνοῦ ῥάβδος τὰ τῶν ὁπλιτῶν ὑποτάττει καὶ

χειροῦται στρατόπεδα· ὑμεῖς δὲ ἀντὶ πανοπλίας τὴν ἑξῆς ἐντολὴν

θωρακίσασθε· »Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι

ὡς αἱ περιστεραί«· καλὸν μὲν τὸ φρόνιμον, θαυμαστὸν δὲ ὡσαύ-

τως τὸ ἀκέραιον, ἀλλὰ πρὸς ἑκατέρῳ συναπτόμενον τὸ ἐπωφελὲς

καὶ τὸ χρήσιμον κέκτηται· καὶ οὔτε ἡ φρόνησις γυμνὴ οὔτε ἡ

ἀκεραιότης ψιλὴ δικαιῶσαι δύναται καὶ διασῶσαι τὸν ἄνθρωπον

καὶ τούτου χάριν δεῖ τὸ τῶν ὄφεων φρόνιμον καὶ τῶν περιστερῶν

ὁμοῦ τὸ ἀκέραιον κτήσασθαι. Ὁ μὲν γὰρ ὄφις φρόνιμος, οὐκ

ἔστι δὲ ἀκέραιος, καὶ τὸ θηρίον εἰκότως θεωρεῖς ὡς ἰοβόλον ἀπό-

βλητον· ἡ περιστερὰ μόνον ἐστὶν ἀκέραιος καὶ διὰ τοῦτο πᾶσιν

εἰς ἐπιβουλὴν εὔκολος. Ὑμεῖς τοίνυν τὸ ἀκέραιον τῷ φρονίμῳ

κεράσατε καὶ γίνεσθε ἀκέραιοι τὰ βιωτικά, τὰ πνευματικὰ φρό-

νιμοι. Ἐὰν ἀγρὸν ἀγοράζῃς ἢ πωλῇς ἤ τι συναλλάττῃς τῶν βιω-

τικῶν ἕτερον, τὸ ἀκέραιον μέτελθε· τὰ γὰρ ἀδικεῖσθαι τοῦ ἀδι-

κεῖν λαμπρότερον, τὸ περιγράφεσθαι τοῦ περιγράφειν ἐπικερ-

δέστερον τοῖς τὰ οὐράνια κερδαίνειν ἢ τὰ γήϊνα θέλουσιν. Ἐὰν

δὲ τὸν νόμον μελετᾷς, ἐρεύγου τότε τὴν φρόνησιν καὶ

ζήτει τῶν γεγραμμένων τὸν σκοπόν, τοῦτο μὲν πῶς, ἐκεῖνο δὲ

ἀνθ' ὅτου, τί τὸ γράμμα βούλεται τοῦ νόμου, τί τὸ πνεῦμα τῆς

προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν

παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε

δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος

στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε.

9

»Παραδώσουσι δὲ ὑμᾶς εἰς συνέδρια«, ἀλλὰ θαρρεῖτε, ὁ

Πατὴρ οὐ χωρίζεται, ὁ Υἱὸς οὐ μακρύνεται, τὸ Πνεῦμα οὐκ ἀφί-

σταται, δορυφοροῦσιν ἄγγελοι. »Καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν

μαστιγώσουσιν ὑμᾶς.« Ὑμεῖς δὲ σφόδρα χαίρετε· οἱ γὰρ ὑπὲρ

εὐσεβείας πόλεμοι 〈καὶ οἱ〉 ἐκ τῶν μαστίγων μώλωπες τῶν ἡλια-

κῶν ἀκτίνων εἰσὶν εὐπρεπέστεροι. »Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασι-

λεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν«.

Μηδὲ τούτῳ ναρκήσητε· ἕνεκεν ἐμοῦ τοῖς ἡγεμόσι παρίστασθε,

ὑπὲρ τῆς ἐμῆς δόξης βασιλεῦσι προσάγεσθε. Μεθ' ὑμῶν τοίνυν

ὁ τοὺς βασιλεῖς χρίσας, ἐν ὑμῖν ὁ τοῖς ἡγεμόσι διαταξάμενος

ὅρια, ὁ τούτοις τὸ βῆμα μετρήσας κἀκείνοις τὸ σκῆπτρον χαρι-

σάμενος. Ἔτι δὲ καὶ τοῦτο σκοπεῖτε, ὡς οὐ μᾶλλον ἀγώγιμοι

πρὸς βασιλεῖς καὶ ἡγεμόνας γίνεσθε, ἀλλ' εἰς μαρτύριον αὐτοῖς,

τοῖς παισὶ τῶν Ἰουδαίων εὔδηλον, ἀλλὰ μὴν καὶ τοῖς ἔθνεσιν,

ἵνα γνῶσιν τοῦ παρ' ὑμῖν μαρτυρουμένου τὴν δύναμιν, ὅτι πτωχοὶ

χαλινοῦσι τοὺς ἄρχοντας, ἄγροικοι δυσωποῦσι τὴν ὑπατικὴν

βουλὴν καὶ τὴν πολυθρύλητον καταπτύουσι σύγκλητον, ἰδιῶται

τυράννους καταισχύνουσι καὶ βασιλεῖς ἐντρέπουσιν. »Ὅταν δὲ

παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε«·

γλῶτται γάρ ἐστε τοῦ λόγου καὶ τῆς σοφίας αὐλοὶ καὶ κήρυκες

τῆς ζωῆς καὶ ῥήτορες τοῦ ῥητόρων μὴ χρῄζοντος, καὶ τούτου

χάριν ὑμῖν ἀκολουθεῖ τὸ ἑπόμενον· »Δοθήσεται γὰρ

ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε«. Πρὸ τῆς ὥρας ὑμῖν ὁ

λόγος οὐ χορηγεῖται τῆς χάριτος, μήποτε ὑμέτερα νομίσητε τὰ

παρ' ὑμῶν φερόμενα ῥήματα· »Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες,

ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν«· ὑπὲρ

αὐτοῦ γὰρ ὁ ἀγών, ὁ ἆθλος δι' αὐτόν· αὐτοῦ γὰρ χάριν τὸ στάδιον.

Χρὴ τοίνυν παρ' αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδο-

κᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπί-

ζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται.

10

»Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκ-

νον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐ-

τούς.« Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς

καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν

οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν

χρείᾳ τοῦ τροχοῦ τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως

ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. »Καὶ ἔσεσθε μισούμενοι

ὑπὸ πάντων διὰ τὸ ὄνομά μου«· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρ-

κες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μι-

σεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ' ἐπι-

μένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· »Ἔσεσθε

γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων

εἰς τέλος, οὗτος σωθήσεται.«

11

Ἄκουε τὸν λόγον, ὦ πιστέ, καὶ τὴν ἐντολὴν φύλαττε καὶ

τὴν ὑπομονὴν ἀπὸ σπουδῆς γεώργησον καὶ τὸν ἐξ αὐτῆς ἄσταχυν

μετὰ πολλῆς τῆς εὐφροσύνης θέρισον. Τρύγησον τὴν σταφυλήν,

τὸν βότρυν ληνοβάτησον. Μὴ λέγε πολλά· »Τὰ δεινὰ ποικίλα,

τὰ λυπηρὰ χαλεπά, τὰ συνέχοντα κατηφῆ· τὰ ἐκ πατρίδος ἀγάλ-

λεται, στυγνὰ δὲ τὰ ἐπὶ ξένης εὑρίσκεται· οἱ παρακαλοῦντες

ὀλίγοι, πολλοὶ δὲ οἱ σκελίζοντες· ἡ φιλοσοφία λοιδορεῖται καὶ

ἡ ἀρετὴ σκώπτεται· φόβος με περὶ τῶν οἰκείων ἔχει, ἀγών μοι

τῶν συγγενῶν ἐνέπεσεν, πολιορκεῖ με τῶν ἰδίων ἡ μέριμνα.«

Μὴ λέγε ταῦτα, μὴ λογίζου, μηδὲ τὰ νεῦρα τῆς ὑπομονῆς ἔκλυε,

μηδὲ τῆς ὀλιγωρίας γεώργει παρὰ σαυτῷ τὰ δράγματα,

ἀλλ' εἰς τοῦτον τὸν σταυρὸν τὸν βασιλικὸν ἀπὸ σπουδῆς ἀπό-

βλεπε, εἰς αὐτὸν θεώρει καὶ κατασκόπει μετὰ τοῦτον τὴν ἱερὰν

ταύτην παστάδα, τὴν Ἀνάστασιν. Ζωγράφει παρὰ σαυτὸν τὸν

βασιλέα ἐπὶ ξύλου κρεμάμενον, δεσπότην παρὰ τῶν δούλων ἀδί-

κως ῥαπιζόμενον, νομοθέτην παρὰ τῶν ὑπευθύνων ἀναιδῶς ἐμ-

πτυόμενον, τὸν πᾶσαν περιβολὴν πλουτοῦντα τῆς στολῆς ἀναι-

σχύντως γυμνούμενον. Ἀλλ' ἰδοὺ θεωρεῖς ἐν τίσι τὴν ἀνάστασιν;

Ἐνταῦθα τοῦ γυμνωθέντος αἱ ὀθόναι τὸν πλοῦτον δεικνύουσι,

τοῦ ῥαπισθέντος τὴν δύναμιν παραστήσουσιν ἄγγελοι, τοῦ κολα-

φισθέντος τὴν δόξαν αἱ φωναὶ τῶν ἐξ οὐρανῶν καταβάντων

μηνύουσι· αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν

αἰώνων. Ἀμήν.

{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων,περὶ νηστείας.} Ῥίζα καὶ θεμέλιος τῶν εὐσεβῶν ἡ κατὰ θεὸν νηστεία, ἡμετὰ εὐλαβείας καὶ ἁγίων εὐχῶν καὶ ἐλεημοσυνῶν ἐπιτελουμένη.Οὐ γὰρ ἀποχὴν ἄρτου καὶ ὕδατος βούλεται ὁ θεός, ἀλλ' ἀποχὴνπράξεων πονηρῶν· »Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖτὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκεῖνακοινοῖ τὸν ἄνθρωπον.« Νηστεύσωμεν, ἀγαπητοί, νηστείαν τὴνθεῷ πρέπουσαν, περὶ ἧς φησιν ὁ κύριος· »Σὺ δὲ ὅταν νηστεύῃς,ἄλειψόν σου τὴν κεφαλὴν« δι〈ὰ〉 καλῶν ἔργων καὶ ἐλεημοσυ-νῶν, »καὶ τὸ πρόσωπόν 〈σου〉 νίψαι«, περιαιρῶν πᾶσανῥυπαρίαν ἁμαρτίας. Ἔστιν νηστεία ψεκτὴ καὶ ἔστιν νηστείαἐπαινετή. Πολλοὶ νηστεύσαντες φόνους εἰργάσαντο καὶ πολλοὶνηστεύσαντες ἄλλους ἔσωσαν. Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείαςτὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσανκατ' αὐτῶν ἡ νηστεί〈α〉 ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· »Ἔτιτρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.« 〈Ο〉ὐκ εἶπεν »μετὰτρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται«· εἰ γὰρ εἶπεν »μετὰτρεῖς ἡμέρας«, κατεστράφη ἄν, ἀλλ' »ἔτι τρεῖς ἡμέραι«, 〈το〉ῦτοδεικνὺς ὅτι »Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐμετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐνταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡπόλις.« Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶντριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίουΠνεύματος. Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπό-στολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείανκαὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητοςἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; ἘνήστευσενΔανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντοςγὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβό〈α〉 πρὸς Χριστὸν λέγων· »Ἐκβαθ〈έων〉 ἐκέ〈κραξά σε, κύριε·〉 κύριε, εἰσάκουσοντῆς προσευχῆς μου.« Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξεὐωνύμων, πάλιν ἐβόα λέγων· »Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴνἐξομολογουμένην σοι.« Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύ-ριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐ-σφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεντὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳκαὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσανἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸντέταρτον. 〈Ἐ〉νήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν