The Greek Library Catalogue

Anonymous

Homilia in assumptionem domini

Edition reference
Homilia in assumptionem domini, MPG 28: 1092–1100.
CTS identifier
urn:cts:greekLit:tlg2800.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

1093

τροφῆς αὐτοσχεδίου κτήτορας ἔδειξε, τρυφῆς ἐξου-

σίαν, γῆς ὑπουργίαν ἔδωκεν, ἀέρος δουλείαν, θαλάτ-

της εὐπορίαν παρέσχετο, ἡλίου βολὰς, σελήνης

αὐγὰς, ἀστέρων φορὰς, ζώων πάντων ὑποταγάς.

Παρῆλθέ τις ἐν μέσῳ πολέμιος διαβάλλων εἰς φθόνον

Θεὸν, ἔπεισεν ἀπατῶν· γίνεται τῆς ἐκείνου μερίδος

ὁ ἀπατώμενος, ἀντιθεΐας ἐνόσησε πάθος, συνέθετο

λάθρα κατὰ τοῦ Θεοῦ, ἐκτείνει τὴν χεῖρα κατὰ τῶν

τοῦ Θεοῦ προσταγμάτων. Ἐπιφαίνεται Θεὸς, ἐλέγχει

τὰς παρανόμους ἐλπίδας, φεύγει τὴν θέαν ἡ τοῦ

γένους ἀρχὴ, καὶ παραιτεῖται τὸν ἔλεγχον, ὑπὸ δέν-

δρον κρύπτεται, φοβουμένη τὸν κτύπον ἡ παρανόμους

φαντασθεῖσα θεότητα. Τῆς οὖν ἀξίας γυμνώσας Θεὸς,

ἀπωθεῖται τοῦ παραδείσου τὸν ἄνθρωπον, μονονουχὶ

τοιαῦτα πρὸς αὐτὸν ἀποφθεγγόμενος· Οὐκ ἐπὶ ταύ-

ταις σε ταῖς ἐλπίσιν ἐτεκτηνάμην ἐγώ· οὔτε διὰ

ταύτας ἐν ταῖς χερσί μου ταύταις διέπλασα, τὸν

πηλὸν εἰς φύσιν μεταμορφώσας. Σὺ δὲ, ἣν ἔλαβες

1096

παρ' ἐμοῦ χεῖρα, κατὰ τῆς ἐμῆς ἐξέτεινας ἐντολῆς,

καὶ γέγονας διαβόλου συμμύστης, κατὰ τοῦ Ποιητοῦ

συμφραξάμενος. Τοιγαροῦν ἔξιθι τῆς ἀξίας· ἐντί-

μου χωρίου μεθίστασο· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.

Ὑπόστρεφε πρὸς αὐτὴν, τὰ ὑπὲρ σαυτὸν φαν-

τασθείς· ἀνακαμπτέτω πάλιν ἡ φύσις· μάθε μη-

τέρα τὴν γῆν, θανάτῳ πρὸς αὐτὴν παραπεμπόμενος.

Ταῦτα τῆς διαβολικῆς ἀπάτης τὰ ἔπαθλα· ταῦτα τῆς

τοῦ γένους ἀρχῆς τὰ γνωρίσματα· τοῦτο τὸ ἐλεεινὸν

δρᾶμα συνεισῆλθε τῇ φύσει. Ἀλλ' οὐκ ἄχρι

παντὸς ἤνεγκεν ὁ Δημιουργὸς ὁρῶν τὸ δημιούργημα

συντριβόμενον· ᾤκτειρε δὲ αἰδουμένην καὶ πενθοῦσαν

τὴν φύσιν, καὶ ἠλέησε τὴν ἐν τῇ κτίσει πλανωμένην

εἰκόνα. Τί οὖν ποιεῖ; Πλάττει πάλιν ἕτερον Ἀδὰμ,

ἐκ τῆς φύσεως ἐγείρων προστάτην τῇ φύσει, καὶ

χοῦν ἐκ Παρθένου δανεισάμενος, μορφοῖ πρὸς ἀλη-

θεστέραν εἰκόνα ἐν ἑαυτῷ τὸ πλαττόμενον ἔμβρυον.

Πλάττει καὶ μένει, καὶ στολὴν ὑφαίνων ἐν μή-

τρᾳ, ὡς ἐν θαλάμῳ βασιλικῷ ἐνδύεται τὴν εἰκόνα,

ἵνα τῆς εἰκόνος περιέλῃ τὴν γύμνωσιν. Ἔδειξε γὰρ

ἀπάτης ἰσχυρότερον καὶ ἁμαρτίας ἀνώτερον, ἀθά-

νατον καὶ μετὰ θάνατον, καὶ λυτῆρα τάφων ἐν τάφῳ

γενόμενον· καὶ ἀθανασίᾳ στεφανώσας, σήμερον πρὸς

οὐρανοὺς ἀνεκόμισε, κοινὸν ἐγκαλλώπισμα τῇ κτί-

σει, τὴν τῆς φύσεως ἀπαρχὴν δωρησάμενος.

Ἆρ' οὖν, εἴποι τις ἂν, ὡς τότε θυμῷ μὲν κρα-

τούμενος ὁ Δημιουργὸς παρὰ πόδας οὔσης τῆς παρα-

βάσεως, τὴν εἰκόνα βδελύττεται, καὶ μισήσας τὴν

γνώμην καταδικάζει τὴν φύσιν· νυνὶ δὲ χρόνῳ με-

ταμαθὼν τὴν ἀγανάκτησιν, μαλαχθέντος τοῦ θυμοῦ,

τὸν ἠδικηκότα φιλανθρωπεύεται; Οὐμενοῦν· οὔτε γὰρ

ἐκεῖνα θυμὸς, οὔτε ταῦτα μεταμέλεια πάθους

χαρίζεται· ἀλλ' ἄνωθεν ὁρῶν, τάξιν βραβεύει τοῖς

πράγμασιν· ὁρῶν γὰρ τῇ τοῦ θανάτου καταδίκῃ τὴν

φύσιν ὀκλάζουσαν, καὶ τῶν ἀνθρωπίνων ὠδίνων

ἕτοιμον τὸν τάφον διάδοχον, καὶ πλοῦτον τοῦ ᾅδου

γινόμενον τῶν ἀνθρώπων τὴν θήραν, καὶ καθημέραν

θανάτου γινόμενον παρανάλωμα, λύων τὴν τῆς

ἀπειλῆς ἀκμὴν ὁ Θεὸς, ἐλπίδα εὐθὺς ἀθανασίας

ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσων ἁρπά-

σας, θάνατον ἀνθρώπων ἡττώμενον ἔδειξε, καὶ θνη-

τὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ

τέως θανάτου δρόμον ἐμάνθανεν ἐμποδίζεσθαι·

καὶ ἡ τοῦ δικαίου μετάστασις, θανάτου στάσις ἐγίνετο.

Τοῦτο γινόμενον ἐν μέσῳ πένθει, παλινῳδίαν τὴν

φύσιν ἐδίδασκε, καὶ χρησταῖς ἐλπίσιν ἀνίεσθαι. Ἵνα

δὲ μὴ χρόνος πάλιν ἐν μέσῳ ῥέων πολὺς κατακλύσῃ

τὴν μνήμην τοῦ θαύματος, καὶ, τὰ τῆς ἐλπίδος

ἀπαλείψας ἴχνη, τὴν ἀθυμίαν αὐξήσῃ, καὶ πάλιν ὁ

θάνατος κατὰ τῶν ἀνθρώπων φοβερώτερος φαίνηται·

ἀναλαμβάνει τὸ θαῦμα καὶ διπλασιάζει τὸ δῶρον, καὶ

παρῆν Ἡλίας νικητὴς κατὰ τοῦ θανάτου καλούμενος·

1097

ὃς, φωνῇ τὰς νεφέλας ὑποδραμὼν, οὐρανῷ περὶ

ἀβροχίας ἠπείλησε, καὶ ῥήματι δήσας τὴν κτίσιν

ἡνίοχος τῶν στοιχείων ἐγένετο, γλώττῃ μικρᾷ

τῆς κτίσεως συστείλας τοὺς οἴακας. Τότε τὸ μέγα

θαῦμα δείκνυται, ἄνθρωπον οὐρανὸς αἰσχυνόμενος·

ἵνα γὰρ μὴ τὸ τοῦ ἀνδρὸς εὐτελὲς ὑποκλέψῃ τῆς κατὰ

τοῦ θανάτου νίκης τὴν αἴσθησιν, γνώριμον αὐτὸν

πρῶτον τῇ κτίσει πάσῃ προτίθησι, καὶ τότε

πυρὸς ὀχήματι ἐπιβὰς παραδόξῳ πτήσει καὶ δρόμῳ

κάτω καταλιμπάνει τὸν θάνατον· καὶ ἀλλάσσει τὸν

νόμον τῆς φύσεως ἡ ἀξία τῆς χάριτος. Ἀνελήφθη

γὰρ Ἡλίας ὡς εἰς τὸν οὐρανὸν, καὶ κέκραγεν ἡ

Γραφὴ τὸ θαῦμα, τοῖς ὅλοις αἰῶσι τῇ φωνῇ παρα-

πέμπουσα.

Σὺ δέ μοι λοιπὸν, ἀγαπητὲ, τῆς λέξεως τὴν

ἀκρίβειαν σκόπησον· καὶ μή σε διαλάθῃ συλλαβῆς

γραφικῆς περιουσία καὶ δύναμις· μηδὲ τῇ τῆς λέ-

ξεως παραδρομῇ τῷ δεσπότῃ τὸν οἰκέτην νομίσῃς

ἰσότιμον· οὐ γὰρ εἰς οὐρανὸν Ἡλίας ἀνέρχεται,

οὐδὲ, διαδραμὼν τὸ στερέωμα, τοῖς ἐκεῖσε χωρίοις

αὐλίζεται· ἀλλ' ἄκουσον, τί φησιν ὁ ἀνάγων· «Ἐν

δὲ τῷ ἀνάγειν Κύριον τὸν Ἡλίαν, ὡς εἰς τὸν οὐρα-

νόν·» καὶ πάλιν μικρὰ λέξις· «Ἔστησε τὸν Ἡλίαν

πρὸς τὰ ἄνω φερόμενον· Ἀρκεῖ γὰρ τῷ προφήτῃ τιμη-

θῆναι τῷ τύπῳ. Πρὸ γὰρ τοῦ δεσπότου τὸν οἰκέτην οὐ-

ρανὸς οὐχ ὑποδέχεται· »οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν

οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ

ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.« Ἐτηρεῖτο γὰρ τῇ

τῶν ἀνθρώπων ἀπαρχῇ διὰ τὸν τῶν ἀνθρώπων ποιη-

τὴν ὁ οὐρανός. Οὕτω μὲν οὖν τοῖς περὶ τὸν Ἐνὼχ

καὶ Ἡλίαν ὁ Θεὸς ἀγαθῇ ἐλπίδι εὐφράνας τοὺς ἀν-

θρώπους, δι' ὧν ἀνθρώποις οὖσι τὸν τοῦ ἀέρος δρό-

μον ἱππήλατον ἥπλωσεν. Οὐ μὴν ἄχρι γε τούτων

ἔστησε τῶν ὑπὲρ τὴν φύσιν τὴν πίστιν· ἀλλὰ καὶ διὰ

τῆς καθημέραν θεωρίας ἐθάδας γενέσθαι παρασκευ-

άζει τοῦ θαύματος. Τί γὰρ ποιεῖ; Προστάττει τὸν συγ-

γραφέα Μωσέα εἰκονογράφον τῆς κτίσεως γενέσθαι·

καὶ διὰ σκηνῆς μιμήσασθαι τὸν ποιητὴν ἐγκελεύεται·

γῆς μὲν μίμημα καὶ τῶν ἐν τῇ γῇ τὸ τῆς σκηνῆς

πρόσωπον θεωρούμενον· τὰ δὲ τῆς σκηνῆς ἐνδοτέρω

διατειχίσας παραπετάσματι (ἀνθρώποις καταλείψας

ἀθέατον οὐρανοῦ τινα τάξιν), τῷ μὴ φαινομένῳ μέρει

χαρίζεται. Ἀλλ' οὕτως οὐρανοῦ καὶ γῆς διὰ τῶν

σχημάτων νομοθετήσας τὴν μίμησιν, τὰ ἐν ἀδύτῳ

ἄβατα πάλιν ἀνθρώποις εἶναι θελήσας, μόνῳ τῷ ἀρχ-

ιερατεύοντι τῶν ἀποῤῥήτων ἀνοίγει τὴν εἴσοδον, τῆς

εἰς οὐρανὸν ἀνόδου τὴν τοῦ τότε ἀρχιερέως εἴσοδον

τυπικῶς ἐργαζόμενος· ἵνα, ὁρῶντες οἱ τότε τὸν οὐ-

ρανὸν ἐν τύπῳ διατεμνόμενον, καὶ τὸν ἀρχιερέα μό-

νον τῶν ἀβάτων κατατολμῶντα, προεθισθῶσι τῇ θέᾳ,

καὶ μὴ πολεμῶσι τοῖς θαύμασι. Τούτων ὑπομιμνή-

σκων Ἰουδαίοις ὁ Παῦλος ὁ τῆς οἰκουμένης παιδευ-

τὴς, ἐβόα τῷ γράμματι· »Εἰς μὲν τὴν πρώτην σκη-

νὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτε-

λοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ,

1100

μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει

ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Χριστὸς

δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν,

διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειρο-

ποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι'

αἵματος ταύρων καὶ τράγων· διὰ δὲ τοῦ ἰδίου αἵματος,

εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια.« Καὶ πάλιν μετὰ βρα-

χέα· »Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι-

στὸς, ἀντίτυπα τῶν ἀληθινῶν· ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ

ὑπὲρ ἡμῶν.«

Οὕτως οἶδε καὶ τύποις ἐντρέπειν τοὺς ἀπίστους

ὁ Θεὸς, καὶ θαύμασι πιστοῦσθαι τὰ θαύματα.

Οὕτω Χριστὸς ἀνήρχετο εἰς οὐρανόν· οὕτω τοὺς τύ-

πους ἔργῳ ἀληθείας ἐκύρωσεν. Ἔδει μὲν οὖν συν-

άπτεσθαι τῇ ἀναστάσει τοῦ Σωτῆρος τὴν ἄνοδον, καὶ

τὸν τοῦ ᾅδου νικητὴν εὐθὺς τὸν οὐρανὸν ὑποδέξασθαι·

ἀλλ' ἵνα μὴ τὸ τάχος τῶν γενομένων κλέψῃ τὴν αἴ-

σθησιν, παγῆναι τῷ χρόνῳ βούλεται τοῖς ἀποστόλοις

διὰ τῆς θεωρίας τὰ θαύματα, καὶ τῇ συνεχεῖ τῶν

ὀμμάτων προσβολῇ τῇ ψυχῇ παραπέμψαι τὴν πίστιν.

Συνεστιᾶται τοῖς μαθηταῖς, ἀπολαύει τροφῆς,

ἀνενδεὴς ὢν, συγχωρεῖ ψηλαφᾶσθαι τὸ σῶμα, μάρ-

τυρας τῆς ἀληθείας οὐκ ὀφθαλμοὺς μόνον, ἀλλὰ καὶ

δακτύλους ἐφελκόμενος. Λύσας οὖν τῆς φαντασίας

τὴν ὑποψίαν τῷ χρόνῳ τῆς παρουσίας, καὶ τὰ πρὸς

τὴν ἀποδημίαν εἰκότα τοῖς ἀποστόλοις φθεγξάμενος,

θεατὰς τῆς ἀνόδου τοὺς μαθητὰς ἀπεργάζεται. Ἔδει

γὰρ τῶν θαυμάτων τοὺς κήρυκας, ἀνενδοίαστον φέ-

ρειν τῶν κηρυττομένων τὴν γνῶσιν. Ἀνήγετο μὲν

οὖν ὁ Σωτήρ· ἔβλεπον δὲ κάτωθεν οἱ μαθηταί· νέφος δὲ

τοὺς πόδας ὑποδραμὼν, ὄχημα πρὸς τὸν δρόμον ἐγίνετο.

Ὢ παραδόξων θαυμάτων! Ὁ ἀὴρ διοδεύεται, αἰθὴρ δια-

δέχεται, ἄγγελοι συμπαρατρέχοντες ᾄσμασιν ἐπινικίοις

ἐπανηγύριζον· ἐκπεπληγμένους τῇ θέᾳ τοὺς μαθητὰς

ἑορτάζειν ἔπειθον· »Τί ἑστήκατε ἐμβλέποντες εἰς

τὸν οὐρανόν;« Τί ἑστήκατε; τῷ κόσμῳ τὸ θαῦμα

κηρύξατε, τῇ ἀποδημίᾳ τὴν παρουσίαν· οὕτως ἐλεύ-

σεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς

τὸν οὐρανόν. Τούτων ἀκούσας τῶν φωνῶν ὁ Παῦλος,

τῆς φωνῆς ἀφίησι τὰς σάλπιγγας, διὰ τῶν γραμμά-

των κεκραγώς· »Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς

ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον

Ἰησοῦν Χριστόν.« Τούτοις προστίθησι τοὺς ἀνθρώ-

πους λέγων, ὅτι »Ἁρπαγήσονται ἐν νεφέλαις εἰς

ἀέρα, εἰς ἀπάντησιν τοῦ Κυρίου.« Καὶ γὰρ οἱ δίκαιοι

ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος. Ἐκ

τῆς δεσποτικῆς τοίνυν ἀναλήψεως τοῦ Σωτῆρος ἡμῶν

καὶ Κυρίου, καὶ ἀληθινοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ, τὰς

ὁμοίας ἐλπίδας τρυφήσαντες, λέγωμεν πρὸς αὐτόν·

»Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν

σοφίᾳ ἐποίησας·« ὅτι σοι ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς

τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1092

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΝΔΡΕΑΝ ΤΟΝ ΑΠΟΣΤΟΛΟΝ.}

Ὁρῶν τὴν λαμπρὰν ταύτην ἀγέλην τοῦ Πνεύ-ματος καὶ εἰς τὸ γαληνὸν ἀληθῶς καὶ ἀκύμαντον πέ-λαγος, ἀποστολικὴν ὑπερβεβλημένην σαγήνην,τῆς δεσποτικῆς φωνῆς ὑπομιμνήσκομαι βοώσης·»Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ-πων.« Ὢ φωνῆς ἐνεργοῦς! Ὢ ῥημάτων διὰ πραγμά-των γνωριζομένων! Ὢ τῆς ἀληθοῦς ὑποσχέσεωςκαθ' ἡμέραν αὐξανομένης! Τίνος γὰρ ἡ πολυάνθρω-πος αὕτη θήρα; Τίς ὁ τὴν περιφανῆ ταύτην ἀθροί-σας πανήγυριν, ἢ δῆλον, ὡς ὁ περιφανὴς τῶν ἀπο-στόλων Ἀνδρέας; ὁ ἁπλώσας τῆς γλώττης καὶ τῆςμνήνης τὰ θήρατρα· ἵνα, τὴν ἱερὰν ταύτην ἐμπλή-σας ὁλκάδα τοῖς οἴαξι τῆς ἀποστολῆς, πρὸς οὐ-ρανὸν ἰθύνῃ τὸ σκάφος. Καὶ ποῖα τὰ τῆς ἄγρας πρω-τεῖα; Ποῖα δὲ τῶν καμάτων τὰ ἀκροθίνια; Οἱ τὸντῆς ἱερωσύνης περίβολον ταῖς ἀρεταῖς περιφαιδρύ-νοντες. Οἱ πρῶτοι τὰς ἀποστολικὰς ταύτας ὑπερ-θέντες ἀγκάλας, καὶ τοὺς ἔξω πλανωμένους πρὸς σω-

28

1092

τηρίαν ἀγρεύσαντες. Ἀλλ' ἢ καὶ τῆς παρούσης ἡμῖν

πανηγύρεως ὁ μέγας οὗτος Ἀνδρέας τὰς προφάσειςδέδωκεν· ἀλλ' ὅ γε πᾶς τῶν ἀποστόλων συνεκτιμᾶταιχορός. Οὓς γὰρ ἡ χάρις συνῆψεν, οὐ διίστησι τόπος.Καὶ καθάπερ εἴ τις τῶν ἐκ πολυτελείας διηνθισμέ-νων λίθων ἐπαινεῖν ἐθελήσειε στέφανον, ὅτου ἂν τοῖςἐπαίνοις περιδράξηται μέρους, τὸν ὅλον συνθαυμάζειτοῖς μέρεσι· ἢ καθάπερ, χρυσῆν τινα σειρὰν ὁρῶντις, ὅπη ἂν ἅψαιτο, τὸ πᾶν συνεκίνησεν· οὕτω καὶ ὁπρὸς ἕνα τῶν ἀποστόλων λόγος βαδίζων δι' αὐτοῦσυνέχει τοὺς ἅπαντας κατὰ τὴν τοῦ θεσπεσίου Παύλουφωνήν· »Εἰ χαίρει ἓν μέλος, συγχαίρει πάντα τὰμέλη.« Ποίαν γὰρ ἂν μελῶν ἁρμονίαν οὕτως ἡ φύ-σις ἐξύφηνεν, ὡς τὴν τῶν ἀποστόλων χορείαν ἡ τοῦΠνεύματος χάρις συνήρμοσε; Μία γὰρ ὄντως χάρις,ἡ τοὺς ἀποστόλους τῷ δεσπότῃ στρατολογήσασα. Δεῦρο οὖν ἐπὶ τοὺς πάντας, καὶ διὰ πάντων τὸνκαθ' ἕνα θαυμάσωμεν. Ἀνδρέας ὁ τῆς ἀποστολικῆςἀνδρείας ἐπώνυμος, ὁ πρῶτος διδάσκαλον τὸν δεσπό-την ἐπιγραψάμενος· ἡ τῆς ἀποστολικῆς χορείας ἀρχή·ὁ πρὸς τὴν δεσποτικὴν παρουσίαν ὀξυδερκὴς, ὁ τῆς

28

1093

Ἰωάννου μαθητείας τὴν Χριστοῦ διδασκαλίαν ἀνταλ-

λαξάμενος· ἡ τῶν τοῦ Βαπτιστοῦ ῥημάτων σφραγίς.Ἦν μὲν γὰρ τῶν Ἰωάννου μαθητῶν ὁ δοκιμώτατος·ἐν λυχνιαίῳ φέγγει ζητῶν τοῦ φωτὸς τὴν ἀλήθειαν,ὥσπερ τις ἐν ἀμυδροτέραις αὐγαῖς πρὸς τὰς Χριστοῦμαρμαρυγὰς ἐθιζόμενος. Ἀλλ' ὁ μὲν Ἰωάννης τέωςτοῖς Ἰορδάνου νάμασιν ἐφεστὼς τὰς Ἰουδαίων ἀγέλαςἐβάπτιζε, τοῖς Μωσέως προστάγμασιν ἀντιφάρμακονἐν ὕδασι κατασκευάζων μετάνοιαν, καὶ Μωσαϊκοῦ

28

1093

ξίφους τὴν ἀκμὴν ἀνακόπτων τοῖς ῥεύμασιν. Οἷς γὰρ

ἡ τοῦ νόμου παράβασις θάνατον ἔτεκε, τούτους προ-εξαρπάζων ὁ Βαπτιστὴς τῇ μετανοίᾳ προέπεμπεν.Ἐπειδὴ γὰρ μήπω παρῆν ὁ καταλύων τὸν θάνατον,ταῖς διὰ τοῦ βαπτίσματος ὑπερθέσεσιν ὁ θάνατοςἐπραΰνετο, ἀκούσιον φιλανθρωπίαν διὰ μετανοίαςἐκπαιδευόμενος. Ὅτε δὲ παρῆν ὁ δεσπότης κρυπτό-μενος τῇ τῆς οἰκονομίας σοφίᾳ, καὶ κρύπτων τῆςἀξίας τὴν ἀστραπὴν ἐν περιβολαίῳ θνητῷ, γνοὺς ὁἸωάννης, εὐθὺς τὸν παιδευτὴν εἰς δορυφόρον μετ-έβαλε, καὶ τὴν χεῖρα συστείλας κῆρυξ τοῦ παρόντοςἐγένετο· »Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴνἁμαρτίαν τοῦ κόσμου.« Οὗτος, φησὶν, ὁ τοῦ θανά-του λυτήρ. Οὗτος ὁ τῆς ἁμαρτίας ἀναιρέτης. Ἐγὼ δὲνυμφαγωγὸς, οὐ νυμφίος ἀπέσταλμαι. Δορυφόρος,οὐ Δεσπότης ἐλήλυθα. Τούτοις τοῖς ῥήμασιν ὁ τῶν ἀποστόλων περιφα-νέστατος Ἀνδρέας νυττόμενος, τὸν παιδευτὴν κατα-λείψας πρὸς τὸν κηρυττόμενον ἔδραμε· καὶ δεξάμενοςτοῦ λόγου τὸ σύνθημα, γίνεται τῆς Ἰωάννου γλώσ-σης ὀξύτερος· καὶ τῷ Δεσπότῃ προσελθὼν, ἐδείκνυτὸν πόθον τῷ σχήματι, κοινωνὸν τοῦ δρόμου τὸν εὐαγ-γελιστὴν Ἰωάννην συναπαγόμενος· καὶ ἄμφω, τὸνλύχνον ἀφέντες, ἐπὶ τὸν ἥλιον φέρονται. Ἀνδρέας ἡπρώτη τῶν ἀποστόλων φυτεία· οὗτος ἀνέῳξε τῆςΧριστοῦ μαθητείας τὰς πύλας· πρῶτος τῆς προφητι-κῆς γεωργίας τοὺς καρποὺς ἐτρύγησε, καὶ τὰς ἁπάν-των ἐλπίδας ὑπερδραμὼν, πρῶτος τὸν παρὰ πάντων

28

1096

προσδοκώμενον περιπτύσσεται. Πρῶτος ἔδειξε τὰ τοῦ

νόμου προστάγματα προθεσμίᾳ μετρούμενα. Πρῶτοςτὴν Μωσέως ἔστησε γλῶτταν, μετὰ Χριστὸν λαλού-σης οὐκ ἀνασχόμενος, οὐχ ὑβριζόμενος, οὐχ ὑβρίζωντῶν Ἰουδαίων τὸν παιδευτήν· ἀλλὰ προτιμῶν τοῦπεμφθέντος τὸν πέμψαντα· μᾶλλον δὲ πρῶτος ὤφθητὸν Μωσέα τιμῶν· πρῶτος ἐπέγνω τὸν ὑπ' ἐκείνουπροφητευόμενον· »Προφήτην ὑμῖν ἀναστήσει Κύριοςὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦἀκούετε.« Παραιτεῖται τὸν νόμον τῷ νόμῳ πειθόμε-νος. Ἤκουσε Μωσέως λαλοῦντος· »Αὐτοῦ ἀκούετε.«Ἤκουσεν Ἰωάννου βοῶντος· »Ἴδε ὁ Ἀμνὸς τοῦΘεοῦ·« καὶ γέγονε πρὸς τὴν δεῖξιν αὐτόμολος. Ἐπι-γνοὺς δὲ τὸν προφητευθέντα προφήτην, χειραγωγεῖτὸν ἀδελφὸν πρὸς τὴν εὕρεσιν. Ἀγνοοῦντι τῷ Πέτρῳτὸν θησαυρὸν δείκνυσιν· »Εὑρήκαμεν τὸν Μεσσίαν«ὃν ἐποθοῦμεν. Οὗ τὴν παρουσίαν ἠλπίσαμεν, τούτουτὴν θεωρίαν ἁρπάσωμεν. Εὑρήκαμεν ὃν προφητικαὶβοῶσαι σάλπιγγες ἀναμένειν ἐκέλευον. Ἤνεγκεν ὁ χρό-