In sanctum Lucam
- Authority group
- Hesychius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- In sanctum Lucam (homilia 21) [Dub.], ed. Aubineau, vol. 2. Les homélies xvi–xxi, op. cit., 936–950.
- CTS identifier
urn:cts:greekLit:tlg2797.tlg053.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγ-
γέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο
τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεα-
λογίας ἤρξατο εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ
Δαυίδ, υἱοῦ Ἀβραάμ». Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα
οἰκονομίαν ἐκήρυξεν εἰπών· «Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ
τῆς Γαλιλαίας.» Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος
λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν ἐκήρυξεν καὶ
τὴν συναΐδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ
στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέν-
νησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν
αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν «ὁ
ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐ-
τοῦ πῦρ φλέγον.» Οὐρανὸς οὐ παρῆν· «Τῷ γὰρ Λόγῳ κυρίου
οἱ οὐρανοὶ ἐστερεώθησαν.» Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει
«ὁ τῆς δικαιοσύνης ἥλιος». Σελήνη οὐ παρῆν· «Σελήνην γὰρ καὶ
ἀστέρας αὐτὸς ἐθεμελίωσεν.» Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν·
«Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά.» Ἀμάρτυρος οὖν ἡ
ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ
πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Ὁ τοίνυν Ἰωάννης
μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναΐδιον ὕπαρξιν ἐκήρυξεν.
7
Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ
τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ
ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ
ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυ-
στήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν,
τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν,
τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπή-
σεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως
τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγε-
λισμὸν πρὸς τὴν παρθένον εἰπόντος· «Χαῖρε, κεχαριτωμένη, ὁ
κύριος μετὰ σοῦ.»
8
Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ
παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ' ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ' ἐν
πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ' ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ' ἐν
δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ' ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις
ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε,
ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστε-
νοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ
σοῦ σαρκούμενος «ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».
Σὺ μόνη χαῖρε, ἡ μήτηρ καὶ οὐρανός, ἡ κόρη καὶ νεφέλη, ἡ
παρθένος καὶ θρόνος· ὡς γὰρ μήτηρ ἔτεκες τὸν ἐκ σοῦ καὶ πρὸ
σοῦ καὶ μετὰ σοῦ, ὡς δὲ παρθένος συνέλαβες Λόγον καὶ ὤδινες
μυστήριον, ὡς θρόνος ἐν γαστρὶ ἐβάστασας ὃν κατ' οὐσίαν οὐ
περιγράφει τις.
9
Διὰ τοῦτο ὁ προφήτης Ἠσαΐας τὸ παρθενικὸν ἐκπληττόμενος
μυστήριον ἐβόα· «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ κραυγῆς ἐκ
ναοῦ» ἠκούσθη. Τί δὲ λέγεις, ὦ προφῆτα; Ἀσφαλὲς τὸ αἴνιγμα
καὶ βαθὺ τὸ νόημα. «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ»
ἠκούσθη· φωνὴν τὸν Ἰωάννην καλεῖ, κραυγὴν τὰ σκιρτήματα
λέγει, πόλιν τὴν Ἐλισάβετ ὀνομάζει, ναὸν τὸ σπήλαιον κηρύττει.
«Φωνὴ κραυγῆς» ἠκούσθη λέγουσα· «πρὶν τὴν ὠδίνουσαν τε-
κεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρ-
σεν.» Καὶ ἔλαβεν τοῦ μυστηρίου πάντα ὁμοῦ καὶ τάχος καὶ τό-
κον καὶ παρθενίαν καὶ θαῦμα, ὅτι γὰρ οὐκ ἐκ μίξεως τὸ βρέφος.
«Πρίν», φησίν, «ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων»· οὐκ ἔπαθε
γὰρ τὰ τῆς Εὔας ἡ ἁγία Μαρία. «Ἐξέφυγε γὰρ καὶ ἔτεκεν ἄρ-
σεν»· οὐκ ἀνέμεινε φύσεως ὅρους ἡ χάρις· ἀπρόθεσμον γὰρ τὸ
τῆς οἰκονομίας μυστήριον. «Χαῖρε τοίνυν κεχαριτωμένη, ὁ κύριος
μετὰ σοῦ»· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς τῆς φιλο-
ξενίας ἀνέῳξε κόλπους, ἀποστόλους θαλαμεύει, εὐαγγελιστὰς
τελειοῖ, ἐξ ὧν καὶ τὸν μακάριον Λουκᾶν ῥήτορα καὶ διδάσκαλον
τῆς ἐκκλησίας κατέστησεν.
10
Ἔστιν δὲ οὗτος ὁ τρισόλβιος εὐαγγελιστὴς Λουκᾶς Σύρος
τὸ γένος, ἰατρὸς τὴν τέχνην, μαθητὴς δὲ τῶν ἀποστόλων γενό-
μενος, καὶ ὕστερον Παύλῳ παρακολουθήσας μέχρι τοῦ μαρτυ-
ρίου αὐτοῦ, καὶ μετὰ ταῦτα δουλεύσας τῷ κυρίῳ ἀπερισπάστως
ἐκήρυξεν τὸν λόγον. Ἀρεταῖς παντοίαις κοσμούμενος καὶ χα-
ρίσμασιν θείοις διαλάμπων, ὀγδοήκοντα τεσσάρων ἐτῶν γενό-
μενος ἐκοιμήθη ἐν Θήβαις τῇ μητροπόλει τῆς Βοιωτίας, πλήρης
Πνεύματος ἁγίου. Οὗτος ἔγραψε τὸ εὐαγγέλιον δηλῶν διὰ τοῦ
προοιμίου τοῦτο ὅτι πρὸ αὐτοῦ ἄλλα ἐστὶ γεγραμμένα καὶ ὅτι
ἀναγκαῖον ἦν τοῖς ἐξ Ἑλλήνων πιστοῖς τὴν ἀκριβῆ τῆς οἰκονομίας
ἐκθέσθαι διήγησιν. Ἀνεπαύσατο δὲ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελι-
στὴς μηνὶ ὀκτωβρίῳ ὀκτωκαιδεκάτῃ, χάριτι τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀθανάτῳ Πατρὶ
καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.