The Greek Library Catalogue

Anonymous

Homilia in sanctum Andream

Edition reference
Homilia in sanctum Andream, MPG 28: 1101–1108.
CTS identifier
urn:cts:greekLit:tlg2800.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

1105

νος ὃν ἡ χάρις ἐκήρυττεν, ὃν ἤλπισεν ὁ πόθος ἰδεῖν

ὄμμασιν. Εὗρε γὰρ, φησὶν, οὗτος τὸν ἀδελφὸν τὸν

ἴδιον Σίμωνα, καὶ μερίζεται πρὸς αὐτὸν τῆς θεωρίας

τὸν θησαυρόν. Χειραγωγεῖ πρὸς τὸν δεσπότην τὸν

Πέτρον. Ὢ παραδόξου θαύματος! Οὔπω μαθητὴς

Ἀνδρέας καὶ καθηγητὴς ἀνθρώπων καθίσταται.

Ἀπὸ τοῦ διδάσκειν τοῦ μανθάνειν ἀπήρξατο· ἁρπά-

ζει τῆς ἀποστολῆς τὴν ἀξίαν. Εὑρήκαμεν τὸν Μεσσίαν.

Ὢ πόσας νύκτας ἀΰπνους ἀνύσαντες παρὰ τοῖς Ἰορ-

δάνου ῥείθροις, νῦν ὃν ἐποθοῦμεν εὑρήκαμεν! Οὐκ

ἦν βραδὺς μετὰ τὴν φωνὴν ὁ Πέτρος· Ἀνδρέου γὰρ

ἦν ἀδελφός· καὶ θερμῇ τῇ γνώμῃ τὰς ἀκοὰς ἐκπε-

τάσας ἠπείγετο.

Λαβὼν τὸν Πέτρον ὁ Ἀνδρέας τῷ Δεσπότῃ προσ-

άγει τὸν μεριστὴν τῆς φύσεως, κοινωνὸν τῆς μαθη-

τείας ἀπεργασάμενος. Τοῦτο πρῶτον Ἀνδρέου κατόρ-

θωμα. Ηὔξησε τῶν ἀποστόλων τὸν ἀριθμόν· προσ-

ήνεγκε Πέτρον, ἵν' εὕρῃ Χριστὸς τὸν τῶν μαθητῶν κο-

ρυφαῖον. Ὥστε καὶ ἐν οἷς ὕστερον εὐδοκιμῶν ὁ Πέ-

τρος εὑρίσκεται, παρὰ Ἀνδρέου τῆς εὐδοκιμήσεως

ἔχει τὰ σπέρματα. Ἀλλ' ἡ τῶν ἐπαίνων ἰσόῤῥοπος ἐξ

ἑκατέρων πρὸς ἀλλήλους ἀντίδοσις γίνεται. Οἰκει-

οῦνται γὰρ τὰ ἀλλήλων ἀγαθὰ, καὶ τοῖς ἀλλήλων ἀγα-

θοῖς ἐναβρύνονται. Πόσην γοῦν ἤνεγκε τοῖς πᾶσι

χαρὰν ὁ Πέτρος πρὸς τὰς δεσποτικὰς ἐρωτήσεις ὀξέως

ἀποκρινόμενος, καὶ λύσας σιωπὴν μαθητῶν ἐρυθριῶ-

σαν; «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» Καὶ

ὡς αὐτὸς ὢν τῶν ἐρωτηθέντων ἡ γλῶττα, ἢ ὡς ἁπάν-

των ἐν ἐκείνῳ λαλούντων, μόνος ὑπὲρ πάντων ἐφθέγ-

γετο· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,»

μιᾷ φωνῇ καὶ τὸν οἰκονομοῦντα, καὶ τὴν οἰκονομίαν

ἀποφθεγξάμενος. Ὢ συμφωνίας ῥημάτων! οἷς γὰρ

Ἀνδρέας τὸν Πέτρον ἐχειραγώγησε ῥήμασι, τούτοις

ἄνωθεν ὁ Πατὴρ τὸν Πέτρον ἐνηχῶν καθυπέγραφεν.

Ἐκεῖνος ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν.» Ὁ πατὴρ

ὑπέβαλλε λέγων· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν-

τος·» μόνον οὐχὶ ταῦτα πρὸς τὸν Πέτρον ἐγκελευσά-

μενος· Φθέγξαι, ὦ Πέτρε, τὰς Ἀνδρέου φωνὰς ἐρω-

τώμενος· φάνηθι τοῦ διδασκάλου πρὸς ἀπόκρισιν ἑτοι-

μότερος. Οὐκ ἐψεύσατο πρὸς σὲ λέγων· «Τὸν Μεσσίαν

εὑρήκαμεν.» Σὺ, τὴν Ἑβραΐδα φωνὴν εἰς Ἑλλάδα

μεταστήσας, ἀναβόησον· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ

Θεοῦ τοῦ ζῶντος.» Ὁρᾷς ὅσοις εὐθὺς ἐν προοιμίοις

τῆς μαθητείας ὁ Ἀνδρέας ἐγκαλλωπίζεται.

Ἀλλ' ἐπειδὴ τὰς πόλεις καταλιμπάνων ὁ Σωτὴρ

περιενόστει τὴν ἔρημον, συμπεριῄει αὐτῷ τῶν ἀν-

θρώπων τὰ γένη, μηδὲ πρὸς βραχὺ τὸν χωρισμὸν

ὑπομένοντα. Ἦν ἐν ἐρημίᾳ καὶ τροφῆς ἀπορίᾳ, καὶ

ἡ γαστὴρ οὐκ ἐσπένδετο. Ὁ δὲ Σωτὴρ, τῆς ἐρήμου

λαβόμενος, θαῦμα παλαιὸν ἀνεζωπύρει· καὶ τῶν ἐν

1108

ἐρήμῳ ποτὲ θαυμάτων μάρτυρα πάλιν ἐποιεῖτο τὴν

ἔρημον· καὶ τοὺς μαθητὰς ἑστιάτορας προὐβάλλετο,

καὶ πρὸς αὐτοσχέδιον εὐωχίαν τὰ πλήθη προτρέπε-

ται. Τὸ τοίνυν τῶν μαθητῶν πλῆθος πρὸς τὴν ἔν-

δειαν ἐταράττετο, καὶ πρὸς ἀλλήλους ὁρῶντες, τὸ δὲ

μέλλον οὐκ ἐννοοῦντες τοῖς ἀνθρωπίνοις λογισμοῖς

ἐκυμαίνοντο. Ἄλλος μὲν οὖν ἄλλο τι τῶν μαθητῶν

ἐφθέγγετο, τὴν παροῦσαν ἀπορίαν ἐπαγγέλλοντες·

Ἀνδρέας δὲ, τῶν προσόντων, τὴν εὐτέλειαν ἐλέγχων,

ἔλαθε διδοὺς τῷ Σωτῆρι τὰς προφάσεις τοῦ θαύμα-

τος· Τί γάρ φησιν; Οὐκ εἰσὶν εἰ μὴ πέντε ἄρτοι, καὶ

ὀλίγα ἰχθύδια. Τί οὖν ὁ Σωτήρ; Φέρετέ μοι αὐτὰ ὧδε.

Καὶ γέγονεν ἡ τῆς σπάνεως ὁμολογία τῶν ἀγαθῶν

περιουσία.

Ἀλλὰ γὰρ ὁ Σωτὴρ ἤδη λοιπὸν, τὰς ἐν γῇ δια-

τριβὰς ἀνύσας, καὶ τὸν αὐτάρκη τοῖς μαθηταῖς συν-

διατρίψας χρόνον, πρὸς οὐρανοὺς ἐκομίζετο· ἀπό-

στολοι δὲ, τὴν οἰκουμένην διαλαβόντες, καὶ τοῖς σώ-

μασι μερισθέντες, ἄλλος ἀλλαχόσε τὰ τῆς χάριτος μετ-

οχετεύων νάματα. Ἐνταῦθα τοίνυν ὁ μακάριος οὗτος

Ἀνδρέας, Ἑλλάδα τε ὁμοῦ καὶ βάρβαρον ἐμπλήσας

τῆς χάριτος καὶ δυσωπήσας πρὸς πίστιν τὰ ἔθνη τοῖς

θαύμασιν, ἐπὶ τὸ τῆς ἀπιστίας μαχιμώτατον, τὴν

Ἀχαΐαν λέγω, ἐπεστέλλετο. Ἔνθα δὴ πολλοὺς οὐρα-

νῷ προσγράψας, εἷς διὰ τῆς πίστεως, σταυρῷ παρα-

δίδοται· καὶ τρόπῳ τῆς τελευτῆς τὸν Δεσπότην μι-

μούμενος, ἵνα τῇ κοινωνίᾳ τοῦ πάθους δείξῃ τοῦ πόθου

τὸ μέγεθος. Σταυρὸς οὖν ἐπὶ μέσῃ Ἑλλάδος ἐπήγνυ-

το, καὶ Ἀνδρέας ἐκρεμᾶτο, σταυρῷ τὸν σταυρωθέντα

κηρύσσων, καὶ τοῖς ἥλοις τοὺς ἥλους πιστούμενος,

καὶ τῷ πάθει τὸ πάθος μαρτυρούμενος. Πέρας δὲ

τοῦτο τῆς θνητῆς ζωῆς εὑράμενος, δευτέραν ἀρχὴν

ἀθανασίας τὸν θάνατον εὕρατο, ἐνεργεστέραν τῆς

διδασκαλίας διὰ τοῦ πάθους τὴν δύναμιν ἐνδεικνύμε-

νος. Οὓς γὰρ οὐκ ἔπεισε δημηγορῶν, τούτους ἀναι-

ρεθεὶς ἐδυσώπησεν· καὶ οὓς λαλῶν οὐχ εἵλκυσε, πα-

θὼν ἐσαγήνευσε. Μερισθεὶς γὰρ οὐρανῷ καὶ γῇ, σώ-

ματι μὲν ἔχων τὴν γῆν, ψυχῇ δὲ τὸν οὐρανὸν κληρω-

θεὶς, ἐποπτεύει τὰς τῶν ἀνθρώπων ἀγέλας, ἰάμασι

καὶ θαύμασι τοὺς ἐπὶ γῆς δεξιούμενος. Ἐκείνης τῆς

γεωργίας οἱ παρόντες ἀνεβλάστησαν στάχυες· ἐκ τῆς

ἐκείνου διδασκαλίας οἱ τῆς πίστεως ἤνθησαν βότρυες.

Καὶ ὑμεῖς οἱ τῆς εὐσεβείας διδάσκαλοι ἀπηντήκατε,

οἱ τῆς τῶν οὐρανῶν βασιλείας ἔμποροι πρὸς τὸν οὐ-

ρανῷ θαυμαζόμενον συνεληλύθατε. Χριστοῦ γάρ ἐστι

διὰ τοῦ μακαρίου Παύλου φωνή· «Εἰ ὑπομένωμεν,

καὶ συμβασιλεύσομεν.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας

τῶν αἰώνων. Ἀμήν.

1101

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΜΠΤΗΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ ΛΟΓΟΣ.} Τοῦ Σωτῆρος τὰ πάθη, πένθος μὲν Ἰουδαίων, εὐ-φροσύνη δὲ τῆς Ἐκκλησίας· ἐκείνοις μὲν γὰρ συμ-φορὰν, ἡμῖν δὲ χαρὰν ἀπεγέννησεν· ἐκείνους θανάτῳκατέκρινεν, ἡμῖν δὲ ἑορτὰς προεξένησε. Σήμερον τῆςἸουδαϊκῆς πονηρίας τὸ πέρας ἠλέγχθη, καὶ τῆςδεσποτικῆς εὐεργεσίας αἱ λαμπάδες ἀνήφθησαν. Σή-μερον ἐν γωνίᾳ δεῖπνον σκευάζεται, καὶ τῇ οἰκουμένῃγίνεται τράπεζα· σήμερον τῆς οὐρανίου τροφῆς ἄστα-χυν ἐβλάστησε· σήμερον τοῦ ξύλου τῆς τρυφῆς ἀκιν-δύνως ἄνθρωπος ἅπτεται· σήμερον τῶν μυστηρίωνἀνοίγεται θησαυρός· σήμερον βρῶσις ἀποστό-λοις εὐτρεπίζεται, μακαριότητος ἄρτος· σήμερον τῆςπνευματικῆς εὐωχίας ἀπόλαυσις ἄρχεται· σήμερον τὸ

28

1101

«Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα.» Προ-

λαμβάνω τὸν σταυρὸν, διαμερίζω τὰ μέλη, προφθάνωσου τὴν πρᾶσιν, Ἰούδα, τῇ ἐκχύσει τοῦ αἵματος, ὃπιπράσκειν βούλῃ· προλαμβάνων χαρίζομαι· ἐμὸνγάρ ἐστιν, Ἰούδα, τὸ σῶμα· σοῦ δὲ τὸ πωλῆσαι φι-λήματι· ἐμοῦ ἔργον ἡ διὰ αἵματος σωτηρία· σὸν δὲἔργον ἡ τοῦ αἵματος ἐμπορία. Ἔνιψά σου τοὺς πό-δας, εἰς τὸν κατ' ἐμοῦ δρόμον ὁρμῶντας. Ἐδίδαξαχεῖρας θαυματουργεῖν, τῷ τῆς ἐμῆς πράσεως κοιλαι-νομένας τιμήματι. Λάβετε, φάγετε· προλαμβάνετετὴν τοῦ προδότου ταχύτητα· νικήσατε τὴν πρᾶσιν τῇβρώσει. Οὐ χρονοτριβῶ τὸ δῶρον, ἀναμένων τὸ πά-θος· οὐκ ἀναβάλλομαι τὴν δόσιν· ἐγγὺς γὰρ ἡ πρᾶ-σις. Ἀπαθές ἐστι τὸ σῶμα· χαρίζομαι τῆς τῶνἐσθιόντων ἀπαθείας μαρτύριον. Προλαμβάνω τοῖςὀδοῦσι τῶν Ἰουδαίων τὴν φάλαγγα· ἕως τὸν σταυ-ρὸν ὑπερτίθεμαι, φάγετε καὶ ὑμεῖς, φάγετε. «Οὐκἔστι» γὰρ «λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βα-λεῖν τοῖς κυσὶν» Ἰουδαίοις. Ἕως ἐκεῖνος τοὺς συν-αλλακτὰς ζητεῖ, τὸν πωλούμενον μαργαρίτην ἁρ-πάσατε. «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν προ-δώσω;» Τί πωλεῖς ἄρτον, Ἰούδα, τὸν ἤδη τῇ βρώ-σει παραδοθέντα; Ποῦ σου τῆς φιλοπτωχίας οἱ λόγοι·