Homilia de jejunio
- Authority group
- Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia de jejunio (homilia 15) (e cod. Sinaitico gr. 491), ed. Aubineau, op. cit., 583– 592.
- CTS identifier
urn:cts:greekLit:tlg2797.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
Ἰωνᾶν ἐν τοῖς τῆς κοι〈λί〉ας ταμιείοις· ἔχον γὰρ τὸν
προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον.
Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ
θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ
τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν
τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνή-
στευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώ-
ρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνή-
στευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐ-
ρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέ-
λησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.
5
Ἐνήστευ〈σεν〉 ὁ σωτὴρ ἡμ〈ῶν〉 τεσσαράκοντα
ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας
μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύ-
πον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ
ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν
περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι «θρησκεία καθαρὰ αὕτη
ἐστίν· ἐπισκέπτεσθαι» ἀδελφοὺς «ἐν τῇ θλίψει αὐτῶν, ἀσπί-
λους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ἐνήστευσεν Ἰησοῦς
ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν.
6
〈Οἱ〉 ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν
ἐξουσίαν ἔλαβον καὶ πλη〈ροῦ〉ται εἰς α〈ὐτοὺς〉 τὸ εἰρη〈μέ-
νον〉· «ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.»
Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον
εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς
αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος
προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ
Πέτρος λέγων αὐτῷ· «Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ
προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι
παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμο-
λογήσω σοι τὴν ἀλήθειαν· ‘Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει
μοι’. Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· ‘Μὴ κτήσασθε
χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν’. Δέδωκεν δὲ ἡμῖν ἐξου-
σίαν λέγων· ‘Δαιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θερα-
πεύετε, λεπροὺς καθαρίζετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.’
‘Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ
κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρα-
τῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος
ὑπὲρ τὸν κύριον αὐτοῦ.»
7
Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σή-
μερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ
καινοτέρου τοῦ θαύματος. Διάφορα πάθη, ἐν διαφόροις ἰατρείων
χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας
τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ 〈τ〉ῆς νηστείας λαβὼν
ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα
πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν
ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον.
Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας
ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται.
8
Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως,
καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ
προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς
θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ
ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ
τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα.
Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς
μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στει-
ρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας
ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι
δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νη-
στεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμ-
πάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδό-
των μαλάσσει χαλκεύουσα.
9
〈Α〉ὕτη οὐ μόνον ἁμαρτωλοῖς 〈χ〉ρήσιμος, ἀλλ' ἤδη καὶ δι-
κα〈ίοι〉ς εἰς καιρὸν ἐπιτήδειος, 〈ὡς〉 προεδείξα〈μεν〉.
Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα
νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς
οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ
μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυ-
ρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσ-
ωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ
φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κε-
κόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέ-
ραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν
τῷ προφήτῃ δέλτους δακ〈τύλῳ〉 θεοῦ γε〈γραμμένας〉
10
Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσ-
ώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων
μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ
προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ
δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν·
καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν
κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος·
«Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς
οὐδεὶς ὄψεται τὸν κύριον.» 〈Ἀλ〉λ' ἐκ πάντων τῶν κακῶν
μετὰ βρωμάτων νηστεύ〈ον〉τες, λέγωμεν πρὸς αὐτόν·
«Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτή-
ματα ἀνθρώπων εἰς μετάνοιαν»· ὅτι σοι πρέπει πᾶσα δόξα
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡσυχίου πρεσβυτέρου περὶ νηστείας.
{Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων,λόγος εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου.} Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προ-φητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺςπόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄϋλοςαὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃπροσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέ-θηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν,ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶνἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴνπᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλαςἀχαλινώτους πέτασθαι, ἀλλ' ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶνὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσ-εύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται. Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· «Σκίρτα καὶ μαίνου· καὶ κορυφού-σθω μὲν ἀλλ' ἐν σοὶ συντριβέσθω τὰ κύματα.» Φοβείτω τοίνυν,ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴβολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷκληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά,τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλ-λουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμαμέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προ-φήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύειτὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, δια-νέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα. Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴνχώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέ-