The Greek Library Catalogue

Anonymous

Homilia in pentecosten

Edition reference
Homilia in pentecosten, MPG 52: 809– 812.
CTS identifier
urn:cts:greekLit:tlg2800.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

52

811

Πάλαι μὲν οὖν μίαν φωνήν τε καὶ γλῶσσαν ἁπάν-

των ὑπάρχουσαν ἡ πάλαι τῆς πυργοποιίας διεμεμέ-

ριστο τόλμα, καὶ μάχη γλωσσῶν ἀντισείει τὸν κατὰ

τῶν οὐρανῶν πόλεμον παύουσα· καὶ γλῶσσαι μυρίαι

μυρίοις φθέγμασιν ἔπληττον, ἀκοὴν δὲ μίαν οὐχ εὕ-

ρισκον πρὸς τὸν ἦχον οὐκ ἐπινεύουσαν· ἀλλ' ἡ γλῶσσα

τμηθεῖσα καὶ τὰς γνώμας ἐμέρισε, καὶ γλῶττα λυ-

θεῖσα τὰς χεῖρας ἐπέδησε. Νυνὶ δὲ ἡ χάρις διαιρε-

θείσας γλώττας τὰ στόματα, εἰς τὴν ἑνὸς ἑκάστου

γλῶσσαν συνήθροισε, τοὺς τῆς διδασκαλίας ὅρους

πλατύνουσα, καὶ πολλὰς ὁδοὺς τεμνομένη τῆς πί-

στεως. Ὢ τῶν παραδόξων θαυμάτων! ἀπόστολος ἐλά-

λει, καὶ Ἰνδὸς ἐδιδάσκετο· Ἑβραῖος ἐφθέγγετο, καὶ

βάρβαρος ἐπαιδεύετο· ἡ χάρις ἐξηχεῖτο, καὶ ἀκοὴ

τὸν λόγον ἐδέχετο· Γότθοι τὴν φωνὴν ἐπεγίνωσκον,

812

καὶ Αἰθίοπες τὴν γλῶτταν ἐγνώριζον· Πέρσαι τοῦ

λαλοῦντος ἐθαύμαζον, καὶ ἔθνη βάρβαρα ὑπὸ μιᾶς

ἠρδεύετο γλώττης. Ὅσον ἡ φύσις τοῖς γένεσιν ἐπλα-

τύνετο, τοσοῦτον ἡ χάρις ἀντεπλούτει ταῖς γλώτταις.

Ἡ μὲν οὖν τοῦ πυρὸς φύσις μεριζομένη πολυπλασιά-

ζει τὴν ἐνέργειαν. Πηγὴ γὰρ φωτός ἐστιν ὁ πλοῦ-

τος τῆς χάριτος. Πάλιν ἡ τοῦ πυρὸς φύσις οὐκ εἶδεν

ἐφαπτομένη μειοῦσθαι, ἀλλ' ἡ μετάδοσις αὔξησις·

οὕτως ἡ ἐκχεομένη πολυπλασιάζει τὸ ῥεῖθρον. Μία

μὲν λαμπὰς μυρίους ἀποτεκοῦσα πυρσοὺς, καὶ πάν-

τας δείκνυσι κομῶντας τοῖς φέγγεσι, καὶ ἡ τοῦ φω-

τὸς λαμπηδὼν οὐκ ἀφίησιν· οὕτως ἡ χάρις τοῦ Πνεύ-

ματος ἀφ' ἑτέρων εἰς ἑτέρους μεταφοιτῶσα, καὶ τοὺς

ἑτέρους πληροῖ, καὶ τοὺς ἀφ' ὧν πρόεισι. Πρῶτον

τοίνυν ἐπὶ τοὺς ἀποστόλους ἡ χάρις ἐλθοῦσα, καὶ

τούτους ὥσπερ ἀκρόπολιν καταλαβοῦσα, καὶ δι' αὐτῶν

τοὺς πιστεύοντας ἐπικυμαίνουσα πάντα πληροῖ, καὶ

τὰ τῆς χάριτος οὐ συστέλλεται ῥεῖθρα. Ἡ μὲν οὖν

τοῦ πυρὸς ἐφίπτατο γλῶσσα, γλωσσῶν δὲ ἦν μυρίων

δοχεῖον μαθητὴς ἕκαστος, καὶ τοὺς παρόντας ἀπ-

εφθέγγοντο, τῶν διδασκαλικῶν ἀγώνων ἁπτόμενοι.

Καὶ θέατρον ἦσαν οἱ παρόντες τοῦ θαύματος· καὶ

πλῆθος ἀκροατῶν τῷ γένει μεριζόμενον, οὐκ ἠπόρει

γλώσσης ἀποστολικῆς πειθούσης συγγενέσι τοῖς ῥή-

μασιν. Ὥσπερ γάρ τινι βαφῇ τῇ τοῦ πυρὸς ἐπαφῇ

τὴν φωνὴν ἐκδεχόμενοι, ἄχρονον τὴν γνῶσιν ἐλάμ-

βανον, καὶ πίστις ἐδιδάσκετο, καὶ χάρις ἐθαυμά-

ζετο, καὶ Θεὸς ἐγνωρίζετο· ἀλλ' Ἰουδαῖος ἐχλεύαζε,

καὶ μέθην κατηγόρει τοῦ θαύματος, καὶ γλεύ-

κους ἔργον ἐκάλει τὸ τῆς χάριτος μυστήριον· Γλεύ-

κους γὰρ, φησὶ, μεμεστωμένοι εἰσίν. Ὢ τῆς

συντρόφου τῶν Ἰουδαίων ἀγνωμοσύνης! Ἐννόει

τὸν καιρὸν, ὦ Ἰουδαῖε, καὶ τὴν γλῶσσαν συκοφαν-

τοῦσαν ἀνάστελλε. Ποῦ γὰρ γλεῦκος, ἤδη παρ-

ελαύνοντος θέρους; ἔαρος δὲ ἄρτι φανέντος, ποῦ

χώραν ἔχει γλεύκους ἡ μνήμη; Λογίζου τὴν ὥραν,

καὶ χαλίνου τὴν γλῶτταν. Τί οὖν Πέτρος, ὁ πρωτεύων

τῷ Πνεύματι, καὶ βρύων τῇ χάριτι, ὁ πλησθεὶς πυρί;

Συνήγορον τὴν γλῶτταν ταῖς γλώτταις ἀφίησιν. Οὐ

γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, φησὶν, οὗτοι με-

θύουσιν, ἀλλὰ τοῦτό ἐστι τὸ παρὰ τοῦ προφήτου

Ἰωὴλ εἰρημένον· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός

μου. Πέλαγος χαρισμάτων ὁ προφήτης εὐαγγελί-

ζεται. Ἐκχεῶ, φησὶν, ἀπὸ τοῦ Πνεύματος μου.

Ἀλλ' ἆρα μὴ συνέσταλται πάλιν τὸ ῥεῖθρον; ἢ πρὸς

Ἰουδαίους περιγράφεται μόνον τὸ δῶρον; Οὐ-

μενοῦν. Ἐκχεῶ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Μαθόν-

τες τὴν πρόῤῥησιν, ὁρᾶτε τὴν ἔκβασιν. Προέλαβε

τὴν προφητικὴν γλῶτταν ἡ γλῶσσα τοῦ Πνεύματος.

Ἐκείνης καὶ ἡμῖν τῆς χάριτος ἐπελθεῖν σταγόνα πα-

ρακαλέσωμεν, ἵνα τὴν μνήμην τῶν θαυμάτων φυ-

λάττοντες, τῆς χάριτος τὸ κέρδος τρυγήσωμεν· εὔκο-

λος γὰρ δόσις, ἂν εὕροι προαίρεσιν. Ὁ γὰρ αὐτὸς

Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν· αὐτῷ ἡ δύναμις

καὶ τὸ κράτος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν

αἰώνων. Ἀμήν.

{ΠΡΑΞΕΙΣΠροθεωρία} Ἱστορία μὲν τὸ πονηθὲν ἡμῖν τοῦτο σύγγραμμα καὶ παλαιῶνἔργων διήγησις, τῶν ὑπὸ τῆς μακαρίας Θέκλας τῆς ἀποστόλουκαὶ μάρτυρος πραχθέντων, ἐξ ἑτέρας μὲν καὶ παλαιοτέρας ἱστο-ρίας ἐκληφθεῖσα, κατ' ἴχνος δὲ αὐτῆς ἐκείνης συντεθεῖσα. Ἰστέονδὲ τοσοῦτον, ὅτιπερ οὐχ ὡς ἐροῦντές τι πλέον, ἢ περικαλλέστερον,ἤγουν ἀκριβέστερον τῶν πάλαι ῥηθέντων, τὸν πόνον τοῦτον ἐν-εστησάμεθα, ἀλλ' ὡς εὐχήν τε οἰκείαν ἡμῶν ἐκπληροῦντες—ὥστετι καὶ τῶν ἡμῖν δυνατῶν τῶν μικρῶν καὶ εὐτελῶν ἀναθεῖναι τῇμεγάλῃ μάρτυρι καὶ τὰ μικρότατα ἀγαπώσῃ δι' ἀγαθότητα—,ἔτι μὴν καὶ ἀνδρὸς εὐσεβοῦς ἐπίταγμα εἰς πέρας ἀγαγεῖν σπουδά-ζοντες, οὗπέρ που καὶ κατὰ τὴν συγγραφὴν ἀμωσγέπως ἐποιησά-μεθα μνήμην. Παρατηρεῖν μέντοι ἀξιῶ τούς τε νῦν, τούς τεαὖθις ἴσως ἐντευξομένους τῷ συγγράμματι τούτῳ, ὡς εἴ τι καὶπεριττὸν ἐν τούτοις εἴρηται παρ' ἡμῶν—εἴρηται γάρ—, ὡς οὐκἔξω τοῦ σκοποῦ τῶν πάλαι συγγραφέντων εἴρηται. Καὶ γὰρ τῇδιανοίᾳ καὶ τάξει τῶν τότε λεχθέντων ἤτοι πραχθέντων κατὰ τὸντοῦ μαρτυρίου καιρὸν ἀκολουθήσαντες, δι' ἑτέρας μόνον, ὡς εἰ-πεῖν, συνθήκης καὶ λέξεως τὸν ἄλλοις προπονηθέντα πόνονᾠκειωσάμεθά τε καὶ ἀνεθέμεθα τῇ μεγίστῃ μάρτυρι. Προσυφή-ναντες δὲ αὐτῇ καὶ δημηγορίας κατὰ τὸ ἐνδεχόμενον, ἀρχαιό-τροπον αὐτῇ προσενείμαμεν, ὡς οἶμαι, κάλλος, μετὰ τοῦ καὶ τὸοἰκεῖον καὶ ἁρμόζον ἑκάστῳ προσώπῳ φυλάξαι σχῆμα κατὰ τοὺςλόγους. Λέξεώς γε μὴν ἀττικιζούσης, ἤτοι φράσεως ἀρχαϊζού-σης ὀλίγα ἐφροντίσαμεν, μόνης δὲ τῆς ἀληθείας καὶ σαφηνείας,καὶ τῆς ἐν τοῖς πράγμασι τάξεως ἐποιησάμεθα πρόνοιαν, ὡςμηδὲν ἀγνοεῖσθαι τὸ σύνολον τῶν ὑπὸ τῆς ἀποστόλου καὶ μάρ-τυρος ῥηθέντων ἢ πραχθέντων, ἤτοι καὶ τῶν δι' αὐτὴν ὑφ' ἑτέρωνῥηθέντων πάλιν ἢ πραχθέντων. Ἡρόδοτος μὲν ὁ Ἁλικαρνασεὺς καὶ Θουκυδίδης ὁ Ἀθηναῖος,καὶ εἴ τις μετὰ τούτους γέγονε τῶν ἱστορίας παλαιὰς ἢ νέαςσυγγεγραφότων, οἰκείᾳ ἔφασαν γνώμῃ καὶ προθυμίᾳ ἐπὶ τὸνοἰκεῖον ἕκαστος ἐληλυθέναι πόνον τῆς συγγραφῆς· ἐγὼ δὲ τὰ μὲνὑπὸ θείας ὀμφῆς ἐρεθισθεὶς πολλάκις, τὰ δὲ καὶ ὑπὸ συμβουλῆςἀνδρὸς ἀρίστου προτραπείς, Ἀχαιοῦ λέγω τοῦ παναρίστου καὶσοφωτάτου, ἐπὶ τὴν τῆς ἀποστόλου καὶ μάρτυρος Θέκλας ἱστορίανἐλήλυθα. Οὐχ ὡς ἂν μὴ ἐξίτηλα, μηδὲ ἄδηλα τῷ μακρῷ χρόνῳγένηται—βέβαια γὰρ ἀεὶ καὶ πάγια καὶ ἀθάνατα μένει τὰ τῶνἁγίων ἔργα παρὰ Θεοῦ φυλαττόμενα, εἴς τε οἰκεῖον ἀεὶ κλέος,καὶ ἀνθρώπων τῶν ἐν γῇ ἔτι στρεφομένων ὠφέλειαν—, ἀλλ' ὡςἂν ἡμᾶς τε αὐτοὺς τῷ ἱερῷ τούτῳ πόνῳ κοσμήσωμεν, καὶ ἣνπάλαι ὠδίνομεν εὐχήν, ταύτην ἀποπληρώσωμεν, τόν τε ταῦταποιεῖν ἡμῖν διακελευσάμενον ἄνδρα δῆλον καὶ τοῖς μετέπειτα ποι-ήσωμεν ἀνθρώποις. Ὥσπερ οὖν καὶ ὁ θαυμάσιος Λουκᾶς φαίνε-ται πεποιηκὼς ἔν τε τοῖς θείοις Εὐαγγελίοις, ἔν τε τῷ περὶ τῶνἀποστόλων συντάγματι, προτάξας τὸν Θεόφιλον, ᾧ καὶ τὸν πάνταπόνον ἀνέθηκε τῆς θείας συγγραφῆς. Ἄρξομαι δὲ ὧδε τῆςπαρθενικῆς ἱστορίας. Τοῦ Θεοῦ Λόγου φύντος μὲν ἐκ Θεοῦ καὶ Πατρὸς ἄνωθεν καὶἐξ ὅτου περ ἦν ὁ Πατήρ—οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ὁ Πατήρ, ἀεὶ συνὼντῷ Παιδί· καὶ γὰρ ἀεὶ συνυπῆρχον ἀλλήλοις, ὁ Πατὴρ τῷ Παιδί,ὁ Παῖς τῷ Πατρί, τὸ φῶς τῷ φωτί, τὸ ἀεὶ ζῶν ὕδωρ τῇ ἀεὶ ζώσῃπηγῇ—, φύντος δὲ καὶ σαρκωθέντος ἐκ τῆς ἁγίας παρθένου καὶἀείπαιδος Μαρίας ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ φοιτήσαντος εἰςγῆν ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους, διόπερ ἐγεγόνει καὶἄνθρωπος, συνέστη μὲν ὁ χορὸς τῶν ἀποστόλων ὑπ' αὐτοῦ Χρι-