Apologia concilii Chalcedonensis
- Edition reference
- Apologia concilii Chalcedonensis (excerpta Graeca), ed. M. Richard, Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1. Turnhout: Brepols, 1977]: 49–58.
- CTS identifier
urn:cts:greekLit:tlg2816.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1t
{[Ἐκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου]}.
2
I. Πᾶν ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον,
3
τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν τῷ καθέ-
4
καστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι τὸ εἶναι σάρκα ἐψυχωμένην
5
ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν ἀνθρωπότητα
6
καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα μίαν φαμὲν οὐσίαν, ὡς
7
κοινῶς ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς
8
ὑποστάσεως τοῦ Ἐμμανουὴλ οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν
9
ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ ἀνάγκη καὶ ἐν
10
πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. Ἡ γὰρ φύσις, ὅ ἐστιν
11
οὐσία, ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. Εἰ οὖν μίαν
12
οὐσίαν φασὶ γενέσθαι τὰ δύο, πάντως που τῆς τοιαύτης οὐσίας
13
μετειλήφασι καὶ ἕτεροι καὶ ἔσονται πολλοὶ ἐξ ἴσου τῷ Ἐμμανουήλ,
14
ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν συκοφάν-
15
ται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν.
16
II. Καὶ μεθ' ἕτερα. Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ
17
ἀνομοίων πραγμάτων μιᾶς οὐσίας φαμὲν οὐ πρὸς τὴν διαφορὰν
18
τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες, ὅτι
19
κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένοις θεωρεῖται.
20
Οὗτος γάρ ἐστι τῆς οὐσίας ὁ ὅρος, ὡς Βασίλειος ἐπαίδευσε
21
λέγων· «ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ
22
οὐσία πρὸς τὴν ὑπόστασιν». Κατὰ τοῦτον οὖν τὸν τῆς κοινότη-
23
τος λόγον μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν
24
πᾶσιν ἀνθρώποις τοῖς καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι
25
ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οὗτος γὰρ ὁ
26
ὅρος τῆς ἀνθρωπότητος. Ἐπὰν δὲ τὰ ἐξ ὧν ἐστι λογισώμεθα καὶ
27
ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν, τὸ ἑτεροφυὲς καὶ τὰ
28
ἴδια τῶν οὐσιῶν καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. Εἰ γὰρ τῆς
29
αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχή, τῶν δὲ ὁμοουσίων ὁ αὐτὸς
30
λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἡ ψυχὴ διαφθείρεται
31
καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται
32
διὰ τὰς ὑμῶν ἀνοήτους κενοφωνίας.
33
III. 1. [Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας] πρὸς
34
τοὺς λέγοντας· εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ
35
ἁγία τριὰς πᾶσαν σεσάρκωται τὴν ἀνθρωπότητα.
36
Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. Οἴονται γὰρ
37
ἴσως μεριστὴν εἶναι τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ μὲν αὐτῆς ἐν
38
πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν υἱῷ, τὸ δὲ ἐν ἁγίῳ πνεύματι, ὡς
39
ἑκάστης ὑποστάσεως ἐκ μέρους, ἀλλ' οὐκ ἐν πᾶσι τοῖς τῆς
40
θεότητος ἰδιώμασι γνωριζομένης. Ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον
41
ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι καὶ κατατομὴν περὶ
42
τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν ἑκάστην χαρακτηρι-
43
στικὴν ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα,
44
τὸ ἀγαθὸν, τὸ δημιουργικὸν καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν
45
ὑπάρχει. Οὕτω γὰρ καὶ ὁμοούσιον τὴν τριάδα φαμέν, ὡς τῆς
46
αὐτῆς οὐσίας ὁλοτελῶς ἐν τρισὶ προσώποις γνωριζομένης. Καὶ
47
γὰρ ὁ πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος οὐσίαν, ὁμοίως ὁ υἱός,
48
ὁμοίως τὸ πνεῦμα τὸ ἅγιον. Ὅθεν τέλειος θεὸς ὁ πατήρ, τέλειος
49
θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα. Τούτοις καὶ ὁ τῆς ἀληθείας
50
κῆρυξ Παῦλος συνηγορεῖ φάσκων· Ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν
51
τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐ γὰρ τὸν πατέρα φησὶ
52
σεσαρκῶσθαι, ἀλλ' ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν
53
ἀνελλιπῶς ὑπάρχει, ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ἐν ἑκάστῃ
54
ὑποστάσει τελείως ἐνυπάρχουσα κατὰ τὴν φωνὴν τοῦ σωτῆρος
55
τὴν λέγουσαν. Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι, τουτέστιν ὅσα
56
τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ θεοῦ
57
λόγου καὶ σαρκωθέντος ἐστίν, οὐχ ὡς τοῦ πατρὸς ὄντος υἱοῦ ἢ
58
τοῦ υἱοῦ ὄντος πατρός· ταῦτα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς
59
ἀλλήλους σχέσεως ὑπάρχει. Πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς
60
θεότητος ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε τέλειον 〈θεὸν〉
61
αὐτὸν εἶναί φαμεν; Πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολο-
62
γοῦντες οὐ πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προ-
63
σομολογήσωμεν; Οὐ γὰρ μέρος αὐτῆς προσείληφεν, ὡς Ἀπολι-
64
νάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν τὴν οὐσίαν,
65
ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὕτη γὰρ κοινῶς
66
ἐν τοῖς καθ' ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα, οὐσία
67
εἰκότως ἂν ῥηθείη. Χωρίζονται γὰρ ἀλλήλων οἱ κατὰ μέρος οὐ τῇ
68
οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασι, μεγέθει καὶ χρώματι καὶ
69
ἁπλῶς εἰπεῖν ταῖς χαρακτηριστικαῖς τῶν προσώπων ποιότησιν.
70
2. Πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστόν, εἰ μὴ ἀντὶ
71
οὐσιῶν αὐτοῖς νοηθείη τὸ τῆς φύσεως ὄνομα; Οὐ γὰρ ἀντὶ
72
ὑποστάσεων χαρακτηριστικῶν τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ
73
δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. Ἡ γὰρ ὑπόστασις ἡ
74
χαρακτηριστικὴ πρόσωπον δίδωσιν ἐννοεῖν. Ἐν χαρακτῆρι δέ
75
φημι, μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος
76
ὑπόθωνται τὴν ὑπόστασιν. Τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν
77
ἀποφέρεται. Πῶς δὲ καὶ ὁμοούσιον τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιον
78
τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται καὶ οὐ ναρκῶσι δύο μὲν
79
ὁμοούσια ὁμολογοῦντες, ἀρνούμεναι δὲ τὰς δύο οὐσίας;
80t
{[Ἐκ τῶν συνηγοριῶν Εὐλογίου
81t
Ἀλεξανδρείας]}
82
IV. 1. Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι ὅτι
83
οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσω-
84
πον. Εἰ οὖν δύο φύσεις, πάντως καὶ δύο πρόσωπα. Πῶς οὐκ ἄν
85
τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, οἳ σαφῶς οὕτω
86
προσπταίουσι καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν τοῖς
87
αὐτοῦ προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου νόσον τό γε
88
ἐπ' αὐτοῖς ἀσφαλίζονται; Εἰ γὰρ οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ
89
παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ δύο φύσεων τὴν
90
ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγονέναι, ἄρα ἐκ δύο προσώπων
91
κατ' αὐτοὺς ὁ Ἐμμανουήλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦ-
92
σι παρρησία δύο πρόσωπα λέγειν ἐν Χριστῷ, ὅπερ μανίας
93
ἀνάμεστον. Οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον, εἴ τις ἑνώσειεν, μίαν
94
ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. Αἱ γὰρ ὑποστάσεις, ὅ ἐστι
95
πρόσωπα, τὴν κατ' οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν
96
ἐνυπόστατον καὶ ἓν πρόσωπον ἀποτελοῦσαν. Κατ' οὐσίαν μὲν
97
οὖν αἱ ὑποστάσεις ἑνοῦνται, ὡς ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς γὰρ
98
ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. Ἡ δὲ κατὰ σχέσιν ἕνωσις
99
κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν
100
ταυτοβουλίᾳ, καὶ ὅσα τούτοις παραπλήσια. Ὁμωνυμίᾳ μέν, ὡς
101
Ἰούδας ὁ Ἰακώβου καὶ ὁ Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ καὶ
102
ταυτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ ἀπόστολος,
103
καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. Ὃ οὖν ἔφθην
104
εἰπών, αἱ δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα οὐδέποτε
105
μίαν ἀποτελοῦσιν ὑπόστασιν καὶ ἓν πρόσωπον. Εἰ οὖν ἐκ δύο
106
φύσεων ὁ Ἐμμανουήλ, ἡ δὲ φύσις πρόσωπόν ἐστι κατ' αὐτούς,
107
ἔσται ἄρα καὶ ἐκ δύο προσώπων, ἅπερ οὐκ ἐπιδέχονται τὴν
108
ἐνυπόστατον ἕνωσιν. Καὶ οὕτω κατὰ τὸν αὐτῶν διεφθαρμένον
109
λόγον τὸ τῆς ἀθέου διαιρέσεως δόγμα χώραν εὑρήσει, καὶ
110
Κύριλλος ἐκβληθήσεται πάλαι κατὰ Νεστορίου τοιαῦτα βοῶν·
111
«Ὀνήσει δὲ κατ' οὐδένα τρόπον τὸν ὀρθὸν περὶ τῆς πίστεως
112
λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί
113
τινες». Ἀλλ' οὐχ οὕτως οὔτε ἡ ἀλήθεια ἀπαιτεῖ, οὔτε ἡμεῖς
114
ἀνεξόμεθα, ἀλλὰ τὴν ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς μὲν
115
δυάδα προσώπων εἰσάγοντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν
116
τῶν ἐν Χριστῷ οὐσιῶν ὁμολογοῦντες.
117
2. Ἀλλ' ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι τὴν τοιαύτην
118
πεποίηνται πρότασιν. Ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο
119
φύσεις λεγόντων ἐθελοκωφοῦσι καὶ περιξύοντες τῆς ὁμολογίας
120
ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι κέχρηνται
121
καθ' ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι καί φασιν· οὐκ ἔστι
122
φύσις ἀπρόσωπος. Τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται
123
πρόβλημα; Εἰ μὲν ὅτι οὐ δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσώ-
124
ποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν μικρὰ εἰδότων συνομο-
125
λογήσειε. Τίς γὰρ ἀγνοεῖ, ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος
126
προσώποις, ὅπερ ταῖς χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται,
127
οἷον ἡ τῆς θεότητος φύσις ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι,
128
ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν Μιχαήλ, ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς,
129
καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ' ἕκαστον γνωρίζεται
130
προσώποις; Εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν ὅτι πάσῃ φύσει
131
ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ' ὑπόστασιν ἡνω-
132
μένων φύσεων, ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι
133
τὸν λόγον, ἐπὶ δὲ τῶν ἐν συνθέσει καὶ ἐνυποστάτως ἡνωμένων
134
πόρρω τῆς ἀληθείας καθέστηκεν. Ἔστι γὰρ ὅτε διάφοροι φύσεις
135
συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν
136
ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διάφοροι
137
ὑπάρχουσιν οὐσίαι, ἀλλ' ὅμως ἓν ἀποτελοῦσι σῶμα τοῦδε τυχὸν
138
τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι θεωρουμένου, ὅπερ ἐστὶν
139
ὑπόστασις. Ἀλλ' ἐπείπερ τὸ παράδειγμα κρᾶσιν δοκεῖ πως ἐμ-
140
φαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ τὸν ἄνθρωπον
141
παράδειγμα τὸν ἐν μιᾷ ὑποστάσει. Ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία
142
τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν οὐσίαν τοῦ σώματος,
143
ἀλλ' ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν
144
πρόσωπον ἀποτελοῦσι, φέρε εἰπεῖν Ἰωάννου ἢ Παύλου ἢ ἄλλου
145
τινός, μείνασαι δύο. Οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο, οὔτε μὴν ἡ
146
σὰρξ ψυχὴ γέγονε. Μάρτυς δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς
147
ἀληθείας φάσκων· ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, ἵνα τὸ διάφορον
148
σημαίνῃ τῶν οὐσιῶν. Τούτῳ κατ' ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς
149
Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδά-
150
σκαλος τοιαῦτα γράφει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσά-
151
φειαν τῆς παλαῖας διαθήκης· «διπλοῦν γὰρ τοῦτο τὸ ζῷον ὁ
152
ἄνθρωπος ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ
153
νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ
154
συγγένειαν ἔχον· διὰ γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω
155
δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς συνῆπται πράγμασι,
156
σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως». Οὕτως οὖν ἐν
157
Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ
158
ἓν πρόσωπον, εἰ καὶ ἀμυδρῶς διὰ τῶν παραδειγμάτων ἀποδέ-
159
δεικται. Πᾶσαι γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ οἰκονομία ὡς ἀληθῶς
160
ὑπεραίρουσα τὴν ἀνθρωπίνην διαδιδράσκει κατάληψιν.
161
3. Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ
162
τὸν λόγον τῷ βορβόρῳ ἐγκυλιόμενος. Τὰ αὐτὰ γὰρ πάλιν δια-
163
φόρως προβάλλονται. Φασὶ γάρ· Οὐκ ἔστιν οὐσία ἀνυπόστατος·
164
πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο οὐσίας
165
φατέ; Ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἄγνοιαν; τὴν γὰρ αὐτὴν
166
ἡμῖν ἀνοήτως εἰσήγαγον πρότασιν, τὰ ὀνόματα πάλιν ὑπαλλά-
167
ξαντες. Τίς γὰρ διαφορὰ οὐσίας καὶ φύσεως; Τίς δὲ προσώπου
168
πρὸς τὴν ἐν χαρακτῆρι ὑπόστασιν; Ὅθεν ὁ αὐτὸς ἡμῖν καὶ ἐπὶ τοῦ
169
παρόντος ἀρκέσει λόγος. Εἴποιμι γὰρ ἂν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν
170
ἐκ ψυχῆς καὶ σώματος ἐν ἰδιώμασι χαρακτηριστικοῖς θεωρούμε-
171
νον ἄνθρωπον πολλὰς ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους
172
δοκεῖτε ποιεῖν. Οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι πεφύκατε, ὥστε
173
ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ' οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα,
174
ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. Εἰ δὲ
175
ἑκάστη οὐσία καθ' ὑμᾶς ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀνα-
176
δέχεται, κενά μοι τὰ τῆς ἑνώσεως καὶ ὁ εἷς γέγονα δύο, ἵνα ὑμῖν
177
δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. Εἰ δὲ ἐγὼ ἐκ δύο οὐσιῶν
178
διαφόρων συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο
179
ἔχω οὐσίας τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν ὑποστάσει μιᾷ
180
θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ τὰς δύο οὐσίας ὁμολο-
181
γοῦντα δύο φάναι καὶ ἰδικὰς ὑποστάσεις; Αὐτοῦ μὲν γὰρ τῇ φύσει
182
τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν καὶ τὰ ἀνθρώπινα·
183
οὐ γὰρ ἐν ἑτέρῳ, ἀλλ' ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σάρξ, ὡς
184
προείρηται. Τὸ κοινὸν γὰρ ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας,
185
τουτέστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ, ἐν μόνῳ τῷ θεῷ
186
λόγῳ ἔσχε τὰ ἰδικά, τουτέστι τὸ εἶναι τοῦ θεοῦ λόγου καὶ οὐχ
187
ἑτέρου σάρξ. Πῶς οὖν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ' ἑαυτὴν
188
ὑποστᾶσα;
189
4. Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν ὅτι ἀντὶ οὐσίας ἡ
190
ὑπόστασις τοῖς ἁγίοις πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυ-
191
ρίλλῳ δοκεῖ. Ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ φησιν· «Εἴ τις ἐπὶ
192
τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν». Τὸ
193
γὰρ ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις· οὐ γὰρ ἂν ὁ θεοφό-
194
ρος ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστο-
195
ρίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο.
196
5. Ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇ
197
φησιν· «Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμε-
198
νον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγῳν·
199
Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ
200
οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει». 6. Εἰ οὖν τις
201
ἐνυποστάτους κατὰ τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν
202
ὑπαρχούσας, οὐδὲ ἡμεῖς ἀρνηθείημεν. Ἡ γὰρ ὑπόστασις πρὸς
203
τὴν οὐσίαν τῷ εἰναι μέν τι οὐ διαφέρει, ἀλλὰ τῷ τὴν μὲν κοινῶς
204
εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δὲ ὑπόστασιν ἰδικῶς, ὅταν μετὰ
205
τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. Οὐ κατὰ τοῦτο οὖν φαμεν τὴν
206
ἡμετέραν ἐν Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν
207
καθ' ἑαυτὴν χαρακτηριστικὴν καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ
208
ὑφέστηκέ τε καὶ ἔστιν. Ἐνίοτε γὰρ τὸ ὑφεστηκέναι δηλοῖ ἡ
209
ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, ὅταν τῶν χαρακτη-
210
ριστικῶν ἰδιωμάτων καὶ περὶ πρόσωπον θεωρουμένων ἐστέρη-
211
ται.
212t
{[Ἐκ τῶν Εὐλογίου συνηγοριῶν]
213t
πρὸς τοὺς λέγοντας ὅτι εἰ δύο φατὲ οὐσίας.
214t
ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε
215t
φύσις· τὰ γὰρ ἑνούμενα πάντως ἕν τι
216t
γίνεται.}
217
V. Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν ὑπόστα-
218
σιν βούλονται κατασκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς καὶ
219
συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσιν· κἀκεῖνοι γὰρ μίαν
220
ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. Ἡ σὰρξ ἔμεινε σάρξ,
221
εἰ καὶ τοῦ θεοῦ λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ
222
ἥνωσεν ἑαυτῷ ἀδιαιρέτως. Οὐ γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα·
223
καὶ γὰρ θεὸς ἀναλλοίωτος ὑπάρχει τῆς τριάδος ἡ φύσις. Ὡς ἔφην
224
οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουήλ, τῷ ἑνὶ Χριστῷ τῷ
225
υἱῷ τοῦ θεοῦ, μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι. Εἰ δὲ μίαν
226
οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς
227
ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς
228
τραπείσης εἰς τὴν ἑτέραν ἢ συγχυθείσης. Ὅτι γὰρ τὰ ἑνούμενα
229
ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται ἐν τῇ οἰκείᾳ ποσότητι,
230
τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν τριῶν
231
ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων κατὰ τὴν
232
οὐσίαν, φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐ γὰρ διὰ
233
τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις γεγόνασιν, ἀλλ' ἡνωμέναι μέν
234
εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις γνωρίζονται
235
ὑποστάσεσιν. Οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο
236
οὐσίαι ἡνωμέναι ἀδιαιρέτως καὶ ἀσυγχύτως ὑπάρχουσι, μείνα-
237
σαι μὲν δύο οὐσίαι, ἀποτελέσασαι δὲ μίαν ὑπόστασιν τοῦ θεοῦ
238
λόγου σεσαρκωμένην, ἐν ᾗ καὶ ἡνωμέναι ὑπάρχουσιν. Κείσθω δὲ
239
τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρόν,
240
ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει.
241
Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν,
242
οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι». Ἐν
243
δὲ τῷ Ἐμμανουὴλ ἄλλο μὲν θεότης, ἄλλο δὲ ἀνθρωπότης, ἵνα μὴ
244
τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ «ταὐτὸν τὸ ἄχρονον τῷ ἐν χρόνῳ
245
καὶ τὸ ἀόρατον τῷ ὁρατῷ. Οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο»·
246
τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν πρόσωπον ἀπετέλεσαν καὶ μίαν
247
ὑπόστασιν χαρακτηριστικήν.
248t
{[Ἐκ τῶν Εὐλογίου συνηγοριῶν]}
249
VI. Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νο-
250
εῖν βουλόμενοι, ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ
251
ἀμώμητον πίστιν διαταράττειν ἐπιχειροῦντες. Ἡμεῖς γὰρ ἕνα
252
Χριστὸν υἱὸν θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα τοῖς ἐπὶ γῆς.
253
Διαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα γινώσκομεν. Καὶ
254
γὰρ ὁ θεὸς λόγος ἄχρονος, ἄκτιστος, ἀπαθής, καὶ ὅσα πρέπει τῇ
255
θείᾳ μεγαλωσύνῃ. Ἡ δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν
256
διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν, δι' ἣν καὶ ὁ θεσπέσιος
257
Ἰωάννης βοᾷ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,
258
ἔγχρονος ὑπάρχει, κτιστή, παθητή. Πάντα δὲ ταῦτα τῆς σαρκὸς
259
ὁμολογοῦμεν γενέσθαι τοῦ θεοῦ λόγου. Εἰ γὰρ ἰδία αὐτοῦ ἡ σάρξ,
260
δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται
261
γὰρ αὐτά, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία αὐτοῦ φύσις. Ὅτι γὰρ
262
πάντα τοῦ θεοῦ λόγου ἐστὶ μετὰ τὴν ἐνανθρώπησιν τὰ τῆς σαρκὸς
263
αὐτοῦ, ἡ θεία γραφὴ ἡμᾶς παιδεύει. Φησὶ γάρ· Ἑωράκαμεν τὸν
264
κύριον, τὸ συναμφότερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα
265
τοῦ Χριστοῦ ὅλον ἐθεάσατο, εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ
266
θεότης ὑπῆρχε. Καὶ πάλιν· οὐκ ἂν τὸν κύριον τῆς δόξης
267
ἐσταύρωσαν, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ
268
οἰκείᾳ σαρκί. Διδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ θεοῦ
269
λόγου σαρκωθέντος ἦν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα· ἀλλ' ἐν
270
οἷς φησιν ὅτι ἐπείνησεν ἢ ἐδίψησεν ἢ ἐψηλαφήθη ἢ ὡράθη, νοῶ
271
ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν, ἀλλὰ τῇ προσληφθείσῃ
272
σαρκί, καθ' ἣν ἄνθρωπος ἐχρημάτισεν.
{ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥΠΡΟΣ ΤΟΥΣ ΑΚΕΦΑΛΟΥΣ ΚΕΦΑΛΑΙΑ ΙΖʹ} 1. Εἰ ὁ λέγων θεὸν μόνον τὸν Χριστὸν μανιχαΐζει καὶ ὁλέγων μόνον ἄνθρωπον τὸν Χριστὸν παυλιανίζει καὶ ὁ λέγωνθεὸν τέλειον τὸν Χριστόν, ἄνθρωπον δὲ οὐ τέλειον, ἀπολιναρίζεικαὶ ὁ λέγων θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἰδιοσυστάτωςκαὶ ἀνὰ μέρος θεωρουμένου τοῦ ἀνθρώπου καὶ ὑπὸ τοῦ λόγουἐνεργουμένου, νεστοριανίζει, ὁ δὲ λέγων θεὸν τέλειον τὸν αὐτὸνΧριστὸν καὶ ἄνθρωπον, ὡς ἑνώσαντος ἑαυτῷ τοῦ θεοῦ λόγου τὸἡμέτερον φύραμα, ὅ ἐστι τὴν καθ' ἡμᾶς ἀνθρωπότητα, ὀρθο-δόξως φρονεῖ, οἱ τὸ θεάνθρωπον ἡμῖν ἐπινοήσαντες λέγειν ἴσως
221
ἕτερόν τι καὶ παρὰ ταῦτά φασι τὸν Χριστόν, ὡς καὶ τὸν τραγέλα-
φον οὔτε τράγον, οὔτε ἔλαφον εἴποι τις ἄν, ἀλλ' ἕτερόν τι τῷγένει. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογῶν, ἀπολινα-ρίζεις μὴ λέγων τελείαν τὴν ἀνθρωπίνην φύσιν ἀνειλῆφθαι καὶσεσῶσθαι· προσθεὶς δὲ σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ὀρθόδο-ξος ὑπάρχεις, εἰ ἄρα τὸν νοῦν φυλάξεις τῆς ὁμολογίας. Εἰπὲ οὖν·μίαν φύσιν ὁμολογεῖς τοῦ λόγου σεσαρκω|μένην σαρκὶ ἐψυχω-μένῃ ψυχῇ λογικῇ· μίαν φύσιν καὶ μόνον ὁμολογεῖς ἐπὶΧριστοῦ ἢ δύο; Ἀλλ' εἰ μὲν μίαν φύσιν ὁμολογεῖς ἐπὶ Χριστοῦ, ἢμανιχαΐζεις ἢ παυλιανίζεις. Εἰ δὲ δύο τελείας λέγεις, διῃρημέναςμέντοι καὶ ἀνὰ μέρος κεχωρισμένας, νεστοριανίζεις. Εἰ δὲ δύοτελείας καὶ ἐν μιᾷ χαρακτηριστικῇ ὑποστάσει σῳζομένας ὁμολο-γεῖς, ὀρθόδοξος ὑπάρχεις. Εἰ δὲ οὔτε μίαν μόνον, οὔτε δύοδιῃρημένας, οὔτε μὴν ἡνωμένας ἐνυποστάτως ὁμολογεῖς, εἰπὲπόσας τὰς φύσεις ἐπὶ Χριστοῦ 〈λέγεις〉 ὁμολογῶν μίαν φύσιν τοῦθεοῦ λόγου σεσαρκωμένην ἐν προσλήψει σαρκὸς ψυχὴν ἐχούσηςνοεράν; 2. Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καθ' ὑμᾶς, οὐ μίαδὲ φύσις τοῦ πατρὸς καὶ τῆς σαρκός, πῶς μία καὶ ἡ αὐτὴ φύσιςτοῦ θεοῦ λόγου καὶ τοῦ πατρός; Πῶς δὲ ἀκτίστου θεότητος καὶ
241
κτιστῆς σαρκὸς ἢ τῆς ἀχρόνου θεότητος καὶ τῆς ὑπὸ χρόνον τοῦ
λόγου σαρκὸς μία ἔσται φύσις, μὴ τῆς θεότητος τραπείσης εἰςσαρκὸς φύσιν, μήτε τῆς σαρκὸς ἀλλοιωθείσης εἰς θεότητοςφύσιν, ἀλλ' ἑκατέρας φύσεως σῳζομένης ἀτρέπτως καὶ ἀδιαι-ρέτως ἐν τῷ Ἐμμανουήλ; 3. Ἐκ δύο φύσεων λέγων τὸν Χριστόν, ἀναθεματίζων δὲ τοὺςλέγοντας ἐν Χριστῷ τὰς δύο φύσεις ὑπάρχειν ἀδιαιρέτως ἐν μιᾷὑποστάσει ἡνωμένας, πῶς νοήσεις τὸ ἐκ δύο φύσεων; Ἢ γὰρ πρὸτῆς ἑνώσεως εἴποις δύο, ἢ ἐν τῇ ἑνώσει. Ἀλλ' εἰ μὲν πρὸ τῆςἑνώσεως | εἴποις, προϋπάρχειν δίδως ἑκάτερον πρὸ τῆς ἐνώ-σεως, ὅπερ ἀσεβές. Εἰ δ' ἐν τῇ ἑνώσει τὰς δύο φύσεις λέγεις,σῴζεται δὲ ἡ ἕνωσις εἰς αἰῶνας, ἄρα σῴζονται εἰς αἰῶνας καὶ αἱδύο φύσεις ἐν τῷ Ἐμμανουήλ. 4. Εἰ μένων ὁ θεὸς λόγος ὃ ἦν γέγονεν ὃ οὐκ ἦν, καὶ οὐκ ἦν μὲνὃ γέγονεν, ἔμεινε δὲ ὃ ἦν, πῶς οὐκ ἔμεινε μὴ ὢν ὃ γέγονεν; Εἰ δὲ
257
ταῦτ' ἀληθῆ, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν 〈εἰπών,
τὴν〉 τῶν ἐν Χριστῷ φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἕνωσινἡμᾶς ἐκδιδάσκει ὁ εὐαγγελιστής. 5. Εἰ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, ἦν δ' ἄσαρκος, πῶς οὐκἔσται ἄσαρκος κατὰ τὴν τῆς θεότητος φύσιν, εἰ καὶ ἐσαρκώθη,τῆς ἡμετέρας φύσεως προσλαβὼν τὸ φύραμα; Εἰ δὲ τοῦτ' ἀληθές,πῶς τὸν ἕνα Χριστόν, ὅ ἐστι θεὸν λόγον σαρκωθέντα, οὐκ εἴποιμιτὰς δύο ἔχειν φύσεις, ὅ ἐστιν οὐσίας, 〈τὴν〉 τοῦ πατρὸς λέγω καὶτὴν ἐκ τῆς θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6. Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸςσαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητός, ἀθάνατοςκαὶ θνητός, τὸ μὲν ἀπαθὲς καὶ ἀθάνατον ἔχων κατὰ τὴν τῆςθεότητος φύσιν, τὸ δὲ πάθος καὶ τὸν θάνατον ἔχων κατὰ τὴνἀνθρωπότητος φύσιν, εἷς ὢν καὶ ὁ αὐτός, πῶς μὴ εἴπω τὰς δύοφύσεις ἐν αὐτῷ, τὴν μὲν δεκτικὴν πάθους καὶ θανάτου, τὴν δὲτούτων ἀνεπίδεκτον; Εἰ δὲ τὸν θάνατον καὶ τὰ πάθη καὶ ὑμεῖςσαρκὶ δέξασθαι αὐτόν φατε, ὀρθῶς μὲν λέγετε· ζητῶ δὲ εἰ ἡ σὰρξφύσις ἐστὶ τῆς θεότητος αὐτοῦ ἢ ἑτέρα κατ' οὐσίαν· καὶ εἰ μὲν ἡαὐτὴ τῇ θεότητι, | θεοπάθειαν ἡμῖν δογματίζετε· εἰ δ' ἑτέρα ἐστὶ τῇ