De ecclesiastica hierarchia
- Edition reference
- De ecclesiastica hierarchia, ed. Heil and Ritter, op. cit., 63–132.
- CTS identifier
urn:cts:greekLit:tlg2798.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
66
πραγματεία, καθ' ἣν ὁ θεῖος ἱεράρχης τελούμενος ἁπάντων ἕξει τῶν κατ'
αὐτὸν ἱερωτάτων τὴν μέθεξιν ὡς ἱεραρχίας ἐπώνυμος. Ὡς γὰρ ἱεραρχίαν
ὁ φήσας ἁπάντων ὁμοῦ συλλήβδην ἔφη τῶν ἱερῶν τὴν διακόσμησιν,
οὕτως ἱεράρχην ὁ λέγων δηλοῖ τὸν ἔνθεόν τε καὶ θεῖον ἄνδρα τὸν πάσης
ἱερᾶς ἐπιστήμονα γνώσεως, ἐν ᾧ καὶ καθαρῶς ἡ κατ' αὐτὸν ἱεραρχία
πᾶσα τελεῖται καὶ γινώσκεται. Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς
ζωῆς ἡ οὐσία τῆς ἀγαθότητος ἡ μία τῶν ὄντων αἰτία, τριάς, ἐξ ἧς καὶ
τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοῖς οὖσι δι' ἀγαθότητα. Ταύτῃ δὲ τῇ πάντων
ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ
κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτον αὐτῇ δὲ ἐπιστητὸν θέλημα μέν ἐστιν ἡ λογικὴ
σωτηρία τῶν καθ' ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν· ἡ δὲ οὐχ ἑτέρως
γενέσθαι δύναται μὴ θεουμένων τῶν σωζομένων· ἡ δὲ θέωσίς ἐστιν ἡ
πρὸς θεὸν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ἁπάσῃ δὲ τοῦτο κοινὸν
ἱεραρχίᾳ τὸ πέρας· ἡ πρὸς θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις ἐνθέως
τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παν-
τελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν,
ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως
ἔνθεος μέθεξις, αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτὸν ἡ τῆς ἐποψίας ἑστίασις τρέφουσα
νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον.
〈4〉 Λέγωμεν τοίνυν ὡς ἡ θεαρχικὴ μακαριότης ἡ φύσει θεότης ἡ ἀρχὴ
τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις, ἀγαθότητι θείᾳ τὴν
ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν
67
οὐσιῶν ἐδωρήσατο, καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν
ἀϋλότερόν τε καὶ νοερώτερον (οὐ γὰρ ἔξωθεν αὐτὰς ὁ θεὸς ἐπὶ τὰ θεῖα
κινεῖ, νοητῶς δὲ καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ
ἀΰλῳ τὴν θειοτάτην βούλησιν), ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως τε καὶ συν-
επτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων ὡς ἡμῖν ἐφικτὸν ἐν
ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται. Οὐσία γὰρ τῆς
καθ' ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια. Σεπτότατα δὲ λόγια
ταῦτά φαμεν, ὅσα πρὸς τῶν ἐνθέων ἡμῶν ἱεροτελεστῶν ἐν ἁγιογράφοις
ἡμῖν καὶ θεολογικαῖς δεδώρηται δέλτοις καὶ μὴν ὅσα πρὸς τῶν αὐτῶν
ἱερῶν ἀνδρῶν ἀϋλοτέρᾳ μυήσει καὶ γείτονί πως ἤδη τῆς οὐρανίας ἱεραρ-
χίας ἐκ νοὸς εἰς νοῦν διὰ μέσου λόγου σωματικοῦ μὲν ἀϋλοτέρου δὲ ὅμως,
γραφῆς ἐκτὸς οἱ καθηγεμόνες ἡμῶν ἐμυήθησαν, οὐδὲ ταῦτα τῶν ἐνθέων
ἱεραρχῶν εἰς τὸ τῆς ἱερουργίας κοινὸν ἀπαρακαλύπτοις νοήσεσιν ἀλλ' ἐν
συμβόλοις ἱεροῖς παραδεδωκότων. Ἔστι γὰρ οὐ πᾶς ἱερὸς οὐδὲ πάντων,
ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις.
〈5〉 Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ' ἡμᾶς ἱεραρχίας καθηγεμόνες
ἐκ τῆς ὑπερουσίου θεαρχίας αὐτοί τε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου
καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἀγαθότητος ἀπ-
εσταλμένοι καὶ αὐτοὶ [δὲ] ἀφθόνως ἐρῶντες ὡς θεῖοι τῆς τῶν μετ' αὐτοὺς
ἀναγωγῆς καὶ θεώσεως αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια καὶ ποικιλίᾳ
καὶ πλήθει τὸ συνεπτυγμένον καὶ ἐν ἀνθρωπίνοις τε τὰ θεῖα καὶ ἐν ἐνύλοις
τὰ ἄϋλα καὶ τοῖς καθ' ἡμᾶς τὰ ὑπερούσια ταῖς ἐγγράφοις τε αὐτῶν καὶ
ἀγράφοις μυήσεσι κατὰ τοὺς ἱεροὺς ἡμῖν παρέδοσαν θεσμούς, οὐ τῶν
68
ἀνιέρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβόλων ἅπτεσθαι θεμιτόν, ἀλλ' ὅτι
καὶ συμβολική τίς ἐστιν ὅπερ ἔφην ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ' ἡμᾶς
ἱεραρχία δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ θειοτέραν
ἡμῶν ἀναγωγήν. Ἀνακεκαλυμμένοι δὲ ὅμως εἰσὶν οἱ τῶν συμβόλων λόγοι
τοῖς θείοις ἱεροτελεσταῖς, οὓς οὐ θεμιτὸν ἐξάγειν εἰς τοὺς ἔτι τελειουμένους
εἰδότας, ὡς οἱ τῶν ἱερῶν θεοπαραδότως νομοθέται ταῖς τῶν διακόσμων
εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσι καὶ ταῖς τοῦ ἑκάστῳ κατ' ἀξίαν προσ-
ήκοντος ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι τὴν ἱεραρχίαν διετάξαντο. Διὸ
καὶ ταῖς σαῖς ἱεραῖς ὁμολογίαις πεισθεὶς (ἀναμνῆσαι γὰρ αὐτῶν εὐαγές),
ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ
παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσεις ὁμο-
λογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι,
κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς
τελειωτικοῖς ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ
τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου.
{〈II.〉}
Εἴρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ' ἡμᾶς ἱεραρχίας
σκοπός· ἡ πρὸς θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ταύτης
δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπή-
σεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα. «Τηρήσει» γάρ φησιν «ὁ ἀγαπῶν
με τὸν λόγον μου, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν
ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Τίς οὖν ἐστιν ἀρχὴ τῆς
τῶν σεπτοτάτων ἐντολῶν ἱερουργίας, ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν
69
καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν
ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας λήξεως ἀναγωγὴν ἡμῶν ὁδοποίησις;
Ἡ τῆς ἱερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις. Ὡς γὰρ ὁ
κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη
κίνησις ἡ ἀγάπησίς ἐστι τοῦ θεοῦ, τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν
ἱερουργίαν τῶν θείων ἐντολῶν ἀρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως
ἡμᾶς ἀρρητοτάτη δημιουργία. Εἰ γὰρ τὸ εἶναι θείως ἐστὶν ἡ θεία γέννησις,
οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ
ὑπάρχειν ἐνθέως ἐσχηκώς. Ἢ οὐχὶ καὶ ἡμῖν (ἀνθρωπίνως φαμὲν) ὑπάρξαι
δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ' ἡμᾶς ὡς τοῦ μηδαμῶς ὄντος οὐδὲ
κίνησιν [ἀλλ' οὐδὲ ὕπαρξιν] ἔχοντος, τοῦ δέ που ὄντος ἐκεῖνα μόνον
ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν; Ἀλλὰ τοῦτο μὲν ὡς οἶμαι
σαφές.
Ἑξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεύσωμεν σύμβολα. Καί μοι
μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν ἰέτω. Καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις
αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς
ἐγχειρεῖν ἀβλαβές, εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία τὸν μὲν Ὀζίαν,
ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη, τὸν Κορὲ δέ, ὅτι τοῖς ὑπὲρ
αὐτὸν ἱεροῖς, τὸν δὲ Ναδάβ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἀπεχρήσατο.
70
{Μυστήριον φωτίσματος.}
〈1〉 Ὁ μὲν ἱεράρχης ἑκάστοτε τῇ πρὸς θεὸν ἀφομοιώσει «πάντας
ἀνθρώπους» ἐθέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» ἀνα-
κηρύττει πᾶσι τὰ ὄντως εὐαγγέλια· θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οἰκείας
ὄντα καὶ φυσικῆς ἀγαθότητος αὐτὸν ὡς ἡμᾶς ἀφικέσθαι διὰ φιλανθρωπίαν
ἀξιώσαντα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἑνω-
θέντα κατὰ τὴν αὐτῶν πρὸς θέωσιν ἐπιτηδειότητα. «Ὅσοι γὰρ ἔλαβον
αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς
τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ
θεοῦ ἐγεννήθησαν.»
〈2〉 Ὁ δὲ τούτων ἀγαπήσας τῶν ὄντως ὑπερκοσμίων τὴν ἱερὰν
μετουσίαν ἐλθὼν ἐπί τινα τῶν μεμυημένων πείθει μὲν αὐτὸν ἡγήσασθαι
τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλ-
λεται τοῖς παραδοθησομένοις καὶ ἀξιοῖ τῆς τε προσαγωγῆς αὐτοῦ καὶ
συμπάσης τῆς ἐπὶ τὸ ἑξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι. Τὸν δὲ τῆς
μὲν ἐκείνου σωτηρίας ἱερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματος ὕψος
ἀντιμετροῦντα τὸ ἀνθρώπινον φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται·
τελευτῶν δὲ ὅμως ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε καὶ πα-
ραλαβὼν αὐτὸν ἄγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυμον.
71
〈3〉 Ὁ δὲ μετ' εὐφροσύνης ὡς τὸ ἐπ' ὤμων πρόβατον εἰσδεξάμενος
τοῖν ἀνδροῖν ἐσέφθη μὲν πρῶτα διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς
προσκυνήσεως τὴν μίαν ἀγαθοεργέτιν ἀρχήν, ὑφ' ἧς τὰ καλούμενα κα-
λεῖται καὶ τὰ σωζόμενα σώζεται.
〈4〉 Εἶτα πᾶσαν ἱερὰν διακόσμησιν ἐπὶ συνεργίᾳ μὲν καὶ συνεορτάσει
τῆς τἀνδρὸς σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν
χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα
πᾶσι τοῖς τῆς ἐκκλησίας πληρώμασιν ἱερολογεῖ καὶ μετὰ τοῦτο τὴν ἱερὰν
ἀσπασάμενος τράπεζαν πρὸς τὸν ἄνδρα παρόντα πρόεισι καὶ πυνθάνεται
παρ' αὐτοῦ τί βουλόμενος ἥκοι. 〈5〉 Τοῦ δὲ θεοφιλῶς αἰτιασαμένου κατὰ
τὴν τοῦ ἀναδόχου παράδοσιν τὴν ἀθεότητα τὴν ἀγνωσίαν τοῦ ὄντως
καλοῦ τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς
αὐτοῦ μεσιτείας θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν
ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι
θεῷ, καὶ τὴν ἔνθεον αὐτῷ πολιτείαν ὑφηγησάμενος καὶ προσερωτήσας,
εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ
τὴν χεῖρα καὶ σφραγισάμενος ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν
ἄνδρα καὶ τὸν ἀνάδοχον.
〈6〉 Τῶν δὲ ἀπογραψαμένων εὐχὴν ἱερὰν ποιεῖται, καὶ ταύτην ἁπάσης
αὐτῷ τῆς ἐκκλησίας συμπληρωσάσης ὑπολύει μὲν αὐτὸν καὶ ἀπαμφιέν-
72
νυσι διὰ τῶν λειτουργῶν. Εἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα καὶ τὰς
χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν ἐμφυσῆσαι
μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ καὶ προσέτι τὰ τῆς ἀποταγῆς
ὁμολογῆσαι, καὶ τρὶς αὐτῷ τὴν ἀποταγὴν μαρτυρόμενος ὁμολογήσαντα
τρὶς τοῦτο μετάγει πρὸς ἕω καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα καὶ τὰς
χεῖρας ἀνατείναντα κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς
θεοπαραδότοις ἱερολογίαις. 〈7〉 Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος μαρτύ-
ρεται πάλιν αὐτῷ τρὶς τὴν ὁμολογίαν, καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογή-
σαντος ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ. Καὶ τελείως ἀπαμφιεσάντων
αὐτὸν τῶν λειτουργῶν κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον
ἔλαιον, ὁ δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος τὸ λοιπὸν
τοῖς ἱερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς αὐτὸς ἐπὶ τὴν μητέρα
τῆς υἱοθεσίας ἔρχεται καὶ τὸ ταύτης ὕδωρ ἱεραῖς ἐπικλήσεσι καθαγιάσας
καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ
καὶ ταῖς τοῦ μύρου πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν
θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος κελεύει
τὸν ἄνδρα προσκομισθῆναι. Καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν
τε καὶ τὸν ἀνάδοχον ἀνακηρύξαντος ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος
ἄγεται πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα χειραγωγούμενος, ὁ δὲ ἱεράρχης
ἄνωθεν ἑστηκὼς ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἱεράρχου κατὰ τὸ ὕδωρ
τὸ ὄνομα τοῦ τελουμένου τῶν ἱερέων, τρὶς μὲν αὐτὸν [ὁ ἱεράρχης]
73
βαπτίζει ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν
τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν· καὶ παραλαβόν-
τες αὐτὸν οἱ ἱερεῖς ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ
ἡγεμόνι καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον
ἐπὶ τὸν ἱεράρχην αὖθις ἄγουσιν. Ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν
ἄνδρα σφραγισάμενος μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἱεροτελεστικωτάτης
εὐχαριστίας. 〈8〉 Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου
πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν ὡς κατὰ μηδένα καιρὸν
ἢ τρόπον ἐπ' ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ' ἀπὸ θείων
εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ πνεύματι μεταταττόμενος.
{Θεωρία.}
〈1〉 Αὕτη μὴν ὡς ἐν συμβόλοις ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας οὐδὲν
ἀπρεπὲς ἢ ἀνίερον οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ' ἀξιοθέου
θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις ἐνεικονι-
ζόμενα. Τί γὰρ ἂν φανείη διαμαρτάνουσα καὶ τοῦ θειοτέρου λόγου τῶν
τελουμένων σεσιγημένου πειθοῖ καὶ θεορρημοσύνῃ τὴν τοῦ προσιόντος
εὐζωΐαν ἱερῶς διαπραγματευομένη καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι' ἐν-
αρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν τῇ δι' ὕδατος φυσικῇ καθάρσει
σωματικώτερον αὐτῷ διαγγέλλουσα; Ταύτῃ δ' οὖν, εἰ καὶ μηδέν τι
θειότερον εἶχεν ἡ τῶν τελουμένων συμβολικὴ παράδοσις, οὐκ ἀνίερος ἦν
ὡς οἶμαι διδασκαλίαν μὲν εὐθέτου ζωῆς εἰσηγουμένη, τὴν παντελῆ δὲ τῆς
74
ἐν κακίᾳ πολιτείας ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς
δι' ὕδατος αἰνισσομένη. 〈2〉 Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγω-
γικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος ὡς θέμις
ἀποδιαστέλλουσα καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσι τὴν ἐναρ-
μόνιον ἀναγωγήν, ἡμεῖς δὲ ἀναβάσεσιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων
ἀρχὰς ἀναβλέψαντες καὶ ταύτας ἱερῶς μυηθέντες ἐπιγνωσόμεθα, τίνων
εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα καὶ τίνων ἀφανῶν αἱ εἰκόνες. Ἔστι
γάρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαφῶς διηγό-
ρευται, τὰ μὲν αἰσθητῶς ἱερὰ τῶν νοητῶν ἀπεικονίσματα καὶ ἐπ' αὐτὰ
χειραγωγία καὶ ὁδός, τὰ δὲ νοητὰ τῶν κατ' αἴσθησιν ἱεραρχικῶν ἀρχὴ
καὶ ἐπιστήμη.
〈3〉 Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ
κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας
ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις.
Εἰτ' οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος
αὐτεξουσιότης κακίας ἔρωτι συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ
πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ
ἀποστάντος ἀλλ' ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ ἀποστρεφομένῃ
προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς
ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ' αὐτὴν ὄψιν αὐγὰς
ἀντωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς
οὐδέν, αὐτὴ δὲ τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ
ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι' ἑαυτὴν ἀποτεύ-
75
ξεται. Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον
ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ καὶ ἀεὶ
πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου. Πρὸς ταύτην
ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν τὰς φωτοειδεῖς αὐτοῦ τῆς
ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν καὶ τὸν προσιόντα
φωτίσαι θεομιμήτως ἑτοιμότατος ὢν οὐ φθόνῳ οὐδὲ ἀνιέρῳ τῆς προτέρας
ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ' ἐνθέως ἀεὶ τοῖς προσιοῦσι
ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει καὶ
ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἱερὰ συμμετρίας.
〈4〉 Ἀλλ' εἴπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ' ἣν ἑαυτῶν
ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνα-
τρέχων ἐν ἀρχῇ μέν, ὅστις ποτέ ἐστιν, αὐτὸς ὄψεται καὶ τοῦτο λήψεται
πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον. Ὁ δὲ τὰ οἰκεῖα
καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας τῶν ἀλαμπῶν μὲν ἀπο-
φοιτήσει τῆς ἀγνωσίας μυχῶν, τῆς θεοῦ δὲ τελεωτάτης ἑνώσεως καὶ
μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ
τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι' ἐκείνων ἐπὶ τὰ πρώτιστα
καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀνα-
χθήσεται. Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσ-
ιόντος αἰδὼς καὶ τῶν καθ' ἑαυτὸν ἐπιγνωμοσύνη τῆς ἐπὶ τὸν ἱεράρχην
ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα. Τὸν δ' οὕτως ἀναγόμενον ἡ θεία
μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται καὶ τοῦ οἰκείου φωτὸς
ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν
76
τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως, ὧν ἐστι σύμβολον
ἱερὸν ἡ τοῦ ἱεράρχου τῷ προσιόντι δωρουμένη σφραγὶς καὶ τῶν ἱερέων
ἡ σωτηριώδης ἀπογραφὴ τοῖς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα καὶ
μνημοσύνοις ἱεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς
ζωοποιοῦ πρὸς ἀλήθειαν πορείας τὸν μὲν ἐραστὴν ἀληθῆ καὶ συνοπαδὸν
ἡγεμόνος ἐνθέου, τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπο-
μένου χειραγωγόν.
〈5〉 Ἀλλ' οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν οὐδὲ τὸν
κοινωνίαν τινὰ πρὸς τὸ ἓν ἐσχηκότα μεριστὰς ἔχειν ζωάς, εἰ τῆς τοῦ ἑνὸς
ἀντέχεται βεβαίας μεθέξεως, ἀλλ' ἄσχετον εἶναι καὶ ἀκατάτακτον ἐν
πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν. Ὅπερ ἡ τῶν συμβόλων παράδοσις
ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα
καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ
ἀνυπόδετον ἵστησι πρὸς δυσμὰς ἀφορῶντα καὶ τῇ τῶν χειρῶν ἀπώσει
τὰς τῆς ἀλαμποῦς κακίας ἀναινόμενον κοινωνίας καὶ τὴν ἐγγενομένην
αὐτῷ τῆς ἀνομοιότητος ἕξιν ὥσπερ ἐκπνέοντα καὶ τὰς ὁλικὰς ὁμολογή-
σαντα πρὸς τὸ τοῦ θεοειδοῦς ἐναντίον ἀποταγάς. Οὕτω παντελῶς ἄσ-
χετον αὐτὸν καὶ ἀκοινώνητον γεγονότα πρὸς ἕω μετάγει τὴν ἐν τῷ θείῳ
φωτὶ στάσιν τε καὶ ἀνάνευσιν ἔσεσθαι καθαρῶς ἐν τῇ παντελεῖ τῆς κακίας
ἀποφοιτήσει διαγγέλλουσα καὶ τὰς ἱερὰς αὐτοῦ τῆς πρὸς τὸ ἓν ὁλικῆς
συννεύσεως ὁμολογίας ἑνοειδοῦς γενομένου φιλαλήθως ἀποδεχομένη.
Ἀλλ' ἔστι που δῆλον ὡς οἶμαι τοῖς τῶν ἱεραρχικῶν ἐπιστήμοσιν, ὅτι
77
ταῖς διηνεκέσιν ἐν συντονίᾳ πρὸς τὸ ἓν ἀνατάσεσι καὶ ταῖς τῶν ἐναντίων
ὁλικαῖς νεκρώσεσι καὶ ἀνυπαρξίαις τὸ ἀναλλοίωτον ἴσχει τὰ νοερὰ τῆς
θεοειδοῦς ἕξεως. Οὐ γὰρ ἀναχωρῆσαι χρὴ μόνον ἀπὸ κακίας ἁπάσης,
ἀλλὰ καὶ ἀρρενωπῶς ἀμάλθακτον εἶναι καὶ ἀφόβητον ἀεὶ πρὸς τὴν ἐπ'
αὐτὴν ὀλέθριον ὕφεσιν οὐδὲ τοῦ ἱεροῦ τῆς ἀληθείας ἔρωτος ἐν καταλήξει
ποτὲ γενέσθαι, προσεχῶς δὲ καὶ αἰωνίως ἐπ' αὐτὴν ὅση δύναμις ἀνατεί-
νεσθαι τὴν ἐπὶ τὰ τελεώτερα τῆς θεαρχίας ἀναγωγὴν ἱερῶς ἀεὶ δια-
πραγματευόμενον. 〈6〉 Ὁρᾷς δὲ τὰς τούτων ἀκριβεῖς εἰκόνας ἐν τοῖς
ἱεραρχικῶς τελουμένοις. Ὁ μὲν γὰρ θεοειδὴς ἱεράρχης ἀπάρχεται τῆς
ἱερᾶς ἀλοιφῆς, οἱ δὲ ἱερεῖς ὑπ' αὐτῷ τελοῦσι τὴν τῆς χρίσεως ἱερουργίαν
ἐπὶ τοὺς ἱεροὺς ἐν τύπῳ τὸν τελούμενον ἀγῶνας ἐκκαλούμενοι, καθ' οὓς
ὑπ' ἀθλοθέτῃ Χριστῷ γινόμενος, ἐπειδὴ ὡς θεός ἐστι τῆς ἀθλοθεσίας
δημιουργός, ὡς σοφὸς δὲ τοὺς νόμους αὐτῆς τέθεικεν, εἰργάσατο δὲ ὡς
καλὸς εὐπρεπῆ τοῖς νικῶσι τὰ ἔπαθλα, καὶ τὸ ἔτι θειότερον· ἐπείπερ ὡς
ἀγαθὸς ἐν τοῖς ἀθληταῖς ἐγεγόνει μετ' αὐτῶν ἱερῶς ὑπὲρ τῆς αὐτῶν
ἐλευθερίας καὶ νίκης πρὸς τὸ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀγωνιζόμενος
κράτος, τοῖς μὲν ἀγῶσιν ὡς θείοις ὁ τελούμενος ἐπιβήσεται χαίρων, ἐμμενεῖ
δὲ ταῖς τοῦ σοφοῦ νομοθεσίαις καὶ κατ' αὐτὰς ἀπαραβάτως ἀγωνιεῖται
πρὸς τὴν τῶν καλῶν ἐπάθλων ἐλπίδα βεβαίως ἔχων ὑπ' ἀγαθῷ τῆς
ἀθλοθεσίας κυρίῳ καὶ ἡγεμόνι ταττόμενος, ἐπιβὰς δὲ τοῖς θείοις ἴχνεσι
τοῦ ἀθλητῶν πρώτου δι' ἀγαθότητα ταῖς θεομιμήτοις ἀθλήσεσι τὰς πρὸς
θέωσιν ἐναντίας αὐτῷ καταπαλαίσας ἐνεργείας τε καὶ ὑπάρξεις συν-
αποθνήσκει Χριστῷ μυστικῶς εἰπεῖν τῇ ἁμαρτίᾳ κατὰ τὸ βάπτισμα.
〈7〉 Καί μοι συνετῶς ἐννόει τὰ ἱερὰ μεθ' ὅσης οἰκειότητος ἔχει τὰ
σύμβολα. Καὶ γὰρ ἐπειδὴ θάνατός ἐστιν ἐφ' ἡμῶν οὐ τῆς οὐσίας ἀν-
78
υπαρξία κατὰ τὸ δόξαν ἑτέροις ἀλλ' ἡ τῶν ἡνωμένων διάκρισις εἰς τὸ
ἡμῖν ἀφανὲς ἄγουσα τὴν ψυχὴν μὲν ὡς ἐν στερήσει σώματος ἀειδῆ
γινομένην, τὸ σῶμα δὲ ὡς ἐν γῇ καλυπτόμενον ἢ καθ' ἑτέραν τινὰ τῶν
σωματοειδῶν ἀλλοιώσεων ἐκ τῆς κατ' ἄνθρωπον ἰδέας ἀφανιζόμενον,
οἰκείως ἡ δι' ὕδατος ὁλικὴ κάλυψις εἰς τὴν τοῦ θανάτου καὶ τοῦ τῆς
ταφῆς ἀειδοῦς εἰκόνα παρείληπται. Τὸν οὖν ἱερῶς βαπτιζόμενον ἡ συμ-
βολικὴ διδασκαλία μυσταγωγεῖ ταῖς ἐν τῷ ὕδατι τρισὶ καταδύσεσι τὸν
θεαρχικὸν τῆς τριημερονύκτου ταφῆς Ἰησοῦ τοῦ ζωοδότου μιμεῖσθαι
θάνατον ὡς ἐφικτὸν ἀνδράσι τὸ θεομίμητον, ἐν ᾧ κατὰ τὴν τοῦ λογίου
μυστηριώδη καὶ κρυφίαν παράδοσιν οὐδὲν εὕρηκεν ὁ τοῦ κόσμου ἄρχων.
〈8〉 Ἑξῆς δὲ φωτοειδεῖς ἐσθῆτας ἐπιβάλλουσι τῷ τελουμένῳ. Τῇ γὰρ
ἀνδρικῇ καὶ θεοειδεῖ τῶν ἐναντίων ἀπαθείᾳ καὶ τῇ πρὸς τὸ ἓν ἐν συντονίᾳ
συννεύσει τὸ ἄκοσμον κοσμεῖται καὶ τὸ ἀνείδεον εἰδοποιεῖται τῇ φωτοειδεῖ
καθόλου ζωῇ λαμπρυνόμενον. Ἡ δὲ τοῦ μύρου τελειωτικὴ χρῖσις εὐώδη
ποιεῖ τὸν τετελεσμένον. Ἡ γὰρ ἱερὰ τῆς θεογενεσίας τελείωσις ἑνοῖ τὰ
τελεσθέντα τῷ θεαρχικῷ πνεύματι. Τὴν δὲ νοητῶς εὐωδοποιὸν καὶ τε-
λεσιουργὸν ἐπιφοίτησιν ἀρρητοτάτην οὖσαν ἐπιγνῶναι νοερῶς παρίημι
τοῖς ἠξιωμένοις τῆς κατὰ νοῦν τοῦ θείου πνεύματος ἱερᾶς καὶ θεουργοῦ
κοινωνίας. Ἐν τέλει δὲ πάντων ὁ ἱεράρχης ἐπὶ τὴν ἱερωτάτην εὐχαριστίαν
καλεῖ τὸν τετελεσμένον καὶ τῆς τῶν τελεστικῶν μυστηρίων αὐτῷ μετα-
δίδωσι κοινωνίας.
79
{〈III.〉}
Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι
τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν
κλεινὸν ἡμῶν καθηγεμόνα τελετῶν τελετὴ καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν
ἱερογραφικῶς ἐκθέμενον ἐκ τῆς ἐνθέου κατὰ τὰ λόγια καὶ ἱεραρχικῆς
ἐπιστήμης ἐπὶ τὴν ἱερὰν αὐτῆς ἀναχθῆναι τῷ θεαρχικῷ πνεύματι θεω-
ρίαν.
Καὶ πρῶτόν γε τοῦτο ἱερῶς ἐποπτεύσωμεν, ὅτου δὴ ἕνεκα τὸ κοινὸν
καὶ ταῖς ἄλλαις ἱεραρχικαῖς τελεταῖς ἐκκρίτως αὐτῇ παρὰ τὰς λοιπὰς
ἀνατέθειται καὶ ἑνιαίως ἀνηγόρευται κοινωνία τε καὶ σύναξις ἑκάστης
ἱεροτελεστικῆς πραγματείας καὶ τὰς μεριστὰς ἡμῶν ζωὰς εἰς ἑνοειδῆ
θέωσιν συναγούσης καὶ τῇ τῶν διαιρετῶν θεοειδεῖ συμπτύξει τὴν πρὸς
τὸ ἓν κοινωνίαν καὶ ἕνωσιν δωρουμένης. Φαμὲν δέ, ὅτι ταῖς τῶν ἄλλων
ἱεραρχικῶν συμβόλων μεθέξεσιν ἡ τελείωσις ἐκ τῶν ταύτης θεαρχικῶν
καὶ τελειωτικῶν ἔνεστι δωρεῶν. Οὐ γὰρ ἔνεστιν σχεδόν τινα τελεσθῆναι
τελετὴν ἱεραρχικὴν μὴ τῆς θειοτάτης εὐχαριστίας ἐν κεφαλαίῳ τῶν καθ'
ἕκαστα τελουμένων τὴν ἐπὶ τὸ ἓν τοῦ τελεσθέντος ἱερουργούσης συν-
αγωγὴν καὶ τῇ θεοπαραδότῳ δωρεᾷ τῶν τελειωτικῶν μυστηρίων τελε-
σιουργούσης αὐτοῦ τὴν πρὸς θεὸν κοινωνίαν. Εἰ τοίνυν ἑκάστη τῶν
ἱεραρχικῶν τελετῶν ἀτελὴς μὲν οὖσα τὴν πρὸς τὸ ἓν ἡμῶν κοινωνίαν καὶ
σύναξιν οὐ τελεσιουργήσει καὶ τὸ εἶναι τελετὴ διὰ τὸ ἀτέλεστον ἀφῃρη-
μένη, τὸ δὲ τέλος ἁπάσῃ καὶ τὸ κεφάλαιον ἡ τῶν θεαρχικῶν μυστηρίων
τῷ τελουμένῳ μετάδοσις, εἰκότως ἡ ἱεραρχικὴ σύνεσις ἐπωνυμίαν αὐτῇ
κυρίαν ἐκ τῆς τῶν πραγμάτων ἀληθείας ἐφεῦρεν. Οὕτω δὴ καὶ τὴν ἱερὰν
τῆς θεογενεσίας τελετήν, ἐπειδὴ πρώτου φωτὸς μεταδίδωσι καὶ πασῶν
ἐστιν ἀρχὴ τῶν θείων φωταγωγιῶν, ἐκ τοῦ τελουμένου τὴν ἀληθῆ τοῦ
80
φωτίσματος ἐπωνυμίαν ὑμνοῦμεν. Εἰ γὰρ καὶ πᾶσι κοινὸν τοῖς ἱεραρχικοῖς
τὸ φωτὸς ἱεροῦ μεταδιδόναι τοῖς τελουμένοις, ἀλλ' αὕτη τὸ πρώτως ἰδεῖν
ἐδωρήσατό μοι καὶ διὰ τοῦ ταύτης ἀρχικωτάτου φωτὸς πρὸς τὴν τῶν
ἄλλων ἱερῶν ἐποψίαν φωταγωγοῦμαι. Ταῦτα δὲ εἰπόντες ἀνασκεψώμεθα
καὶ κατίδωμεν ἱεραρχικῶς τὴν καθ' ἕκαστον ἀκριβῆ τῆς ἁγιωτάτης τε-
λετῆς ἱερουργίαν καὶ θεωρίαν.
{Μυστήριον συνάξεως εἴτ' οὖν κοινωνίας.}
Ὁ μὲν ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τοῦ θείου θυσιαστηρίου τελέσας, ἐξ
αὐτοῦ τοῦ θυμιᾶν ἀρξάμενος ἐπὶ πᾶσαν ἔρχεται τὴν τοῦ ἱεροῦ χώρου
περιοχήν· ἀναλύσας δὲ πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον ἀπάρχεται τῆς
ἱερᾶς τῶν ψαλμῶν μελῳδίας συνᾳδούσης αὐτῷ τὴν ψαλμικὴν ἱερολογίαν
ἁπάσης τῆς ἐκκλησιαστικῆς διακοσμήσεως. Ἑξῆς δὲ διὰ τῶν λειτουργῶν
ἡ τῶν ἁγιογράφων δέλτων ἀνάγνωσις ἀκολούθως γίνεται, καὶ μετὰ
ταύτας ἔξω γίνονται τῆς ἱερᾶς περιοχῆς οἱ κατηχούμενοι καὶ πρὸς αὐτοῖς
οἱ ἐνεργούμενοι καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἱ τῆς τῶν θείων
ἐποψίας καὶ κοινωνίας ἄξιοι. Τῶν λειτουργῶν δὲ οἱ μὲν ἑστᾶσι παρὰ τὰς
τοῦ ἱεροῦ πύλας συγκεκλεισμένας, οἱ δὲ ἄλλο τι τῶν τῆς οἰκείας τάξεως
ἐνεργοῦσιν, οἱ δὲ τῆς λειτουργικῆς διακοσμήσεως ἔκκριτοι σὺν τοῖς ἱερεῦ-
σιν ἐπὶ τοῦ θείου θυσιαστηρίου προτιθέασι τὸν ἱερὸν ἄρτον καὶ «Τὸ τῆς
εὐλογίας ποτήριον» προομολογηθείσης ὑπὸ παντὸς τοῦ τῆς ἐκκλησίας
πληρώματος τῆς καθολικῆς ὑμνολογίας. Πρὸς οἷς ὁ θεῖος ἱεράρχης εὐχὴν
81
ἱερὰν τελεῖ καὶ τὴν ἁγίαν εἰρήνην ἅπασι διαγγέλλει, καὶ ἀσπασαμένων
ἀλλήλους ἁπάντων ἡ μυστικὴ τῶν ἱερῶν πτυχῶν ἀνάρρησις ἐπιτελεῖται·
καὶ νιψαμένων τὰς χεῖρας ὕδατι τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ὁ μὲν
ἱεράρχης ἐν μέσῳ τοῦ θείου θυσιαστηρίου καθίσταται, περιεστᾶσι δὲ
μόνοι μετὰ τῶν ἱερέων οἱ τῶν λειτουργῶν ἔκκριτοι. Καὶ τὰς ἱερὰς θεουρ-
γίας ὁ ἱεράρχης ὑμνήσας ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ' ὄψιν ἄγει τὰ
ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων, καὶ τὰς δωρεὰς τῶν
θεουργιῶν ὑποδείξας εἰς κοινωνίαν αὐτῶν ἱερὰν αὐτός τε ἔρχεται καὶ
τοὺς ἄλλους προτρέπεται. Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς
κοινωνίας εἰς εὐχαριστίαν ἱερὰν καταλήγει τῶν πολλῶν μὲν εἰς μόνα τὰ
θεῖα σύμβολα παρακυψάντων, αὐτοῦ δὲ ἀεὶ τῷ θεαρχικῷ πνεύματι πρὸς
τὰς ἁγίας τῶν τελουμένων ἀρχὰς ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν
ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου.
{Θεωρία.}
〈1〉 Δεῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ
τὴν θεοειδῆ τῶν ἀρχετύπων ἀλήθειαν ἐκεῖνο τοῖς ἔτι τελειουμένοις εἰς
ἐναρμόνιον αὐτῶν ψυχαγωγίαν εἰπών, ὡς οὐδὲ τῶν συμβόλων ἡ ποικίλη
καὶ ἱερὰ σύνθεσις ἀνόνητος αὐτοῖς ὑπάρχει καὶ μέχρι τῶν ἐκτὸς φαινομένη
μόνον. Αἱ μὲν γὰρ ἱερώταται τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις διδα-
σκαλίαν αὐτοῖς ἐναρέτου ζωῆς ὑφηγοῦνται καὶ πρό γε τούτου τὴν
παντελῆ τῆς φθοροποιοῦ κακίας ἀποκάθαρσιν, ἡ δὲ θειοτάτη τοῦ ἑνὸς
καὶ ταὐτοῦ καὶ ἄρτου καὶ ποτηρίου κοινὴ καὶ εἰρηναία μετάδοσις ὁμο-
τροπίαν αὐτοῖς ἔνθεον ὡς ὁμοτρόφοις νομοθετεῖ καὶ τοῦ θειοτάτου δείπ-
νου καὶ ἀρχισυμβόλου τῶν τελουμένων εἰς μνήμην ἱερὰν ἄγει, καθ' ὃ καὶ
82
αὐτὸς ὁ τῶν συμβόλων δημιουργὸς ἀποκληροῖ δικαιότατα τὸν οὐχ ὁσίως
αὐτῷ καὶ ὁμοτρόπως τὰ ἱερὰ συνδειπνήσαντα διδάσκων εὐαγῶς τε ἅμα
καὶ θεοπρεπῶς, ὡς ἡ καθ' ἕξιν ἀληθὴς ἐπὶ τὰ θεῖα προσέλευσις τὴν πρὸς
τὸ ὅμοιον αὐτῶν κοινωνίαν τοῖς προσιοῦσι χαρίζεται.
〈2〉 Ταῦτα μὲν οὖν ὡς ἔφην ἐπὶ τὰ τῶν ἀδύτων προπύλαια καλῶς
διαγεγραμμένα τοῖς ἀτελέσιν ἔτι πρὸς θεωρίαν αὐτάρκη καταλιπόντες
εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια κατὰ τὴν ἱερὰν ἡμῶν σύναξιν,
καὶ τὴν εὐπρεπῆ τῶν νοητῶν Ἰησοῦ φωταγωγοῦντος ὀψόμεθα θεωρίαν
τὸ μακάριον ἀποστίλβουσαν ἐμφανῶς τῶν ἀρχετύπων κάλλος. Ἀλλ' ὦ
θειοτάτη καὶ ἱερὰ τελετή, τὰ περικείμενά σοι συμβολικῶς ἀμφιέσματα
τῶν αἰνιγμάτων ἀποκαλυψαμένη τηλαυγῶς ἡμῖν ἀναδείχθητι καὶ τὰς
νοερὰς ἡμῶν ὄψεις ἑνιαίου καὶ ἀπερικαλύπτου φωτὸς ἀποπλήρωσον.
〈3〉 Δεῖ δὴ οὖν ἡμᾶς (ἐντὸς γὰρ εἶναι τῶν πανιέρων οἴομαι) τὸ νοητὸν
τοῦ πρώτου τῶν ἀγαλμάτων ἀπογυμνώσαντας εἰς τὸ θεοειδὲς αὐτοῦ
κάλλος ἐνατενίσαι καὶ τὸν ἱεράρχην ἐνθέως ἰδεῖν ἀπὸ τοῦ θείου θυσιαστη-
ρίου μέχρι τῶν ἐσχάτων τοῦ ἱεροῦ μετ' εὐοσμίας ἰόντα καὶ πάλιν ἐπ'
αὐτῷ τελειωτικῶς ἀποκαθιστάμενον. Ἥ τε γὰρ ὑπὲρ πάντα θεαρχικὴ
μακαριότης, εἰ καὶ ἀγαθότητι θείᾳ πρόεισιν εἰς τὴν τῶν μετεχόντων
αὐτῆς ἱερῶν κοινωνίαν, ἀλλ' οὐκ ἔξω τῆς κατ' οὐσίαν ἀκινήτου στάσεως
καὶ ἱδρύσεως γίνεται, πᾶσι δὲ τοῖς θεοειδέσιν ἀναλόγως ἐλλάμπει περὶ
ἑαυτὴν ὄντως οὖσα καὶ τῆς οἰκείας ὅλως οὐ παρακινουμένη ταὐτότητος.
Ὡσαύτως ἡ θεία τῆς συνάξεως τελετή, κἂν ἑνιαίαν καὶ ἁπλῆν ἔχουσα καὶ
συνεπτυγμένην ἀρχὴν εἰς τὴν ἱερὰν ποικιλίαν τῶν συμβόλων φιλαν-
83
θρώπως πληθύνηται καὶ μέχρι πάσης χωρῇ τῆς ἱεραρχικῆς εἰκονογρα-
φίας, ἀλλ' ἑνοειδῶς ἐκ τούτων αὖθις εἰς τὴν οἰκείαν μονάδα συνάγεται
καὶ ἑνοποιεῖ τοὺς ἐπ' αὐτὴν ἱερῶς ἀναγομένους. Κατὰ τὸν αὐτὸν δὴ
θεοειδῆ τρόπον ὁ θεῖος ἱεράρχης, εἰ καὶ τὴν ἑνιαίαν αὐτοῦ τῆς ἱεραρχίας
ἐπιστήμην ἀγαθοειδῶς εἰς τοὺς ὑποβεβηκότας κατάγει τοῖς τῶν ἱερῶν
αἰνιγμάτων πλήθεσι χρώμενος, ἀλλ' αὖθις ὡς ἀπόλυτος καὶ τοῖς ἥττοσιν
ἀκατάσχετος εἰς τὴν οἰκείαν ἀρχὴν ἀμειώτως ἀποκαθίσταται καὶ τὴν εἰς
τὸ ἓν ἑαυτοῦ νοερὰν ποιησάμενος εἴσοδον ὁρᾷ καθαρῶς τοὺς τῶν τελου-
μένων ἑνοειδεῖς λόγους τῆς ἐπὶ τὰ δεύτερα φιλανθρώπου προόδου τὸ
πέρας τὴν εἰς τὰ πρῶτα θειοτέραν ἐπιστροφὴν ποιούμενος.
〈4〉 Ἡ δὲ τῶν ψαλμῶν ἱερολογία συνουσιωμένη πᾶσι σχεδὸν τοῖς
ἱεραρχικοῖς μυστηρίοις οὐκ ἤμελλεν ἀπηρτῆσθαι τοῦ πάντων ἱεραρχικω-
τάτου. Πᾶσα μὲν γὰρ ἱερὰ καὶ ἁγιόγραφος δέλτος ἢ τὴν ἐκ θεοῦ τῶν
ὄντων γενητὴν ὕπαρξίν τε καὶ διακόσμησιν ἢ τὴν νομικὴν ἱεραρχίαν καὶ
πολιτείαν ἢ τῶν τοῦ θείου λαοῦ κληροδοσιῶν διανεμήσεις καὶ κατασχέ-
σεις ἢ κριτῶν ἱερῶν ἢ βασιλέων σοφῶν ἢ ἱερέων ἐνθέων σύνεσιν ἢ
παλαιῶν ἀνδρῶν ἐν ποικιλίᾳ καὶ πλήθει τῶν ἀνιώντων ἀκατάσειστον ἐν
καρτερίᾳ φιλοσοφίαν ἢ τῶν πρακτέων σοφὰς ὑποθήκας ἢ θείων ἐρώτων
ᾄσματα καὶ ἐνθέους εἰκόνας ἢ τῶν ἐσομένων τὰς ὑποφητικὰς προαναρρή-
σεις ἢ τὰς ἀνδρικὰς Ἰησοῦ θεουργίας ἢ τὰς τῶν αὐτοῦ μαθητῶν θεοπα-
ραδότους καὶ θεομιμήτους πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν
καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν
ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς θέωσιν ἐπιτηδείοις ὑφηγήσατο
84
καὶ ταῖς ἱεραῖς τῶν τελετῶν καὶ θεοειδέσιν ἀναγωγαῖς συνερρίζωσεν, ἡ
δὲ τῶν θείων ᾠδῶν ἱερογραφία σκοπὸν ἔχουσα τὰς θεολογίας τε καὶ
θεουργίας ἁπάσας ὑμνῆσαι καὶ τὰς τῶν θείων ἀνδρῶν ἱερολογίας τε καὶ
ἱερουργίας αἰνέσαι καθολικὴν ποιεῖται τῶν θείων ᾠδὴν καὶ ἀφήγησιν
πρὸς πάσης ἱεραρχικῆς τελετῆς ὑποδοχὴν καὶ μετάδοσιν ἕξιν οἰκείαν
ἐμποιοῦσα τοῖς ἐνθέως αὐτὴν ἱερολογοῦσιν.
〈5〉 Ὅταν οὖν ἡ περιεκτικὴ τῶν πανιέρων ὑμνολογία τὰς ψυχικὰς
ἡμῶν ἕξεις ἐναρμονίως διαθῇ πρὸς τὰ μικρὸν ὕστερον ἱερουργηθησόμενα
καὶ τῇ τῶν θείων ᾠδῶν ὁμοφωνίᾳ τὴν πρὸς τὰ θεῖα καὶ ἑαυτοὺς καὶ
ἀλλήλους ὁμοφροσύνην ὡς μιᾷ καὶ ὁμολόγῳ τῶν ἱερῶν χορείᾳ νομο-
θετήσῃ, τὰ συντετμημένα καὶ συνεσκιασμένα μᾶλλον ἐν τῇ νοερᾷ τῶν
ψαλμῶν ἱερολογίᾳ διὰ πλειόνων καὶ σαφεστέρων εἰκόνων καὶ ἀναρ-
ρήσεων εὐρύνεται ταῖς ἱερωτάταις τῶν ἁγιογράφων συντάξεων ἀνα-
γνώσεσιν. Ἐν ταύταις ὁ βλέπων ἱερῶς ὄψεται τὴν ἑνοειδῆ καὶ μίαν
ἔμπνευσιν ὡς ὑφ' ἑνὸς τοῦ θεαρχικοῦ πνεύματος κεκινημένην. Ὅθεν εἰ-
κότως ἐν κόσμῳ μετὰ τὴν ἀρχαιοτέραν παράδοσιν ἡ καινὴ διαθήκη
κηρύσσεται τῆς ἐνθέου καὶ ἱεραρχικῆς τάξεως ἐκεῖνο οἶμαι δηλούσης, ὡς
ἡ μὲν ἔφη τὰς ἐσομένας Ἰησοῦ θεουργίας ἡ δὲ ἐτέλεσε, καὶ ὡς ἐκείνη μὲν
ἐν εἰκόσι τὴν ἀλήθειαν ἔγραψεν, αὕτη δὲ παροῦσαν ὑπέδειξεν. Τῶν γὰρ
ἐκείνης προαναρρήσεων ἡ κατὰ ταύτην τελεσιουργία τὴν ἀλήθειαν
ἐπιστώσατο, καὶ ἔστι τῆς θεολογίας ἡ θεουργία συγκεφαλαίωσις.
〈6〉 Τούτων οἱ μὲν ἀπερισάλπιγκτοι καθόλου τῶν ἱερῶν τελετῶν οὐδὲ
τὰς εἰκόνας ὁρῶσιν ἀναιδῶς ἀπειπάμενοι τὴν σωτηριώδη τῆς θεογενεσίας
μύησιν καὶ τοῖς λογίοις ὀλεθρίως ἀντιφθεγξάμενοι τὸ «Ὁδούς σου εἰδέναι
οὐ βούλομαι»· τοὺς δὲ κατηχουμένους ἐνεργουμένους τε καὶ τοὺς ἐν
μετανοίᾳ ὄντας ὁ τῆς ἁγίας ἱεραρχίας θεσμὸς ἐφίησι μὲν ἐπακοῦσαι τῆς
85
ψαλμικῆς ἱερολογίας καὶ τῆς ἐνθέου τῶν πανιέρων γραφῶν ἀναγνώσεως,
εἰς δὲ τὰς ἑξῆς ἱερουργίας καὶ θεωρίας οὐ συγκαλεῖται τούτους, ἀλλὰ
τοὺς τελείους τῶν τελεσιουργῶν ὀφθαλμούς. Ἔστι γὰρ ἡ θεοειδὴς ἱεραρ-
χία δικαιοσύνης ἱερᾶς ἀνάπλεως καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ σωτηρίως
ἀπονέμει, τὴν ἐναρμόνιον ἑκάστου τῶν θείων μέθεξιν ἐν συμμετρίᾳ καὶ
ἀναλογίᾳ κατὰ καιρὸν ἱερῶς δωρουμένη. Ἡ μὲν οὖν ἐσχάτη τοῖς κατη-
χουμένοις ἀπονενέμηται τάξις. Εἰσὶ γὰρ ἀμέθεκτοι καὶ ἀμύητοι παντὸς
ἱεραρχικοῦ τελεστηρίου μηδὲ τὴν κατὰ θείαν ἀπότεξιν ἔνθεον ἐσχηκότες
ὕπαρξιν, ἀλλ' ἔτι πρὸς τῶν πατρικῶν λογίων μαιευόμενοι καὶ ζωοποιοῖς
μορφώμασι διαπλαττόμενοι πρὸς τὴν ἐκ θεογενεσίας ἀρχίζωον καὶ ἀρ-
χίφωτον καὶ μακαρίαν προαγωγήν. Ὥσπερ οὖν εἰ ἀτέλεστα καὶ
ἀμόρφωτα προεκπέσοι τὰ κατὰ σάρκα βρέφη τῆς οἰκείας μαιεύσεως, ὡς
ἀμβλωθρίδια καὶ ἐκτρώματα τὴν ἀγέννητον καὶ ἄζωον καὶ ἀφώτιστον
ἐπὶ γῆς ἀπόπτωσιν ἕξει καὶ οὐκ ἄν τις εὐφρονῶν εἴποι πρὸς τὸ φαινόμενον
ἀποσκοπῶν ἐπὶ τὸ φῶς αὐτὰ προαχθῆναι τοῦ κατὰ γαστέρα σκότους
ἀπαλλαγέντα (φαίη γὰρ ἂν ἡ τῶν σωμάτων ἐπιστημονικὴ πρόστασις
ἰατρικὴ τὸ φῶς ἐνεργεῖν εἰς τὰ δεκτικὰ τοῦ φωτός), οὕτω καὶ τῶν ἱερῶν
ἡ πάνσοφος ἐπιστήμη πρῶτα μὲν αὐτοὺς τῇ τῶν μορφωτικῶν καὶ ζωο-
ποιῶν λογίων εἰσαγωγικῇ τροφῇ μαιεύεται, τελεσφορήσασα δὲ τὴν πρὸς
θεογενεσίαν αὐτῶν ὑπόστασιν ἐνδίδωσι σωτηρίως αὐτοῖς ἐν τάξει τὴν
πρὸς τὰ φωτοειδῆ καὶ τελεσιουργὰ κοινωνίαν. Νῦν δὲ ὡς ἀτελέστων
ἀποδιαστέλλει τὰ τέλεια τῆς τε εὐκοσμίας τῶν ἱερῶν προμηθουμένη καὶ
τῆς τῶν κατηχουμένων ἐν θεοειδεῖ τῶν ἱεραρχικῶν τάξει μαιεύσεως καὶ
86
ζωῆς. 〈7〉 Ἡ δὲ τῶν ἐνεργουμένων πληθὺς ἀνίερος μὲν καὶ αὐτή, δευτέρα
δὲ πρὸς τὸ ἄνω τῆς τῶν κατηχουμένων ἐστὶν ἐσχατιᾶς. Οὐδὲ γὰρ ἴσον
ὡς οἶμαι τοῦ παντελῶς ἀμυήτου καὶ τῶν θείων τελετῶν ἄκρως ἀκοινωνή-
του τὸ μετουσίαν τινὰ τῶν ἱερωτάτων ἐσχηκὸς τελεστηρίων, ἔτι δὲ ταῖς
ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ
τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Εἰ
γάρ ἐστιν ἀληθές, ὡς ὁ καθόλου θεῖος ἀνὴρ ὁ τῶν θείων ἄξιος κοινωνὸς
ὁ πρὸς τὸ τοῦ κατ' αὐτὸν θεοειδοῦς ἄκρον ἐν παντελέσι καὶ τελειωτικαῖς
θεώσεσιν ἀνηγμένος οὐδὲ τὰ σαρκὸς ἐνεργήσει παρὰ τὰ κατὰ φύσιν
ἀναγκαιότατα καὶ τοῦτο εἰ τύχοι παρέργως, ναὸς δὲ ἅμα καὶ ὀπαδὸς ἐν
τῇ κατ' αὐτὸν ἀκροτάτῃ θεώσει τοῦ θεαρχικοῦ πνεύματος ἔσται τῷ
ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύων, οὐκ ἂν ὁ τοιοῦτός ποτε πρὸς τῶν ἐναντίων
ἐνεργηθείη φαντασιῶν ἢ δειμάτων, γελάσεται δὲ αὐτὰ καὶ προσιόντα
καταπαλαίσει καὶ ἐκδιώξεται καὶ δράσει μᾶλλον ἢ πείσεται καὶ πρὸς τῷ
τῆς οἰκείας ἕξεως ἀπαθεῖ καὶ ἀνενδότῳ καὶ ἑτέροις ἰατρὸς ὀφθήσεται τῶν
τοιούτων ἐνεργημάτων. Οἶμαι δὲ ἐγὼ πρὸς τούτῳ, μᾶλλον δὲ οἶδα
σαφῶς, ὡς ἡ τῶν ἱεραρχικῶν ἀμιγεστάτη διάκρισις πρὸ τούτων οἶδεν
ἐνεργουμένους ἐναγεστάτην ἐνέργειαν, ὅσοι τῆς θεοειδοῦς ἀποστάντες
ζωῆς ὁμόφρονές τε καὶ ὁμότροποι τοῖς ὀλεθρίοις γίνονται δαίμοσι τὰ μὲν
ὄντως ὄντα καὶ ἀθανάτως κτητὰ καὶ αἰωνίως ἡδέα δι' ἐσχάτην καὶ ἑαυτοῖς
ὀλέθριον ἀνοησίαν ἀποστρεφόμενοι, τὴν πρόσυλον δὲ καὶ πολυπαθε-
στάτην ἀλλοίωσιν καὶ τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονὰς καὶ τὴν
ἀβέβαιον ἐν τοῖς ἀλλοτρίοις οὐκ οὖσαν ἀλλὰ δοκοῦσαν εὐπάθειαν ἐπι-
θυμοῦντες καὶ ἐνεργοῦντες. Πρῶτοι δ' οὖν οὗτοι καὶ κυριώτερον ἐκείνων
87
ὑπὸ τῆς τοῦ λειτουργοῦ διακριτικῆς φωνῆς ἀφοριζέσθωσαν. Οὐ γὰρ
θεμιτὸν αὐτοῖς ἑτέρου τινὸς ἱεροῦ μετασχεῖν ἢ τῆς τῶν λογίων ἐπιστρε-
πτικῆς ἐπὶ τὰ κρείττω διδασκαλίας. Εἰ γὰρ ἡ τῶν θείων ὑπερκόσμιος
ἱερουργία καὶ τοὺς ἐν μετανοίᾳ καίτοι πρὸς αὐτὴν ἤδη γεγονότας ἀπο-
κρύπτεται τὸ μὴ παντελῶς ἱερώτατον οὐ προσιεμένη, προσφωνεῖ δὲ καὶ
τοῦτο πανάγνως ὅτι «Καὶ τοῖς κατά τι πρὸς τὸ τοῦ θεοειδοῦς ἄκρον
ἀτελῶς ἐξασθενοῦσιν ἀθέατός εἰμι καὶ ἀκοινώνητος» (ἀποσοβεῖ γὰρ ἡ
κατὰ πᾶν ἀμιγεστάτη φωνὴ καὶ τοὺς μὴ δυναμένους συνδεθῆναι τοῖς
τῶν θειοτάτων ἀξίως κοινωνοῖς), πολλῷ γε μᾶλλον ἡ τῶν ἐμπαθῶς
ἐνεργουμένων πληθὺς ἀνίερος ἔσται καὶ πάσης ἀλλοτρία τῆς τῶν ἱερῶν
ἐποψίας καὶ κοινωνίας.
Ἐπεὶ δὲ τοῦ θείου γεγόνασιν ἔξω ναοῦ καὶ τῆς ὑπερκειμένης αὐτοὺς
ἱερουργίας οἱ τῶν τελετῶν ἀμύητοι καὶ ἀτέλεστοι καὶ πρὸς αὐτοῖς οἱ τῆς
ἱερᾶς ἀποστάται ζωῆς ἑπομένως τε τούτοις οἱ πρὸς τὰ τῶν ἐναντίων
δείματά τε καὶ φάσματα δι' ἀνανδρίαν εὐπαθεῖς ὡς οὐκ ἀφικόμενοι διὰ
τῆς πρὸς τὰ θεῖα συντόνου καὶ ἀνενδότου συννεύσεως ἐπὶ τὸ τῆς θεοειδοῦς
ἕξεως ἀκίνητον καὶ δραστήριον, εἶτα πρὸς αὐτοῖς οἱ τῆς ἐναντίας μὲν
ἀποστάντες ζωῆς, οὔπω δὲ καὶ τῶν φαντασιῶν αὐτῆς ἕξει καὶ ἔρωτι θείῳ
καὶ ἀμιγεῖ καθαρθέντες καὶ μετ' αὐτοὺς οἱ μὴ καθάπαξ ἑνοειδεῖς καὶ νομικῶς
εἰπεῖν ἄμωμοι καὶ ἀλώβητοι παντελῶς, τότε οἱ πανίεροι τῶν πανιέρων
ἱερουργοὶ καὶ φιλοθεάμονες τὴν ἁγιωτάτην τελετὴν ἁγιοπρεπῶς ἐπο-
πτεύοντες ὑμνοῦσιν ὑμνολογίᾳ καθολικῇ τὴν ἀγαθουργὸν καὶ ἀγαθο-
δότιν ἀρχήν, ὑφ' ἧς αἱ σωτηριώδεις ἡμῖν ἀνεδείχθησαν τελεταὶ τὴν ἱερὰν
τῶν τελουμένων θέωσιν ἱερουργοῦσαι. Τὸν ὕμνον δὲ τοῦτον οἱ μὲν ὁμο-
λογίαν καλοῦσιν, οἱ δὲ τῆς θρησκείας τὸ σύμβολον, ἄλλοι δὲ ὡς οἶμαι
θειότερον ἱεραρχικὴν εὐχαριστίαν ὡς περιεκτικὴν τῶν εἰς ἡμᾶς θεόθεν
88
ἀφικομένων ἱερῶν δώρων. Δοκεῖ γάρ μοι τῶν ὑμνουμένων ἁπασῶν θε-
ουργιῶν ἡ πραγματεία περὶ ἡμᾶς γεγονέναι τὴν μὲν οὐσίαν ἡμῶν καὶ
ζωὴν ἀγαθοειδῶς ὑποστήσασα καὶ ἀρχετύποις κάλλεσι τὸ θεοειδὲς ἡμῶν
μορφώσασα καὶ θειοτέρας ἕξεως καὶ ἀναγωγῆς ἐν μετουσίᾳ καταστήσασα,
κατιδοῦσα δὲ τὴν ἐξ ἀπροσεξίας ἐγγενομένην ἡμῖν ἐρημίαν τῶν θείων
δωρεῶν ἐπισκευαστοῖς ἡμᾶς ἀγαθοῖς εἰς τὸ ἀρχαῖον ἀνακαλέσασθαι καὶ
τῇ παντελεῖ τῶν ἡμετέρων προσλήψει τὴν τελεωτάτην τῶν οἰκείων
μετάδοσιν ἀγαθουργῆσαι καὶ ταύτῃ κοινωνίαν ἡμῖν θεοῦ καὶ τῶν θείων
δωρήσασθαι.
〈8〉 Οὕτω δὲ τῆς θεαρχικῆς φιλανθρωπίας ἱερῶς ὑμνηθείσης ἐγκεκα-
λυμμένος μὲν ὁ θεῖος ἄρτος προτίθεται καὶ «τὸ τῆς εὐλογίας ποτήριον»,
ὁ δὲ θειότατος ἀσπασμὸς ἱερουργεῖται καὶ τῶν ἁγιογράφων πτυχῶν ἡ
μυστικὴ καὶ ὑπερκόσμιος ἀνάρρησις. Οὐ γὰρ ἔνεστι πρὸς τὸ ἓν συνάγε-
σθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς
διῃρημένους. Εἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι
πρὸς τὴν ἑνοειδῆ καὶ θείαν συναγωγὴν ἑνοποιηθῶμεν, οὐκ ἂν ἐπὶ τὰς
μεριστὰς ἀνασχοίμεθα καταπίπτειν ἐπιθυμίας, ἐξ ὧν αἱ πρόσυλοι δημι-
ουργοῦνται καὶ ἐμπαθεῖς πρὸς τὸ κατὰ φύσιν ὁμοειδὲς ἀπέχθειαι. Ταύτην
οὖν ὡς οἶμαι τὴν ἑνοειδῆ καὶ ἀδιαίρετον ζωὴν ἡ τῆς εἰρήνης ἱερουργία
νομοθετεῖ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύουσα καὶ τῶν μεριστῶν ἀποδια-
στέλλουσα τὰ θεῖα καὶ ἑνιαῖα θεάματα.
〈9〉 Τῶν δὲ ἱερῶν πτυχῶν ἡ μετὰ τὴν εἰρήνην ἀνάρρησις ἀνακηρύττει
τοὺς ὁσίως βεβιωκότας καὶ πρὸς ἐναρέτου ζωῆς τελείωσιν ἀμεταστάτως
ἀφικομένους ἡμᾶς μὲν ἐπὶ τὴν δι' ὁμοιότητος αὐτῶν μακαριστήν ἕξιν καὶ
θεοειδῆ λῆξιν προτρέπουσα καὶ χειραγωγοῦσα, τοὺς δὲ ὡς ζῶντας
ἀνακηρύττουσα καὶ ὡς ἡ θεολογία φησὶν οὐ νεκρωθέντας, ἀλλ' εἰς θειο-
τάτην ζωὴν ἐκ θανάτου μεταφοιτήσαντας. Σκόπει δέ, ὅτι καὶ μνημοσύνοις
89
ἱεροῖς ἀνατέθεινται τῆς θείας μνήμης οὐκ ἀνθρωπικῶς ἐν τῇ τοῦ μνημο-
νικοῦ φαντασίᾳ δηλουμένης, ἀλλ' ὡς ἄν τις φαίη θεοπρεπῶς κατὰ τὴν ἐν
θεῷ τῶν τετελεσμένων θεοειδῶν τιμίαν καὶ ἀμετάστατον γνῶσιν.
«Ἔγνω» γὰρ ἔφη τὰ λόγια «τοὺς ὄντας αὐτοῦ» καὶ «Τίμιος ἐναντίον
κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ» (τοῦ θανάτου τῶν ὁσίων ἀντὶ τῆς
ἐν ὁσιότητι τελειώσεως εἰρημένου). Καὶ τοῦτο δὲ ἱερῶς ἐννόησον, ὡς
ἐπιτεθέντων τῷ θείῳ θυσιαστηρίῳ τῶν σεβασμίων συμβόλων, δι'…
Χρ…
The complete text is available when the reading interface loads.