Homilia in sanctum pascha
- Edition reference
- Homilia in sanctum pascha, MPG 28: 1073–1081.
- CTS identifier
urn:cts:greekLit:tlg2800.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1077
θανάτῳ τῆς ἁμαρτίας τὴν πρόφασιν, δίδωσι τῇ φύσει
κατὰ τοῦ θανάτου δικαιολογίας ὑπόθεσιν. Εἰ γὰρ ἀδί-
κως κατέχεται, δικαίως ἀνίσταται· ἁμαρτωλοῦ γὰρ
ἀποθανόντος, ἰσχυρότερος δικαζόμενος ὁ θάνατος. Σα-
θρὰ δὲ κατὰ δικαίων τῷ ᾅδῃ ἡ ἐγχείρησις· ἀσθενὴς
ὁ τοῦ θανάτου δεσμὸς, δίκαιον ἔχων ἀδίκως κρατού-
μενον. Εἰ γὰρ ἡ ἁμαρτία τῆς τοῦ θανάτου βασιλείας
ἰσχὺς, ὁ μήπω πταίσας ἀνεύθυνος. Διὰ τοῦτο δυνά-
μενος ὁ Θεὸς ἐξαρπάσαι τοῦ φόνου τὸν Ἄβελ, τοῦτο
μὲν οὐ πεποίηκε, συνεχώρησε δὲ τὴν ἀναίρεσιν, ἵνα
ἄῤῥιζος γένηται θάνατος δικαίου φυτουργούμε-
νος αἵματι. Διὰ τοῦτο Χριστὸς, ὑπὲρ τοῦ κόσμου δι-
καζόμενος, ἔλεγε· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου·
νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.»
Ἄνωθεν οὖν ἡ τοῦ Ἄβελ διὰ Χριστοῦ προκεκήρυκται
δίκη καὶ νίκη. Λάβε μοι Παῦλον συνηγοροῦντα· «Καὶ
ἀποθανὼν, φησὶν, Ἄβελ, ἔτι λαλεῖ· ὅθεν αὐτὸν
καὶ ἐν παραβολῇ ἐκομίσατο,» παραβολὴν τὴν ὁμοιό-
τητα λέγων. Φέρει γὰρ μίμησιν τῆς τοῦ Χριστοῦ δί-
κης ἡ τοῦ Ἄβελ ἀναίρεσις. Διὰ τοῦτο καὶ μετὰ θά-
νατον φθέγγεται, καὶ κατηγορεῖ τοῦ φονεύσαντος. Ἡ
γὰρ τοῦ βίου παρουσία, τοῦ θανάτου τὴν βίαν
ἐνίκησεν. Οὐκ ἔστησεν αὐτοῦ βοῶσαν τὴν γλῶσσαν ὁ
φόνος, οὐδὲ τὰς τοῦ αἵματος δικαιολογίας ἐνέκοψεν·
ἀλλ' ἀθάνατα φθέγγεται γλῶττα κρατουμένη θα-
νάτῳ. Οὐκ ἂν ἦν εὔπορος εἰς ἀπολογίαν ἡ φύσις, εἰ
ὁ Ἀδὰμ προανήρπαστο· ἡ γὰρ τῆς παραβάσεως αἰ-
σχύνη τὴν γλῶτταν ἀνέφραττεν. Ἄβελ πρῶτος
πεσὼν ἤγειρε τὰς ἐλπίδας τῆς φύσεως.
Ἔφθασεν ἐπὶ τούτοις Ἐνὼχ, καὶ τόπου μετα-
στάσει τὸν ᾅδην ἀπέφυγεν, εὐδοκιμήσει βίου δραπε-
τεύων τὸν θάνατον. Μετὰ τοῦτον Ἡλίας ὁ μέγας, οὐδὲ
αὐτὸς εἴξας τῷ θανάτῳ, τὸ τῆς ξενοδόχου παιδίον
τελευτῆσαν ἐξήρπασεν, εὐχῆς δυναστείᾳ τοῦ θανάτου
τὴν βίαν νικήσας, καὶ τὴν ἐξ ᾅδου πρὸς ζωὴν
ὑποστροφὴν καινουργήσας. Ἐλισσαῖος ἐπὶ τούτοις
ἀνέτειλε, διπλῆν ἐξ ἁπλῆς τὴν χάριν δεξάμενος, ὃς
τὸ τῆς Σωμανίτιδος παιδίον ἐξ ᾅδου πρὸς βίον δι' εὐ-
χῆς μετεπέμπετο. Ἐπεὶ δὲ καὶ αὐτὸς τοῖς τοῦ θανά-
του περιεβλήθη δικτύοις, καὶ νεκρὸς ὢν, ὅμως τὸν
ᾅδην ἐσύλησε, τῇ τοῦ σώματος ἁφῇ τὸν νεκρὸν φυγα-
δεύσας, καὶ διὰ νεκροῦ νεκρὸς πρὸς βίον ἐκλέπτετο.
1080
Καὶ ἦν ὁ προφήτης τῷ θανάτῳ νεκρὸς ἐπιζήμιος. Τοῦ
γὰρ Ἑλισσαίου θανόντος, προσθήκην ὁ τῶν νεκρῶν
ἀριθμὸς οὐκ ἐλάμβανεν. Ἀλλ' ἀκερδὲς τῷ ᾅδῃ κατὰ
τοῦ δικαίου τὸ θήραμα. Ἐν τούτοις οἱ τύποι τῆς
ἀναστάσεως ὠχύρουν φθειρομένην τὴν φύσιν· βοηθῆ-
σαι δ' ὅμως τοῖς ἁλοῦσιν οὐκ ἴσχυον· «Ἀλλ' ἐβασί-
λευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως,» τοῦ
νόμου τὸν χρόνον ὅρους τοῦ κράτους ποιούμενος.
Ἐπειδὴ δὲ Χριστὸς ἐξ οὐρανῶν ἀνεφάνη, ἔτρεχον μὲν
εἰς ἔργον αἱ τοῦ γένους ἐλπίδες· καὶ φωνῇ Δεσποτικῇ
τὰ ᾅδου διηνοίγετο κλεῖθρα, καὶ δεσμώτας νεκροὺς
ἀπεδίδουν οἱ τάφοι· καὶ κλῆσις ἐγίνετο, καὶ τάφος
ἠνοίγετο· καὶ φύσις ἀνθρωπίνη Θεῷ ἡνωμένη τὸν
ᾅδην κατέπληττεν. Ἐντεῦθεν ὁ ᾅδης πρὸς τὸν τοὺς
νεκροὺς ἀφαιρούμενον ἐβόα· Τί τὴν ἐν παραδείσῳ
συγγραφὴν ἀνατρέπεις; τί τὸ κατὰ τῆς φύσεως κα-
τασχίζεις χειρόγραφον; Ἐγγράφοις δικαίοις κατὰ
τῶν ἀνθρώπων ὠχύρωμαι. Ἔχω τὸ, «Γῆ εἶ, καὶ εἰς
γῆν ἀπελεύσῃ,» τοῦ γένους τὸ πρόστιμον. Ὠδύρετο
μὲν δὴ καθ' ἕνα τῶν νεκρῶν ἀφαιρούμενος· ἠγνόει
δὲ ἄρα, ὡς Χριστὸς, καταβὰς, πάνδημον ἀφαίρεσιν
τοῖς θνήσκουσι χαρίσεται. Ἵνα γὰρ μηδεὶς ἔτι τῷ ᾅδῃ
περιλειφθείη δεσμώτης, κάτεισιν αὐτὸς εἰς ᾅδου
Χριστός· τῇ μὲν φορουμένῃ σαρκὶ δελεάζων τὸν
ᾅδην, θεότητος δὲ δυνάμει καθαιρῶν αὐτοῦ τὰ βασί-
λεια, βραχεῖ χρόνῳ τὰ παλαιὰ τοῦ νόμου διατεμὼν
χειρόγραφα, ἵνα ἀνθρώπους εἰς οὐρανοὺς ἀναγάγῃ·
οὐρανοὺς, τὸ ἐλεύθερον τοῦ θανάτου χωρίον, ἀφθαρσίας
καταγώγιον, δικαιοσύνης ἐργαστήριον.
Ἐν τούτοις ἐβαπτίσθης τοῖς ἀγαθοῖς, νεοφώτι-
στε· ἀῤῥαβών σοι γέγονεν ἀναστάσεως, νεοφώτιστε,
ἡ τῆς χάριτος μύησις· ἐνέχυρον τῆς ἐν οὐρανῷ διαί-
της ἔχεις τὸ βάπτισμα. Ἐμιμήσω τῇ καταδύσει τοῦ
Δεσπότου τὸν τάφον· ἀλλὰ ἀνέδυς πάλιν ἐκεῖθεν, τὰ
τῆς ἀναστάσεως ἔργα πρὸ τῶν ἔργων θεώμενος. Ὧν
εἶδες τὰ σύμβολα, τούτων ἀποδέχου τὰ πρά-
γματα. Δέχου μάρτυρα τῶν λεγομένων τὸν Παῦλον
λέγοντα· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώ-
ματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως
ἐσόμεθα.» Καλῶς τὸ, σύμφυτοι· φυτεία γὰρ πρὸς
ἀθανασίαν τὸ βάπτισμα, ἐν κολυμβήθρᾳ φυτευομένη,
καὶ οὐρανῷ καρποφοροῦσα. Ἐκεῖ τοῦ Πνεύματος ἡ
χάρις ἀποῤῥήτως ἐργάζεται· καὶ μὴ τῷ τῆς φύσεως
συγγενεῖ ἀγνοήσῃς τὸ θαῦμα. Ὑπηρετεῖ πρὸς τὴν
χρείαν τὸ ὕδωρ· δημιουργεῖ δὲ τὴν ἀναγέννησιν ἡ
χάρις, ὡς ἐν μήτρᾳ τῇ κολυμβήθρᾳ τὸ ἐμβαλλό-
μενον ἀναπλάττει. Ὡς ἐν χωνευτηρίῳ τῷ ὕδατι τὸν
κατιόντα ἀναχαλκεύει. Δίδωσιν αὐτῷ τῆς ἀθανασίας
μυστήρια· ἀναστάσεως σφραγῖδα χαρίζεται.
Τούτων σοι τῶν θαυμάτων, ὦ νεοφώτιστε, καὶ ἡ ἀμ-
φίεσις φέρει τὰ σύμβολα. Ἀπόβλεψον εἰς ἑαυτὸν τὰς
1081
τῶν ἀγαθῶν εἰκόνας φοροῦντα. Λαμπρὰ μὲν γὰρ καὶ
διαυγὴς ἡ ἐσθής σου, τῆς ἀφθαρσίας ζωγραφοῦσα
τὰ σύμβολα. Ὀθόνη σοι λευκὴ καθάπερ διάδημα τὴν
κεφαλὴν διασφίγγει, τὴν ἐλευθερίαν κηρύττουσα. Ἡ
χεὶρ τῆς κατὰ τοῦ διαβόλου νίκης περιφέρει τὰ μη-
νύματα. Ἔδειξε γάρ σε Χριστὸς ἐγειρόμενον· νῦν
μὲν συμβόλοις, δείξει δὲ κατὰ μικρὸν ἐν τοῖς πράγμα-
σιν, ἐὰν τὸν χιτῶνα τῆς πίστεως μὴ ταῖς ἁμαρτίαις
ῥυπώσωμεν· ἐὰν τὴν λαμπάδα τῆς χάριτος ἀτόποις
μὴ κατασβέσωμεν πράξεσιν· ἐὰν τὸν τοῦ Πνεύματος
διαφυλάξωμεν στέφανον. Τότε σαφῶς ὁ Δεσπότης ἐξ
οὐρανῶν μετὰ φοβερᾶς καὶ φιλανθρώπου βοῆς ἀνα-
βοήσειε· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ
καταβολῆς κόσμου.» Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1073
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΘΑΝΑΣΙΟΥ
ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΝΕΟΦΩΤΙΣΤΟΥΣ Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΑΠΟΛΥΣΙΜΟΥΛΟΓΟΣ.} Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν ὅλην τῶν ἀνθρώ-πων τὴν ζωὴν ἑορτὴν ἀπειργάσατο μίαν. Τῶν γὰρ ἐντῇ γῇ τὸ πολίτευμα πρὸς οὐρανὸν μεταστήσας, τὰςτοῦ πανηγυρίζειν ἀφορμὰς ἐδωρήσατο. Καὶ μάρτυςτῶν εἰρημένων ὁ Παῦλος, ὁ τῶν Χριστοῦ ῥημάτωνὄργανον τὴν γλῶσσαν κτησάμενος. «Ἡμῶν γὰρφησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶΣωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν.»Τίς γὰρ ἀπεκδεχόμενος ταῖς ἐλπίσιν οὐχ ἑορτάζει;Τίς, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν λογισμῷ φανταζό-μενος, οὐ προλαμβάνει χαίρων τῶν πραγμάτων τὴνπεῖραν; Τίς δὲ, βασιλέως θνητοῦ κάθοδον ἐσομένηνἀκούων, οὐκ ἀνίσταται μὲν τὴν διάνοιαν, εὐφραίνεταιδὲ τὴν ψυχὴν, προτρέχων τῷ πόθῳ τῆς θέας τὸν χρό-νον; Τότε συγκινοῦνται μὲν δῆμοι, σκιρτῶσι δὲ παῖ-δες, χορεύουσι κόραι, πρεσβῦται τὸ γῆρας ἀναιρεῖ-σθαι βιάζονται, ταῖς ἐλπίσιν ἀκμάζοντες· καὶ χωρεῖδιὰ πάντων ἡ τῆς βασιλικῆς παρουσίας πανήγυρις. Τίοὖν ἂν εἴποι τις, παραγινομένου Χριστοῦ βασιλέως ἀθα-νάτου, οὐχ ἵνα πόλεις φαιδρύνῃ, καὶ πύργους ἐγείρῃ,οὐδὲ ἵνα δωρεὰς παράσχῃ, πατουμένας τῷ χρόνῳ·ἀλλ' ἵνα τὸν ἄνθρωπον ἀθανασίαν ἐνδύσῃ,καὶ θανάτῳ λῃστευόμενον ἐν ἀσύλῳ χωρίῳ οὐρανοῦκατοικίσῃ; Σήμερον ὤφθη Χριστὸς τοῖς μαθηταῖς ἀναστὰς