The Greek Library Catalogue

Anonymous

De vita et miraculis sanctae Theclae libri ii

Edition reference
De vita et miraculis sanctae Theclae libri ii [Sp.], ed. G. Dagron, Vie et miracles de sainte Thècle [Subsidia hagiographica 62. Brussels: Société des Bollandistes, 1978]: 168–412.
CTS identifier
urn:cts:greekLit:tlg2800.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

στοῦ τὰ κατὰ τὴν γῆν ἔτι διαθεσμοθετοῦντος, ἐπεβλάστησαν δὲ

καὶ ἐπώμβρησαν αἱ τῶν μαρτύρων ἀγέλαι πολλαὶ καὶ ἀναρίθμητοι

μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ τοῦ Χριστοῦ. Πάλιν ἐν τού-

τῳ πάρεισι τῷ καιρῷ καὶ ἡ Θέκλα, οὐ μετὰ πολλοὺς μάρτυρας

οὐδὲ μετὰ πολλάς, ἀλλὰ δευτέρα μὲν εὐθὺς μετὰ τοὺς ἀποστόλους

καὶ Στέφανον τὸν μάρτυρα, ὃν καὶ πρῶτον οἶδεν ὁ λόγος τῆς ἀλη-

θείας, πρώτη δὲ πασῶν γυναικῶν, ὥστε τὸν μὲν Στέφανον ἡγε-

μονεύειν τῶν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν ἀγωνισαμένων ἀν-

δρῶν, τὴν δὲ Θέκλαν τῶν γυναικῶν, ἐν ὁμοίοις διαγωνισαμένην

τοῖς ἄθλοις. Πάρεισι δὲ οὕτως.

Ὁ θεσπέσιος Παῦλος, ὢν μὲν ἰουδαῖος τὸ ἐξ ἀρχῆς καὶ διώ-

κτης καὶ τοῦ πατρῴου νόμου ζηλωτής, ὡς αὐτός πού φησιν,

ἀξιωθεὶς δὲ τοῦ θείου βαπτίσματος καὶ κηρύγματος, καὶ τοῦ εἶναι

ἀπόστολος—τὸ δὲ ὅπως παρὰ τοῦ μακαρίου δεδιδάγμεθα Λουκᾶ

—, τοῦ ἀποστολικοῦ καὶ αὐτὸς εἴχετο δρόμου λοιπόν. Οὗτος

τοίνυν ὁ Παῦλος διαθέων τὴν οἰκουμένην ἐπὶ κατηχήσει καὶ κλήσει

καὶ σωτηρίᾳ τῶν ἐθνῶν, γίνεται καὶ κατὰ τὸ Ἰκόνιον, ὡς ἂν

καὶ αὐτόθι κηρύξων τὴν εὐσέβειαν. Πόλις δὲ αὕτη Λυκαονίας,

τῆς μὲν Ἑῴας οὐ πολύ τι ἀπέχουσα, τῇ δὲ Ἀσιανῶν μᾶλλόν τι

προσορμίζουσα, καὶ τῆς Πισιδῶν καὶ Φρυγῶν χώρας ἐν προ-

οιμίῳ κειμένη. Ἐν ταύτῃ δὴ γεγονώς, καὶ τῆς παρὰ Ὀνη-

σιφόρου δεξιώσεως ἀξιωθείς, καὶ φιλοφρόνως ξεναγηθείς, γίνεται

καὶ γείτων τῆς παρθένου Θέκλας, οὐ τοῦτο βουλόμενος, οὐδὲ

πρὸς τοῦτο ἐπειγόμενος, ὑπὸ δὲ τοῦ ἁγίου Πνεύματος ὁδηγούμε-

νος, ἵν' ἐκ τῆς τοιαύτης γειτνιάσεως καὶ μὴ ὁρώμενος ὁ Παῦλος

διαπορθμεύσῃ τῇ παρθένῳ τὴν πίστιν, καὶ τῇ ὑπὸ τῷ ζόφῳ τῆς

πλάνης ἔτι καθημένῃ κόρῃ διαπέμψῃ καὶ ὑπαυγάσῃ τὴν ἀκτῖνα

τῆς εὐσεβείας. Ὃ δὴ καὶ γεγένηται. Ὡς γὰρ ὁ μὲν ἐδίδασκε

κατὰ τὴν ἑστίαν τοῦ Ὀνησιφόρου, πολλοὶ δὲ ἠκροῶντο, ἐπ' αὐτό

τε τοῦτο καὶ διὰ τοῦτο συλλεγέντες, ἡ παρθένος, εὐπατρίδις τε

οὖσα τὸ ἐξ ἀρχῆς, καὶ τῶν ἄγαν ἐπ' εὐγενείᾳ καὶ πλούτῳ καὶ

κάλλει σεμνυνομένων, ἤδη δὲ καὶ ὥραν ἔχουσα γάμου, καὶ πολ-

λοῖς μὲν πολλάκις τῶν εὐδαιμόνων καὶ νέων κινήσασα φροντίδας

καὶ ἔρεις—ὑπὲρ ὧν εὐδαίμοσι καὶ νέοις, καὶ τὴν καλλίστην

καὶ βελτίστην ἄγεσθαι βουλομένοις, ἀεὶ κινεῖσθαι φιλοῦσι φροντί-

δες καὶ ἔριδες—, προσομιληθεῖσα δ' οὖν ὅμως τῷ Θαμύριδι διὰ

τῆς μητρὸς Θεοκλείας, ἀνδρὶ τῶν ὁπόσοι κατὰ τὴν πόλιν ἐκείνην

ἦσαν εὐδαίμονες εὐδαιμονεστέρῳ τε καὶ τἆλλα κρατοῦντι τῶν

ἄλλων ἁπάντων, ἔτι δὲ ἐν ὑπερθέσει καὶ ἀναβολῇ τῆς νυμφο-

στολίας οὔσης, πρός τινι γίνεται τῶν κατὰ τὴν ἑστίαν θυρίδων

ἡ παρθένος, πλησίον οὔσῃ καὶ αὐτῇ θυρίδος ἑτέρας τῆς κατὰ

τὴν ἑτέραν οἰκίαν ὑπαρχούσης, τὴν τοῦ Ὀνησιφόρου, καί πως

ἀκούει τῆς Παύλου φωνῆς· καὶ τὴν ἀρχὴν κατεπλάγη, ὡς ἂν

ξένης καὶ ἀήθους ἀκούσασα φωνῆς—οὕτω τοῦ Χριστοῦ βουλη-

θέντος, ἵν' οὕτω μάλιστα τὸ τοσοῦτο ζωγρηθείη καλόν. Καί

τινων λόγων ὑπαισθομένη τῆς θείας ἀκροάσεως, ἐδήχθη μὲν εὐ-

θὺς τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων, προσπήγνυται δὲ τῇ θυρίδι

καθάπερ ὑπ' ἀδαμαντίνων ἥλων τῶν τοῦ Παύλου λόγων.

2

Ποῖοι δὲ καὶ τίνες οἱ τοῦ Παύλου λόγοι;

«Ἄνδρες, οἳ ξυνεληλύθατε μὲν ὥς τι ξένον ἀκουσόμενοι καὶ

παράδοξον παρ' ἐμοῦ τοῦ ξένου δημηγόρου, ἐρῶ δὲ ξένα μὲν ἀλη-

θῶς καὶ παράδοξα, θεῖα δ' οὖν ὅμως καὶ σωτήρια, καὶ ἃ παρ' αὐ-

τοῦ τοῦ Θεοῦ Λόγου δεδίδαγμαι, τοῦ ἐξ ἀνθρωπίνης μορφῆς καὶ

φύσεως καὶ τεχθέντος καὶ εἰς γῆν ὀφθέντος, καὶ τὴν ἀγγελικὴν

ἡμᾶς ταύτην καὶ οὐράνιον πολιτείαν ἐκπαιδεύσαντος. Ὡς μακα-

ριστὸς μὲν ἐκεῖνος καὶ Θεοῦ γνήσιος θεωρός, ὁ τὴν ἑαυτοῦ ψυχὴν

εἰλικρινῆ καὶ ἀμιγῆ καὶ ἀθόλωτον ἐκ τῶν ἀνθρωπίνων τούτων

διατηρήσας κακῶν· μακαριστὸς δ' αὖ πάλιν κἀκεῖνος ὁ ταῖς

αἰσχίσταις τῶν ἡδονῶν τὴν ἑαυτοῦ σάρκα μὴ καταπροδούς, ὡς

τὸν Θεὸν ἐσαεὶ καὶ αὐτὸς ἀκωλύτως ὀψόμενος· οὐδὲν δὲ ἧττον

μακαριστὸς καὶ ὁ τεχθεὶς μὲν φύσεως νόμῳ, ὡς μηδὲ ὅλως

τεχθεὶς καθαρὸς καὶ ἀκηλίδωτος τὸν βίον παραδραμών, καὶ το-

σοῦτον τῷ βίῳ μόνον χρησάμενος, ὅσον χρήσασθαι μὲν τοῖς

καλλίστοις καὶ Θεῷ ἀρέσκουσι, μὴ χρήσασθαι δὲ τοῖς κακίστοις

καὶ λυποῦσι Θεόν. Κάλλιστον δὲ εἶναί φημι κἀκεῖνο, καὶ τῆς

αὐτῆς μακαριότητος πρόξενον, τὸ τὸν μὲν γάμον αἱρεῖσθαι καὶ

πηγνύναι γαμηλίους παστάδας, ὡς καὶ Θεοῦ τοῦτο κελεύσαντος,

τοσοῦτον δὲ κεχρῆσθαι ταῖς γυναιξίν, ὅσον τοὺς ἐξ αὐτῶν καὶ

ἀντ' αὐτῶν παρέξειν τῷ βίῳ, τῇ μέντοι γε σεμνότητι τῶν ἐν

παρθενίᾳ μηδὲν διαλλάττειν. Τῆς ἴσης δὲ αὖ πάλιν κἀκείνους

μετέχειν φαίη τις ἂν μακαριότητος τοὺς αἰδοῖ καὶ φόβῳ τοῦ

θείου ἐπιμελουμένους μὲν τῆς τῶν ψυχῶν καὶ σωμάτων ἁγνείας,

ἐπιμελουμένους δὲ τῆς ἀκηράτου καὶ πάντα ἀρίστης παρθενίας, καὶ

τὸν τῶν ἀγγέλων ἐπὶ γῆς βίον ζηλοῦντας, ὡς ἂν καὶ αὐτοὺς τῆς

αὐτῆς πάντως μεθέξοντας ἀπαθείας καὶ λήξεως. Πολλῷ δὲ ἔτι

καὶ μᾶλλον καὶ πλέον ἥγημαι μακαρίους τοὺς καὶ τὴν ἀπὸ τοῦ

βαπτίσματος χάριν σώαν καὶ ἀκέραιον φυλάξαντας, καὶ τὸ

ἔνδυμα τοῦ Χριστοῦ δι' αἰσχρῶν ἔργων ἢ λόγων μὴ μολύναντας,

ἀλλ' οἷόνπερ ἔλαβον τὴν ἀρχήν, τοιοῦτο καὶ μέχρι τέλους τη-

ρήσαντας. Ἔτι γε μὴν ζηλωτοὺς κἀκείνους εἶναι νενόμικα τοὺς

τῆς τῶν δεομένων καὶ πτωχῶν ἀνενδείας φροντίζοντας, καὶ τὸν

ἴσον ἔλεον παρὰ τοῦ μεγίστου Θεοῦ θηρωμένους. Πρὸς ἐπὶ τού-

τοις δὲ πᾶσι, χρὴ τὴν εἰς Χριστὸν πίστιν καὶ εὔνοιαν ἀμείωτον,

ἀσάλευτον, ἀκλινῆ, ἀμετάπτωτον καὶ ἄπταιστον φυλάττειν ἀεί.

Ὡς τῆς γε τῶν ἀρετῶν κορυφῆς ἀκλινῶς καὶ ἀμεταπτώτως

ἐχούσης ἀεί, καὶ τὸ πᾶν σῶμα τῆς εὐσεβείας ὑγιῶς τε ἕξει, καὶ

ἀπόνως εὐθυπορήσει πρὸς οὐρανόν, καὶ τῆς αὐτόθι μεθέξει λοιπὸν

βασιλείας καὶ δόξης καὶ λήξεως, καὶ τῶν θείων ἐκείνων καὶ ἀκη-

ράτων ἀπολαύσει στεφάνων καὶ ἄθλων· ὧν ὁ μὲν ἐπιτυχὼν μακα-

ριστότατος, ὁ δὲ διαμαρτὼν ἐλεεινότατός που καὶ τῶν ἐν ᾅδου

κολάσεων ἀληθῶς ἄξιος.»

3

Ἀλλ' ὁ μὲν θεσπέσιος Παῦλος τοιαῦτα καὶ λέγων καὶ συμβου-

λεύων τοῖς ἀεὶ παροῦσι τῶν πολιτῶν ἐφαίνετο, ὡς καὶ τῶν ἀ-

κροωμένων ἕκαστον, εἴτε ἀνδρῶν, εἴτε γυναικῶν, εἰς πολλὴν καὶ

ἄπειρον ἐπιθυμίαν τῶν ὑπὲρ τῆς εὐσεβείας λόγων ἐνάγειν, ὡς καὶ

περιρρεῖσθαι μὲν ὄχλῳ πολλῷ τὸ δωμάτιον, περιρρεῖσθαι δὲ τὸν

στενωπὸν ἐκεῖνον ὑπ' ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, ἤδη δὲ καὶ

παιδαρίων καὶ γερόντων, πάντας δὲ ὑφ' ἡδονῆς ἐπιλελῆσθαι μὲν

ποτοῦ καὶ σιτίων, ἐπιλελῆσθαι δὲ τῶν οἴκοι καὶ τῶν ἐπ' ἀγορᾶς

ἔργων, μόνης δὲ ἐξηρτῆσθαι τῆς Παύλου γλώττης καὶ διδασκα-

λίας. Ἡ δὲ παρθένος ἔμενε μὲν ἐπὶ τῆς ἑστίας ἔτι καὶ τῆς φιλτάτης

εἴχετο θυρίδος· ἡ γὰρ αἰδὼς τῆς ἡλικίας, καὶ τὸ νόμον εἶναι ταῖς

ἔτι παρθένοις μὴ θυραυλεῖν, ἀλλ' ἔνδον ἠρεμεῖν, ἦγχεν ἔτι τὴν κα-

λὴν ἐπιθυμίαν, καὶ μένειν ἔπειθεν ἔνδον, δυσανασχετοῦσαν μὲν

καὶ σχετλιάζουσαν, ὅ τι δὲ πράξοι τέως οὐκ ἔχουσαν. Τῶν μέντοι

παρόντων καὶ ἀκροωμένων, ἡ μὴ παροῦσα, μηδὲ θεωμένη τὸν

Παῦλον, μᾶλλον τῶν Παύλου λόγων ἐδράττετο, καὶ ἀπρὶξ εἴχετο

τῆς θυρίδος, ὡς ἂν καὶ τὴν φιλτάτην αὐτῇ διακονούσης φωνήν,

καὶ κατὰ μηδὲν λείπεσθαι ποιούσης αὐτὴν τῶν αὐτὸν θεωμένων

καὶ περιεστηκότων τὸν Παῦλον. Οὕτω δὲ τῆς κόρης ἐμβριθῶς

ἐχούσης καὶ καρτερικῶς, καὶ μηδ' ὅσον ἀνεχομένης ἀποστῆναι

μὲν τῆς θυρίδος, μετασχεῖν δὲ ποτοῦ καὶ τροφῆς, καλλῦναι δέ,

καὶ ᾗπερ ἔθος ταῖς κόραις, τὰ ἠμελημένα μέλη τοῦ σώματος,

ἐσθῆτι καὶ μύρων ἀλοιφαῖς καὶ χρωμάτων ὑπογραφαῖς καὶ τριχῶν

ἐμπλοκαῖς, ἐλύπει τοῦτο τὴν Θεόκλειαν, ἣν καὶ μητέρα οἶδεν ὁ

λόγος τῆς κόρης, καὶ πρὸς ὑποψίαν καὶ δειλίαν ἐνῆγεν οὐ καλήν.

Τὸ γὰρ ἐπτοῆσθαι μὲν οὕτω περὶ τὸν ξένον, ἀπεστράφθαι δὲ

πάντα τά τε ἀναγκαῖα καὶ τερπνὰ τοῦ βίου, οὐκ ἀγαθὴν ἔτι

τοῖς ἀπείροις τοῦ πράγματος εἰκότως ἐνεποίει τὴν ὑπόνοιαν.

Ὅθεν καί, ὡς εἶχε τάχους, ἡ μήτηρ πέμπει πρὸς τὸν Θάμυριν,

ὡς ἂν ἐκείνου δυνησομένου μόνου μεταπεῖσαι καὶ μεταγαγεῖν

τὴν αὐτῷ φυλαττομένην κόρην. Καὶ γὰρ καὶ πρὸ τῆς συμ-

πλοκῆς καὶ μίξεως, ὡς τὰ πολλά, πέφυκέ τις ἔρως ἐντίκτεσθαι

τοῖς καὶ ἐκ λόγων τέως ἁρμοσθεῖσι μόνον· καὶ ἐρᾷ μὲν τῆς κόρης

ὁ νέος, ἧς μηδέπω ἐν πείρᾳ γεγένηται, ἐρᾷ δὲ ἡ νέα τοῦ κόρου,

καί, πρὸ τοῦ θαλάμου καὶ τῆς παστάδος, ὡς ἀνδρὶ λοιπὸν τῷ

μηδέπω συναφθέντι διαλέγεται, καὶ τῶν γάμων ἔτι μελλόντων,

ὑφέρπει τις ἡδονὴ καὶ χαρίεσσα τέρψις τοὺς ἑκατέρων λογισμούς·

καὶ πρὸ τῆς εὐνῆς, οἷάπερ εἰκός, τὰ μετὰ τὴν εὐνὴν διαλέγονται.

Ἧκε τοιγαροῦν ὁ Θάμυρις ὡς μεταπεμφθείς, ὀνειροπολῶν μὲν

ἅπερ καὶ ἤλπιζε, καὶ διὰ τοῦτο θέων συντόνως, εὑρὼν δὲ ἅπερ

οὐκ ἤλπιζε, καὶ διὰ τοῦτο τῷ τάχει μεμψάμενος. Καὶ γὰρ εὐ-

θὺς ἡ Θεόκλεια τοιούτοις πρὸς αὐτὸν ἐχρήσατο λόγοις.

«Φθάνει μέν μου τοὺς λόγους ἡ αἰδώς, ὦ Θάμυρι, καὶ τὰ δάκρυα,

καὶ πρὸ τῶν ῥημάτων αἰσχύνομαι, τὴν ἐφ' οἷς ἐρεῖν μέλλω κατὰ

τῆς ἐμῆς παιδὸς ὕβριν μὴ φέρουσα. Ἄκουε δ' οὖν ὅμως καὶ παρὰ

μὴ βουλομένης λέγειν τὴν συμφοράν. Καὶ γὰρ ἡ σὴ Θέκλα

τῶν μὲν ἡμετέρων ἐπ' αὐτὴν εὐχῶν καὶ ἐλπίδων ἔξω γεγένηται,

καὶ ὑπερορᾷ μὲν ἐμοῦ τῆς μητρός, ὑπερορᾷ δὲ σοῦ τοῦ μνηστῆ-

ρος, τὰ δὲ κατὰ τὴν οἰκίαν ταύτην οὐδ' ὅλως ἐπίστασθαι θέλει·

ἐρᾷ δὲ ξένου τινὸς καὶ ἀπατεῶνος καὶ πλάνου, καὶ τὴν γείτονα

ταύτην οἰκίαν—ἐπὶ κακῷ τῆς ἡμετέρας οἰκίας—κατειληφότος,

ἵν' αἰχμάλωτον ταύτην ἀπέλθῃ λαβών, καθάπερ ἐκ μυλῶνος ἢ

τέγους τινός. Ἐπείχθητι τοιγαροῦν καὶ φθάσον, ὦ Θάμυρι, καὶ

τὴν πρὸς ἕτερον ἤδη βλέπουσαν ἀφάρπασον μὲν τῶν ἐκείνου χειρῶν,

ἀνακάλεσαι δὲ πρὸς ἡμᾶς πάλιν, καὶ τῷ σῷ καὶ ἐμῷ γένει τὴν

ἀρχαίαν εὐδαιμονίαν φύλαξον· μὴ γενώμεθα μῦθος αἰσχρὸς καὶ

διήγημα κάκιστον τῷ τῶν ἀνθρώπων γένει. Ἁπαλοῖς μέντοι γε

καὶ θωπευτικοῖς τοῖς πρὸς αὐτὴν χρῆσαι λόγοις, καὶ καθάπερ

ἐλαίῳ τινὶ τῇ κολακείᾳ τὸ τῆς ψυχῆς αὐτῆς ἀτενὲς καὶ θυμού-

μενον μάλαξον. Βίᾳ μὲν γὰρ οὐκ οἶδεν εἴκειν ποτὲ τὸ αὐθάδες

τοῦτο καὶ ἀπεσκληκὸς τῆς γνώμης, πειθοῖ δὲ μᾶλλον χαλᾶσθαι

καὶ τοῖς μαλάσσουσι τῶν λόγων. Πρόσελθε τοίνυν αὐτῇ χαριέν-

τως καὶ θωπευτικῶς, καὶ ἴσως ἕλξεις μὲν αὐτὴν πρὸς ἑαυτόν,

ἐπανάξεις δὲ πρὸς τὴν ἄνωθεν ἐλευθερίαν καὶ τάξιν, καὶ τὴν παρ-

θένοις καὶ κόραις ἁρμόττουσαν αἰδὼ καὶ σωφροσύνην.»

4

Ταῦτα λεγούσης τῆς Θεοκλείας καὶ ποτνιωμένης, ἰλίγγου μὲν

εὐθὺς καὶ σκοτοδινίας ἐπληρώθη ὁ Θάμυρις, καὶ πρὸς ἄμετρον

λύπην ἐξ ἀμέτρου χαρᾶς ὑπενόστησε. Προσῆλθε δ' οὖν ὅμως τῇ

παρθένῳ, κατηφὴς καὶ περιδεὴς καὶ περίδακρυς, ὅ τι μὲν καὶ

φθέγξοιτο πρὸς αὐτὴν τέως ἀπορῶν, μόλις δέ ποτε τῆς λύπης

ἀνενεγκών, τοιαῦτά φησι πρὸς αὐτήν·

«Ἀπορῶ μὲν ὅθεν ἀρξαίμην τῆς πρὸς σὲ διαλέξεως, κόρη πάν-

των ἐμοὶ φιλτάτη. Καὶ γὰρ τουτὶ τὸ παρὰ σοῦ πραττόμενον

νῦν εἰς ἀμηχανίαν περιέστησε μὲν ἐμέ, περιέστησε δὲ μητέρα

τὴν σήν. Οὔτε γὰρ τῶν σῶν ἠθῶν καὶ τρόπων, οὔτε τῆς σῆς αἰ-

δοῦς ἄνωθεν καὶ σεμνότητος, ταυτὶ τὰ παρὰ σοῦ γινόμενα νῦν.

Ἐπήρεια δέ, ὡς οἶμαι, σκαιοῦ τινος καὶ πονηροῦ δαίμονος, πει-

ρωμένου παρατρέψαι σε μὲν ἐκ τοῦ καθήκοντος λογισμοῦ, ἀνα-

τρέψαι δὲ τὴν ἄνωθεν τῆς οἰκίας εὐδαιμονίαν, περιάψαι δὲ πᾶ-

σιν ἡμῖν αἰσχρὰν λοιδορίαν ἀντ' εὐφημίας καλλίστης. Ὅμως

καὶ νῦν πείσθητί μοι τῷ σῷ Θαμύριδι· καὶ γάρ εἰμι σός, καὶ

εἰ μηδέπω τῷ γάμῳ, τῷ νόμῳ λοιπὸν καὶ ταῖς ἐπὶ σοί μοι γεγε-

νημέναις συνθήκαις. Καὶ ἀπόστηθι μὲν ταυτησὶ τῆς θυρίδος,

ἀπόστηθι δὲ τοῦ τὴν ἀκοὴν παρέχειν τῷ ξένῳ τούτῳ καὶ ἀλήτῃ

καὶ οὐκ οἶδ' ὅπως ἐπεισφθαρέντι κατὰ τὴν πόλιν ταύτην, μήπου

τις καὶ λόγος ἄτοπος ῥυῇ περὶ σοῦ, ὡς ἄρα ‘ἡ παῖς μὲν τῆς σεμνῆς

Θεοκλείας, μνηστὴ δὲ τοῦ Θαμύριδος, πρώτη δὲ τῆς πόλεως,

ὁμοῦ πάντων ὑπεριδοῦσα, καὶ πλούτου καὶ γένους καὶ μητρὸς

καὶ τῶν σεμνῶν τοῦ γένους διηγημάτων, ἔτι γε μὴν καὶ τῆς ἄνω-

θεν τροφῆς καὶ παιδεύσεως, προσερρύη ξένῳ τινὶ καὶ ἀλήτῃ, καὶ

γέγονε τὸ σεμνολόγημα τῆς πόλεως ἑνός τινος αἰχμαλώτου καὶ

πελάτου παίγνιον. Καὶ προσᾴδει μὲν ἐκεῖνος πρός τινι θυρίδι

καθήμενος, ἑάλωκε δὲ τοῖς ᾄσμασιν ἐκείνη, καὶ αὐτὴ θυρίδος ἐπει-

λημμένη τινός. Καὶ περιφρονεῖται μὲν ἡ μήτηρ παραινοῦσα καὶ

πᾶσαν ὥραν προσλιπαροῦσα, περιφρονεῖται δὲ ὁ μνηστὴρ καὶ

μετ' ὀλίγον ἀνήρ, νουθετῶν καὶ δεόμενος· ὅλη δέ ἐστιν ἐκείνου

καὶ τῶν ἐκείνου λόγων καὶ δολερῶν ἰύγγων.’ Φθάσον τοιγαροῦν,

ὦ φιλτάτη, καὶ φύγε τοιαύτας διαβολὰς καὶ λοιδορίας, καὶ ἀπό-

στησον τῆς μιαρᾶς ἐκείνης φωνῆς τὴν σὴν ἀκοήν, ἐπίπροσθεν δὲ

τῆς ἀπατηλῆς ταύτης καὶ ξένης ἡδονῆς ποίησαι τὴν οἰκείαν

αἰδὼ καὶ σωφροσύνην, κατάλιπε λοιπὸν καὶ τὴν θυρίδα ταύτην,

τόπον οὔτε πρὸς ἐλευθέρας καὶ κόρης ὄντα, καὶ οὐκ ἀγαθῆς

φήμης πάντως ἐσόμενόν σοι πρόξενον. Εἰ δέ σοι μὴ φορτικόν, ὡς

ἔτι παρθένῳ, νομισθείη τὸ ῥῆμα, καὶ τὸν πολύευκτον ἤδη περαί-

νωμεν γάμον, σὺν εὐμενεῖ τῷ δαίμονι.» Τούτοις μὲν καὶ τοιού-

τοις ἔτι πλείοσιν ἐχρήσατο λόγοις ὁ Θάμυρις, συνικετευούσης

ἅμα καὶ τῆς Θεοκλείας, καὶ πεισθῆναι τὴν παῖδα βιαζομένης,

προβαλλομένης ἅμα καὶ μαστὸν καὶ πολιάν, καὶ μὴ καταισχῦναι

ταῦτα δεομένης τῷ παραλόγῳ τούτῳ νοσήματι. Ἡ μέντοι γε

παρθένος μηδὲ ὅλως τι παραδεξαμένη τῶν λόγων τούτων, πρὸς

τὴν Παύλου μόνον ἀπεστήρικτο φωνήν, μηδ' ὅσον προσβλέψαι

τὸν Θάμυριν ἀνασχομένη, μηδὲ τῇ μητρὶ δοῦναι παραινούσῃ τὴν

ἀκοήν, κατὰ δὲ τὰς θεολήπτους τῶν γυναικῶν πρὸς ἓν ἐκεῖνο

μόνον ὁρῶσα, πρὸς ὅπερ ἂν εἷλκεν αὐτὴν ὁ ὑπὲρ Χριστοῦ πόθος

καὶ λόγος, ὡς ὀλολυγῆς μὲν καὶ θρήνου διὰ τοῦτο πληρωθῆναι τὸ

δωμάτιον, πάντα δὲ κατηφείας καὶ πένθους γενέσθαι μεστά.

5

Ἐν τούτοις δὲ ὄντων τῶν κατὰ τὴν ἑστίαν, ἀναπηδήσας ὁ Θάμυ-

ρις καὶ τῆς οἰκίας ἐκδραμών, ἔρχεται πρὸς τὴν αὔλειον θύραν

τοῦ Ὀνησιφόρου, ἐπ' αὐτὸν τὸν Παῦλον ἐπειγόμενος· ἐπαύσατο

δὲ τῆς ὁρμῆς, τοῖς περὶ τὸν Δημᾶν καὶ Ἑρμογένην αὐτόθι προσ-

εντυχών. Τούτω δὲ ἤστην οὐκ ἀγαθὼ μὲν ἄνδρε, τοῦτο δὲ πλαττο-

μένω. Ἤστην δὲ μετὰ Παύλου, οὐχ ὅπερ μὲν ἦσαν λανθάνοντες,

τῆς δὲ τοῦ ἀποστόλου τέως φιλανθρωπίας ἀπολαύοντες, ἵν' ἢ

βελτίους ἐκ τῆς τοιαύτης γένωνται συνουσίας, ἢ ἑαυτοῖς μέμ-

ψωνται λοιπὸν τῆς ἀβουλίας ὡς ἐμμείναντες τῇ κακίᾳ. Ἤρετο

τοιγαροῦν αὐτοὺς ὁ Θάμυρις ὅστις τε οὗτος ὁ ξένος εἴη, καὶ

πόθεν, περὶ τοῦ Παύλου λέγων, καὶ ὅ τι βούλοιτο, καὶ ὅ τι λέγοι,

καὶ ὅ τι πράττοι. Τεκμηριωσάμενοι δὲ οἱ περὶ τὸν Δημᾶν τῆς

τοῦ ἀνδρὸς ὁρμῆς τε καὶ ὀργῆς—οὔτε γὰρ ἔλαθεν αὐτοὺς θυμοῦ

γέμων καὶ οἰδήματος ὁ Θάμυρις—, τὸν πάλαι κρυπτόμενον καὶ

ὑπὸ τοῖς σπλάγχνοις τυφόμενον ἰὸν εὐθὺς ἀπεγύμνουν, ὡς καὶ

τότε καιρὸν ἔχοντα κατὰ τοῦ Παύλου, καί φασι πρὸς τὸν Θά-

μυριν·

«Ὦ βέλτιστε ἀνδρῶν, τοῦτο γὰρ τέως δῆλον ἡμῖν ἐξ ὧν ὁρῶμεν,

ἐξ ὧν πυνθανόμεθά σου—ὄψει δὲ καὶ ἀκοῇ τά τε τῆς ἀρετῆς,

τά τε τῆς κακίας τὰ πολλὰ κρίνεται—, περὶ ὧν πυνθάνῃ νῦν

ἡμῶν, ἄκουσον, ἀληθείας ἡγουμένης. Οὗτος ὁ ξένος τὸ μὲν ὅθεν

τε καὶ ὅστις ἐστίν, οὐκ ἴσμεν σαφῶς· ὅτι δὲ ἀπατεὼν καὶ πλάνος

ἐστί, καὶ κατὰ τῆς κοινῆς τοῦ βίου τάξεώς τε καὶ εὐταξίας ἀλώ-

μενος πάντα διέφθαρκε, τοῦτο δὴ ἴσμεν, καὶ πάνυ σαφέστατα,

ἐξ ὧν παρ' αὐτοῦ τούτου πολλάκις δεδιδάγμεθα. Καὶ γὰρ τὴν ἐκ

τοῦ γάμου μὲν καὶ τῆς παιδοποιΐας, παρ' αὐτῆς τῆς φύσεως ἐπι-

νοηθεῖσαν τῷ γένει τῶν ἀνθρώπων ὁδὸν πειρᾶται οὗτος ἐκβάλλειν

τε καὶ ἀνατρέπειν καὶ παντὶ σθένει διαφθείρειν. Καινοῖς δέ τισι

καὶ ἀλλοκότοις διδάγμασι πᾶσαν ἅμα συγχεῖν τὴν ἀνθρωπίνην

ἐπείγεται φύσιν, ἀγαμίαν νομοθετῶν, περὶ παρθενίας φιλοσοφῶν,

ὀνόματα καινὰ καὶ νῦν καὶ πρῶτον παρ' αὐτοῦ ῥηθέντα. Καὶ

ἀνάστασιν δέ τινα τῶν πάλαι τεθνηκότων καὶ εἰς γῆν ἀναλυθέντων

σωμάτων κηρύττειν τε καὶ παρεισάγειν πειρᾶται, πρᾶγμα καινὸν

καὶ παρὰ μηδενὸς μηδέπω ἀκουσθέν, τῆς γε ἀληθοῦς καὶ ἀκρι-

βοῦς ἀναστάσεως ἐν αὐτῇ γε τῇ ἀνθρωπίνῃ φύσει σῳζομένης τε

καὶ ὁσημέραι ἐπιτελουμένης· ἡ γὰρ τῶν ἐξ ἡμῶν φυομένων παί-

δων διαδοχὴ τοῦτό τέ ἐστι καὶ τοῦτο βούλεται, τῆς τῶν σπει-

ράντων καὶ φυσάντων εἰκόνος ἐν τοῖς παισὶν αὖθις ἀνανεουμένης

ἀεί, καὶ τρόπον τινὰ πάλιν ἀνισταμένης, ὡς δοκεῖν ἐκείνους τοὺς

πάλαι κατοιχομένους ἐν τοῖς ζῶσί τε πάλιν καὶ περιοῦσιν ἀνθρώ-

ποις ὁρᾶν.»

6

Ταῦτα τῶν ἀμφὶ τὸν Ἑρμογένην καὶ Δημᾶν εἰπόντων, ἔτι

μᾶλλον ὀργῆς τε ὁ Θάμυρις ὑπεπλήσθη, καὶ ὥσπερ σαφεστά-

της κατὰ τοῦ Παύλου δημηγορίας λαβόμενος, τὸ μὲν παραυ-

τίκα ἡσύχασε, καὶ πρὸς ἑστίασιν αὐτός τε ἐτράπη καὶ αὐτοὺς

δήπουθεν τούτους ἐξενάγησέ τε καὶ προὐτρέψατο, ὥσπερ τινὰ

μισθὸν τῆς κατὰ τοῦ Παύλου διαβολῆς τὴν ἑστίασιν αὐτοῖς ταύ-

την καταβαλλόμενος, ἵνα δὴ καὶ προθυμοτέρους αὐτοὺς πρὸς τὰ

λοιπὰ ποιήσειεν· ἄρτι δὲ ἡμέρας γεγονυίας, καὶ μηδὲ ὅσον

ἀνίσχειν τὸν ἥλιον ἀνασχόμενος, μετὰ δημοτῶν τινων καὶ ἀγοραί-

ων καὶ πάντα τολμᾶν εἰθισμένων ἀνθρώπων ἐπιτίθεται τῷ Παύ-

λῳ. Ἑκάστῳ δὲ τῶν ἑπομένων ὅπλον ἦν ὁ ἑκάστου θυμὸς καὶ τὸ

ἐν χερσὶν εὑρεθὲν ὄργανον τῆς ἑκάστου τέχνης. Καὶ πρὸς ταῦτά

τις ἐβόα λοιπόν· «Βαλλέσθω, παιέσθω, ἐπὶ τὸ δικαστήριον

ἑλκέσθω ὁ ἀπατεὼν οὗτος καὶ ἀλιτήριος, καὶ τῶν καινῶν καὶ

ἀλλοτρίων τῆς φύσεως νόμων εὑρετής, ὁ ἐπὶ φθορᾷ καὶ λύμῃ

τῶν πόλεων ἀλώμενος, καὶ τὸν μὲν ἐπὶ σωφροσύνῃ καὶ γενέσει

παίδων γνησίων εὑρεθέντα γάμον κακηγορῶν καὶ βδελυττόμενος,

ἐπὶ προφάσει δὲ παρθενίας πορνείαν νομοθετῶν.» Ἔτι δὲ τού-

των λεγομένων, ἧκον καὶ ἕτεροί τινες πολλοί, ὑβρισταὶ καὶ θρα-

σεῖς, ὑβριστικῶς καὶ βιαίως τὸν Παῦλον ἄγοντες. Μεστὰ δὲ

ἦν πάντα θορύβου καὶ ταραχῆς καὶ οἰμωγῆς, ὡς ἂν πολεμίων

τινῶν ἐξαίφνης εἰσπεπτωκότων κατὰ τὸ ἄστυ καὶ πάντα ληϊζο-

μένων. Ἅμα δὲ τούτοις καὶ ὁ Θάμυρις ἔθει μακρὰ βιβάς, ποιητι-

κῶς τις ἂν εἴποι, παρὰ τὸ δικαστήριον, ὡς ἂν ἐξ ἀκροπόλεως τύ-

ραννόν τινα καθῃρηκώς τε καὶ ἄγων αὐτοχειρὶ τὸν Παῦλον παρὰ

τῇ δίκῃ· εἴσω δὲ τῆς δικαστικῆς κιγκλίδος παρελθὼν καὶ στὰς

ἐπὶ τοῦ βήματος, τοιῶνδε ἀπήρξατο λόγων·

«Τῆς μὲν τῶν θεῶν εὐμενείας καὶ τῆς σῆς ἀγαθῆς τύχης, ὦ δι-

καστά, οἶμαι καὶ τοῦτο εἶναι τεκμήριον, τὸ τὸν ἀλάστορα τοῦτον

καὶ μιαρόν, ἐπὶ κακῷ τῆς ὅλης πόλεως ἐνδημήσαντα, γεγενῆσθαί

τε φανερόν, καὶ ὑπὸ τοῖς νόμοις γενέσθαι. Σὸν δ' ἂν εἴη λοιπὸν καὶ

τῆς σῆς θέμιδος βοηθῆσαι μὲν τῇ νῦν καθεστώσῃ βασιλείᾳ, βοηθῆ-

σαι δὲ τοῖς νόμοις, ἐπικουρῆσαι δὲ τῇ κοινῇ καταστάσει τῶν

ἀνθρώπων ἤδη πρὸς τὸ μηκέτι εἶναι κινδυνευούσῃ. Τὸ δὲ ὅπως

ἐγὼ λέξω διὰ βραχέων· Ὁ παρεστὼς οὗτος ἀνὴρ πρὸ τῶν σῶν

θρόνων καὶ τῆς σῆς δίκης, τίς μὲν ὅλως ἐστίν, ἢ πόθεν ἧκεν, οὐκ

ἔχω λέγειν· ξένος γὰρ καὶ πᾶσιν ἡμῖν ἄγνωστός ἐστιν ὁ ἄν-

θρωπος. Ἐν ἐπιεικείας δέ, ὡς καὶ νῦν ἔχεις ὁρᾶν, προσχήματι

καὶ πλάσματι καινήν τινα καὶ ἀλλόκοτον κατὰ τοῦ κοινοῦ γένους

τῶν ἀνθρώπων ποιεῖται διδασκαλίαν, τὸν μὲν γάμον ψέγων, τὴν

—ὡς ἂν εἴποι τις—ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν τῆς ἡμετέρας

φύσεως, ἀφ' οὗπερ καὶ πατέρες καὶ μητέρες καὶ παῖδες καὶ γένη

καὶ πόλεις καὶ ἀγροὶ καὶ κῶμαι πεφήνασιν, ἀφ' οὗπερ ναυτιλία

καὶ γεωργία καὶ αἱ παντοδαπαὶ τέχναι τῆς γῆς, ἀφ' οὗπερ βασι-

λεία καὶ πολιτεία καὶ νόμοι καὶ ἀρχαὶ καὶ δικαστήρια καὶ στρα-

τεῖαι καὶ στρατηγίαι, ἀφ' οὗπερ φιλοσοφία καὶ ῥητορικὴ καὶ ὁ

σύμπας τῶν λόγων ἑσμός, καί, τὸ μεῖζον, ἀφ' οὗπερ ναοὶ καὶ

τεμένη καὶ θυσίαι καὶ τελεταὶ καὶ μυστήρια καὶ εὐχαὶ καὶ λιταί.

Πάντα τε γὰρ ταῦτα, καὶ ὅσα διὰ πλῆθος λόγων παρελείψαμεν,

τελεῖται μὲν καὶ πράττεται δι' ἀνθρώπων, ἄνθρωπος δὲ γεώργιόν

ἐστι γάμου. Τοῦτον μὲν οὖν, ὅνπερ εἶπον, τὸν γάμον ψέγει

καὶ διαβάλλει, καὶ πείθει πάντας μισεῖν, ἐπαινεῖ δέ τινα παρθε-

νίαν, ἣν ἐγὼ μὲν ὅ τί ποτέ ἐστιν εἰπεῖν οὐκ ἔχω, ἀκήκοα δέ

τινων λεγόντων ὡς τὴν ἀγαμίαν ἐπαινεῖ καὶ θαυμάζει, καὶ

τὸ μὴ συνεῖναι μηδὲ συνοικεῖν ἀλλήλοις κατὰ νόμον, μὴ γυναιξὶν

ἄνδρας, μὴ γυναῖκας ἀνδράσιν, ἀσπάζεσθαι δὲ τὴν ἀπαιδίαν καὶ

ἐρημίαν. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ πάντων ὁμοῦ καὶ γενῶν

καὶ ἐθνῶν καὶ πόλεων καὶ κωμῶν καὶ ἀγρῶν καὶ τεχνῶν καὶ ἔργων

καὶ ἐπιτηδευμάτων καὶ ἅπαξ ἁπλῶς ἁπάντων ἀναίρεσιν καταψη-

φίσασθαι, καὶ συντόμως εἰπεῖν, ὥστε ἔρημον καὶ ἀοίκητον κατα-

λεῖψαι τὴν γῆν. Εἰ γὰρ τοῦτο πεισθείησαν ἅπαντες ἄνθρωποι,

ταχὺ τὸ ἀνθρώπινον τοῦτο γένος ἐπιλείψει τὸν βίον. Ἐγὼ μὲν

οὖν ὡς ἐν κεφαλαίῳ τὰ παρὰ τούτου λεγόμενά τε καὶ τολμώμενα

εἶπον. Σὸν δὲ ἂν εἴη λοιπόν, ὦ δικαστά, ἀπαιτῆσαι μὲν τοῦτον

δίκην, ὡς ἐπὶ μεγίστοις ἁλόντα κακοῖς, βοηθῆσαι δὲ πᾶσιν ἡμῖν,

οἷς ἐν εὐχῇ τῇ μεγίστῃ καὶ πρώτῃ τὸ ἀγαγέσθαι τε γυναῖκα

καὶ γαμήλιον ἅψαι λαμπάδα, καὶ ὑμέναιον ᾆσαι, καὶ παῖδας καὶ

παίδων παῖδας καταλιπεῖν, βοηθῆσαι δὲ καὶ τῷ βελτίστῳ γάμῳ,

ἀφ' οὗπερ καὶ σὺ γέγονας, καὶ παῖδας ἐκτήσω. Ὄψει δέ που

πάντως καὶ ἐκγόνους πολλούς τε καὶ θαυμασίους, καὶ σοὶ τῷ

πάππῳ καὶ ἐπιπάππῳ πρέποντας, ἂν μὴ μελλήσῃς περὶ τὴν

δίκην.» Τούτων δὲ οὕτω λεγομένων παρὰ τοῦ Θαμύριδος, ὁ

Δημᾶς εἴτ' οὖν Ἑρμογένης, μικρὸν πόρρωθεν ἑστώς, ὑπεφώνησεν

ἠρέμα πως καὶ τροχαλῶς ὅτι «Καλῶς μὲν καὶ δεινῶς καὶ

σοφῶς τοῦ Παύλου τούτου κατερρητόρευσας. Ἓν δὲ καὶ τὸ

μέγιστον παραλέλοιπας προσθεῖναι τοῖς εἰρημένοις, ὅτι καὶ

χριστιανός ἐστιν· ὃ μάλιστα πολέμιόν τε τοῖς νόμοις, καὶ θᾶττον

ποιήσει τοῦτον ὑπὸ τὴν δίκην, καὶ τῷ τῆς ἀπωλείας παραπέμψει

βαράθρῳ.»

1

7

Καὶ τούτου δὲ ῥηθέντος παρὰ τοῦ Θαμύριδος, ὁ δικαστὴς ἤρετο

λοιπὸν τὸν Παῦλον τίς τε εἴη, καὶ πόθεν, καὶ τίνα πεποιηκὼς

εἴη· «τῶν γὰρ κατὰ σοῦ, φησί, λεχθέντων ὑπὸ τοῦ Θαμύριδος

οὐδὲ σὺ πάντως ἀνήκοος γέγονας». Καὶ ὁ Παῦλός φησιν·

«Ἀνθύπατε, ἀνδρῶν ἄριστε, τῆς μὲν ἐμῆς διδασκαλίας, ἧς οὗ-

τοι νῦν κατηγοροῦσιν, οὐκ ἐγὼ δημιουργὸς οὔτε μὴν εὑρετής εἰμι·

ὁ δὲ ἀληθῶς δημιουργὸς ταύτης καὶ διδάσκαλος καὶ νομοθέτης

ὑπάρχε· Θεός, ὅς, τὸ ἀνθρώπινον τοῦτο γένος ἐλεῶν καὶ οἰκτιζό-

μενος, ἄλλους τε πολλοὺς κἀμὲ νῦν ἔπεμψε κήρυκα τῆς αὑτοῦ περὶ

πάντας ἡμᾶς φιλανθρωπίας· ὥστε τὴν μὲν ἄνωθεν ἐξ ἀγνοίας καὶ

πλάνης καὶ ἀπάτης ἐπιπολάσασαν νόσον ἡμῖν πρόρριζον ἐκ-

τεμεῖν τε καὶ ἀνασπᾶσαι, δημοσιεῦσαι δὲ καὶ ἀναπετάσαι καὶ

δεῖξαι πᾶσιν ἀνθρώποις τὰ πάλαι κρυπτόμενα τῆς εἰδωλολατρείας

κακά, τελετὰς δὴ λέγω καὶ μυστήρια καὶ ζῳοθυσίας καὶ ἀνθρωπο-

κτονίας, διὰ μύθων μέν τινων καὶ λόγων εὐπρεπεστέρων ἐπεισκω-

μάσαντα τῷ βίῳ τούτῳ, πάσης δὲ ἀνοσιουργίας καὶ μυσαρίας

ἐμπλήσαντα τὴν γῆν· ἃ ῥητὰ μὲν οὐδαμῶς ἐστιν οὐδὲ ἀριθμητά,

παντελῶς δὲ ἄρρητα καὶ ἐξάγιστα. Καὶ γὰρ διὰ τούτων μάλιστα

τῶν εἴτε μύθων εἴτε πλασμάτων, ἠγνοήθη μὲν ὁ τῷ ὄντι Θεός,

καὶ ταμίας καὶ δημιουργὸς τοῦδε τοῦ παντός, προσεκυνήθησαν δὲ

δαίμονές τινες μυρίοι, ἀρουραῖοι καὶ ταρταραῖοι καὶ ταραχώ-

δεις, σύγκλυδές τε καὶ βάσκανοι καὶ ἀλιτήριοι καὶ ἀποτρό-

παιοι καὶ ἀμείλικτοι, ἀεὶ φόνων ἀθεμίτων ἐρῶντες, ἀεὶ κρεανομίας

καὶ μιαιφονίας καὶ καπνοῦ καὶ λύθρου καὶ κνίσσης καὶ αἱμάτων

διψῶντες, ἀντὶ σεισμῶν, ἀντὶ λοιμῶν, πᾶσαν τὴν ὑφήλιον ταύ-

την ἐπιβοσκόμενοί τε καὶ ποινηλατοῦντες. Τὰ δὴ τούτων ἀνο-

σιώτερα πάλιν καὶ βδελυρώτερα· καὶ γὰρ πάλιν διὰ τούτων τῶν

βελτίστων μύθων μοιχεῖαι καὶ πορνεῖαι καὶ παιδεραστίαι καὶ

ἀδελφομιξίαι καὶ παιδοφθορίαι ἐσεβάσθησαν καὶ ἐλατρεύθησαν.

Ἢ οὐ διὰ ταῦτα μὲν Ἀφροδίτη καὶ Ἄρης, καὶ Ἥρα καὶ Ζεύς,

καὶ Ζεὺς πάλιν καὶ Γανυμήδης, καὶ ὁ κύκνος καὶ ἡ Λήδα, καὶ ὁ

διὰ τῆς θαλάττης νηχόμενος ταῦρος μετὰ τῆς Ἰοῦς; Περὶ δὲ

κυνῶν καὶ προβάτων καὶ βοῶν, καὶ τῶν ἔτι τούτων χειρόνων,

αἰλούρων καὶ ἰκτίνων καὶ κροκοδείλων θεοποιουμένων, τί ἂν

καὶ εἴποι τις πλέον; ἢ πῶς ἄρα οὐκ ἠρυθρίασαν οἱ τῆς πολυ-

θεΐας ὑμῶν ἐξηγηταὶ θεοπλαστοῦντές τε ταῦτα, καὶ ἀπὸ γῆς εἰς

οὐρανοὺς μετοικίζοντες; Ἔγωγε πολλάκις ἐθαύμασα, καὶ

θαυμάζω. Διὰ ταῦτά τε οὖν καὶ τἆλλα πάντα τῆς δυσσεβείας

κακά, ἐλεῶν, ὅπερ εἶπον, καὶ οἰκτιζόμενος τὴν φύσιν ταύτην ὁ

Θεός, ὡς καὶ πλάστης αὐτῆς καὶ δημιουργὸς ὑπάρχων, ἡμᾶς

τοὺς ἀποστόλους ἐψηφίσατο διὰ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς ἐκ-

περιελθεῖν τε καὶ περινοστῆσαι τὴν σύμπασαν γῆν, καὶ ἀνακα-

θᾶραι μὲν ταύτην ἀφ' ὧν εἶπόν τε καὶ παρέλειψα κακῶν, ἀντεισα-

γαγεῖν δὲ πίστιν, θεογνωσίαν, εὐσέβειαν, ἃ μάλιστα τῶν πάντων

χαρακτηρίζει καὶ τεκμηριοῖ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅ-

γιον, ἡ ἁγία καὶ προσκυνητὴ Τριάς, ἡ ἄκτιστος καὶ ὁμοούσιος

θεότης, ἡ ἀΐδιος καὶ ἀναλλοίωτος, ἡ ἀχώριστος καὶ ἀπερίγραφος,

ἡ ὑπέρχρονος καὶ ὑπερκόσμιος, ἡ ὁμότιμος καὶ ὁμόθρονος καὶ

ὁμόδοξος, ἡ ἀναφής, ἡ ἀπερίληπτος, ἧς πάντα τε ἤρτηται καὶ

πάντα ἐφίεται, καὶ τὸ κεχωρισμένον αὐτῆς ἐστιν οὐδέν. Μετὰ δὲ

τοῦτο κηρύξαι καὶ τὴν μετὰ σαρκὸς γεγονυῖαν εἰς ἀνθρώπους

ἐπιδημίαν αὐτοῦ τοῦ Θεοῦ Λόγου· καὶ γὰρ ἐκ τοῦ Θεοῦ τε ὤν,

καὶ Θεὸς ὤν, καὶ πρὸς τὸν Πατέρα πάντοτε ὤν, ἐφανερώθη

καὶ μετὰ σαρκός, τῷ κοινῷ τῆς ἀνθρωπίνης φύσεως τεχθεὶς

νόμῳ, ἀλλ' ἐκ παρθένου καὶ ἀπειρογάμου γυναικός, ἵν' αὐτὸς τὸ

οἰκεῖον ἀνασώσηται πλάσμα καὶ δημιούργημα, καὶ τῶν ἀεὶ τυραν-

νούντων ἡμᾶς ἐλευθερώσῃ δαιμόνων, πρὸς ἐπὶ τούτοις δὲ ἅπασι

παιδεύσῃ καὶ σεμνότητα καὶ σωφροσύνην, συμβουλεύσῃ δὲ καὶ

περὶ ἁγνείας καὶ παρθενίας καὶ τῆς ἱερᾶς ἐγκρατείας, συμβου-

λεύσῃ δὲ τοῖς βουλομένοις καὶ πειθομένοις τὴν δι' ἀρετῆς καὶ

καρτερίας ὁδὸν ποιήσασθαι πρὸς τὸν Θεόν, οὐ μὴν καὶ ἀναγκά-

σῃ τοὺς μὴ βουλομένους ἢ μὴ πειθομένους τοῖς θείοις τούτοις

εἶξαι νόμοις τε καὶ θεσπίσμασι—βία γὰρ ἢ φόβος ἀρετῆς οὐκ

ἄν ποτε γένοιτο δημιουργός· ἐθελούσια γὰρ καὶ οὐκ ἀνάγκης τὰ

καλά. Καὶ ὁ γάμος δὲ οὗτος Θεοῦ φάρμακον καὶ βοήθεια τῷ

κοινῷ γένει τῶν ἀνθρώπων δεδωρημένος, ὁμοῦ πορνείας τε ἀλεξι-

φάρμακον ὑπάρχων καὶ πηγή τις καὶ ἐπιρροὴ καὶ διαδοχὴ τοῦ

κοινοῦ γένους, παρ' αὐτοῦ τοῦ πάντων ἐπινοηθεὶς δημιουργοῦ

ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ καὶ διαρκεστέρᾳ ζωῇ τῶν ἀνθρώπων,

ἄλλων ἄλλους διαδεχομένων καὶ τὴν ἀεὶ φθειρομένην εἰσαῦθις

ἀνανεούντων φύσιν, μέχρι περ ἂν ὁ τῆς συντελείας καὶ ἀναστάσεως

συμφθάσας καιρὸς παραγάγῃ μὲν τουτὶ τὸ σχῆμα τοῦ κόσμου,

ἀντεισαγάγῃ δὲ τὴν ἀμείνω καὶ θειοτέραν λῆξιν. Δεῖ γὰρ τὸ θνη-

τὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο μετεν-

δύσασθαι ἀφθαρσίαν, καὶ πρὸς τὴν ἀρχαίαν αὖθις πάντας ἡμᾶς

ἀναδραμεῖν πατρίδα καὶ πόλιν, ἧς χῶρος μὲν ὁ οὐρανός, κτίστης

δὲ καὶ δημιουργὸς ὁ Θεός. Ταῦτα ἐγὼ κηρύττω, ταῦτα διδάσκω,

διὰ ταῦτα πλανῶμαι κατὰ τὴν γῆν ἅπασαν, διὰ ταῦτα καὶ νῦν

ἐνθάδε παραγέγονα· ὑπὲρ τούτων κρινέτω με, διωκέτω με ὁ

βουλόμενος καὶ δυνάμενος. Ὡς ἕτοιμος ἐγὼ πρὸς πάντα πειρα-

σμὸν ὁρμῆσαι καὶ κίνδυνον ὑπὲρ τῆς ἀληθείας.»

8

Τοσαῦτα καὶ τοῦ Παύλου ἀντιρρητορεύσαντος τῷ Θαμύριδι,

καὶ θαῦμα κινήσαντος οὐ μικρὸν ἐπὶ τοῖς οὕτω παρ' αὐτοῦ

λαμπρῶς καὶ ἀνυποστόλως ῥηθεῖσιν ὑπὲρ τῆς πίστεως, ὁ ἀνθύ-

πατος ἐκ μὲν τῆς πολλῆς βοῆς καὶ ταραχῆς τοῦ Θαμύριδος καὶ

πομπείας καὶ δημοκοπίας τῶν λόγων οὐδὲν ἄξιον δίκης εὑρὼν

κατὰ τοῦ Παύλου, τῆς δ' αὖ πάλιν τοῦ ἀποστόλου δημηγορίας

τὰ μὲν ἐπαινέσας, τὰ δὲ καὶ γελάσας, ὡς ἂν ἀήθων ἔτι καὶ καινῶν

διηγημάτων ἀκούσας, ἅμα δὲ καί τινα τῷ κατ' αὐτοῦ θορύβῳ

καὶ πράγματι ἀναβολὴν ἐμποιῆσαι διανοηθείς, κελεύει τὸν Παῦ-

λον ἐμβληθῆναι τῷ δεσμωτηρίῳ, ὡς ἂν καὶ αὖθις ἀκροασόμενος.

Οὕτω δὲ τούτων γεγονότων, καὶ τῆς πολλῆς ἐκείνης ταραχῆς καὶ

ζάλης διαστορεσθείσης, ἡ παρθένος ἀγνοήσασα μὲν τῶν πραχθέν-

των οὐδέν, ὡς ἂν καὶ πολλὴν ἤδη ποιουμένη φροντίδα τῶν ἐπὶ

τῷ διδασκάλῳ πραττομένων λοιπόν, ἅμα δὲ καὶ πάντα διδαχθεῖσα

παρὰ τῆς πάντα διαθεούσης φήμης, διανοεῖται καὶ ποιεῖ

πρᾶγμα κόρης μὲν προπετέστερον, γυναικὸς δὲ ἀνδρικώτερον, χρι-

στιανῆς δὲ καὶ μυηθείσης ἤδη θερμότερον. Περιελομένη γὰρ τὸν

κόσμον—πολὺς δὲ ἦν οὗτος καὶ πολύτιμος—, ψέλλια καὶ ἐλλόβια

καὶ περιδέραια καὶ τὰ λοιπὰ τῆς γυναικικῆς ἀπειροκαλίας

εὑρέματα, ὠνεῖται τούτοις τὸ τὸν Παῦλον ἰδεῖν καὶ θεάσασθαι.

Ὁ γὰρ περὶ τὴν εὐσέβειαν ἔρως ἤδη καὶ εἰς τολμηροτέρας αὐτὴν

ἐνῆγεν ἐνθυμήσεις καὶ πράξεις. Καί τινα τῶν οἰκετῶν, ἕνα τῶν

καὶ ἐπὶ τῇ φυλακῇ τῶν θυρῶν, ἀναπείσασα, δοῦσα δὲ καὶ μισθὸν

τὰ ψέλλια, καὶ τούτῳ μάλιστα ποιησαμένη φιλανθρωπότερον τὸν

μαστιγίαν καὶ τό γε ἐπ' αὐτῷ προδότην τῆς δεσποίνης, τυγχά-

νει τε τούτου καὶ τῆς οἰκίας ἔξεισι, πάλλουσα μὲν τὴν καρδίαν

καὶ τρέμουσα καὶ ἀλλοχροοῦσα πρὸς οὕτω τολμηράν τε καὶ κόρης

ἀνοίκειον ἐγχείρησιν, ἔξεισι δ' οὖν ὅμως, καὶ θᾶττον ἢ λόγος

καταλαμβάνει τὸ δεσμωτήριον, ἅμα καὶ τῷ καιρῷ συνεργῷ πρὸς

τὴν τοιαύτην χρησαμένη κλοπήν· νὺξ γὰρ ἦν βαθεῖα καὶ ἀλαμπής,

καὶ πολλὴν ἄδειαν φεύγουσί τε καὶ φωρσὶ παρέχουσα. Ἐπεὶ

δὲ τοῖς ἴσοις δώροις παραπείσασα καὶ τὸν δεσμοφύλακα—στρα-

τιώτης δὲ ἦν οὗτος ἀστικός, ῥᾷστα ὑπὸ κέρδους ἀναπειθόμενος

καὶ προδιδούς, ὧν καὶ κίνδυνος ψυχῆς ἐστιν ἡ προδοσία πολλά-

κις—καὶ τυχοῦσα τῶν πυλῶν ἐλευθέρων εἰστρέχει παρὰ τὸν

Παῦλον. Εἰσελθοῦσα δὲ καὶ φανεῖσα μόνον πλησίον, πάντας μὲν

τοὺς τότε παρόντας κατέπληξε καὶ εἰς πολὺ δέος κατέστησεν,

ὡς καὶ ὡρακιᾶσαι πάντας, τὸν δὲ Παῦλον κατέπληξε μὲν καὶ

αὐτόν, ὥς τι τολμηρότερον ἢ κατὰ γυναῖκα καὶ κόρην τολμήσασα,

οὐ μὴν καὶ ἀπογνῶναι παντελῶς τῆς κατὰ Χριστὸν ἐλπίδος ἐποί-

ησε. Τοιγγαροῦν καὶ προσεῖπε, καὶ πλησίον αὐτὴν ἐκάθισε, καὶ

ὧν ἔδει μεταδοῦναι μετέδωκε λόγων θείων τε καὶ οὐρανίων, καὶ

δι' ὧν οἷόν τε ἦν ἁρμοσθῆναί τε αὐτὴν καὶ νυμφοστοληθῆναι

τῷ Χριστῷ, τοσοῦτον, οἶμαι, ὑπειπών·

9

«Δέδεμαι μέν, ὡς ὁρᾷς, ὦ κόρη, διὰ σὲ καὶ ὑπὸ τοῦ σοῦ μνη-

στῆρος καταρρηθεὶς τοῦ Θαμύριδος. Ἤλγουν δὲ μέχρι τοῦ παρόν-

τος, ἀλλ' οὐχ ὡς δεδεμένος ἢ καθειργμένος—μήποτε οὕτως

ἐπιλαθοίμην ὧν ἤδη τε πέπονθα, καὶ πείσομαι, καὶ ἔγνωκα πά-

σχειν ὑπὲρ Χριστοῦ—, ὡς δεδοικὼς δέ, καὶ λίαν δεδοικώς, μή-

ποτε ἄρα καὶ δεθεὶς ἀπόνωμαι τῶν δεσμῶν τούτων οὐδέν, ἀπέλ-

θω δὲ ἐκ τῆς πόλεως ταύτης ἄκαρπος καὶ ἀνόνητος, μηδ' ὅντινα

οὖν ζωγρήσας μηδὲ προσαγαγὼν τῷ Χριστῷ. Ἀλλὰ γὰρ ἰδοὺ

σύ μοι φανεῖσα, καὶ οὐκ οἶδ' ὅθεν ἐπιστᾶσα, τοῦτο τὸ δέος ἔλυσας.

Καὶ ὧν πέπονθα διὰ σέ, καὶ πείσομαι δὲ ἴσως, ἤδη μοι τὸ θέρος

ὑποβλαστάνον ὁρῶ· σὲ δὲ ἥγημαι τοῦτο τὸ θέρος, τὴν ἄρτι μὲν

ἐμοὶ προσδραμοῦσαν, πολὺν δὲ καὶ ὥριμον ἤδη τὸν τῆς εὐσεβείας

καὶ πίστεως ὑπεμφαίνουσάν μοι στάχυν. Καὶ γὰρ αὐτὸ τοῦτο πρῶ-

τον τὸ ἀναφλεχθῆναι μὲν ὑπὸ τοῦ μικροῦ καὶ ἀμυδροῦ σπινθῆρος

ἐκείνου τῶν ἐμῶν λόγων, καταφρονῆσαι δὲ εὐθὺς καὶ μητρὸς καὶ

πλούτου καὶ γένους καὶ πόλεως οὐκ ἀσήμου καὶ περισήμου μνη-

στῆρος, ἤδη δὲ καὶ τὸν σταυρὸν ἀραμένην πρὸς τὸν εὐαγγελικὸν

παρεσκευάσθαι δρόμον, πόσης οἴει χαρᾶς πεπληρωκέναι τὸν

οὐρανόν, τὰς ἐν οὐρανῷ δυνάμεις, αὐτὸν τὸν Χριστόν; ὃν οἶμαι

καὶ καταμειδιᾶν ἄρτι τοῦ διαβόλου, τὸ μὲν πρῶτον γαυριῶντος

ὁμοῦ καὶ βρέμοντος ἔτι κατὰ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύ-

σεως, νῦν δὲ καὶ ὑπὸ σοῦ μόνης τῆς ἁπαλῆς ἔτι καὶ νέας κόρης

παιχθησομένου τε καὶ καταλυθησομένου ταχέως. Μόνον μηδεὶς

ἔτι σε κλονήσῃ φόβος, ὦ θύγατερ, μηδεὶς ἀπατήσῃ δόλος, μηδεὶς

γήϊνος παραγάγῃ πόθος, μὴ πῦρ, μὴ σίδηρος ἀπαγάγῃ τῆς καλῆς

ταύτης ὁμολογίας. Μηδὲν ἔτι θῆλυ φρονήσῃς καὶ ἄνανδρον· μηδέ,

σαυτὴν ἐπιδεδωκυῖα τῷ βασιλεῖ τῶν οὐρανῶν, τὸν τύραννον εὐ-

λαβηθῇς ἔτι, κἂν ἐκ τῶν ὑπερτάτων προσβάλῃ σοι πειρασμόν,

κἂν ἐκ νεφῶν ποθεν ἐπιστρατεύσηταί σοι, κἂν πάντα ἐπὶ σὲ κι-

νήσῃ τὰ τῆς ἀσεβείας ὄργανα καὶ βέλη καὶ θήρατρα. Φαντα-

σιοκοπήσει μὲν γὰρ πολλὰ καὶ ἄπειρα κατὰ σοῦ, διὰ λόγων,

διὰ πραγμάτων, διὰ ὑποσχέσεων, διὰ μαστίγων, διὰ θωπείας καὶ

κολακείας, διὰ πυρός, διὰ καὶ θηρίων, διὰ δικαστῶν καὶ δήμων

καὶ δημίων. Ἢν δὲ μικρὸν μόνον αἴσθηταί σου τῆς εὐτονίας

καὶ τῆς ἐν Χριστῷ δυνάμεως, ἀποπηδήσει ταχέως καὶ δραπετεύ-

σει θᾶττον ἢ λόγος· φεύξεταί σε μᾶλλον ἢ τὸν Ἰὼβ ἐκεῖνον,

ὃν ὅτε τοῖς μυρίοις κατεπολέμησε κακοῖς, τότε καθ' ἑαυτοῦ

νικηφόρον ἀνέδειξε. Φέρε δὴ καὶ ὑπογράψω σοι τῷ λόγῳ τὸν πο-

λέμιον, ὦ θύγατερ, καὶ ἣν ἐν τοῖς ἐμοῖς τούτοις ὠδίνω δεσμοῖς,

ἵν' ἔχῃς εὖ τε καὶ ῥᾷον διαγινώσκειν αὐτόν. Οὗτος τοίνυν ὁ τοῖς

ἀνθρώποις δοκῶν εἶναι φοβερός, ἔστι μὲν θρασὺς καὶ ἀναιδὴς καὶ

τολμηρὸς καὶ παμπόνηρος καὶ φίλερις καὶ φιλοπόλεμος, ἔστι

δὲ καὶ ποικίλος καὶ πανοῦργος καὶ θωπευτικὸς καὶ πρὸς πᾶσαν

ῥᾳδιουργίαν εὐμήχανός τε καὶ δεινὸς μηχανορράφος, πρὸς τοὺς

ἀεὶ παραπίπτοντας τῶν ἀνθρώπων μορφῶν τε ἑαυτὸν καὶ μετα-

βάλλων. Ἔστι μέν τοί γε καὶ δειλὸς καὶ ἄτονος καὶ ἀγενὴς καὶ

ἀσθενής, καὶ ἀπὸ μόνης ἀπειλῆς ἐμβριθεστέρας δραπετεύειν εἰδώς.

Ἂν μὲν γὰρ κατάφοβον ἴδῃ τινὰ τῶν χριστιανῶν καὶ δειλὸν

καὶ ὀλίγωρον, καὶ φιλόζωον μᾶλλον ἢ φιλόθεον, ἐπιτίθεται, παρα-

τάττεται, πᾶσαν ἐπ' αὐτὸν κινεῖ μηχανήν, διὰ ἡδονῶν, διὰ παθῶν,

μέχρι περ ἂν τὸν ἐλεεινὸν ἐκεῖνον καὶ ἄθλιον τῆς καλῆς ἐλπίδος καὶ

πίστεως ἀποσχίσας, εἰς τὸ οἰκεῖον καὶ αὐτῷ μόνῳ πρέπον κατα-

σπάσῃ βάραθρον. Ἂν δ' αὖ πάλιν ἴδῃ τινὰ στερρὸν καὶ ἀνδρεῖον

καὶ ὑψηλόφρονα καὶ ὑψηλογνώμονα καὶ τοῖς παρὰ τῆς πίστεως

κατησφαλισμένον ὅπλοις, τούτῳ τὴν μὲν ἀρχὴν διὰ θωπείας καὶ

κολακείας καὶ τοιαύτης τινὸς πρόσεισι μαγγανείας, ἠρέμα τε

καὶ ἀψοφητὶ κατεπᾴδων αὐτὸν καὶ γοητεύων, καὶ τοῖς ἀπὸ τοῦ

βίου τούτου λίχνοις δελεάζειν αὐτὸν καὶ ὑποσύρειν πειρώμενος,

ἵνα πως αὐτὸν ἐκλύσας τῆς εὐτονίας, ἀποσυλήσῃ τῆς εὐσεβείας·

ἐὰν δὲ θεάσηται τοῦτον μηδαμῶς μὲν ἐνδιδόντα, μηδὲ εἴκοντα,

μηδ' ὅλως ὑπὸ τοιούτων ἁλισκόμενον, στερρῶς δὲ καὶ κραταιῶς

ἀνθιστάμενον, διὰ τῶν φοβερωτέρων αὐτῷ πρόσεισιν ὅπλων λοι-

πόν, μορμολυττόμενος καὶ δεδιττόμενος αὐτόν, καὶ ξίφος γυ-

μνῶν, καὶ πῦρ ἀνάπτων, καὶ δικαστὰς ἐρεθίζων, καὶ δήμους ἐπε-

γείρων, καὶ δημίους ὁπλίζων, καὶ θηρία παρασκευάζων· ἢν δὲ

καὶ πρὸς ταῦτα ἐνιστάμενον ἴδῃ, καὶ μέχρι θανάτου καὶ σφαγῆς

τὸν πιστὸν καὶ τοῦ Χριστοῦ στρατιώτην παρατεταγμένον, εὐ-

θὺς ἐκλύεται, ἐνδίδωσί τε καὶ ἀποναρκᾷ καὶ καταπίπτει καὶ

δραπετεύει καὶ ἀνατείνει τὼ χεῖρε τὴν ἧτταν ὁμολογῶν· καὶ γὰρ

καὶ ζήσας καὶ τελειωθεὶς μάρτυς οὐδὲν ἧττον ἐκείνῳ φοβερός.

Πρὸς τὸν οὕτως οὖν ἔχοντα καὶ οὕτω παρεσκευασμένον μέλλεις,

ὦ θύγατερ, διαγωνίζεσθαι καὶ αὐτή. Ἀλλ', ὅπερ εἶπον, Χριστὸν

ἔχουσα βασιλέα καὶ σύμμαχον, ἤδη δὲ καὶ νυμφίον, εὖ δὲ καὶ

αὐτὴ παρεσκευασμένη τὴν γνώμην, εὐοδοῦ καὶ κραταιοῦ καὶ βα-

σίλευε. Βασιλεύσεις γάρ, εὖ οἶδα, κατὰ πάσης ἐπισκευαζομένης

σοι μηχανῆς, καὶ διὰ πάντων νικήσεις τὸν τύραννον· οὐ διὰ σαυ-

τῆς δὲ μόνον, ἀλλὰ γὰρ καὶ δι' ἑτέρων πολλῶν. Μαθητεύσεις γὰρ

καὶ αὐτὴ πολλοὺς ἄλλους καὶ τῷ σῷ νυμφίῳ προσάξεις, ὡς Πέ-

τρος, ὡς Ἰωάννης, ὡς ἕκαστος ἡμῶν τῶν ἀποστόλων, οἷς καὶ

αὐτὴ συναριθμηθήσῃ πάντως, εὖ οἶδα ἐγώ.»

10

Τούτων δὲ καὶ τοιούτων ἑτέρων τινῶν, ὡς εἰκός, κατὰ τὸ

δεσμωτήριον λεγομένων, καὶ τοῦ μὲν διδάσκοντος, τῆς δὲ διδα-

σκομένης, ἐπέστη πάλιν ὁ Θάμυρις τῷ Παύλῳ μετὰ δὴ πλείονός

τινος καὶ βιαιοτέρας ἀνάγκης· τὸ γὰρ ἀφανῆ καὶ ἄδηλον ἐν τῷ

τέως γενέσθαι τὴν Θέκλαν σφοδρότερον ἐξῆψε τὸν κατὰ τοῦ

Παύλου παρὰ τοῦ Θαμύριδος πόλεμον. Ἡμέρας γὰρ ἤδη γεγο-

νυίας, καὶ τῆς ἀκτῖνος ὑπολάμπειν ἀρχομένης, αἱ μὲν κόραι πᾶσαι

καὶ παιδίσκαι τῆς Θέκλας, αἱ καὶ προκοιτοῦσαι τῆς κόρης αὐτῆς,

περὶ τὸν κοιτωνίσκον διέτριβον, ὡς ἀναστησομένης τε ἄρτι που

τῆς δεσποίνης καὶ τὰ συνήθη παρ' αὐτῶν ἐπιζητούσης, οἷα δεσποί-

νης τέ ἐστιν ἐπιζητεῖν καὶ θεραπαινίδων ὑπουργεῖν. Ὡς δὲ πολὺς

μὲν ὁ ἥλιος ἦν ὑπὲρ γῆς ἤδη, βοὴ δὲ οὐδαμοῦ παρὰ τῆς Θέκλας

ἠκούετο, τὰ συνήθη προσταττούσης ταῖς κόραις, «Καὶ τί τοῦτο;»

λεγουσῶν ἤδη τῶν παιδισκῶν πρὸς ἑαυτὰς καὶ ἀλλήλας, «ἆρα

καθεύδει μέχρι τοῦ νῦν ἡ τροφίμη; μή τι γέγονεν αὐτῇ τῶν ἀνι-

αρῶν, μὴ νόσος, μὴ θάνατος ἆρα αἰφνίδιος προσέπεσεν, ὡς

μηδὲ φωνὴν ἔτι προΐεσθαι;» Ἔτι δὲ ταῦτα λέγουσαι, καὶ ὁμοῦ

πᾶσαι τῷ κοιτωνίσκῳ ἐπεισελθοῦσαι—καὶ γὰρ ὁ χρόνος ὑπο-

πτεύειν ἐδίδου τι λοιπὸν αὐταῖς οὐ χρηστόν—, τὴν μὲν παρθένον

οὐδαμῶς εὑρίσκουσι, βοῆς δὲ καὶ ὀλολυγῆς ἐξαίφνης πληροῦσι

τὸ δωμάτιον· ὡς τὴν Θεόκλειαν, ἐφ' ᾧ καὶ ἡ βοὴ καὶ ὁ θρῆνος

ἐγεγόνει μαθοῦσαν, ἄπνουν γενέσθαι καὶ ἄναυδον, θορύβου τε

ὁμοῦ πληρωθῆναι πᾶσαν τὴν πόλιν, δρόμου δὲ καὶ ταραχῆς τὸν

δῆμον, ἄλλων ἄλλοθεν διαθεόντων καὶ ἀναζητούντων τὴν κόρην·

καὶ γὰρ κοινὴν τῆς πόλεως συμφορὰν τὴν τῆς κόρης ἐκάλουν φυ-

γήν. Ἡ μέν τοί γε Θέκλα, καὶ τούτων γινομένων, ἐκάθητο μὲν

παρὰ τοῖς τοῦ Παύλου ποσίν, ἀκαταπλήκτῳ δὲ καὶ ἀπτοήτῳ φρο-

νήματι τῶν θείων δογμάτων ἀπήλαυεν. Ἐν τοσούτῳ δὲ καὶ ὁ

Θάμυρις ἐπέστη, τῶν οἰκετῶν τινος τοῦτο μόλις καταμηνύσαντος,

ὡς εἴη παρὰ τὸν Παῦλον ἡ παρθένος. Εἰσδραμὼν δὲ καὶ αὐτὸ

τοῦτο κατανοήσας ὁ Θάμυρις, ἐπυρπολήθη μὲν ἔτι μᾶλλον, καὶ

μανίας ἐγγὺς ἤλασεν, ὡς ἀληθῶς τῆς κόρης καταμαγγανευ-

θείσης τε καὶ ἀποσυληθείσης ὑπὸ τοῦ Παύλου. Τό τε γὰρ ἀ-

ποδρᾶναι, τό τε ἐν χρῷ οὕτω καθέζεσθαι τῶν τοῦ ἀποστόλου

ποδῶν, ὡς καὶ συνδεδέσθαι δοκεῖν αὐτήν, βεβαίαν ἐποίει

καὶ ἀναμφίλογον τοῖς ὁρῶσι τότε τὴν οὐ καλὴν οὐδὲ ἀληθῆ

τῆς ἀσελγείας ὑπόνοιαν. Πολλοὺς μὲν γὰρ ἤδη πολλάκις οὐ

μόνον φαύλη πρᾶξις διέβαλεν, ἀλλ' ἤδη καὶ σχῆμα καὶ βλέμ-

μα περιεργότερον· τὸ δὲ νῦν τοῦτο τὴν ἴσην μὲν ὑποψίαν τοῖς

ὁρῶσιν ἔφερεν. Οὐ μὴν καὶ εἰδότων ἦν τὸν Παῦλον καὶ τὴν Θέ-

κλαν τό γε οὕτως ἄτοπα καὶ δυσαγῆ κατ' αὐτῶν ὑποπτεύειν,

οὔτε ἐφ' οἷς παρεκαθέζετο μὲν ἡ κόρη, διελέγετο δὲ ὁ Παῦλος.

Θεασάμενος οὖν ὁ Θάμυρις, ἅπερ οὐδὲ ὄναρ ἤλπισε, τὴν Θέκλαν

ἅμα καὶ τὸν Παῦλον, περίτρομος ἐγένετο καὶ ἰλίγγου μεστός,

ὡς μικροῦ καὶ εἰς λιποθυμίαν ἀπολῆξαι καὶ θάνατον ὑπὸ τῆς

ἄγαν ἀνίας· ἐρωτικῆς γὰρ λύττης προσλαβούσης καὶ ζηλο-

τυπίας, εἰς σαφῆ πάντως μανίαν καὶ φρενοβλάβειαν τελευτᾷ τὸ

δυστύχημα. Συναρπάσας δὲ ὅμως μεθ' ὧν εἶχε δημοτῶν καὶ οἰ-

κετῶν τὸν Παῦλον, ἄγει φοράδην παρὰ τὸ δικαστήριον, οὐδὲν

ἄρρητον, οὐδὲν ἄπρακτον ὧν θυμός τε βούλεται καὶ ζηλοτυπία

παρακελεύεται ἐάσας κατὰ τοῦ Παύλου· ὡς καὶ τὸν Κεστίλλιον

—ὄνομα δὲ ἦν τοῦτο τῷ ἀνθυπάτῳ—φειδοῖ μὲν τοῦ Παύλου—

καὶ γὰρ ἑαλώκει τἀνδρός, καί τις δὲ καὶ εἰσεληλύθει πόθος

αὐτὸν τῶν ὑπὲρ…

τοῦ…

ἀναί…

The complete text is available when the reading interface loads.